IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.26

Περὶ τοῦ ὡρισμένον εἶναι τὸ μέτρον τῶν συνηθειῶν ἐν παντὶ δικαστηρίῳ.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπειδὴ ὁ σκρίβας οὐκ ἐστι τέλειος δικαστής, ἀλλὰ καὶ τῶν θεματικῶν κριτῶν καὶ αὐτῶν τῶν ἀντιγραφέων ὑποβέβηκε, καὶ σχεδὸν ἡ πᾶσα φροντὶς τῶν ἀφηλίκων καὶ ὁ περὶ τῶν πραγμάτων αὐτῶν κίνδυνος ἐκ μεγάλης ἀμελείας εἰς αὐτὸν ἀφορᾷ, δεῖ καὶ αὐτὸν μετὰ τῶν ὑπηρετουμένων αὐτῷ ἐν ταῖς αὐτοτελέσι καὶ ἀπηρτισμέναις ὑποθέσεσιν, ἤτοι μερισμοῖς καὶ ἀπαιτήσεσι, καθ᾽ ἑκάστην λίτραν ὁμοίως ἀνὰ δύο νομίσματα λαμβάνειν, εἰ μὴ ἄρα ἔλαττον τῶν ἑκατὸν νομισμάτων, καθ᾽ ὃν προειρήκαμεν τρόπον, ἔχοι τὰ τῆς περιουσίας. ἐκ τούτων γὰρ παντελῶς οὐδὲ αὐτὸν οὐδὲ [ἕτερόν τινα λαμβάνειν ὁρίζομεν, ὥσπερ οὐδὲ] ἐν ταῖς ἀπογραφαῖς. ἄμισθοι γὰρ καὶ αὗται ὀφείλουσιν εἶναι, εἰ μὴ ἄρα εὐπορία ἐστί. τηνικαῦτα γὰρ πρὸς ἀναλογίαν τοῦ γραφέως καὶ τῶν ὑπηρετούντων ταξεωτῶν μέτριόν τινα πορίζεσθαι τὸν μισθόν. μηδένα δὲ τῶν πολιτικῶν δικαστῶν μηδὲ περὶ οἱασδήποτε ἀφορμῆς λαμβάνειν, ἀλλὰ καὶ καθαρὰς ἔχοντας χεῖρας παντὸς χρυσίου ὑπερφρονεῖν. ἔτι δὲ καὶ τοῦτο τοῖς ἀρχαίοις νόμοις ἀκολουθοῦντες διατυπῶσαι συνείδομεν, ὥστε μὴ ἄλλως τὸν ἐναγόμενον εἰς δικαστήριον ἕλκειν, εἰ μὴ ὁμολογῇ ὁ ἐνάγων προσεδρεύειν ἐπὶ τῇ κινουμένῃ δίκῃ ἢ δι ' ἑαυτοῦ ἢ δι᾽ ἐντολέως. καὶ ὅτι, εἰ μετὰ ταῦτα δειχθῇ ἀδίκως τὴν δίκην κινήσας, ὀνόματι ἀναλωμάτων καὶ δαπανημάτων δέκατον μέρος τῆς ἐν τῇ δίκῃ ποσότητος παρέχειν τῷ δικαιουμένῳ. εἰ δὲ ἄπορος ὢν ὁ ἐνάγων εὑρίσκεται, καὶ κατὰ συκοφαντίαν ἄδικον δίκην ἀγωνιζόμενος, μηδὲν μὲν αὐτὸν ζημιοῦσθαι λόγῳ συνηθείας ἢ ἀναλωμάτων· μείζονι δὲ τιμωρίᾳ διὰ τῶν εἰς σῶμα πληγῶν καθυποβάλλεσθαι. καὶ γὰρ αἱ πληγαὶ μείζους φησὶν εἰσὶ τῆς χρηματικῆς καταδίκης. εἰ δὲ ἅπαξ κινήσας ὁ ἐνάγων ὕστερον ὑπερτίθεται ἐπεξελθεῖν τῷ πράγματι, καὶ μηδὲ ἐντὸς τριῶν μηνῶν παραγένηται, διδόσθω αὐτῷ ἑτέρου ἐνιαυτοῦ προθεσμία. εἰ δὲ μηδὲ οὕτως ἑαυτὸν ἐμφανίσει, μηδὲ ἕτερον ἀντ᾽ αὐτοῦ πέμψει τὸν ὀφείλοντα τῷ πράγματι ἐπεξελθεῖν, ἄδειά ἐστι τῷ δικαστῇ, καὶ ἀπόντος αὐτοῦ τὰς τοῦ ἐναγομένου μέρους δικαιολογίας κατὰ τοὺς νόμους ἐζετάζειν, καὶ ἀληθείας ἀκριβῶς ζητουμένης νόμιμον προφέρειν τὴν ψῆφον. τὰ αὐτὰ δὲ ὁμοίως κρατείτω καὶ ἐπὶ τοῦ ἐναγομένου, εἴπερ μετὰ τὴν προκάταρξιν [ἀπολειφθῇ,] καὶ αἱ δεδομέναι προθεσμίαι παρέλθωσι, καὶ οὐδὲ οὕτως ἀπαντήσει ἢ δι᾽ ἑαυτοῦ ἢ δι᾽ ἑτέρου. προπετῶς οὖν [ὡς] εἴρηται καθ᾽ ἑτέρου τῶν μερῶν ἀπολειφθέντος μετὰ τὴν προκάταρξιν καὶ μὴ ἐντὸς γ΄ μηνῶν ὑποστρέφοντος τὴν ἀποκατάστασιν τέως τῷ προσεδρεύοντι μέρει γίνεσθαι ἐπὶ νομῇ. μετὰ δὲ τὸν ἐνιαυτὸν καὶ τὰς ἀποδείξεις προβαίνειν μονομερῶς παρὰ τοῦ ἐπὶ τῆ δίκῃ προσκαρτεροῦντος, καὶ νομίμῳ δικαίῳ ψήφῳ τὴν δίκην διαλύεσθαι.