JGR VI 2.31
Περὶ ἰνδικτιώνος.
Abrir no leitor do IusCommune →1
pr.Ἰνδικτιὼν ἐκλήθη ἀπό τινος ἀκρωτηρίου καλουμένου ἀκτίου, ὡς ἡσύχιος ὁ ἰλλούστριος γράφει, δι᾽ αἰτίαν τοιαύτην. καῖσαρ ἐκεῖνος ὁ σεβαστὸς καὶ περιώνυμος αὔγουστος πόλεμον ἔσχε μετὰ κλεοπάτρας τῆς αἰγυπτίας καὶ ἀντωνίνου τοῦ ταύτης ἀνδρὸς, ὃς ἦν πρότερον ἐπ᾿ ἀδελφῇ τοῦ καίσαρος γαμβρὸς, ἀπέστη δὲ τῆς τῶν ῥωμαίων ἀρχῆς δι᾽ ἔρωτα τῆς κλεοπάτρας, καὶ τῆς αἰγυπτίων ἐκράτησε γῆς. ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ ασ ' συνέβαλον μετὰ καίσαρος ἐν πολέμῳ ἐν αὐτῷ τῷ ἀκρωτηρίῳ τῷ καλουμένῳ ἀκτίῳ. καὶ νικήσαντος καίσαρος τὸν ἀντωνῖνον καὶ τὴν κλεοπάτραν ἐκτίσθη πόλις ἐν τῷ ἀκτίῳ κληθεῖσα νικόποπολις, διὰ τὸ ἐκεῖσε ἡττηθῆναι ἀντωνῖνον, ἥτις χρηματίζει ἄρτι εἰς στρατηγίδα, καὶ παρὰ τοῦ τὰ ῥωμαίων σκῆπτρα διέποντος προβάλλεται στρατηγὸς, καὶ ἐστὶν ὄγδοον θέμα ὑπὸ τὴν εὐρώπην. ἀπὸ γοῦν τοῦ τοιούτου ἀκρωτηρίου τοῦ καλουμένου ἀκτίου ἐκλήθη ἰνδικτιὼν, τουτέστιν ἰνακτιὼν καὶ περὶ τὸ ἄκτιον νίκη. διὰ τοῦτο ἄρχεται μὲν ἰνδικτιὼν ἀπὸ πρώτης καὶ καταλήγει μέχρι τῆς πεντεκαιδεκάτης, καὶ πάλιν ὑποστρέφει καὶ ἄρχεται ἀπὸ πρώτης, διὰ τὸ τὸν ἀντωνῖνον συνάρχοντα γενέσθαι αὐγούστῳ καίσαρι μέχρι τοῦ πεντεκαιδεκάτου χρόνου, μετὰ δὲ ταῦτα μόνος ἐκράτησεν ὁ αὔγουστος.