IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.9

Περὶ δικαίου προικός.

Abrir no leitor do IusCommune →

1

pr.Πᾶσα προὶξ ἤ διατετιμημένη ἐστὶν ἢ ἀδιατίμητος. ἐπὶ μὲν οὖν τῆς διατετιμημένης, ἐπειδὴ ἀγοραστής ἐστιν ὁ ἀνὴρ, πᾶσαν αὔξησιν καὶ ζημίαν ἐπιγινώσκει· ἐπὶ τῆς ἀδιατιμήτου δὲ πάλιν ὡσαύτως ἡ γυνὴ, ὡς φησι τὸ παρὸν ζ ' κεφ. εἰσὶ δὲ καὶ ἕτερα εἴδη προικῶν τὰ λεγόμενα διατετιμημενοαδιατίμητα. ἓν μὲν τοιοῦτον, ὡς ὅταν ὁ ἀνὴρ λάβῃ προῖκα καὶ συμφωνήσῃ, ὅτι εἰ μὲν σώζονται ὅλως, κἂν χείρονα γένωνται, τὰ προικιμαῖα πράγματα, αὐτὰ ἀποδοῦναι, εἰ δὲ φθαρῶσι, τὴν τούτων διατίμησιν παρασχεῖν· ἐφ᾽ οὗ θέματος καὶ τοὺς τοκετοὺς ἡ γυνὴ κερδαίνει τῶν ἀνδραπόδων. διὰ γὰρ τὸ ὑφίστασθαι ταύτην τοιοῦτον βάρος, ὥστε καὶ χείρονα γενόμενα τὰ προικιμαῖα πράγματα, εἰ τέως ὅλως καὶ σώζονται, αὐτὰ ἀναλαβεῖν, ἔχει κέρδος τοὺς τοκετοὺς, ὡς βι. κη΄ τί. ιη ' κεφ. ξβ΄ διατάττεται. ἕτερὸν δὲ εἶδος διατετιμημενοαδιατιμήτου προικός ἐστιν, ὡς ὅταν ὁ ἀνὴρ λαμβάνων προῖκα συμφωνήσῃ ἀποδοθῆναι τὰ προικιμαῖα πράγματα τοῦ αὐτοῦ τιμήματος οὗτινός εἰσι νῦν. ἐπὶ γοῦν τούτου [τοῦ] θέματος ὁ ἀνὴρ κερδαίνει τοὺς τοκετοὺς διὰ τὸ ὑπομεῖναι τοσοῦτον βάρος, ὥστε τὰ διατετιμημένα δοῦναι τοῦ αὐτοῦ τιμήματος ἄξια, κἂν χείρονα γένωνται, ὡς φησι τὸ κεφ. τοῦ ἡ τί. τοῦ κη΄ βι. διὰ τοῦτο δὲ λέγονται ταῦτα τὰ θέματα διατετιμημενοαδιατίμητα ὡς καὶ ἀμφοτέρων μετέχοντα. καθὸ μὲν γὰρ καὶ ἐπὶ τῶν β΄ θεμάτων αὐτὰ τὰ πράγματα εἰ σώζονται ἀναδίδονται, μετέχουσι τῆς ἀδιατιμήτου προικὸς· καθὸ δὲ πάλιν φθαρέντων αὐτῶν τὰ τιμήματα ἀναδίδονται, μετέχουσι τῆς διατετιμημένης '.

2

pr.Ἡ διατετιμημένη προὶξ τῷ ἀνδρὶ ἐγκινδυνεύεται· κἂν ἀποθάνωσι τὰ ζῶα, κἂν ἡ γυνὴ τὴν ἐσθῆτα κατατρίψῃ, τὴν ἀποτίμησιν αὐτῶν δίδωσιν. τῆς δὲ ἀδιατιμήτου καὶ ἡ αὔξησις καὶ ἡ μείωσις εἰς τὴν γυναῖκα ὁρᾷ· καὶ αὐτὴ λαμβάνει τὸν τοκετὸν τῶν δούλων. τοὺς δὲ καρποὺς καὶ τὴν γονὴν τῶν θρεμμάτων ὁ ἀνὴρ λαμβάνει, πρότερον μέντοι πληρῶν τὰ πρω τότυπα καὶ ὑποβάλλων ἀντὶ τῶν τελευτώντων ἐκ τῶν ἐπιγενομένων. ἐὰν δὲ πρὸ τοῦ γάμου τελευτήσῃ τινὰ τῶν διατετιμημένων, ἡ γυνὴ ζημιοῦται '.

