JGR VI 2.22
Περὶ πράσεως, πράτου καὶ ἀγοραστοῦ.
Abrir no leitor do IusCommune →1
pr.Ἡνίκα τὶς πιπράσκων ὁρίζει τίμημα δωρεᾶς χάριν οὐχ ὡς μέλλων ἀπαιτεῖν, ἡ πρᾶσις οὐκ ἔῤῥωται.
2
pr.Σαφέστερον δὲ τοῦτο προϊόντος τοῦ λόγου γενήσεται. ἐπώλησέ τις ἀγρὸν δικαίῳ κληρονομίας εἰς αὐτὸν περιελθόντα, εἰπὼν οὕτως· ἔστω σοὶ πεπραμένος ὁ ἀγρὸς τοσούτου, ὅσον ὁ ἐμὸς τεστάτωρ ἤγουν διατιθέμενος ἔτυχεν αὐτὸν ἀγοράσας. ἐὰν συμβῇ μὴ ἀγορᾶσθαι ὑπὸ τοῦ τεστάτωρος, ἀλλὰ δωρεῖσθαι αὐτῷ, ἡ πρᾶσις ἐξασθενεῖ δίχα τιμήματος οὖσα. καὶ ἐστὶ παραπλησία τῇ ὑπὸ αἵρεσιν γενομένῃ πράσει, ἥτις ἄκυρος ἔσται τῆς αἱρέσεως ἀτονησάσης.
3
pr.Ἐάν τις ἐξ ἀνάγκης ἀπολειφθῇ, ἡ γενομένη κατ᾿ αὐτοῦ ἀπόφασις οὐκ ἰσχύει.
4
pr.Απόφασις ἡ παρὰ τὸν τύπον τῶν δικαστηρίων ἐξενεχθεῖσα ἀνυπόστατός ἐστιν.
5
pr.Ἐὰν ὁ πράτης καὶ ὁ ἀγοραστὴς γινώσκωσι κλοπιμαῖον τὸ πιπρασκόμενον, οὐδέτερος ἀγωγὴν ἔχει· ἀλλήλους γὰρ ἀπατῶσιν. εἰ δὲ μόνος ὁ ἀγοραστὴς οἶδεν, οὐκ ἔχει κατὰ τοῦ πράτου ἀγωγὴν, εἰ μὴ δίδοται αὐτῷ τὸ πρᾶγμα, οὔτε ὁ πράτης κατὰ τοῦ ἀγοραστοῦ, εἰ μὴ ἑκὼν παράσχῃ ὅπερ συνεφώνησεν. εἰ δὲ μόνος ὁ πράτης οἶδεν, ἐνέχεται. ἀναγκάζει γὰρ ὁ πράτης τὸν ἀγοραστὴν καταβαλεῖν αὐτῷ τὸ τίμημα, λέγων αὐτῷ, εἰ καὶ φούρτιβον ἤγουν κλεψιμαῖόν ἐστιν, οὐδὲν πρὸς σὲ, ἐμοῦ τῇ ἐκνικήσει ὑποκειμένου· καὶ ἐντεῦθεν ὁ ἀγοραστὴς ζητεῖ τὸ πρᾶγμα.
6
pr.Πατὴρ τὸν υἱὸν οὐδὲ πωλεῖ, οὐδὲ δωρεῖσθαι οὐδὲ ὑποτίθεσθαι ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ ἐκποιεῖν οὐδὲ προσχήματι τῆς τοῦ λαμβάνοντος ἀγνοίας εἰς ἄλλον δύναται μεταφέρειν '.
