IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.24

Περὶ δανείου πλατύτερον.

Abrir no leitor do IusCommune →

1

pr.Τῶν δανείων τὰ μὲν εἰσιν ἐνυπόθηκα [τὰ δὲ ἀνυπόθηκα), καὶ τὰ μὲν προγενέστερα τὰ δὲ μεταγενέστερα. μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. δανειστής ἐστιν ὀνόματι γενικῷ ὁ ἐξ οἱασοῦν αἰτίας χωρὶς διηνεκοῦς παραγραφῆς χρεωστούμενος, ὡς βι. β΄ τί. β΄ κεφ. ί. δανειστὴς δὲ ἰδικώτερος ὁ ἐξ ἀριθμήσεως χρεωστούμενος. καὶ δάνειον ἡ ἀπὸ χειρὸς εἰς χεῖρα μετάθεσις. δανείζονται δὲ τὰ πόνδερε νούμερε μένσουρα, τουτέστι τὰ ῾σταθμώμενα μετρούμενα καὶ ἀριθμούμενα· πόνδερε, οἷον χρυσὸς, ἄργυρος, μόλιβδος, κηρός· νούμερε, οἷον νούμοι λεπτοί· μένσουρα, οἷον οἶνος καὶ ἔλαιον. καὶ ἐνυπόθηκον μέν ἐστι δάνειον γενικὸν, ὅταν τὶς δανεισάμενος ὑπόθηται τὴν οὐσίαν αὐτοῦ πᾶσαν τὴν οὖσαν καὶ ἐσομένην· ἰδικὸν δὲ, ὅταν [ὑπόθηται ἀγρὸν τυχὸν γρηγοριανὸν ἢ οἶκον αὐτοῦ ἢ ἕτερόν τι κινητὸν αὐτοῦ ἢ ἀκίνητον ἢ αὐτοκίνητον· ἀνυπόθηκον δὲ ὅταν] τὶς δανείσηται ἁπλῶς μὴ ὑποτιθείς τι τῷ δανείσαντι τῶν ἑαυτοῦ πραγμάτων. τῶν δὲ ἀνυποθήκων τὰ μὲν ἔχουσι πριβιλέγια τουτέστι προνόμια, τὰ δὲ οὐκ ἔχουσιν. ἅπαντα δὲ τὰ ἀνυπόθηκα δάνεια προσωπικὰ λέγονται, διὰ τὸ κατὰ πρόσωπον κινεῖσθαι τὰς τοιαύτας ἀγωγὰς καὶ μήτινα πράγματα ὑποκείμενα δῆθεν ἐκδικεῖν, ἀλλ᾽ ἐκεῖνον μόνον ἕλ κειν τὸν δανεισάμενον. τοιοῦτο γὰρ ἂν εἴη τὸ προσωπικὸν, ὡς εἰ μὲν εὕροι εὔπορον τὸν ἔνοχον ὁ δανείσας, λήψεται τὸ ὄφλημα· εἰ δ᾽ οὖν, ἀποκρουσθήσεται μηδεμίαν ἔχων ἀγωγὴν κατὰ τῶν πραγμάτων τοῦ χρεώστου τῶν παρ᾽ ἑτέρων δανειστῶν μεταγενεστέρων ἐξ ὑποθήκης ἑλκομένων.

