JGR VI 2.4
Περὶ παραιτήσεως ἐπιτρόπων.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι ἡνίκα τὶς προσέλθῃ εἰς ἐπιτροπήν τινος ἔχοντος ἀγωγὰς κατὰ ἀδελφῶν ἢ ἀδελφοπαίδων, δύναται ἀπολύειν ἑαυτὸν, εὔλογον ἔχων αἰτίαν παραιτήσεως, ἵνα μὴ ἀναγκασθῇ διὰ τὴν τῆς ἐπιτροπῆς ἀνάγκην δίκας λέγειν ὑπὲρ τοῦ ὀρφανοῦ πρὸς τὸ οὕτω πλησιάζον αὐτῷ πρόσωπον.
2
pr.Ὁ ἐπίτροπος ἐξότου γνῷ ἑαυτὸν ἐπίτροπον εἶναι εἰ ἐμπροθέσμως μὴ αἰτήσῃ ἐξκουσατίονα, ἀναγκάζεται διοικῆσαι. μὴ διοικῶν γὰρ κινδυνεύει.
3
pr.Ἐὰν ὁ ἐπίτροπος ἀμελήσῃ περὶ τὴν ἀπαίτησιν τῶν πατρῴων χρεῶν, ὑπόκειται τῷ κινδύνῳ. καὶ ἐὰν μείζους τόκους ἔλαβε, δίδωσιν αὐτοὺς μὴ διδοὺς ἀντέλλογον τῶν χρεῶν. ἐκχωρεῖται δὲ τὰς τῶν χρεῶν ἀγωγάς.
4
pr.Ἐὰν ὁ ἐπίτροπος τὰ ὀφείλοντα ἐν ἀποθήκῃ κεῖσθαι πράγματα καὶ πραθῆναι ἐφύλαξεν ἐν τῷ ἰδίῳ οἴκῳ, καὶ συνέβη ταῦτα ἐμπρησθῆναι, ἐνάγεται ὡς ἀπὸ ῥᾳθυμίας.