7
pr.Οὐδεὶς πωλεῖ οὐδὲ δωρεῖται οὔτε ὑποτίθεται τὸν υἱὸν αὐτοῦ, εἰ μὴ ἄρα πένης ἐστὶ κατὰ τὴν β΄ διάταξιν τοῦ π ' βιβλίου, ἥτις φησὶ τὸν δεόμενον πωλεῖν τὸν υἱὸν αὐτοῦ τὸν ἄρτι γεγεννημένον. πλὴν ἐὰν εὐπορήσῃ αὐτὸ ὁ πατὴρ ἢ υἱὸς ἢ ἐὰν οἱοσδήποτε ἐξωτικὸς θελήσῃ, καλῶς δίδωσι τὸ τίμημα αὐτοῦ ἢ ἄλλο ἀνδράποδον ὑπὲρ αὐτοῦ καὶ ἐλευθεροῖ αὐτόν.
8
pr.Οὐ πωλεῖ πατὴρ υἱὸν, κἂν λέγῃ αὐτὸν δοῦλον, ἀλλ᾽ οὐδὲ χρήσασθαι αὐτῷ δύναται δούλῳ.
9
pr.Ὁ ἐν εἰδήσει λαβὼν εἰς ὑποθήκην τὸν παρὰ τοῦ πατρὸς ἐνεχυριασθέντα υἱὸν ἢ ἀγοράσας ἢ ἄλλῳ οἱωδήποτε τρόπῳ.. ἐξορίζεται.
10
pr.Ἐάν [τις] πιπράσκων ἢ ἄλλως ἐκποιῶν πρᾶγμα συμφωνήσῃ, ἵνα μὴ ἐξῇ τῷ ἀγοραστῇ τάφον οἰκοδομῆσαι ἐν τῷ τόπῳ ἢ ἄλλα ποιεῖν θείου δικαίου, τοῦτο τὸ σύμφωνον ἔῤῥωται. ἔξεστι γὰρ ἑκάστῳ παραιτεῖσθαι γείτονα, ὃν οὐ βούλεται ἔχειν, διὰ ἰδικοῦ συμφώνου.
11
pr.Πολλάκις γὰρ μοναστήριον οἰκοδομεῖ ἢ εὐκτήριον οἶκον, καὶ εὑρίσκονται γειτνιῶντες τῷ ἀγρῷ τοῦ πεπρακότος ἐκεῖνοι, οὓς οὐ βούλεται.
12
pr.Ἐὰν περιτυχὼν ἁλιεῖ συμφωνήσω αὐτῷ νόμισμα δοῦναι ἐπὶ τῷ λαβεῖν τὸν μέλλοντα διὰ τῶν αὐτοῦ δικτύων θηρᾶσθαι ἰχθὺν, τούτου δὲ γινομένου τοῦ συμφώνου ὁ ἁλιεὺς ῥίψαι μὴ βουληθῇ τὸ δίκτυον, σκοποῦμεν εἰς πόσον ὀφείλει αὐτὸ τὸ τῆς θήρας ἄδηλον [διατιμᾶσθαι] καὶ εἰς τούτου διατίμησιν τὸν ἁλιέα καταδικάζομεν. εἰ δὲ ἐῤῥιψε μὲν τὸ δίκτυον, ἀγνωμονεῖ δὲ περὶ τὴν τῶν θηραθέντων ἀπόδοσιν, τότε καταδικασθήσεται τὴν ἐξ αὐτῶν τῶν ἀγρευθέντων δοῦναι διατίμησιν.
13
pr.Ὁ μὲν ὑπὸ γεῦσιν ἀγοράζων δύναται ἀποδοκιμάζειν, ὁ δὲ ὑπὸ μέτρον οὔτε προστιθέναι οὔτε ὑφαιρεῖν δίναται.
