IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.8

Περὶ τῆς [τῶν] ἀφηλίκων ἀποκαταστάσεως.

Abrir no leitor do IusCommune →

1

pr.Εἴτε ἀνήβου εἴτε ἀφήλικος ἢ κουρατωρευομένου ἢ αἰτήσαντος ἤδη συγγνώμην ἡλικίας πρᾶγμα ἐξεποιήθη, κἀκεῖνος ἐπὶ πολὺν χρόνον ἐσιώπησε, βεβαιοῦται μὲν ἡ πρᾶξις δηλονότι· ὁρίζει δὲ χρόνον ἡ διάταξις, ὃν σιωπήσας ὁ ἀφήλιξ μετὰ τὴν τελείαν ἡλικίαν βεβαιοῖ τὴν πρᾶσιν ἤτοι τὴν ὑποθήκην, κελεύει γὰρ ἵνα, ἐὰν πέντε ἐνιαυτοὺς συναπτοὺς μετὰ τοὺς κε΄ ἐνιαυτοὺς μὴ μέμψηται ἢ αὐτὸς ἢ κληρονόμος αὐτοῦ, ἰσχύῃ.