2

pr.Ἀλλ᾽ ἐπανιτέον εἰς τὴν ἐξ ἀρχῆς προτεθειμένην διαίρεσιν. εἴπομεν γὰρ ὡς τῶν ἐνυποθήκων δανείων τὰ μέν εἰσι προγενέστερα, τὰ δὲ μεταγενέστερα, τῶν δὲ μεταγενεστέρων τὰ μὲν γενικὰ, τὰ δὲ ἰδικὰ, καὶ ἢ δημόσια ἢ ἰδιωτικά. καὶ τὰ μὲν δημόσια προγενέστερα ὄντα προτιμῶνται τῶν μεταγενεστέρων ἐνυποθήκων δανειστῶν, ἀλλὰ καὶ αὐτῆς τῆς μεταγε νεστέρας προικός· ὡς βι. θ ' τί. θ ' κεφ. β΄. Εάν τις χρεωστήσῃ πρῶτον τῷ δημοσίῳ ὥστε ὑποκεῖσθαι αὐτῷ τὰ πράγματα αὐτοῦ, καὶ μετὰ ταῦτα λάβῃ γυναῖκα, ὥστε καὶ τῇ προικὶ ὑποκεῖσθαι, προτιμότερός ἐστι τῆς προικὸς ὁ δημόσιος. ἐὰν δὲ τὸ ἐναντίον πρότερον ὡς ἀπὸ προικὸς ἐχρεώστησεν, προτιμᾶται ἡ προὶξ τοῦ δημοσίου. τὸ δὲ ε΄ κεφ. τοῦ τίτλου τούτου οὕτως φησίν. Ἐὰν χρεωστῇ τις ἰδιώτη, χρεωστῇ δὲ καὶ τῷ δημοσίῳ, καὶ ἀπεπλήρωσε τὸν ἰδιώτην, μετὰ δὲ ταῦτα κινεῖ κατ᾿ αὐτοῦ ὁ δημόσιος ὑποθηκαρίαν ἀγωγὴν, λέγων, ὅτι τὰ χρήματα, ἅπερ ἐδέξω παρὰ τοῦ χρεώστου μου εἰς καταβολὴν, ὑπέκειντό μοι, χρεωστεῖ οὗτος παρασχεῖν τὰ χρήματα ἀτοκί. εἰ δὲ προγενέστεροι εἶεν οἱ ἐνυπόθηκοι δανεισταὶ, εἴτε γενικὴν εἴτε ἰδικὴν ἔχοντες ὑποθήκην, προτιμῶνται τοῦ μεταγενεστέρου δημοσίου· ὡς βι. νς ' τί. β΄ κεφ. κ ' θέμ. β΄· „Τὰ ἠνεχυριασμένα αὐτῷ πιπράσκει ὁ δημόσιος μὴ βλαπτομένων τῶν προγενεστέρων δανειστῶν· αὐτῶν γὰρ τὸ ἴδιον χρέος πληρουμένων ἐκ τῆς τιμῆς τῶν ἐνεχύρων ὁ δημόσιος τὸ περιττὸν λαμβάνει. κἂν ὁ δημόσιος πωλήσας λάβῃ τὴν τιμὴν, ἐξ αὐτῆς ἀποπληροῖ τοὺς προγενεστέρους δανειστάς. τοιοῦτον δέ φησι καὶ τὸ ιθ ' κεφ. τοῦ ε΄ τί. τοῦ κε΄ βιβλίου, ἀλλὰ καὶ τὸ ς ' κεφ. τοιοῦτον· „Εἴτε πόλις εἴτε ἰδιώτης λάβοι ἰδικῶς ἐνέχυρον, προτιμᾶται τοῦ δημοσίου ἐν οἷς μετὰ ταῦτα ἐπωφλήθη. ὅτι δὲ πάντων τούτων τῶν δανείων καὶ προγενεστέρων ὄντων ἡ προὶξ κρατεῖ, τὸ μ ' κεφ. τούτου τοῦ τίτλου φησίν· „Επειδὴ προσελεύσεις ἡμῖν πολλαὶ γεγόνασι γυναικῶν λεγουσῶν ἀπολλύειν τὰς προῖκας τῇ προτιμήσει τῶν προγενεστέρων δανειστῶν, ἡμεῖς φαμεν, ὅτι εἰ καὶ ἄλλα παρέσχομεν τῇ προικὶ καὶ σιωπηρὰν ὑποθήκην καὶ προτίμησιν ἐπὶ τῶν προσωπικῶν ἀγωγῶν, διὰ τί μὴ καὶ ἐπὶ τῶν ἐνυποθήκων τὸ αὐτό φαμεν; ὥστε προτιμᾶσθαι αὐτὴν καὶ τῶν προγενεστέρων δανειστῶν, κἂν ἀναλωθῶσι τὰ πράγματα αὐτῆς κἂν παῖδας μὴ ποιήσῃ, ὑπεξῃρημένης προτέρας προικός. δέδεικται οὖν ὡς οἱ προγενέστεροι ἐνυπόθηκοι ἐπικρατέστεροί εἰσι τοῦ μεταγενεστέρου δημοσίου, οὐ μὴν τῆς προικός· ἡ δὲ προὶξ ἐδείχθη ὡς δευτερεύουσα μὲν εὑρισκομένη ἡττᾶται τοῦ δημοσίου, προτερεύουσα δὲ νικᾷ τοῦτον. καὶ ἀναφαίνεταί τι παράδοξον, αὐτὴν μὲν ἡττᾶσθαι τῷ χρόνῳ παρὰ τοῦ δημοσίου, νικᾷν δὲ τοὺς προγενεστέρους ἐνυποθήκους δανειστὰς τοὺς τὸν φίσκον νικῶντας, καὶ τὸν ἀδόμενον κύκλον ἐνταῦθα συμβαίνειν.

