IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.8

Περὶ κεκωλυμένων γάμων καὶ περὶ συγγενείας καὶ περὶ βαθμῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἡ συγγένεια ὄνομά ἐστι γενικόν. διαιρεῖται δὲ εἰς τρία, εἰς ἀνιόντας, καὶ κατιόντας, καὶ τοὺς ἐκ πλαγίου. καὶ ἀνιόντες μέν εἰσιν οἱ ἡμᾶς γεγεννηκότες, οἷον πατὴρ, μήτηρ, πάππος, μάμμη καί οἱ τούτων ἀνώτεροι. κατιόντες δὲ οἱ ἐξ ἡμῶν γεννώμενοι, οἷον υἱὸς, θυγάτηρ, ἔκγονος, ἐκγόνη καὶ οἱ ἔτι τούτων κατώτεροι. ἐκ πλαγίου δὲ οἱ μήτε ἡμᾶς γεγεννηκότες μήτε ἐξ ἡμῶν γεννώμενοι, τῆς δὲ αὐτῆς γονῆς καὶ ῥίζης ἡμῖν κεκοινωνηκότες, οἷον ἀδελφὸς, ἀδελφὴ, θεῖος, θεία, ἀνεψιὸς, ἀνεψιὰ, ἐξάδελφος, ἐξαδέλφη καὶ οἱ ἐκ τούτων καταγόμενοι. ἑκάστη δὲ τάξις συγγενείας ποικίλους ἔχει καὶ διαφόρους βαθμούς. ἀλλ᾽ ἐπὶ μὲν τῶν ἀνιόντων καὶ κατιόντων ἁπλουστέρα τὶς καὶ εὐχερὴς ἡ κατάληψις τῶν βαθμῶν. ἕκαστον γὰρ τούτων τῶν προσώπων βαθμὸν ἀποτελεῖ, καὶ ἁπλῶς ὅσαι γεννήσεις τοσοῦτοι καὶ βαθμοί. δυσχερεστέρα δὲ καὶ οὐκ εὐκατάληπτός ἐστιν ἡ τῶν ἐκ πλαγίου βαθμῶν εὕρεσις. δεῖ γὰρ ἡμᾶς οὐκ εὐθέως τρέχειν ἐπὶ τὸ ἐκ πλαγίου πρόσωπον, ἀλλὰ πρότερον ποιεῖσθαι τὴν ἀνάβασιν ἐπὶ τοὺς ἀνιόντας, μέχρις οὗ ἐπιστῶμεν ἐκείνῳ τῷ αἰτίῳ τῆς γεννήσεως τοῦ ἐκ πλαγίου, εἶτα τοῦτο εὑρόντας κατιέναι ἐπὶ τὸ ζητούμενον πρόσωπον τὸ ἐκ πλαγίου, καὶ οὕτω πάσας ἀριθμεῖν τὰς γεννήσεις τὰς συναγομένας, τοῦτο μὲν ἐπὶ τῆς ἀνόδου, τοῦτο δὲ καὶ ἐπὶ τῆς καθόδου· ἑκάστην γὰρ γέννησιν ἐν ἰδιάζοντι τάττων βαθμῷ ποιοῦ τὸν ἀριθμόν. καὶ ἐπὶ μὲν τῶν κατιόντων εὐχερὲς τοῦτο. οἷον ὁ υἱός μου πόστου ἐστὶ βαθμοῦ; ἐγὼ ἔτεκον· ἰδοὺ μία γέννησις ἕνα βαθμὸν ἀπετέλεσεν· οὐκοῦν πρώτου μου