IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.29

Περὶ ποινῆς ἀναρχούντων.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ πρᾶγμα ἔχων μετά τινος καὶ μὴ τῆ ἀρχῇ προσφωνῶν, ἀλλ᾽ αὐτοβούλως εἴτε κατ᾿ ἐξουσίαν ἢ καί τινα δυναστείαν χειρὶ ἐπιβαίνων καὶ ἐπαίρων τὸ ὁτιοῦν, εἰ μὲν κατὰ ἀλήθειαν ἴδιον ζητῶν τοῦτο ἐποίησεν, ἐκπιπτέτω τοῦ ἰδίου πράγματος καὶ ἀναδιδότω αὐτό. εἰ δὲ καὶ ἀλλότριόν τι ἀπῆρεν, ὑπὸ μὲν τοῦ κατὰ τόπον ἄρχοντος δερέσθω ὡς μὴ ἀρχόμενος καὶ ἑαυτοῖ γενόμενος ἔκδικος, καὶ οὕτως τὴν ἀποκατάστασιν ποιείσθω οὗπερ ὀφείλετο.