14
pr.Τοῦ πιπρασκομένου πράγματος, οἷον οἴνου ἢ ἐλαίου, δι᾽ ἑτέραν μὲν αἰτίαν ἡ γεῦσις, δι᾽ ἑτέραν δὲ τοῦτο μετρεῖ ται. ἡ γὰρ γεῦσις εἰς τοῦτο καὶ μόνον ὠφελεῖ ὥστ᾽ ἐξεῖναι ἀποδοκιμάζειν. ἡ δὲ μέτρησις οὐ διὰ τοῦτο γίνεται οὐδὲ εἰς τοῦτο χρειῶδές ἐστιν, ὥστε ἢ πλέον ἢ ἔλαττον πραθῆναι· οὐδὲ γὰρ εἰ τὸν πίθον τοῦ οἴνου εἰς ἴδιον ἀγοράσω μέτρον γινόμενον ἐπὶ τῷ πεπραμένῳ ἢ πλείονα ἢ ἐλάττω τὸν οἶνον ποιεῖ. ἀλλ᾽ ἡ μέτρησις διὰ τοῦτο παραλαμβάνεται διὰ τὸ φανῆναι πόσον ἐστὶ τὸ πεπραμένον.
15
pr.Ἡ γεῦσις δίδωσιν ἄδειαν τοῦ μὴ ἀγοράσαι, ἡ μέτρησις οὐ δίδωσιν.
16
pr.Ἐὰν πραθῇ οἶκος ἤδη καυθεὶς ὅλος ἀγνοοῦντος τοῦ πράτου καὶ τοῦ ἀγοραστοῦ, οὐκ ἔῤῥωται ἡ πρᾶσις, καὶ τὸ τίμημα ἀναλαμβάνεται. εἰ δὲ τὸ πλέον ἐκαύθη μέρος, οὐκ ἀναγκάζεται πληρῶσαι τὴν ἀγορασίαν ὁ ἀγοραστὴς, ἀλλὰ καὶ τὸ δοθὲν ἀναλαμβάνει. εἰ δὲ τὸ ἥμισυ ἢ ἧττον ἐκαύθη, ἀναγκάζεται μὲν ὁ ἀγοραστὴς πληρῶσαι τὸ συνάλλαγμα, τὸ δὲ τίμημα πρὸς ἀναλογίαν μειοῦται διακρίσει τοῦ δικαστοῦ. εἰ δὲ γινώσκει τὴν καῦσιν ὁ πράτης καὶ ὁ ἀγοραστὴς ἀγνοεῖ, εἰ μὲν ὅλος ὁ οἶκος ἐκαύθη, ἀνίσχυρος ἡ πρᾶσις· εἰ δὲ σώζεται ὁσονδήποτε μέρος, συνίσταται ἡ πρᾶσις καὶ δίδωσιν ὁ πράτης τῷ ἀγοραστῇ τὸ διαφέρον. εἰ δ᾽ ὁ μὲν πράτης ἀγνοεῖ, ὁ δ᾽ ἀγοραστὴς οἶδεν, ἔῤῥωται ἡ πρᾶσις, καὶ ἀναγκάζεται ὁ ἀγοραστὴς δοῦναι ὅλον τὸ τίμημα. εἰ δ᾽ οἱ δύο γινώσκουσιν ὅλον ἢ ἐκ μέρους καυθῆναι τὸν οἶκον, ἀνίσχυρος ἡ πρᾶσις, ὡς ἑκατέρου δόλον πλημμελήσαντος, ὅτι ὁ δόλος ἐμποδίζει τῇ συστάσει τῶν καλῇ πίστει συναλλαγμάτων.
17
pr.Οἶκον καέντα ἐπώλησά σοι ἀγνοῶν ἀγνοοῦντι. εἴπερ [ὅλος] ἐκαύθη ἢ τὸ μεῖζον μέρος αὐτοῦ, ἄχρηστος ἡ πρᾶσις καὶ τὸ τίμημα ῥεπετιτεύεις ἤγουν ἀναλαμβάνεις. εἰ δὲ τὸ μεῖζον μέρος σώζεται, ἔῤῥωται, τοῦ δικαστοῦ μειοῦντος τὸ τίμημα. εἰ δὲ ἐγὼ μόνον ᾔδειν, κἂν ἐλάχιστον μέρος τοῦ οἴκου σώζεται, ἀπαιτοῦμαι τὸ διαφέρον· εἰ δὲ σὺ μονος ᾔδεις, ἀπαιτῶ τὸ τίμημα ὅλον. εἰ δ᾽ οἱ δύο ἤδειμεν, ἄχρηστος ἡ πρᾶσις.