ἐστὶ βαθμοῦ. ὁ ἔκγονος πόστου; ἐγὼ ἐγέννησα τὸν υἱὸν, ὁ υἱὸς τὸν ἔκγονον· ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· οὐκοῦν ὁ ἔκγονός ἐστί μοι δευτέρου βαθμοῦ. τὸ αὐτὸ ἐφεξῆς ἐπὶ προεκγόνου καὶ ἀπεκγόνου. ὁμοίως καὶ ἐπὶ τῶν ἀνιόντων. ὁ πατὴρ πόστου ἐστὶ βαθμοῦ; ἐμὲ ἐγέννησεν ὁ πατήρ· ἰδοὺ μία γέννησις ἕνα βαθμὸν ἀπετέλεσεν, ὥστε οὖν πρώτου μου ἐστὶ βαθμοῦ. ὁ πάππος πόστου; ἐμὲ ἐγέννησε ὁ πατὴρ, τὸν πατέρα ὁ πάππος· ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· ἐστὶν οὖν ὁ πάππος δευτέρου βαθμοῦ. τὸ αὐτὸ καὶ ἐπὶ μητρὸς καὶ μάμμης καὶ πάντων τῶν ἀνιόντων ἀῤῥένων καὶ θηλειῶν. ἐπὶ δὲ τῶν ἐκ πλαγίου δεῖ ἀνιέναι, ὡς εἴρηται, ἐπὶ τὸ τῆς συγγενείας αἴτιον πρόσωπον τὰς γεννήσεις ἀριθμοῦντας, καὶ πάλιν κατιέναι ψηφίζοντας τὰς γεννήσεις ἕως οὗ ἔλθωμεν εἰς τὸ πρόσωπον, περὶ οὗ ἡ ζήτησις. εἰ γάρ τίς σε ἐρωτήσει· ὁ ἀδελφός σου πόστου σοί ἐστι βαθμοῦ; λέγε, δευτέρου. διὰ τί; ἀνέρχῃ πρὸς τὸν πατέρα· ἰδοὺ μία γέννησις ἀπὸ τοῦ πατρὸς εἰς σὲ ἕνα βαθμὸν ἀπετέλεσεν. εἶτα ἐπειδὴ εὗρες τὸ αἴτιον τῆς γεννήσεως πρόσωπον, κάτελθε εἰς τὸν ἀδελφὸν, προστιθεὶς ἐνταῦθα ἑτέραν γέννησιν· ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν. οὐκοῦν καλῶς εἴρηται, ὅτι ὁ ἀδελφὸς δευτέρου ἐστὶ βαθμοῦ. πάλιν ἐάν τίς σε ἐρωτᾷ, ὁ θεῖος πόστου σοί ἐστι βαθμοῦ; λέγε, ὅτι τρίτου. ἀνάγκη γάρ σε ἀνιέναι ἐπὶ τὸν σὸν πατέρα, καὶ λέγειν· ἐμὲ ἐγέννησεν ὁ πατὴρ, τὸν πατέρα ὁ πάππος· ἰδού δύο γεννήσεις· ὁ αὐτός πάλιν τὸν ἐμὸν θεῖον· ἰδοὺ τρεῖς γεννήσεις τρεῖς ἀπετέλεσαν βαθμούς, ὥστε τρίτου μοί ἐστι βαθμοῦ ὁ θεῖος. οὕτω καὶ ἐπὶ τῶν ἑξῆς τῷ αὐτῷ προσέχων κανόνι ῥᾷον δύνασαι καταλαβεῖν τοὺς βαθμούς '.

