JGR VI 2.12
Περὶ ἀπροσφόρου δικαστοῦ.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν συμφωνήσω συνελθεῖν παρὰ δικαστῇ ἀπροσφόρῳ, δύναμαι πρὸ τῆς εἰσόδου μεταμέλεσθαι.
2
pr.Ὁ δικαστὴς φροντιζέτω μηδὲ τοῖς παρανόμως ῥηθεῖσι παρὰ βασιλέως προσέχειν.
3
pr.Πάντες οἱοιδήποτε δικασταὶ ἐκ προοιμίων τῆς δίκης μέχρι τῆς ἀποφάσεως καὶ κατ᾿ αὐτὴν δὲ τῆς ἀποφάσεως τὴν ἀνάγνωσιν προσκειμένων τῶν ἁγίων εὐαγγελίων δικαζέτωσαν, τῶν ἑκατέρου μέρους συνηγόρων ἐν αὐτῇ τῇ προκατάρξει ὀμνύντων κατὰ τῶν ἁγίων εὐαγγελίων, ὡς οὔτε παραλείψει σπουδὴν ὑπὲρ τοῦ οἰκείου πρόσφυγος καὶ ὅτι καλὸν ἡγεῖται τὸ πρᾶγμα καὶ οὐ σύνοιδεν αὐτῷ δικαιολογίαν ψευδῆ. εἰ δὲ καὶ μεταξὺ τῆς ἀναγνώσεως καταγνῷ, τοῦ πράγματος ἀφιστάσθω, μὴ ἔχοντος ἄδειαν τοῦ δικαζομένου ἕτερον δικολόγον προτρέπεσθαι.