JGR VI 2.30
Περὶ νόννων, εἰδῶν καὶ καλανδῶν.
Abrir no leitor do IusCommune →1
pr.Περὶ νόννων, εἰδῶν καὶ καλανδῶν διττὴ φέρεται διήγησις, ἀπὸ ἱστορίας καὶ σημασίας. καὶ ἀπὸ μὲν ἱστορίας οὕτως· κατὰ τὸν καιρὸν τῆς ἀντωνίνου βασιλείας ἥττης πολλῆς ἐν τῇ ῥωμαϊκῇ στρατοπεδαρχίᾳ γενομένης ὥστε καὶ συγκλεισμὸν αὐτοὺς κατὰ τὴν πόλιν ὑποστῆναι, διὰ τὸ φθείρεσθαι νόννος καὶ εἰδὺς καὶ κάλανδος εἰς ὑπατείαν προβληθέντες οἴκοθεν τούτους διέτρεφον, τὰς τοῦ μηνὸς ἡμέρας ἑαυτοῖς διανείμαντες. ἐξ ὧν νόννος μὲν ἡμέρας τέσσαρας, εἰδὺς δὲ ἡμέρας ὀκτὼ, τὰς δὲ λοιπὰς κάλανδος. τῆς οὖν τοιαύτης πράξεως μνήμην διαμένειν ῥωμαῖοι βουλόμενοι τὰς τοῦ μηνὸς ἡμέρας οὕτως ὠνόμασαν. ἀπὸ δὲ τῆς σημασίας οὕτως φασίν· ὅτι κατὰ τὴν ῥωμαίων διάλεκτον αἱ μὲν νόνναι καιρὸν σημαίνουσιν, αἱ δὲ εἰδοὶ ἡμέρας, αἱ δὲ κάλανδαι ἑβδομάδας. διὰ γοῦν τὸ χρονικὰς εἶναι τὰς λέξεις κατὰ τὴν ῥωμαϊκὴν οὕτως αὗται ὠνομάσθησαν.