2

pr.Τοὺς κεκωλυμένους γάμους ὁρίζομεν οὕτως· ἐπὶ μὲν ἀνιόντων καὶ κατιόντων εἰς ἀπέραντον ὁ γάμος κεκώλυται, κἂν μὴ ἐξ ἐννόμων ὦσι γάμων. οὐ δύναται γάρ τις λαμβάνειν τὴν ἰδίαν μάμμην οὐδὲ τὴν ἐγγόνην, εἴτε φυσικαί εἰσιν εἴτε θεταὶ, εἰ καὶ τὰ μάλιστα ἡ θέσις ἐλύθη τῷ τρόπῳ τῆς αὐτεξουσιότητος. αἰσχυνέσθω γὰρ τὴν νῦν ἡ πάλαι τοῦ πάππου προσηγορία.

3

pr.Καὶ μεταξὺ δὲ τῶν ἐκ πλαγίου προσώπων ἐστί τις κώλυσις. τὴν τοῦ ἀδελφοῦ μου γὰρ ἢ τῆς ἀδελφῆς μου θυγατέρα λαμβάνειν πρὸς γάμον οὐ θέμις.

4

pr.Ἀλλ᾽ οὐδὲ τὴν τούτων ἐκγόνην, κἂν τετάρτου ἐστὶ βαθμοῦ, οὐ δύναμαι λαμβάνειν πρὸς γάμον, ὁμοίως οὐδὲ θυγατέρα τοῦ θείου ἢ τῆς θείας τουτέστι τὴν ἐξαδέλφην μου. ἀλλ᾽ οὐδὲ ὁ υἱός μου τὴν ἐκγόνην αὐτῶν, οἵτινες λέγονται δισεξάδελφοι. κανὼν γάρ ἐστι καθολικός· οὗτινος τὴν θυγατέρα οὐκ ἐγχωρεῖ λαβεῖν, τούτου οὐδὲ τὴν ἐκγόνην· καὶ ὧν τὰ ὀνόματα τῆς συγγενείας συγχέονται, τούτων ὁ γάμος ἀθέμιτος.

5

pr.᾿Αλλ᾽ οὐδὲ τὴν πρὸς πατρὸς ἢ πρὸς μητρὸς θείαν κἄν εἰσι θεταὶ, ἐπειδὴ μητέρων τάξιν ἐπέχουσι. καὶ πῶς συμβαίνει εἶναι θετὴν θείαν; οἷον ὁ πάππος μου ὁ πρὸς πατρὸς ἔχων υἱὸν τὸν ἐμὸν πατέρα ἔλαβε κόρην τινὰ εἰς θέσιν, καὶ ὁ μὲν ἐμὸς πατὴρ ἐκάλει αὐτὴν θετὴν ἀδελφὴν, ἐγὼ δὲ θείαν '.

6

pr.Ωσαύτως οὐδὲ τὴν μεγάλην θείαν δύναμαι λαβεῖν τουτἐστι τὴν τοῦ πάππου ἀδελφὴν, εἰ καὶ θετή ἐστιν, ἐπειδὴ μάμμης τάξιν ἐπέχει.

7

pr.Εἰσὶ δὲ καὶ ἕτεροι οὐ διὰ θεσμόν συγγενείας, διὰ δὲ ἀγχιστείαν μὴ προβαίνοντες. ἀγχιστεία δέ ἐστιν οἰκειότης προσώπων ἐκ γάμων ἡμῖν συνημμένη συγγενείας ἐκτός. οἷον οὐ δύναμαι λαμβάνειν τὴν ἐμὴν προγονὴν ἢ νύμφην. καὶ προγονὴ μέν ἐστιν ἡ ἐξ ἄλλου θυγάτηρ καὶ ἐκγόνη καὶ προεκγόνη τῆς γαμετῆς μου· νύμφη δὲ ἡ τοῦ υἱοῦ καὶ ἐκγόνου καὶ προεκγόνου γαμετή.

8

pr.Οὐδὲ τὴν πενθεράν μου ἢ τὴν μητρυάν μου, ἐπειδὴ μητέρων τάξιν ἐπέχουσιν.

9

pr.Οὐδὲ τὴν θυγατέρα τῆς ἀποζευχθείσης μου γυναικὸς τὴν μετὰ τὴν ἀπόζευξιν τεχθεῖσαν ἐξ ἑτέρου ἀνδρός.

10

pr.Οὐδὲ τὴν τοῦ πατρός μου μνηστὴν ἢ τοῦ ἀδελφοῦ μου, κἂν γαμεταὶ αὐτῶν οὐ γεγόνασιν, ὥσπερ οὐδὲ τὴν θετοῦ υἱοῦ ὁ αὐτεξούσιον ποιήσας αὐτὸν θετὸς πατήρ· ἡ μὲν γὰρ μητρυιᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει.

11

pr.Καὶ ὁ φυσικὸς πατὴρ οὐ λαμβάνει τὴν πορνογενῆ αὐτοῦ θυγατέρα. τὸ φύσει γὰρ δίκαιον καὶ τὸ εὐπρεπὲς ἐν τοῖς γάμοις σκοπεῖται. τὰ αὐτὰ καὶ περὶ δουλικῆς ἀγχιστείας.

12

pr.Οὐ μόνον ἡ τοῦ πατρός μου ἀλλὰ καὶ τοῦ πάππου μου καὶ προπάππου γαμετὴ μητρυιὰ λέγεται, καὶ κωλύομαι λαβεῖν αὐτάς. κἂν πολλὰς ἔσχεν ὁ πατήρ μου, οὐδεμίαν αὐτῶν λαμβάνω.

13

pr.Πενθερά ἐστιν ἡ μήτηρ καὶ ἡ μάμμη καὶ ἡ προμάμμη τῆς γυναικός μου, καὶ οὐδεμίαν αὐτῶν λαμβάνω, οὐδὲ τὴν μητέρα τῆς ποτέ μου μνηστῆς· γέγονε γὰρ πενθερά· οὔτε τὴν ποτε γυναῖκα τοῦ προγόνου μου.

