JGR VI 2.7
Περὶ ἀκαθηκούσης διαθήκης, καὶ παρὰ τίνι ὀφείλει ἡ διαθήκη παρατίθεσθαι.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν ζητῆται, τίνι ὀφείλει ἡ διαθήκη παρατεθῆναι, ὁ γέρων τοῦ νεωτέρου προκρίνεται καὶ ὁ μείζονος τιμῆς τοῦ ἥττονος καὶ ὁ ἀνὴρ τῆς γυναικὸς καὶ ὁ εὐγενὴς τοῦ ἀπελευθέρου.
2
pr.᾿Ακαθήκουσαν λέγει τὴν διαθήκην ἐν τῷ λέγειν, μὴ ὀφείλειν ἀπόκληρον γενέσθαι ἢ ἀμνημόνευτον. οὔτε γὰρ δεῖ τοῖς γονεῦσι συναινεῖν καὶ ζημιοῦσθαι τοὺς παῖδας ἐν ταῖς διαθήκαις.
3
pr.Κἂν στρατιώτης ἐν διαθήκῃ συστρατιώτου γράψῃ ἑαυτῷ λεγάτον, ἰσχυρὸν μὲν οὐκ ἐστι τὸ γράμμα, πλὴν οὖν ἀργεῖ [ὁ] νόμος ὁ περὶ πλαστογραφίας '.
4
pr.Ἡ κατὰ τῆς διαθήκης μέμψις χρῶμα εἰσάγει ὡσανεὶ τὸ μὴ φρονεῖν τὸν διαθέμενον, οὐχ ὅτι ταῖς ἀληθείαις παρεφρόνησεν ἢ ἐμεμήνει. ἢ γὰρ ἂν οὐκ ἔῤῥωται ἡ διαθήκης.
5
pr.Ὁ παρὰ γυναικὸς υἱοθετηθεὶς καὶ παραμεληθεὶς οὐ κινεῖ κατὰ τῆς διαθήκης αὐτῆς μέμψιν. γυνὴ γὰρ παρὰ κέλευσιν βασιλέως οὐχ υἱοθετεῖ.
6
pr.Θυγάτηρ παρὰ τῆς μητρὸς ἀμνημόνευτος γενομένη καλῶς κινεῖ τὴν κατὰ τῆς διαθήκης μέμψιν.
7
pr.Ἡ μήτηρ κατὰ τῆς τοῦ παιδὸς διαθήκης καλῶς τὴν μέμψιν κινεῖ, κἂν ἀδελφὴν ἰδίαν ἔγραψεν ἐκεῖνος κληρονόμον.
8
pr.Οἱ ἀδελφοὶ καὶ αἱ ἀδελφαὶ κατὰ διαθήκης μέμψιν κινείτωσαν ἀδελφοῦ ἢ ἀδελφῆς, ἐὰν οἱ γεγραμμένοι κληρονόμοι ἄτιμοι ὦσιν ἢ αἰσχροὶ καθ᾽ οἱανδήποτε κουφοτάτην ἀτιμίαν, ἢ ἀπελεύθεροι μὴ μεγάλαις εὐεργεσίαις τὸν ἴδιον ἀμειψάμενοι πάτρωνα. κατὰ δὲ δούλου ἀναγκαίου γενομένου κληρονόμου μὴ ἐναγέτωσαν.
9
pr.Ὅτι ὁ χρόνος τῆς κατὰ τῆς διαθήκης μέμψεως οὐκ ἐκ τῆς τελευτῆς τοῦ διαθεμένου τρέχει, ἀλλ᾽ ἐξ ἧς ὁ κληρονόμος ὑπεισῆλθε τῇ κληρονομίᾳ. εἰ μὲν γὰρ [ἐν] τῇ αὐτῇ ἐπαρχίᾳ, εἴσω ἓξ μηνῶν ὑπεισέρχεσθαι ὀφείλει· εἰ δὲ ἐν ἄλλῃ μὲν ἐπαρχίᾳ διάγουσιν οἱ μέλλοντες τὴν κατὰ τῆς διαθήκης μέμψιν κινεῖν, ἐν ἄλλῃ δὲ ὁ κληρονόμος, ἐντὸς ἐνιαυτοῦ συναπτοῦ ἀπὸ τῆς τελευτῆς τοῦ διαθεμένου ψηφιζομένου ὑπεισέρχεσθαι αὐτὸν ἢ ἀποτάττεσθαι τῇ κληρονομίᾳ. εἰ δὲ εἴσω τῶν εἰρημένων καιρῶν [μὴ] ὑπεισέλθοι τῇ κληρονομίᾳ, τὸν ἄρχοντα διὰ τῆς τάξεως ἀναγκάζειν αὐτὸν ὑπεισελθεῖν.
10
pr.Ἐὰν ἐκ τριῶν ἀδελφῶν ὁ εἷς ἐστιν αἰχμάλωτος, οἱ ἐν τῇ πολιτείᾳ δύο τὴν διακατοχὴν εἰς μόνον τὸ ὀκταούγγιον αἰτοῦσι, τὸ δὲ λοιπὸν τῷ αἰχμαλώτῳ φυλάττεται. τὸ αὐτὸ καὶ ἐπὶ κυοφορουμένων· ἕως γὰρ ἐλπίζεται, μέρος ποιεῖ τοῖς ἐν φύσει αὐτοῦ ἀδελφοῖς. οὐ μόνον οἱ ὑπεξούσιοι, ἀλλὰ καὶ οἱ ὁπωσδήποτε τῆς ὑπεξουσιότητος ἐξελθόντες καλοῦνται εἰς τὴν διακατοχὴν, οὐκέτι δὲ καὶ ὁ ἀπὸ τοῦ θετοῦ πατρὸς αὐτεξούσιος γεγονώς.
11
pr.Ἐσχηκὼς υἱὸν μετὰ τὸ αὐτεξούσιον γίνεσθαί με δέδωκα αὐτὸν τῷ πατρί μου εἰς θέσιν· οἱ δύο κληρονομοῦμεν αὐτῷ. ἐὰν δὲ αὐτεξούσιος γένηται, μόνος ἐγὼ κληρονομῶ. ἐὰν δὲ αὐτεξούσιος γεγονὼς ἀγάγωμαι μὴ κατὰ βούλησιν τοῦ πατρός μου ἢ καὶ αἰσχρὰν γυναῖκα καὶ παιδοποιήσας ἀποθάνω, κληρονομεῖ ὁ υἱός μου τοῦ πατρός μου.
12
pr.Ἐὰν ὁ αὐτεξούσιός μου υἱὸς παιδοποιήσας ἀποθάνῃ καὶ μετ᾿ αὐτὸν ἐγὼ, καλεῖται πρὸς τὴν διακατοχήν μου ὁ ἔγγονος.