18
pr.Οἴκου λεγατευομένου καὶ καιομένου λαμβάνει τὸ ἔδαφος ὁ λεγατάριος.
19
pr.Ἡ κατὰ δόλον καὶ ἀπάτην κοινωνία οὐκ ἔῤῥωται. τούτοις γὰρ ἡ ἀγαθὴ πίστις ἐναντιοῦται.
20
pr.Εἰ δὲ ἀγρὸς πραθῇ τῶν δένδρων αὐτοῦ πραθέντων ἢ ἐξ ἀνέμου ἀποσπασθέντων, δι᾽ ἃ ὁ ἀγρὸς ἠγοράσθη, ἀνίσχυρος ἡ πρᾶσις, εἴτε ᾔδει εἴτε ἠγνόει ὁ πράτης, εἰ δ᾽ ὁ ἀγοραστὴς ᾔδει ἢ ἠγνόει, ἢ ἑκάτερος, τὰ περὶ τοῦ οἴκου προλεχθέντα κρατεῖ '.
21
pr.᾿Αγρόν τις ἐπίπρασκε πλήθει δένδρων κεκοσμημένον. τῶν δένδρων ὑπὸ τοῦ ἀνέμου καταβληθέντων καὶ μετὰ ταῦτα συμφώνου γενομένου περὶ τῆς πράσεως, οὐ δοκεῖ πεπρᾶσθαι ὁ ἀγρὸς, ἐν ᾧ σκοπῷ τῶν δένδρων ἠγοράσθη· ἦν γὰρ ἐλαιὼν ἐκεῖσε ἑστώς. ταῦτα λέγομεν, εἴτε ἠπίστατο εἴτε ἠγνόει ὁ βεν δίτωρ. εἰ μέντοι ὁ ἀγοραστὴς ἤδει ἢ ἠγνόει ἢ ἑκάτερος αὐτῶν, ταῦτα κρατήσει, ἅτινα ἐν τοῖς προλαβοῦσι θέμασιν ἐπὶ τῶν οἰκιῶν εἴρηται.
22
pr.Ἐὰν οἱ δύο πλανῶνται καὶ νομίζουσι τὸ πιπρασκόμενον χρυσοῦν εἶναι, χαλκὸν ὂν, οὐκ ἔῤῥωται.
23
pr.Ἡνίκα περὶ τὴν ὕλην καὶ τὴν ποσότητα τοῦ πιπρασκομένου ἀμφότεροι πλανῶνται ὅ τε ἀγοραστὴς καὶ ὁ πράτης, οἷον εἰ καὶ ἐγὼ ἐμαυτὸν πιπράσκειν χρυσὸν ἐνόμιζον καὶ σὺ ἀγοράζειν, χαλκοῦν δὲ ἦν τὸ σκεῦος· οἷον συγκληρονόμος κανίον ὅπερ χρυσοῦν ἐλέγετο πολλῆς ἐπὶ τῇ ποσότητι τοῦ τιμήματος γενομένης φιλονεικίας ἑνὶ τῶν συγκληρονόμων ἐπώλησε, τοῦτο δὲ ἐκ πλείονος μέρους εὑρέθη χαλκοῦν· ἤρεσεν ἐῤῥῶσθαι τὸ συνάλλαγμα, ἐπειδὴ εἶχέ τι χρυσοῦν αὐτὸ τὸ κόσμιον. εἰ γάρ ἐστί τι περικεχρυσωμένον καὶ χαλκοῦν εἶναι τοῦτο νομίζω, ἡ πρᾶσις ἰσχύει διὰ τὸ εἶναι μέρος ἐν αὐτῷ χρυσοῦν, εἰ καὶ ἐλάχιστον· εἰ δὲ χαλκὸς ἀντὶ χρυσοῦ πέπραται, ἡ πρᾶσις ἀνίσχυρος.