3

pr.Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν ἰτέον. ἐδείξαμεν τὸν μὲν δημόσιον προγενέστερον ὄντα πάντων ἐπικρατέστερον εἶναι, μεταγενέστερον δὲ εὑρισκόμενον προικὸς ἡττωμένον προγενεστέρας καὶ ἐνυποθήκων δανειστῶν γενικῶν τε καὶ ἰδικῶν, τὴν προῖκα δὲ καὶ τῶν προγενεστέρων δανειστῶν κρατοῦσαν ὑπεξῃρημένου τοῦ πρώτου δημοσίου. δείξωμεν δὲ λοιπὸν καὶ μεταγενέστερα δάνεια νικῶντα προγενεστέραν προῖκα καὶ δημόσιον. τὸ δὲ καὶ περὶ γενικῆς ὑποθήκης διαλαβεῖν πότε τῆς ἰδικῆς προτιμᾶται ὡς πανταχοῦ τοῦ τῶν νόμων ἐδάφους πεπληθυσμένου εἰάθη· ἐκ γὰρ προγενεσίας τοῦτο σκοπεῖται, ὡς φησιν καὶ τὸ κδ΄ κεφ. τοῦ ε΄ τί. τοῦ κε΄ βιβλίου· „Ὁ πρότερος δανειστὴς γενικὴν ὑποθήκην ἔχων καλλίων ἐστὶ τοῦ μετ᾿ αὐτὸν ἰδικὴν ὑποθήκην λαβόντος. τρία δ ' ἂν εἴη τὰ νικῶντα τὴν προῖκα μεταγενέστερα ὄντα· τό τε πριμίπιλον (πριμίπιλον δέ ἐστι τὸ τοῖς πρώτοις ἀκοντισταῖς διδόμενον σιτηρέσιον· πρίμους γὰρ ὁ πρῶτος καὶ πίλουμ τὸ ἀκόντιον) νικᾷ τὴν προῖκα καὶ τὸ προφάσει στρατείας δανεισθὲν ἢ τοῦ στατοῦτον γενέσθαι τὸν παῖδα. καὶ περὶ μὲν τοῦ πριμιπίλου φησὶ τὸ η΄ κεφ. τοῦ β΄ τί. τοῦ κε΄ βιβλίου· „Κἂν τὰ τοῦ ἀνδρὸς σιωπηρῶς ὑπόκεινται ἐπὶ τῇ προικὶ, ὅμως προτιμᾶται ἐπὶ τῆς προικὸς τὸ πριμίπιλον, καὶ ἐν βι. νς ' τί. ιζ ' κεφ. ξδ΄· „Τὸ χρεωστούμενον εἰς τὸ πριμίπιλον πάντων τῶν ἰδιωτικῶν χρεῶν προτιμᾶται. ὅθεν εἰ καὶ προῖκα χρεωστεῖται ἡ γυνὴ τοῦ τὸ πριμίπιλον ἐποφείλοντος, πρότερον τὸ ἱκανὸν γίνεται τῷ δημοσίῳ καὶ τότε ἡ γυνὴ δύναται ἀπαιτεῖν. τοῦ δὲ κθ ' βι. τί. β΄ τὸ δ ' κεφ. φησιν· „Ἐπειδὴ τοιαῦται προσελεύσεις γεγόνασιν ἡμῖν, ὡς τινες τοῖς ἑτέρων στρατεύονται χρήμασι καὶ δεῖ τοὺς εἰς ταύτας δανείσαντας τὰς αἰτίας προτιμᾶσθαι, θεσπίζομεν, εἴ τις τοῖ ἀληθείαις δοίη χρυσίον προφάσει στρατείας ἢ τοῦ στατοῦτον γενέσθαι τὸν παῖδα ἢ κατ᾿ ἄλλας τινὰς αἰτίας τοιαύτας, καὶ ῥητῶς αὐτὸ τοῦτο ἐγγραφείη τῷ συμβολαίῳ, καὶ ἐπὶ τούτῳ γένηται συμφωνία, ὥστε τοῦ ἔργου γενομένου κυριώτερον εἶναι μόνον τὸν ἐπὶ τούτῳ δανείσαντα, τούτῳ μόνον τῷ θέματι παραχωρεῖν τὴν γυναῖκα. οὕτω μὲν διεγνώσθη τὰ τῆς προικὸς κρατοῦντα μεταγενέστερα δάνεια. εἴπωμεν δὲ λοιπὸν καὶ περὶ ἑτέρου μεταγενεστέρου δανείου προτιμωμένου τοῦ δημοσίου. τοῦτο δ᾽ ἂν εἴη τὸ καταβαλλόμενον εἰς κτίσιν οἰκίας ἢ νηὸς ἢ εἰς ἐξώνησιν ἀγροῦ ἤ τι τῶν ἄλλων. „ἐπὶ γὰρ τῶν τοιούτων ἁπάντων κυριώτεροι καθεστήκασιν οἱ μεταγενέστεροι δανεισταὶ ὧν τοῖς χρήμασιν ἐκτήθη ἢ ἀνενεώθη τὰ πράγματα τῶν πολλῷ πρεσβυτέρων, ὡς ἡ ζζ΄ νεαρὰ διέξεισι κειμένη ἐν τί. β΄ τοῦ κθ΄ βιβλίου· ἀλλ᾽ ἡ προὶξ τοῦ τοιούτου δανείου κρατεῖ, ὡς ἡ αὐτὴ νεαρά φησιν· „πολλὰ γάρ, φησι, βουλευσάμενοι οὐχ εὕρομεν τὴν γυναῖκα παραχωρῆσαί τινιτοιούτῳ προνομίῳ καὶ τὰ ἑξῆς. ὁρᾷς ὅπερ ἀνωτέρω εἴρηται παράδοξόντι, ὃ καὶ κύκλον ἔφαμεν; ὑπόθες γὰρ δημόσιον προγενέστερον καὶ δευτέραν προῖκα, καὶ τρίτον δανειστὴν, οὗ τοῖς χρήμασιν ἐκτήδη τὶ, μὴ εἶναι δέ ἐν τῇ περιουσίᾳ τοῦ χρεώστου ἕτερον ἢ τὸ κτηθὲν τοῖς τοῦ τρίτου δανειστοῦ νομίσμασι, τίς τοῦτο λάβοι; ὁ τρίτος εἴποι τὶς δανειστὴς ὁ καὶ καταβαλὼν εἰς ἐξώνησιν τοῦ πράγματος νομίσματα. ἀλλὰ τοῦτο ἡ προὶξ ἀπὸ τοῦ τοιούτου δανειστοῦ ἀναῤῥύσεται, ἐπικρατεστέρα τυγχάνουσα ὡς δεδήλωται. ἐκνικήσει δὲ πάλιν αὐτὸ ὁ δημόσιος προτιμώμενος τῆς προικὸς διὰ τὸ χρόνιον. εὑρίσκων δὲ αὖθις ὁ δανειστὴς ἐν τῷ δημοσίῳ ὡς οἰκεῖον εὐλυτώσει τὸ παρ᾽ αὐτοῦ ἐξωνηθέν. εἶτα πάλιν αὐτὸ ἡ προὶξ διαδέχεται, καὶ ὁ δημόσιος ἔπειτα, καὶ οὐδέποτε τὰ τῆς περιφορᾶς καὶ ἀνακυκλώσεως ἢ μετενέξεως [ὡς] εἰπεῖν στήσεται· κατὰ τοῦτο κύκλος ἂν εἰκότως ὀνομάζοιτο. ἀλλ᾽ ἑρμηνευτέον τὸ τοιοῦτον, ἄπορόν πως δοκοῦν καὶ τὰς τῶν πολλῶν διανοίας ἐκτρέχον· τίς εἰ τοῦτο συμβαίη τῶν τριῶν τὰ νικητήρια ἀποφέροιτο; ἡ προίξ· εἴποι γὰρ ἂν πρὸς τὸν δημόσιον, ὅτι τὸν ἰσχυροτερόν σου ἐνίκησα, ἀφ᾽ οὗ σὺ τὸ πρᾶγμα ἐκνικῆσαι οὐκ ἴσχυσας.

