IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.5

Πότε ἀπαιτεῖται τόκου τόκος.

Abrir no leitor do IusCommune →

1

pr.Οὐ παραχρῆμα τοὺς τόκους ὁ ἐπίτροπος ἀπαιτεῖται, ἀλλ᾽ ἔχει δύο μηνῶν ἐνδόσιμον. ὅπερ οὐκ ἔχουσιν οἱ τοῖς χρήμασι χρησάμενοι. εἰ δὲ καὶ τοῖς ἀπαιτηθεῖσι τόκοις οἱ κηδεμόνες συγχρήσονται, καὶ αὐτοὶ διδόασι τόκους. ἐὰν ὁ ἐπίτροπος μὴ ποιήσῃ ὕποπτον τὸν συνεπίτροπον αὐτοῦ, καταδι κάζεται ὑπὲρ αὐτοῦ, καὶ δίδωσι τόκους, οὓς ἀναγκάζεται παρασχεῖν ὑπὲρ τῆς ἰδίας διοικήσεως.

2

pr.Εἴτε ποιήσῃ ἅπερ οὐκ ἐχρῆν ὁ ἐπίτροπος, εἴτε μὴ ποιήσῃ ἅπερ ἔδει, ἐνέχεται τῇ κατὰ τῶν ἐπιτρόπων ἀγωγῇ. χρεωστεῖ δὲ ῥᾳθυμίαν καὶ δόλον καὶ ἐπιμέλειαν, οἵαν ἐν τοῖς ἰδίοις πράγμασιν. ἐνέχεται συναινῶν τῷ ὀρφανῷ ποιοῦντι ἁπλῆν δωρεὰν ἢ θανάτου αἰτίᾳ.

3

pr.Ἐὰν εὔποροι ἦσαν οἱ τοῦ ἀνήβου χρεῶσται ἀρξαμένου χειρίζειν τοῦ ἐπιτρόπου, ῥᾳθυμήσαντος δὲ αὐτοῦ ὕστερον γεγόνασιν ἄποροι, τῷ ἐπιτρόπῳ κινδυνεύεται ἡ ἀπορία.

4

pr.Εἴτε κατὰ δόλον τῶν ἐπιτρόπων ἢ κουρατώρων ἢ ζημιωθῶσιν ἢ μὴ κερδάνωσιν οἱ νέοι, δύνανται αὐτοὺς ἀπαιτῆσαι τῇ κατὰ τῶν ἐπιτρόπων ἀγωγῇ.

5

pr.Ἡ κατὰ τῶν ἐπιτρόπων ἀγωγὴ καὶ κληρονόμοις [καὶ] κατὰ κληρονόμων ἁρμόζεις.