24
pr.Ἐὰν ἀντὶ χρυσοῦ πραθῇ χαλκὸς ἑκατέρου ἀγνοοῦντος, ἄκυρος ἡ πρᾶσις. εἰ δὲ ἔχει τὶ χρυσοῦν ὁ χαλκὸς, ἔῤῥωται.
25
pr.Ἐὰν ἐν ἀγνοίᾳ τὶς ἐσθῆτα παλαιὰν ἀντὶ νέας ἀγοράσῃ, εἰ μὲν τοῦ πράτου γινώσκοντος, εἰς τὸ διαφέρον πᾶν κινεῖ· εἰ δ᾽ ἀγνοοῦντος, ἐπὶ μόνῳ τῷ πράγματι ἐνάγεται. εἰ δ᾽ ἀγνοῶν χρυσόχαλκον ἀντὶ χρυσοῦ πωλήσας, ἐνάγεται ἐπὶ τῷ δοῦναι τὸν χρυσόν.
26
pr.Εἰ ὁ οἰκέτης τοῦ πράτου πεμφθεὶς ὑπ᾽ αὐτοῦ δεῖξαι τοὺς ὅρους πλέον τὶ δείξει, οὐ βλάψει αὐτόν.
27
pr.Τινὲς δοῦλον ἀλλότριον εὑρόντες νοσοῦντα ἐπεμελήσαντο αὐτοῦ, καὶ βουλόμενοι τὸν δεσπότην ἀπαιτῆσαι τὰς δαπάνας προσῆλθον βασιλεῖ, καὶ ἀντέγραψεν αὐτοῖς οὕτως· εἰ δοῦλον ἀλλότριον οὐκ ἄχρηστον τῷ δεσπότῃ καθεστῶτα εὑρόντες ἀσθενήσαντα ἐπιμελήσασθε αὐτοῦ καὶ χρησίμως τὸ πρᾶγμα ἐχειρίσατε, τῇ ἁρμοζούσῃ ὑμῖν ἀγωγῇ τὸ ἀνάλωμα ἀναλαβεῖν δύνασθε.
28
pr.Σημείωσαι οὖν, ὅτι πάντα ὅσα περὶ ἀποτροφῆς τῶν παίδων ἡ μήτηρ δαπανᾷ, οὐ δύναται ταῦτα ἀπαιτεῖν, ἐπειδὴ εὐσεβεῖ σκοπῷ καὶ μητρικοῖς σπλάγχνοις πιστεύεται δαπανᾷν.
29
pr.Μάμμη διοικοῦσα τὰ τοῦ ἐγγόνου πράγματα καλῶς λογίζεται τὰ εἰς ἀποτροφὴν αὐτοῦ δαπανηθέντα, ὡς μὴ κατὰ πρόληψιν δι᾽ εὐσέβειαν αὐτὰ χορηγήσασα, μάλιστα εἰ κατέγραψεν αὐτὰ ἐν τῷ λόγῳ τῆς δαπάνης. ἡ δὲ μήτηρ εὐσεβῶς δαπανᾷν εἰς τὸν υἱὸν προείληπται, εἰ μὴ τὸ ἐναντίον διαμαρτύρηται. εἰ δὲ τοῦ πατρὸς ἐπὶ ξένης ἀποθανόντος ἀποθρέψει τὸν υἱὸν καὶ τὴν αὐτοῦ φαμιλίαν ὑποστρέφουσα εἰς τὴν οἰκίαν ἢ εἰς τὴν τοῦ ἀνδρὸς πατρίδα τὴν περὶ διοικήσεως ἀγωγὴν ἕξει κατὰ τοῦ ἀνήβου. εἰ δὲ τοῦ πατρὸς ζῶντος ἐδαπάνησεν, ἀπαιτεῖ τὸν πατέρα ὅσα μὴ διαθέσει πατρικῇ ἐδαπάνησεν.
