JGR VI 2.28
Περὶ δανείου ἐγγράφου καὶ ἀγράφου καὶ τῶν διδομένων ἐπ᾿ αὐτοῖς ἐνεχύρων.
Abrir no leitor do IusCommune →1
pr.Ἐάν τις ἐγγράφως ἢ καὶ ἀγράφως λογάριν ἢ ἀργύριον ἢ ἕτερον εἶδος τὸ οἱονοῦν ἐν τῇ γῇ ἢ καὶ ἐν τῇ θαλάσσῃ δανείσηται, κατὰ τὸ στοίχημα καὶ τὴν μεταξὺ αὐτῶν προθεσμίαν ἀπολαμβανέτω ὁ δανείσας τὰ ἴδια, μὴ ἔχοντος ἄδειαν τοῦ δανεισαμένου ἐθνικὴν ἐπιδρομὴν ἢ ναυάγιον θαλάσσης ἢ καὶ ἑτέ ραν τὴν οἱανοῦν ἀφορμὴν πρὸς διαστροφὴν ἢ ἀναγωγὴν προστίθεσθαι τοῦ δανείσαντος.
2
pr.Ἐὰν ὁ δανεισάμενος ἐνέχυρα τέθεικε, καὶ αὐτὸς μετὰ τὴν τοῦ χρέους ἀποπλήρωσιν ἀνελλιπῶς ἀπολαμβανέτω τὰ ἴδια, μὴ δυναμένου τοῦ τὰ τοιαῦτα κατεσχηκότος ἐνέχυρα λέγειν τὶ κατὰ τοῦ δανεισαμένου, ἢ ὅτι ἀπώλεσεν αὐτὰ ἢ ἑτέραν τινὰ προφέρειν πρόφασιν, εἰ μήπως ἀποδειχθῇ τοιαύτην ὡς εἰκὸς ἐπελθεῖν συμφορὰν, καὶ σὺν τοῖς ἰδίοις ἀπολεσθῆναι καὶ τὰ ἀλλότρια, καὶ καθὼς λοιπὸν περὶ τούτου τηρήσωσιν οἱ ἀκροαταί.
3
pr.Ἐάν τις δανείσῃ τινὶ καὶ κατὰ τὴν οἰκείαν ὁμολόγησιν ἐκπροθεσμήσας ὁ χρεώστης μὴ ἐκπληρώσῃ, προτρεπέσθω τοῦτον ἐκ διαβασίμου ὁ χρεωστούμενος, καὶ ἐὰν μετὰ δύο καὶ τρεῖς προτροπάς τε καὶ διαμαρτυρίας μὴ θελήσῃ ὁ χρεωστῶν παρῥησιασθῆναι ἢ τὸ ἀπόχρεων ποιῆσαι, αὐθεντίαν ἐχέτω ὁ τὰ ἐνέχυρα κατέχων ὑπὸ ἀκριβῆ δημοσίαν ἐκτίμησιν ἐγγράφως διὰ ταβουλλαρίου ἢ καὶ ἐκδίκου ἀποσημειουμένου ταῦτα διαπιπράσκειν, καὶ ἐκ τῶν τιμημάτων τὰ κεχρεωστημένα αὐτῷ παρακρατεῖν, καὶ τὸ ὡς εἰκὸς περισσεῦον ἀποκαθιστᾷν τῷ χρεωστοῦντι.
4
pr.Εἰ δὲ ἡ τῶν ἐνεχύρων δικαία διάπρασις οὐ σώζει τὴν ἐντελῆ τοῦ χρέους ἀπόδοσιν, ἀπαιτείτω τὸν χρεώστην τὸ λοιπαζόμενον.
5
pr.Ὁ δανειστὴς ἐὰν ἐνέχυρα λάβῃ καὶ ἐπάρῃ τὰ τέκνα τῶν ἰδίων χρεωστῶν ἢ εἰς δουλικὴν ὑπηρεσίαν ταῦτα μισθώσηται, ἐκπιπτέτω τοῦ χρέους καὶ ἄλλην τοσαύτην ποσότητα τῷ κρατηθέντι ἢ καὶ τοῖς τούτου γονεῦσι καταβαλλέτω.
6
pr.Ἐάν τις ἔχων γυναῖκα δανείσηται ἔκ τινος καὶ μὴ εὐπορῇ τὴν τούτων ποιῆσαι ἀπόδοσιν, ἀνέγκλητος ἔστω ἡ γυνὴ αὐτοῦ τοῦ ταῦτα ἐκ τῆς προικὸς αὐτῆς παρασχεῖν τῷ δανείσαντι, εἰ μὴ εὑρεθῇ ἑκουσίως ἐν τῷ τοιούτῳ χρέει συνομολογήσασα τῷ ἀνδρὶ αὐτῆς.