4

pr.Καὶ ταῦτα μὲν ἀρκούντως λέλεκται καὶ κατὰ τὸ δυνατὸν διερμηνεύεται. εἴπωμεν δὲ καὶ περὶ τῶν ἀνυποθήκων δανειστῶν. οἱ μὲν ἔχουσι πριβιλέγια τουτέστι προνόμια, οἱ δὲ οὐκ ἔχουσι. μὴ δόξῃ δέ τις, ὡς οἱ ἐν ὑποθήκῃ οὐκ ἔχουσιν· ἔχουσι μὲν γὰρ ἐκεῖνοι προνόμιον καὶ τῶν προνομίων ἐπέκεινα τὸ ἐνυπόθηκον. ἀλλ᾽ ἐπὶ τῶν ἀνυποθήκως δανεισάντων ἐκεῖνό φαμεν προνόμιον τὸ δεδομένον τισὶ παρὰ τοῦ νόμου εἰς προτίμησιν. ὁποῖον δέδοται τῷ ἀνήβῳ χρεωστουμένῳ παρὰ τοῦ ἐπιτρόπου· προνόμιον γὰρ ἔχει ἀνασωθῆναι τὸ ὀφειλόμενον πρὸ τῶν κεχρεωστημένων ἀπὸ τοῦ ἐπιτρόπου ἑτέροις ἀνυποθήκως ἤγουν προσωπικῶς, ὡς βι. θ ' τί. ζ ' κεφ. ιγ΄. καὶ ὁ κατ᾿ ἐντολὴν τοῦ δεσπότου χορηγῶν τῷ ἐργολάβῳ προνόμιον ἔχει, ὡς τὸ ιε΄ κεφ. διαλαμβάνει τοῦ ζ΄ τί. τοῦ θ΄ βιβλίου. ἀλλὰ καὶ ὅλος οὗτος ζ΄ τίτλος, οὐ μὴν ἀλλὰ καὶ ὁ γ΄ τί. τοῦ κέ΄ βι. περὶ προνομίου διδάσκουσιν.

