IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.27

Περὶ τῶν ἐξ ἀδιαθέτου κληρονομιῶν καὶ ληγάτων καὶ περὶ τῶν ἐξάχαριστίας ἐκπιπτόντων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν υἱὸς ἢ καὶ θυγάτηρ τῶν γονέων ζώντων τελευτήσωσιν ἄτεκνοι καὶ ἀδιάθετοι, ἀδελφοὺς ἢ καὶ ἀδελφὰς ὁμοπατρίους καὶ ὁμομητρίους ἔχοντες, τὴν τούτων κληρονομίαν εἰς τοὺς γονεῖς ἐπανάγεσθαι, καὶ μὴ ἔχειν ἄδειαν τὰ ἀδέλφια περὶ τούτου λέγειν τί. εἰ δὲ γονεῖς οὐχ ὑπεισιν, ἐστὶ δὲ πάππος καὶ μάμμη, ἅμα τοῖς ὁμοπατρίοις καὶ ὁμομητρίοις ἀδελφοῖς συγκληρονομείτωσαν. εἰ δὲ οὔτε πάππος οὔτε μάμμη οὐδὲ ὁμοπάτριοι καὶ ὁμομήτριοι ἀδελφοὶ ὕπεισι τῷ τελευτήσαντι, τότε οἱ ἐξ ἑνὸς γονέως ἀδελφοὶ τὴν κληρονομίαν ὑπεισερχέσθωσαν. εἰ δὲ, καθὰ εἴρηται, οὐχ ὑπεισιν ἀδελφοὶ, εἰσὶ δὲ συγγενεῖς, οἱ ἐγγύτεροι κληρονομείτωσαν. εἰ δὲ οὔτε συγγενεῖς εἰσὶν, ἐστὶ δὲ γυνὴ τοῦ τελευτήσαντος, τὸ μὲν ἥμισυ μέρος ἀπὸ πάσης αὐτοῦ τῆς περιουσίας ἐκείνη κληρονομείτω, τὸ δὲ ἕτερον ἥμισυ μέρος τῷ δημοσίῳ εἰσκομιζέσθω.