IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.32

Περὶ κινητῶν καὶ ἱερῶν σκευῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ μὴ δι᾽ ἀνάῤῥυσιν αἰχμαλώτων ἀγοράζων ἱερὰ σκεύη ἢ ἁπλώματα ἢ λαμβάνων εἰς ὑποθήκην ἐνέχυρον καὶ τῶν τιμῶν καὶ τοῦ χρέους ἐκπίπτει, καὶ αὐτὰ ἐκδικοῦνται διὰ τῶν ἐπισκόπων καὶ οἰκονόμων καὶ σκευοφυλάκων. εἰ δὲ καὶ ἐχωνεύθησαν, καὶ αἱ τιμαὶ αὐτῶν ἀπαιτοῦνται, εἰ μὴ φαίνονται, δι᾽ ἐναγωγῆς ἀζημίου.