5

pr.Ὡς οὖν εἴρηται ἐπὶ τῶν ἀνυποθήκων οἱ ἔχοντες προνόμιον προτιμῶνται. εἰ δὲ μήτε προνόμιον ἔχουσιν, [ἢ] ἔχουσι μὲν προνόμια, τὰ αὐτὰ δὲ, τότε ἀπὸ χρόνου προτίμησις ἐν αὐτοῖς οὐκ ἐστιν· ὡς φησι τὸ γ ' θέμα τοῦ κα΄ κεφ. τοῦ ζ΄ τί. τοῦ θ ' βιβλίου· „Οἱ ἐκ τῆς αὐτῆς αἰτίας ἐσχηκότες προνόμιον, κἂν ἐν διαφόροις καιροῖς, ἐξίσου ὅμως ἔρχονται. ὅπερ ἐπεξηγούμενος ὁ δωρόθεός φησι· „τὰ διδόμενά τισι προνόμια ἐν τῇ τοῦ χρέους μεθοδείᾳ οὐκ ἐκ τοῦ χρόνου ποιοῦνται τὴν προτίμησιν, ἀλλ᾽ ἐκ τῆς αἰτίας τοῦ χρέους. ὥστε ἐὰν δύο τινὲς τὸ αὐτὸ προνόμιον ἔχωσιν, οὐ προτιμᾶται ὁ προγενέστερος αὐτῶν τοῦ μεταγενεστέρου. ὁρᾷς ὡς ἀπὸ τοῦ χρόνου προτίμησις οὐκ ἐστὶν ἐπὶ τῶν ἀνυποθήκων; ὅπερ ἐπὶ τῶν ἐνυποθήκων οὐκ ἐστιν εὑρεῖν· τὰ γὰρ ἐνυπόθηκα δάνεια καὶ μεταγενέστερα ὄντα νικῶσι τοὺς πρώτους ἀνυποθήκους, ὡς φησι τὸ λζ΄ κεφ. τοῦ ε΄ τί. τοῦ κε΄ βιβλίου· „Ὁ λαβὼν ἐνέχυρον τὴν ἐπ᾿ αὐτῷ ἀγωγὴν ἔχει. προτιμᾶται οὖν πάντων τῶν ἐχόντων προνόμιον ἐπὶ προσωπικαῖς ἀγωγαῖς. προσωπικὰς δὲ πολλάκις εἴπομεν τὰς ἀνυποθήκους. φησὶ δὲ καὶ τὸ ιη ' κεφ. τοῦ γ΄ τί. τοῦ θ ' βιβλίου· „Εἰ πολλοὶ ἐκ τῆς αὐτῆς αἰτίας χρεωστοῦνται, ὁ προφθάσας καλλίων ἔσται, καὶ οὐχ ὑπεξαιρεῖ τὸ ἄλλου χρέος ὡς ἐπὶ τῆς περὶ πεκουλίου ἀγωγῆς. καὶ τὸ νθ ' κεφ.· „Εἰ δυσί τισι καταδικασθῶ, προτιμᾶται ὁ προνικήσας. καὶ τοῦ ζ΄ τί. τοῦ παρόντος βι. τὸ ε΄ θέμα τοῦ β΄ κεφ. „Εἰ μὴ συμβάλλεται τὸ ἀνακρατῆσαι τὰ πράγματα τοῦ πατρῴου κλήρου, πιπράσκονται καὶ τὸ περιττὸν λήψονται. εἰ δὲ καί τι πρὸ τοῦ ἀπαιτηθῆναι καλῇ πίστει ἔπραξε, κρατεῖ. εἰ δὲ μετὰ τὸ καταβληθῆναί τισι τῶν δανειστῶν γένηται διάπρασις, οὐ βλάπτει τὸν σπουδαῖον ἡ ῥᾳθυμία τοῦ ἀμελοῦς.