30
pr.Εἴ τι δαπανᾷ εἰς τὴν ἀσθένειαν τῆς ἰδίας γυναικὸς, οὐκ ἀπαιτεῖ· ἃ δὲ δαπανᾷ εἰς ταφὴν αὐτῆς, ἀπαιτεῖ ὁ ἀνὴρ μεθοδευόμενος τὴν ἑαυτοῦ προῖκα, ἐὰν ἀπαιτητικῷ λογισμῷ τοῦτο ἐποίησεν.
31
pr.Ἔγημέ τις γυναῖκα θυγατέρας ἔχουσαν ἐκ τοῦ προτέρου ἀνδρός. πατρωὸς οὖν γενόμενος τῶν θυγατέρων τῆς γαμετῆς αὐτοῦ ἀνάλωσε περὶ αὐτὰς, ἀλλὰ καὶ μισθοὺς δέδωκε τοῖς διδασκάλοις, παρ᾽ ὧν τυχὸν ἐμάνθανον γράμματα ή τινα ἄλλην τέχνην αἱ προγοναὶ αὐτοῦ. μετὰ ταῦτα ἠβούλετο ἀπαιτῆσαι τὰ δαπανήματα ταῖτα, καὶ ἀντέγραψεν πρὸς αὐτὸν ἡ διάταξις οὕτως· εἰ πατρικῇ διαθέσει τὰς σὰς προγονὰς ἔθρεψας ἢ μισθοὺς ὑπὲρ αὐτῶν τινας τοῖς διδασκάλοις κατέβαλες, τούτου τοῦ ἀναλώματός σου οὐδεμία ἐπανάληψίς ἐστιν. εἰ δὲ καὶ ὡς ἀναληψόμενος ταῦτα, ἅπερ ἐδαπάνησας, ἀνάλωσας, τὴν περὶ τῆς διοικήσεως τῶν πραγμάτων ἀγωγὴν ὀφείλεις κινῆσαι, κἂν πάντα τὰ δαπανηθέντα περὶ αὐτὰς ἀπαιτηθῶσιν '.
32
pr.Ἐάν τις εἰς ἐπίκοινον μὴ ἀναγκαῖα ἀλλὰ περιττὰ ποιήσῃ δαπανήματα, οὐκ ἔχει τούτων ἀπαίτησιν.
33
pr.Ὁ δι᾽ εὐσέβειαν ἀποθρέψας τὸν οἰκεῖον ἀδελφόπαιδα ἤγουν τὸν τοῦ ἀδελφοῦ ἢ τῆς ἀδελφῆς αὐτοῦ υἱὸν, οὐκ ἔχει ἀπαίτησιν.
34
pr.Οἱ πράγματα διοικοῦντες ἀλλότρια οὐχ ὑπόκεινται τοῖς τυχηροῖς, εἰ μὴ ἰδικὸν περὶ τούτων γένηται σύμφωνον. τούτῳ τῷ κάνονι καὶ πάντες οἱ νομικοὶ συντίθενται. ἐπ᾿ οὐδεμιᾶς γὰρ ἀγωγῆς τῶν καλῇ πίστει λέγουσι τὰ τυχηρὰ κινδυνεύεσθαι.
35
pr.Ὁ πράττων ὀφφίκιον ἐν ἐπαρχίᾳ ἢ στρατευόμενος οὐ δύναται ἀκίνητα ἀγοράζειν ἐν αὐτῇ, εἰ μὴ πατρῷον παρὰ τοῦ δημοσίου.
36
pr.Ὁ ἐξ οὗ διοικεῖ ὀφφικίου ἀγοράσας ἀκίνητον καὶ τὸ πρᾶγμα ἀπόλλυσι καὶ εἰς τὸ τετραπλοῦν ἐνάγεται. καὶ καταδικάζεται, εἰ μὴ ἰδικῷ νόμῳ ὑπεξήρηται.