JGR VI 2.25
Περὶ χρέους δημοσίου, προικιμαίου καὶ ἰδιωτικοῦ, καὶ περὶ προτιμήσεως αὐτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὁ δανείσας εἰς ἐπανόρθωσιν οἴκου προτιμᾶται.
2
pr.Ἐν ταῖς προσωπικαῖς οἱ δανείσαντες, ἐφ᾽ ᾧ τοῖς πρώτοις δοθῆναι δανεισταῖς, εἰς τὸν τόπον αὐτῶν εἰσέρχονται.
3
pr.Ἐάν τις χρεωστήση πρῶτον τῷ δημοσίῳ, ὥστε ὑποκεῖ σθαι αὐτῷ τὰ πράγματα αὐτοῦ, καὶ μετὰ ταῦτα λάβῃ γυναῖκα, ὥστε καὶ τῇ προικὶ ὑποκεῖσθαι, προτιμότερός ἐστι τῆς προικὸς ὁ δημόσιος. ἐὰν δὲ τὸ ἐναντίον πρότερον ὡς ἀπὸ προικὸς ἐχρεώστησεν, ἡ προὶξ προτιμᾶται τοῦ δημοσίου.
4
pr.Ἐάν τις πωλήσας πρᾶγμα μετὰ ταῦτα συναλλάξῃ πρὸς τὸν δημόσιον, ὁ ἀγοράσας τὸ πρᾶγμα παρ᾿ αὐτοῦ οὐκ ὀχλεῖται παρὰ τοῦ δημοσίου.
5
pr.Ὁ ὑπεισελθὼν εἰς τὰ δίκαια τοῦ δημοσίου προτιμότερός ἐστιν ἐκείνων τῶν δανειστῶν, ὧν καὶ ὁ δημόσιος προετιμᾶτο.
6
pr.Ἐὰν οἱ δανεισταὶ μέρος ἐκ τῶν πραγμάτων ἑτοίμως ἔχωσι λαβεῖν, προτιμῶνται οἱ συγγενεῖς εὔποροι ὄντες.
7
pr.Κἂν τὰ τοῦ ἀνδρὸς σιωπηρῶς ὑπόκεινται ἐπὶ τῇ προικὶ, ὅμως προτιμᾶται τῆς προικὸς τὸ πριμίπιλον.
8
pr.Ὁ γενικὴν ὑποθήκην ἔχων προτιμᾶται τοῦ μετ᾿ αὐτὸν ἰδικὴν λαβόντος ἐκ τῶν αὐτῶν πραγμάτων, κἂν ἐκ τῶν αὐτῶν δύναται πληρωθῆναι. εἰ μὴ ἄρα συνεφώνησε, τότε τὰ λοιπὰ ὑποκεῖσθαι, ὅτε διὰ τῶν γενικῶν οὐ δύναται πληρωθῆναι. τηνικαῦτα γὰρ δυναμένου αὐτοῦ πληρωθῆναι διὰ τῶν γενικῶν, μόνος ὁ δεύτερος δανειστὴς ὑποθήκην ἔχει τοῦ δοθέντος αὐτῷ.
9
pr.Ἐὰν βουλήσει τοῦ πρώτου ὑποτεθῇ ἄλλῳ, προτιμᾶται ὁ δεύτερος. λοιπὸν δὲ τὸ φάκτον ζητοῦμεν, πότερον τῆς ὑποθήκης ἀνεχώρησεν ἢ μόνης τῆς προγενεσίας. ὁ μετ᾿ ἐμὲ λαβὼν ὑποθήκην μεταγενέστερός μου ἐστὶ, κἂν πρὸ ἐμοῦ ἐδάνεισεν. ὁ δὲ ὑπὸ ἡμέραν λαβὼν προτιμᾶται τοῦ μετ᾿ αὐτὸν χωρὶς αἱρέσεως λαβόντος.
10
pr.Προτιμᾶται ὁ πρῶτος, εἰ καὶ αὐτὸς μηδὲν συμφωνήσει περὶ τοῦ πωλεῖν τὸ ἐνέχυρον, ὁ δὲ δεύτερος συμφωνήσει. ἐὰν τῷ μὲν πρώτῳ ψιλῶς ὑπετέθη, τῷ δὲ δευτέρῳ καὶ παρεδόθη, προτιμᾶται ὁ πρῶτος.