6

pr.Ἐκ τούτων οὖν πάντων δῆλον, ὡς ἀπὸ χρόνου προτίμησις ἐπὶ τῶν ἀνυποθήκων οὐκ ἐστὶν, ἀλλ᾽ ἐκεῖνος προτιμηθήσεται ὁ ἐπαγρυπνήσας καὶ προλαβών· εἰ δὲ ἀμφότεροι ἐπίσης ἔλθωσιν, ἶσοι λογίζονται. ἰσότητα δὲ νόησον τὴν ἀναλογίαν· ὡς εἰ ὁ μὲν τυχὸν τύχῃ χρεωστούμενος νομίσματα δέκα, ὁ δὲ νομίσματα ε΄, ἡ δὲ περιουσία οὐκ ἐξαρκεῖ πρὸς τὴν ποσότητα τῶν χρεῶν ἀλλὰ πρὸς τὰ ἡμίση, ἐπιμερίσονται ἀναλόγως, ἤγουν τὰ μὲν δέκα ὁ χρεωστούμενος λάβῃ νομίσματα ε΄, ὁ δὲ ἕτερος νομίσματα δύο ἥμισυ. ὅπερ ἂν εἴη ἰσότης πανάριστος, κἂν ἀνισότης τῶν ἀριθμῶν ἐφευρίσκηται. ὅτι δὲ ὅμοιοι λογίζονται οἱ ἐπίσης ἀγρυπνήσαντες, φησὶ τὸ ς ' θέμα τοῦ α΄ κεφ. τοῦ η΄ τίτλου· „Εἰ μὲν πρὸ τοῦ νομὴν ὑποστῆναί σε ἔδωκας δανειστῇ, κἂν ἴδῃ ἄπορον, οὐχ ὑποπίπτει. ὁ δὲ μετὰ τὴν νομὴν λαβὼν συμμερίζεται τοῖς λοιποῖς δανεισταῖς. ὅμοιοί γὰρ πάντες λοιπόν εἰσιν. καὶ τοῦ ε΄ κεφ. τὸ ιβ ' θέμα τούτου τοῦ τί. φησίν· „Εἰ τὸν χρεωστοῦντα ἐμοὶ καὶ ἄλλον φεύγοντα κρατήσω, καὶ ἐξ ὧν ἐπεφέρετο χρημάτων λάβω τὸ χρέος, εἰ μὲν πρὸ τοῦ πεμφθῆναι τοῦς δανειστὰς εἰς νομὴν, ἀργεῖ ἡ ἔμφακτος· εἰ δὲ μετὰ ταῦτα, χώραν ἕξει. καὶ τὸ ις ' κεφ. τούτου τοῦ τί. φησίν· „῎Ανηβος ἑνὶ τῶν πατρῴων δοὺς δανειστῶν ἀπέστη τοῦ κλήρου. εἰ μὲν κατὰ χάριν ἔλαβεν ὁ δανειστὴς, ἀνατρέπεται καὶ τὴν αὐτὴν ἕξει τοῖς ἄλλοις τύχην· οὐ μὴν εἰ σπουδαίως ἀπήτησε, κἂν μεταξὺ ἠλαττώθη ἡ οὐσία. εἰ δὲ μελλόντων πιπράσκεσθαι τῶν αὐτοῦ χρέος καταβάλοι δανεισταῖς, οὐκ ἀνατρέπεται τὸ πραχθὲν, εἰ μὴ ἄκων εἰσεπράχθη. τοῦτο δ ' οὕτως ἐπαπορῶν λύει ὁ δωρόθεος· „τί οὖν; εἰ πάντων τῶν δανειστῶν μελλόντων διαπιπράσκειν τὴν περιουσίαν τοῦ χρεώστου, κατέβαλεν ἑνὶ ἐξ αὐτῶν ὁ χρεώστης; ἆρα ὑπόκειται οὗτος τοῖς δανεισταῖς αὐτοῦ τινι ἀγωγῇ; καὶ μᾶλλον διαστίζειν χρὴ, πότερον ἀφ᾽ ἑαυτοῦ ὁ χρεώστης προσήγαγε τῷ ἑνὶ δανειστῇ ἢ αὐτὸς ἐξεβιάσατο τὸν δεβίτορα ἤγουν τὸν χρεωφειλέτην· ἵνα, ἐὰν μὲν ἄκοντα αὐτὸν ἐξεβιάσατο, μηδὲν ἀναδῷ, ὡς διὰ τῆς οἰκείας ἀγρυπνίας βελτίονα τύχην ἐσχηκὼς τῶν ἄλλων δανειστῶν.· τὰ γὰρ νόμιμα τοῖς σπουδαιοτέροις γέγραπται, καὶ διὰ τοῦτο οὐδεὶς ὑπὲρ οἰκείας σπουδῆς ἐγκαλεῖται, οὐδὲ ἀναδίδωσιν ὅπερ ἔλαβεν. ἀναδιδάσκει δὲ σαφέστερον καὶ τὸ πθ ' κεφ. τοῦ ιδ΄ τί. τοῦ λε΄ βιβλίου, τὸ περὶ τῶν ἰνβέντων τουτέστιν ἀπογραφῶν διαλαμβάνον, ὅτι ἐπὶ τῶν ἀνυποθήκων δανειστῶν δανείων προτίμησις ἀπὸ χρόνου οὐκ ἐστίν. „ἐὰν δέ φησιν οἱ κληρονόμοι πράγματα κληρονομιαία τοῖς κληρονομιαίοις δανεισταῖς ἀντὶ τῶν χρεῶν παράσχωσιν εἰς ὁλόκληρον ἢ διὰ δόσεως χρημάτων τὸ ἱκανὸν αὐτοῖς ποιήσωσιν, ἐξέστω τοῖς ἄλλοις δανεισταῖς ἐκ προγενεστέρων ὑποθηκῶν κατὰ τούτων τῶν πραγμάτων ἐλθεῖν καὶ ἐκ τῶν μεταγενεστέρων δανειστῶν κατὰ τοὺς νόμους ἀφαιρεῖσθαι ταῦτα, ἢ διὰ τῆς ὑποθηκαρίας ἀγωγῆς ἢ διὰ τοῦ ἐξ λέγε κονδικτικίου, τουτέστιν τῆς νομίμου ἀπαιτήσεως· ἐξ λέγε γὰρ ἡ ἐκ τοῦ νόμου ἀπαίτησις. τοῦτο δὲ ἐν ταῖς παραγραφαῖς σαφηνίζει ὁ θαλέλαιος οὕτως· „βέλ κονδικτικίεμ ἐξ λέγε. μὴ νομίσῃς, φησὶν, ΄ „ὅτι τοῖς ἀνυποθήκοις δανεισταῖς δέδωκε τὸν ἐξ λέγε κονδικτίκιον· ἐκεῖνοι γὰρ προτίμησιν ἀπὸ χρέους οὐκ ἔχουσιν· ἀλλ᾽ ἑκατέρας τὰς ἀγωγὰς τῷ τὴν ὑποθήκην ἔχοντι παρέσχεν.