14

pr.Οὔτε ἡ μητρυὰ λαμβάνει τὸν γενόμενον ἄνδρα τῆς προγονῆς αὐτῆς.

15

pr.Τὴν προεγγόνην τῆς ἀδελφῆς μου γαμεῖν οὐ δύναμαι. γονέων γὰρ ἔχω πρὸς αὐτὴν τάξιν. οὔτε τὴν θυγατέρα τῆς προγονῆς μου λαμβάνω '.

16

pr.Ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐπιτετραμμένον ἀλλὰ καὶ τὸ εὐπρεπές ζητοῦμεν.

17

pr.Τὴν ἐκ πορνείας ἀδελφὴν οὐδεὶς λαμβάνει.

18

pr.Οὔτε ὁ θετὸς πατὴρ τὴν τοῦ θετοῦ αὐτεξουσίου υἱοῦ θυγατέρα ἢ τὴν ἐγγόνην ἢ τὴν γαμετήν.

19

pr.Οὔτε ὁ θετὸς υἱὸς τὴν τοῦ πατρὸς μητέρα ἢ τὴν ἀδελφὴν αὐτῆς ἢ τὴν ἀπὸ υἱοῦ ἐγγόνην. τῆς γὰρ καθ᾽ ἡμᾶς θέσεως ἐν ναοῖς ἁγίοις καὶ ὁσίαις εὐχαῖς γενομένης ἄλυτός ἐστιν ὁ δεσμὸς καὶ δεῖ ὡς τοῦς φυσικοὺς καὶ τοὺς θετοὺς γάμους κωλύεσθαι.

20

pr.Οὐκ εὐπρεπῶς ἡ γυνὴ τοῦ ἰδίου πάτρωνος γαμεῖται ἀπελευθέρῳ αὐτοῦ, κἂν ἀποδῷ τοὺς λόγους.

21

pr.Πάτρωνα καλεῖ ὁ ἐλεύθερος τὸν τοῦ ἐλευθερώσαντος αὐτὸν κληρονόμον ἢ υἱόν.

22

pr.Οὔτε ὁ πατὴρ τοῦ ἐπιτρόπου οὔτε ὁ συνυπεξούσιος ἀδελφὸς αὐτῷ δύναται γαμεῖν τὴν ὀρφανήν.

23

pr.Καὶ ὁ κουράτωρ τῆς γαστρὸς ἤ τῆς οὐσίας ὑπόκει- ται τῇ κωλύσει. χρεωστεῖ γὰρ πρῶτον ἀποδοῦναι τοὺς λόγους, καὶ ἀδιάφορον εἴτε πολύν τις διώκησε χρόνον, ἢ ὀλίγον.

24

pr.Ὁ θετὸς υἱὸς οὐ δύναται τὴν γαμετὴν τοῦ θετοῦ πατρὸς γαμεῖν, εἰ καὶ μὴ ἅπτηται τοῦ γένους αὐτῶν.

25

pr.Ἐπὶ μοιχείᾳ γυναικὸς κατηγορηθεὶς οὐ δύναται ταύτην γαμετὴν ἀγαγέσθαι.

26

pr.Τὸ κατηγορηθεὶς ἐνταῦθα ἀντὶ τοῦ νομίμως ἀπελεγχθείς· οὐδὲ γὰρ κατακρίνεταί τις ἀπὸ διαβολῆς καὶ φήμης κενῆς, ὡς τινες ἔφασαν. ἐμοὶ δὲ δοκεῖ καὶ ἀπὸ μόνης τῆς ψιλῆς κατηγορίας κεκωλυμένον εἶναι τὸ τοιοῦτο συνάλλαγμα διὰ τὴν φήμην· ἀρκεῖ γὰρ, ὅτι οὐ κολάζεται ὡς μοιχός. τὸ δὲ καὶ γυναῖκα λαβεῖν αὐτὴν πάντη ἀσύμφορον, καὶ ὁ εὐλογήσας ἱερεὺς καθαιρεθήσεται.

27

pr.Ἡ ἐν τῷ πενθεῖν τὸν ἄνδρα γεννήσασα οὐκέτι κωλύεται προσελθεῖν γάμῳ.