11
pr.Προτιμῶμαι τοῦ δευτέρου δανειστοῦ καὶ ἐπὶ τοῖς δραμοῦσι τόκοις μετὰ τὸ δανεῖσαι αὐτόν.
12
pr.Χρεωστῶν τι ἀπὸ τῆς κατὰ τῶν ἐπιτρόπων ἀγωγῆς ὑπέθετο τὰ ὄντα καὶ τὰ ἐσόμενα, καὶ δανεισάμενος τοῦ δημοσίου ἐπὶ ὑποθήκῃ ἐκαινοποίησε τὸ πρότερον χρέος ἀναλαβὼν τὰς ὑποθήκας. προτιμᾶται τοῦ δημοσίου, ἐφ᾽ οἷς εἶχεν ὁ χρεώστης καὶ ἐφ᾽ οἷς ἐπεκτήσατο.
13
pr.Ἐδάνεισα μαρμαρίῳ ἐπὶ ὑποθήκῃ τῶν λίθων, καὶ ἐκ τῶν ἐμῶν αἱ τιμαὶ κατεβλήθησαν. ὁ δὲ αὐτὸς χρεώστης μισθωσάμενος ὡρεῖα βασιλικὰ ἐχρεώστησεν. ἐγὼ προτιμῶμαι.
14
pr.Ὁ προγενέστερος δανειστὴς γενικὴν ὑποθήκην ἔχων καλλίων ἐστὶ τοῦ ἰδικὴν μετ᾿ αὐτὸν ὑποθήκην λαβόντος. ὥστε οὖν ὁ ἀγοράζων παρὰ τοῦ προτέρου οὐκ ὀχληθήσεται τούτου χάριν παρὰ τοῦ μεταγενεστέρου. εἰ καὶ πολλοῖς δανεισταῖς τὰ αὐτὰ ἐνέχυρα ἐν διαφόροις χρόνοις ὑπετίθεσαν, ὅμως εἰ ἐκ τῶν χρημάτων ἑνὸς αὐτῶν ἠγοράσθη ἀγρὸς καὶ ὑπετέθη αὐτῷ ἰδικῶς, καλλίων οὗτος πάντων ἐστὶν ἐπὶ τῷ ἀγρῷ.
15
pr.Ὁ λαβὼν ἐνέχυρον τὴν ἐπ᾿ αὐτῷ ἀγωγὴν ἔχει. προτιμᾶται οὖν πάντων τῶν ἐχόντων προνόμια ἐπὶ προσωπικαῖς ἀγωγαῖς.
16
pr.Καὶ ἐν ταῖς ὑποθήκαις προτιμᾶται ἡ προὶξ τῶν προγενεστέρων δανειστῶν, κἂν ἀναλωθῶσι τὰ πράγματα τῆς γυναικὸς καὶ παῖδας μὴ ποιήσῃ, ἐξῃρημένης προτέρας προικός. ἐνταῦθα γὰρ ἡ προτέρα προτιμᾶται. ταῦτα ἐπὶ προικὸς οὐ μὴν προγάμου δωρεᾶς φαμέν. ἐκείνη γὰρ κατὰ τοὺς οἰκείους χρόνους ἐξετάζεται. ἄλλως τε ζημιουμέναις οὐ μὴν κερδανούσαις βοηθοῦμεν ταῖς γυναιξίν.
17
pr.Ἐὰν δανειστὴς τὸ ὑποκείμενον ἄλλῳ πρᾶγμα πωλήσῃ, οὐ ποιεῖ αὐτῷ πρόκριμα, εἴτε γενικὴν εἴτε ἰδιωτικὴν ἔχει ὑποθήκην.
18
pr.Τότε προτιμᾶται ὁ μεταγενέστερος δανειστὴς, ὅταν δανείσῃ εἰς τὸ ἐξαρτισθῆναι τὸ ὑποτεθὲν αὐτῷ πλοῖον ἢ ἀνανεωθῆναι ἢ εἰς τροφὴν τῶν ναυτῶν ἢ συνθῆναι τὰ ὑποτεθέντα αὐτῷ φορτία ἢ δοθῆναι τὸ ναῦλον. καὶ αὐτὸ γὰρ τὸ ναῦλον ἐπικρατέστερόν ἐστι. καὶ ὑπὲρ μισθοῦ τῶν ὡρείων ἢ τοῦ μεσαύλου ἢ ὑπὲρ κτηνομισθίων.