7

pr.Δεδήλωται οὖν διὰ πάντων, ὡς οἱ μὲν ἐν ὑποθήκῃ δανεισταὶ καὶ μεταγενέστεροι ὄντες τῶν ἀνυποθήκων ὑπερτεροῦσιν. οἱ δὲ ἀνυπόθηκοι, εἰ μὲν ἔχουσι προνόμιον, προτιμῶνται τῶν μὴ ἐχόντων. εἰ δὲ μήτε ἔχουσι παντελῶς, ἢ ἔχουσι μὲν, τὰ αὐτὰ δὲ, τότε ἀπὸ χρόνου ἤγουν ἀπὸ προγε νεσίας προτίμησις ἐν αὐτοῖς οὐκ ἔσται. ἀλλ᾽ εἰ μὲν ἀμφότεροι γένωνται ἐπὶ νομῆς πραγμάτων τοῦ χρεώστου, ἀναλόγως τὰ χρέα λαμβάνουσιν, εἰ δὲ προλάβῃ τὶς, ὁ προλαβὼν καλλίων ἔσται. διεξήλθομεν δὲ κατ᾿ ἐπιδρομὴν καὶ περὶ τῶν ἐνυποθήκων δανειστῶν, εἴτε γενικοὶ εἶεν εἴτε καὶ ἰδικοὶ, ὡς προτιμῶνται τοῦ ὑστεροῦντος δημοσίου, οὐ μὴν τῆς προικός· καὶ ὅτι ὁ δημόσιος νικᾷ οὐ τὴν πρώτην ἀλλὰ τὴν μεταγενεστέραν προῖκα καὶ πάντα τὰ δευτερεύοντα δάνεια, ὑπεξῃρημένου τοῦ δανειστοῦ οὗ τοῖς νομίσμασι προσεκτήθη τὶ· καὶ ὅτι κρατεῖ καὶ τοῦ τοιούτου δανειστοῦ ἡ προὶξ, ἐλαττοῦται δὲ τοῦ πριμιπίλου καὶ τοῦ δανείσαντος ἐφ᾽ ᾧ στρατευθῆναι ἢ στατοῦτον γενέσθαι τὸν παῖδα· ὡς τι δὲ πόρισμα διαγνωσθῆναι καὶ τὸ τῶν ἀνυποθήκων δανείων προνόμιον. καὶ λοιπὸν ἀποδέδεικται τὰ ζητούμενα, εἴπερ ἄρα καὶ δειχθείη.