3

pr.Ὑπόθες τὴν διατίμησιν πρὸ τοῦ γάμου γενέσθαι, ἥτις δοκεῖ πως ὑπὸ αἵρεσιν εἶναι, τουτέστιν ἐὰν προβῶσιν οἱ γάμοι. τῶν γάμων τοίνυν προβάντων βεβαιοῦται ἡ διατίμησις, καὶ τότε ἀληθὴς γίνεται πρᾶσις. εἰ δὲ πρὸ τοῦ γάμου τελευτήσωσι τὰ διατετιμημένα ἀνδράποδα, εἰς τὴν γυναῖκα ὁρᾷ ἡ ζημίας.

4

pr.Τῶν γάμων μὴ γενομένων οὐ τὴν διατίμησιν τῶν δοθέντων διατετιμημένων, ἀλλὰ τὰ πράγματα ἡ γυνὴ ἀπολαμ βάνει. τῶν γάμων δὲ γενομένων οὐ τὰ πράγματα, ἀλλὰ τὴν διατίμησιν ὁ ἀνὴρ ὀφείλει.

5

pr.Κἂν ἐξωτικὸς ἐπαγγειλάμενος προῖκα ἀπορήσῃ, ὁ ἀνὴρ ὡς μὴ ἀπαιτήσας ἐγκινδυνεύει, εἰ μὴ ἄρα κατὰ δωρεὰν ἐπηγγείλατο. τότε γὰρ τοῦ ἀνδρὸς φειδόμεθα, μή κατακρημνίσαντος πρὸς καταβολὴν τὸν δωρησάμενον, ἐπειδὴ καὶ οἱ δωρούμενοι μέχρι εὐπορίας καταδικάζονται.

6

pr.Ἐὰν ὁμολογήσῃ τὶς εἴσω ἐνιαυτοῦ διδόναι προῖκα, ὁ ἐνιαυτὸς οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπερωτήσεως, ἀλλὰ ἀπὸ τῆς ἡμέρας τῶν γάμων ἀπαριθμεῖται.

7

pr.Ἐὰν γνώμῃ τῆς αὐτεξουσίας μου θυγατρὸς ἐπιδῶ τὰ δωρηθέντα αὐτῇ παρ᾿ ἐμοῦ, οὐκ ἐγὼ ἀλλ᾽ αὐτὴ δεδωκέναι δοκεῖ.

8

pr.Ὅπου τὰ βάρη τοῦ γάμου, ἐκεῖ καὶ ἡ προὶξ ὀφείλει εἶναι. παραχρῆμα δὲ τοῦ ἀποθανεῖν τὸν πατέρα τῷ υἱῷ ἕπονται, ὥσπερ καὶ οἱ παῖδες καὶ ἡ γυνή.

9

pr.Τότε δίδομεν τὴν ἀπαίτησιν τῆς προικὸς προτιμοτέραν εἶναι τῶν προγενεστέρων δανειστῶν καὶ τοῦ μεταγενεστέρου δημοσίου, ὅτε αὐτὴ ἡ γυνὴ ἢ οἱ κατιόντες αὐτῆς ἀπαιτοῦσι τὴν προῖκα. οἱ γὰρ ἀνιόντες καὶ οἱ ἐκ πλαγίου καὶ οἱ ἐξωτικοὶ τάξιν ἐπέχουσι κοινῶν χρεωφειλετῶν.

10

pr.Κἂν αὐτὸ τοῦτο τὸ πρᾶγμα τῆς προικὸς δοῦναι γράψῃ ὁ ἀνὴρ, ἡ γυνὴ ἀναλαμβάνει τὸ πρᾶγμα· εἰ δὲ τὴν διατίμησιν, ἐπιλογὴν ἔχει ὁ ἀνὴρ τὸ πρᾶγμα ἀποδοῦναι ἢ τὴν δικαίαν διατίμησιν.