19
pr.Ὁ δημόσιος μεταγενέστερον διαδεξάμενος δανειστὴν τοῖς ἐκείνου κέχρηται δικαίοις. οὐ δύναται δὲ ὁ δημόσιος χωρεῖν κατὰ τῶν χρεωστῶν, εἰ μὴ ἀπορήσει, ἢ ἀπὸ τοῦ δημοσίου συναλλάγματος τὸ χρέος κατάγεται.
20
pr.Τὸ δημόσιον καὶ τόκους ἀπαιτεῖ τοὺς τοῦ δημοσίου, ἐξότου ὀχλήσει τὸν χρεώστην, κἀκεῖνος ἐπιγνῷ τὸ χρέος.
21
pr.Τῶν τοῦ δημοσίου ποινῶν οἱ δανεισταὶ προτιμῶνται.
22
pr.Ὁ παρὰ τοῦ ἰδίου χρέωστου δημόσια χρήματα λαβὼν, κἂν ἠγνόει, κἂν ἐδαπάνησεν αὐτὰ, ὑπόκειται ἀποδοῦναι αὐτὰ, ἀλλ᾽ οὐ μετὰ τόκων. ἔχει δὲ ὁ δανειστὴς κατὰ μὲν τοῦ χρεώστου δίρεκταν, τουτέστιν ὀρθὴν, κατὰ δὲ τοῦ ἐγγυητοῦ οὐτιλίαν, τουτέστιν ἀγαθωσύνον, καὶ οὐκ ἐλευθεροῦνται τὰ ἐνέχυρα. ἀδιάφορον δὲ, εἴτε τὰ δοθέντα χρήματα ἀπέσπασεν ὁ δημόσιος, εἴτε ἀντ᾿ αὐτῶν ἕτερα.
23
pr.Οἱ ὑπεύθυνοι τῷ δημοσίεῳ ὄντες ἀνυπερθέτως μεθοδευέσθωσαν. καὶ μεθ᾽ ὃ πληρώσουσι τὸν δημόσιον, τότε τοὺς ἰδίους χρεώστας ἀπαιτείτωσαν.
24
pr.Ὁ δανειζόμενος ἀπὸ ἀπαιτητῶν ἢ ταβουλλαρίων ἢ ταξεωτῶν δημόσια χρήματα τὸ τετραπλοῦν ἀποδιδότω.
25
pr.Μηδεὶς ἀπὸ τῶν δημοσίων θησαυρῶν δανειζέσθω· εἰ δέ τις ἐκ τοῦ θείου ταμείου λαθραίως ἢ φανερῶς ἢ ἐγγράφως ἢ μετ᾿ ἐγγυῶν δανείσεται χωρὶς βασιλικῆς κελεύσεως, δημευέσθω καὶ περιοριζέσθω. καὶ ὁ δανείσας δὲ ἐκ τῶν θείων θησαυρῶν κεφαλικῶς κολαζέσθως.
26
pr.Ὁ δημόσιος ἀπαιτῶν τὰ ἴδια χρήματα πάντων προτιμᾶται. ἀπαιτῶν δὲ τὰ ἀπὸ προστίμου ἡττᾶται δανεισταῖς τοῦ προστιμηθέντος.
27
pr.Τὸ χρεωστούμενον εἰς πριμίπιλον πάντων τῶν ἰδιωτικῶν χρεῶν προτιμᾶται. ὅθεν εἰ καὶ προῖκα χρεωστεῖται γυνη τοῦ τὸ πριμίπιλον ἐποφείλοντος, πρότερον τὸ ἱκανὸν γίνεται τῷ δημοσίῳ, καὶ τότε ἡ γυνὴ δύναται ἀπαιτεῖν.
28
pr.Παράδοξον νόμιμον λέγει ἡ δέλτος, ὅτι οἱ παῖδες, εἰ καὶ μὴ κληρονομήσουσι τὸν πατέρα, κατέχονται εἰς τὸ πριμίπιλον, ὅπου ὁ πατὴρ ἐχρεώστησε. καὶ καλῶς εἶπεν, ἀπὸ μόνου τοῦ πριμιπίλου κατέχονται. οὐδεμιᾷ γὰρ ἀγωγῇ ἐνάγονται ἀπὸ τῶν πατρῴων δανειστῶν οἱ τὸν πατέρα μὴ κληρονομήσαντες, εἰ μὴ μόνον ἀπὸ τοῦ πριμιπίλου.