IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.6

Περὶ διαθηκών στρατιωτικῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν στρατιώτης ἀρξάμενος παγανικῶς διατίθεσθαι μὴ πληρώσῃ, στρατιωτικῶς ἔῤῥωται. καὶ ὁ παγανικῶς δὲ διατιθέμενος ἐὰν εἴπῃ τὴν διαθήκην αὐτοῦ τάξιν ἔχειν κωδικέλ λου, ἔῤῥωται καὶ ἀτελὴς εὑρισκομένη ἡ διαθήκη· ἰσχύει γὰρ ὡς κωδίκελλος.

2

pr.Καὶ οἱ μὴ δυνάμενοι στρατιωτικῶς διατίθεσθαι, εἴτε ἄρχοντες τῶν ἐπαρχιῶν εἰσὶν εἴτε τινις ἕτεροι, ἐὰν ἐν πολέμῳ καταλειφθέντες ἀποθάνωσι, διατίθενται ὡς ἂν θέλωσιν ἢ ὡς ἂν δύνανται.