JGR VI 2.23
Περὶ τόκου.
Abrir no leitor do IusCommune →1
pr.Εἴτε τόκον ὁ τὴν παραθήκην λαβὼν ἐκ τῶν παραθέντων αὐτῷ λάβῃ, ἢ συγχρήσηται τοῖς παρατεθεῖσι, δίδωσι τόκους. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων τῶν καλῇ πίστει ἀγωγῶν. ἐὰν λαβὼν ἄργυρον ἢ σάκκον ἐσφραγισμένον παρ᾽ ἐμοῦ χρήσηται αὐτῷ παραγνώμην μου, ἐνέχεται τῇ περὶ παραθήκης ἀγωγῇ καὶ τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ.
2
pr.Ὁ μὴ τῆς παραθήκης ὡς τῶν ἰδίων ἐπιμελούμενος δόλον ποιεῖ.
3
pr.Ἡ μὲν τυχηρὰ περίστασις οὐ κινδυνεύεται [τῷ λαβόντι τὴν παραθήκην· μόνον γὰρ δόλον καὶ μεγάλην ἀμέλειαν ἀπαιτεῖται, ἐν ᾧ μηδὲν ἰδικώτερον συνεφωνήθη. εἰ δὲ νεμόμενος τὰ πράγματα ὁ κληρονόμος] τοῦ λαβόντος τὴν παραθήκην κρύπτει αὐτὴν ἢ δόλῳ ἐπαύσατο νέμεσθαι, κατέχεται καὶ τῇ περὶ παραθήκης ἀγωγῇ καὶ περὶ ἀποκρυβέντων πραγμάτων ἀγωγῇ.