11

pr.Μετὰ τὸν γάμον οὐ δύναται χείρονα τὴν αἵρεσιν ο πατὴρ ποιῆσαι τῆς προικὸς, ἐπειδὴ οὔτε καταβάλλεται αὐτῷ ἡ προὶξ ἀκούσης τῆς θυγατρός.

12

pr.Πάντες οἱ ἐπαγγειλάμενοι προῖκα ἐνέχονται, οἵας ἂν ὦσι φύσεως ἢ αἱρέσεως. εἰ δὲ μὴ γένωνται οἱ γάμοι, οὐ κινεῖται ἡ περὶ τῆς ἀπαιτήσεως τῆς προικὸς ἀγωγή. οὐ γὰρ τοῖς ῥήμασιν ἀλλὰ τοῖς πράγμασι δεῖ προσέχειν.

13

pr.Τὸ λεγόμενον, ὅτι τὰ ἀναγκαῖα δαπανήματα τῷ αὐτῷ δικαίῳ μειοῖ τὴν προῖκα, τοῦτο δηλοῖ, ὥστε τὸν ἄνδρα παρακρατεῖν τὸν ἀγρὸν ἢ μέρος αὐτοῦ, ἕως οὗ λάβῃ τὴν δαπάνην. εἰ δὲ κατὰ μέρος εἰς τὸν ἀγρὸν ἐδαπανήθη ὅσου ἦν ἄξιος, παύεται εἶναι προικιμαῖος, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ παράσχῃ τὰς δαπάνας. εἰ δὲ ἦσαν σὺν τῷ ἀγρῷ καὶ χρήματα ἐν προικὶ, τὰ χρήματα μειοῦται. καταβαλούσης δὲ τῆς γυναικὸς τὰς δαπάνας, ὑποστρέφει ὁ ἀγρὸς εἰς τὴν προῖκα. ἐν τῷ μεταξὺ δὲ κωλύεται ἡ ἐκποίησις αὐτοῦ.

14

pr.Ποῖον ὀφείλει λογίζεσθαι τὸ διατετιμημένον. Ἐπεὶ νόμος ῥητῶς οὐ κεῖται διδάσκων ποῖον ὀφείλει λογίζεσθαι ἀδιατίμητον καὶ ποῖον διατετιμημένον, πράξεις δ᾽ εὑρίσκονται τῶν ἐλλογιμοτάτων ἀνδρῶν τοῦ τε μακαρίτου μαγίστρου τοῦ δεκαπολίτου καὶ τῶν πατρικίων βάρδα καὶ νικολάου τῶν μακαριωτάτων, ἀλλὰ καὶ ἑτέρων ἀρχαίων δικαστῶν, τυποῦσαι ἐν οἷς μὴ πρόσκειται τιμῆς λόγος, ἀλλ᾽ ἁπλῶς ἀντὶ λιτρῶν τόσων τόδε ἀδιατίμητα λογίζεσθαι, ἑπόμενοι καὶ ἡμεῖς ταῖς εἰρημέναις πράξεσι τὴν δοθεῖσαν τῷ δεῖνι προῖκα´ ἀδιατίμητον λογιζόμεθα.

15

pr.Γυνὴ συνισταμένων ἔτι τῶν γάμων, ἐὰν ἄπορον ὁρᾷ τὸν ἄνδρα, δύναται ὑπὲρ προικὸς καὶ προγαμιαίας δωρεᾶς καὶ ἐξωπροίκων διακρατῆσαι τὴν αὐτοῦ περιουσίαν ὡς ἀπὸ ὑποθήκης.

16

pr.Ἐχέτω δὲ ἡ γυνὴ μὴ μόνον τὴν περὶ τῆς δεσποτείας ἀγωγὴν, ἀλλὰ καὶ τὴν ὑποθηκαρίαν, προτιμοτέρα ὑπάρχουσα πάντων τῶν τοῦ ἀνδρὸς δανειστῶν, τῶν τε προγενεστέρων καὶ τῶν μεταγενεστέρων.

17

pr.Ἡ τῆς προικὸς ἐπερώτησις σιωπηρὰν αἵρεσιν ἔχει τὴν ἐὰν ὁ γάμος γένηται.

18

pr.Τὰ ἐκ τῶν προικιμαίων χρημάτων ἀγορασθέντα προικιμαῖά εἰσιν '.