JGR VI 2.11
Περὶ τῶν διδομένων ἢ δρωμένων ἐπὶ αἰσχρᾳ αἰτίᾳ ἢ ἐπὶ ἄλλῃ τινὶ οἱᾳδηποτοῦν ὑποθέσει, καὶ πότε ἀπαιτοῦνται τὰ δοθέντα ἢ οὐκ ἀπαιτοῦνται
Abrir no leitor do IusCommune →1
pr.Ὁ κατασχεθεὶς ἐπὶ μοιχείᾳ ἢ κλοπῇ ἢ τινι ἁμαρτήματι ἐὰν δῷ τι ἢ ὁμολογήσῃ ὥστε μὴ [παραδοθῆναι ἢ φονευθῆναι ἢ δεθῆναι, ἔχει τὴν τῆς δόσεως αἰτίασιν ὑπὲρ τοῦ ἀναλαβεῖν ἃ δέδωκεν.
2
pr.Ἐὰν ἀνὴρ ἢ γυνὴ δῷ ἵνα μηδὲν αἰσχρὸν ἢ αὐτὸς ἢ τέκνον αὐτοῦ ὑποστῇ, ἔχει τὴν τῆς δόσεως αἰτίασιν. οὗτος γὰρ ὁ φόβος μείζων ἐστὶ τοῦ θανάτου· ὁ δὲ λαβὼν ἢ ὁμολογηθεὶς ἐπὶ τῷ φυλάξαι ἢ ἐλευθερῶσαί τινα λῃστῶν ἢ πολεμίων οὐκ ἐνέχεται, εἰ μὴ μετέσχε τῆς βίας. ὑπουργίας γὰρ μισθὸν ἔλαβεν.
3
pr.Ὁ πρᾶγμα λαβὼν ἐπὶ αἰτίᾳ, τὴν αἰτίαν ὀφείλει πληροῦν ἢ ὅπερ ἔλαβεν ἀναδιδόναι.
4
pr.Τὰ δοθέντα χρήματα, εἰ καὶ ἡ αἰτία ὑπὲρ ἧς ἐδόθησαν μὴ παρ᾽ αἰτίαν τοῦ λαβόντος ἀλλὰ κατὰ τύχην ἐνεποδίσθη, οὐκ ἀναλαμβάνονται.
5
pr.Ὁ εἰδὼς πορνεύεσθαι τὴν γυναῖκα καὶ σιωπῶν πορνοβοσκεῖν ποιεῖ. τὰ δὲ ἐπ᾿ αἰσχρᾷ αἰτίᾳ τοῦ διδόντος ἐπερωτηθέντα, εἰ καὶ μετὰ καταβολὴν οὐκ ἀναστρέφονται, ὅμως ἀπαίτησιν [οὐκ] ἔχουσιν '.
6
pr.Τὸ καταβαλλόμενον μὴ ἐξ αἰτίας ἐῤῥωμένης ἢ μὴ ἐχούσης ἀποτέλεσμα ἀναλαμβάνεται.
7
pr.Τὸ διὰ πρᾶγμα διδόμενον, ἵνα τόδε ποιήσῃς, εἰ οὐ ποιήσεις, ἀναλαμβάνεται.
8
pr.Ὁ λαβὼν ἐν προσχήματι ἐγκλήματος, μὴ ἀποδειχθέντος [αὐτοῦ], ἐντὸς μὲν ἐνιαυτοῦ εἰς τὸ τετραπλάσιον ἀπαιτεῖται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν ὑπόκειται, καὶ πρὸς τὸ ἁμάρτημα τιμωρεῖται.