8

pr.Ὡς ἐπὶ δωρεῶν, εἷς δεκτέος εὑρίσκεται μάρτυς ἐπί τίνων θεμάτων· ἀλλὰ βραχεῖ καὶ σαφεῖ λόγῳ τούτῳ δειχθήσεται. ἐν τῷ μζ΄ βι. τί. α΄ κεφ. ξα΄ ἀποθεσπίζει ἡ διάταξις· „Αἱ ἐμπεφανισμέναι δωρεαὶ οὐ δέονται τῆς τῶν γειτόνων μαρτυρίας. εἰ δὲ ἀνεμφάνιστος εἴη, ὥστε μὴ δέεσθαι πράξεως ὑπομνημάτων, εἰ μὲν γίνεται ἐγγράφως ἢ ταβουλλαρίου γράψαντος ἢ ἑτέρου τινὸς καὶ μὴ ἔχοι ὑπογραφὰς μαρτύρων, ἰσχυέτω, ἐν ᾧ μέντοι ὁ δωρούμενος ὑπογράψει ἢ ἄλλος κατὰ γνώμην αὐτοῦ· τῶν ἀγράφων δωρεῶν οὐδὲν ἧττον ἰσχυουσῶν κατὰ τὴν διατύπωσιν τοῦ ξ΄ κεφαλαίου. δωρεὰς ἐμπεφανισμένας παρίστησι τὸ νόμιμον τὰς ἐμφανιζομένας δικαστῇ, ὡς δηλοῖ τὸ ἑξῆς κεφ., καὶ διὰ πράξεως ὑπομνημάτων αὐτοῦ βεβαιουμένας. ἀνεμφάνιστοι δὲ δωρεαί εἰσιν αἱ μὴ δεόμεναι πράξεως ὑπομνημάτων, ὡς αἱ τῶν βασιλέων καὶ δι᾽ εὐσέβειαν γενόμεναι καὶ διὰ λύτρωσιν αἰχμαλώτων καὶ αἱ παρὰ στρατηγῶν πρὸς στρατιώτας καὶ ἡ διδομένη ἢ τῷ καῦσιν ἢ πτῶσιν ὑποστάντι τοῦ ἰδίου οἴκου. περὶ ὧν σαφέστερον διατρανοῖ ὁ ὅλος α΄ τίτλος τοῦ εἰρημένου μζ΄ βι. καὶ τοῦ λβ ' τὸ κη΄ κεφ. τοῦ α΄ τί. καὶ ἐν ἄλλοις δὲ περὶ τούτων διείληπται. καὶ δυνατὸν ταῦτα ἐκ πολλῶν ἀναδιδάσκεσθαι τὸν νόμον ἐξακριβοῦντα. ἐπαπορῶν δὲ ὁ ἑρμοπολίτης θεόδωρος καὶ ὡς ξένον τὶ τὸ προστεθὲν κεφ. οὕτω φησίν· „τί οὖν ἀρκεῖ εἷς μάρτυς; εἶτα λύει τὸ ἄπορον „ἔγνως, λέγων, „ἐνταῦθα ὡς οὐδὲ μάρτυρος ὅλως χρεία, ἐὰν ὑπογράψῃ ὁ δωρούμενος. καὶ ὅτι δι᾽ ἐπιστολῆς δωρεῖταί τις, προεδιδάχθης ἐν βι. ' μζ ' τί. α΄ κεφ. μς΄. φησὶ δὲ ἐν τῷ δ ' βι. τοῦ κώδ. ἡ ιε΄ διάτ. τοῦ κ ' τί. κειμένη ἐν βι. τῶν βασιλ. κα τί. α΄ κεφ. λθ ' θέματι γ ', ὅτι ἐπὶ τῶν εὐπροσδέκτων συμβολαίων οὐδὲ μάρτυρος χρεία ἐστίν. ἀλλὰ καὶ τὸ π ' κεφ. τούτου τοῦ βι. καὶ τί.᾽ ἕνα δεκτὸν παρίστησι μάρτυρα, οὕτω διεξιόν· „τῶν αὐτῶν κρατούντων καὶ εἰς τὰ ἀργυροπρατικὰ βρεβεῖα ἢ τὰ παρ᾽ ἑτέρων τινῶν συνταττόμενα, ἅπερ τὶς ἐπιζητεῖ προκομισθῆναι, οὐ κατὰ τῶν τὰς πυκτὰς συντεθεικότων, ἀλλὰ καθ᾽ ἑτέρων τινῶν. σημειοῦται δὲ τοῦτο ὁ ἑρμοπολίτης οὕτως· „ὅτι ἐπὶ τῶν τραπεζιτικῶν λόγων ἀρκεῖ ἡ γραφὴ τῆς πυκτῆς καίτοι εἷς νοεῖται ὁ γράψας. εἰσὶ καὶ ἕτερα θέματα, ἐφ᾽ ὧν εἷς μάρτυς εὐπρόσδεκτος, ὡς ἐκ τοῦ δ ' κεφ. τούτου τοῦ βι. τί. β΄ ἔστι καταμαθεῖν. παρακελεύεται γὰρ ἡ διάταξις, ὡς ἐὰν ὁ ἐμφυτευτὴς προσφέρει τῷ δεσπότῃ τὸν ἐμφυτευτικὸν κανόνα ἐπὶ τρεῖς ἐνιαυτοὺς, ὁ δεσπότης ἀναγκάζεται δέξασθαι. „προσιέτω, φησὶ, „ἢ τῷ ἐπάρχῳ τῆς πόλεως ἢ τῷ ἀρχιεπισκόπῳ τῆς πόλεως ἢ τῷ ἐπισκόπῳ ἐν τοῖς ἐπαρχίαις ἢ τῷ ἐκδίκῳ τῶν τόπων, ὥστε καὶ τὴν ἐξ ἑνὸς τῶν εἰρημένων προσώπων προστεθῆναι τῷ πράγματι μαρτυρίαν. βλέπε πῶς εἷς μάρτυς εὐπρόσδεκτος τῷ κἀνταῦθα λογίζεται. φησὶ δὲ καὶ τὸ ογ ' κεφ τοῦ κβ΄ βι. τί. α΄· „εἰ δὲ καὶ ὁ συμ- βολαιογράφος παρενεχθῇ, παρ᾽ ᾧ τὸ συμβόλαιον ἐπράχθη, ἢ καὶ ἕτεροί τινες μαρτυροῦντες τῇ ἀληθείᾳ καὶ τὰ ἑξῆς. καὶ παρίστησι δὲ τὸ νόμιμον τὸν ταβελλίωνα μόνον πίστιν διδόντα τῷ πράγματι. ἔξεστι δὲ καὶ ἕτερα ἐφευρίσκειν τῷ τοὺς νόμους ἐξιχνεύοντι.