28

pr.Ἡ μετ᾿ ἀνδρὸς συζήσασα πολυετή δὴ χρόνον καὶ μὴ τεκοῦσα, τὸν αὐτὸν μενεῖ χήρα ἕνα χρόνον '.

29

pr.Αἱ τῶν πενθουμένων καὶ αἱ τῶν μὴ πενθουμένων ἀνδρῶν γαμεταὶ κωλύονται ἐν τῷ πενθίμῳ γαμεῖσθαι.

30

pr.Ὁ παρθένον ἢ χήραν ἁρπάσας οὐ δύναται ταύτην γαμεῖν, οὐδὲ συναινοῦντος τοῦ ταύτης πατρὸς καὶ συγχωροῦντος τὸ ἔγκλημα.

31

pr.Ὁ μέντοιγε ἀπὸ τοῦ ἁγίου βαπτίσματός τινα δεξάμενος οὐ δύναται αὐτὴν ὕστερον πρὸς γάμον ἀγαγέσθαι, ὡς δῆθεν θυγατέρα αὐτοῦ γενομένην, οὐδὲ τὴν ταύτης μητέρα ἢ θυγατέρα· ἀλλ᾽ οὐδὲ ὁ υἱὸς αὐτοῦ· ἐπειδὴ οὐδὲν ἄλλο οὕτω δύναται εἰσαγαγεῖν πατρικὴν διάθεσιν καὶ δικαίαν γάμου κώλυσιν ὡς ὁ τοιοῦτος δεσμὸς, δι᾽ οὗ θεοῦ μεσάζοντος αἱ ψυχαὶ αὐτῶν συνάπτονται.

32

pr.Ἄπιστος ἀνὴρ γυναῖκα ὀρθόδοξον οὐ ζεύγνυται. ὁμοίως καὶ γυνὴ ἄπιστος οὐ συγγίνεται ἀνδρὶ πιστῷ.

33

pr.Ὅσοι ἐξ ἑνὸς ἀναδόχου διὰ τοῦ ἁγίου βαπτίσματος ἐγεννήθησαν ἀδελφοὶ πνευματικοὶ, οὐ δύνανται εἰς γάμου κοινωνίαν ἐλθεῖν.

34

pr.Ἡ συντεκνία τῶν συντέκνων μέχρι καὶ πόστου βαθμοῦ κωλύεται; – Ὁ μὲν νγ ' κανὼν τῆς ς΄ συνόδου κολάζει τοὺς ἀναδόχους συνάπτεσθαι γαμικῶς ταῖς μητράσι τῶν ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεχθέντων παίδων καὶ μετὰ ἀπόστασιν τοῦ κακοῦ καθυποβάλλει πορνευόντων ἐπιτιμίῳ· τὸ δὲ τελευταῖον θέμα τοῦ ι κεφ. τοῦ ε΄ τί. τοῦ κη΄ βι. τῶν βασιλικῶν ἐπιπλέον ἐπεκτείνει τὴν κόλασιν. ὅτι δὲ ὁ δηλωθεὶς κανὼν, ἀλλὰ μὴν καὶ ὁ διαληφθεὶς νόμος, μείζονα τὴν κατὰ πνεῦμα συγγένειαν λέγουσι τῆς σωματικῆς συναφείας, γέγονε σημείωμα συνοδικὸν ἐπὶ τοῦ ἁγιωτάτου πατριάρχου ἐκείνου κυροῦ νικολάου κατὰ μῆνα μάϊον ἐπινεμήσεως ιε΄ ἐπὶ ἐρωτήσει τοῦ ὑπερτίμου ἐκείνου γρηγορίου τοῦ ξηροῦ, διοριζόμενον, τοῖς αὐτοῖς ὅροις συσφίγγεσθαι καὶ ὑφαπλοῦσθαι τὴν διὰ τῆς συντεκνίας συστᾶσαν πνευματικὴν συγγένειαν, οἷς καὶ αἱ σωματικαὶ συγγένειαι περιορίζονται. ἔχει δὲ ἡ ἐρώτησις οὕτως. μαρία ἔχουσα υἱὸν κωνσταντῖνον γέγονεν ἀνάδοχος ἀπὸ τοῦ ἁγίου βαπτίσματος τῆς εἰρήνης, ἐγέννησεν ὁ κωνσταντῖνος θεοδώραν, καὶ ἡ εἰρήνη θεόδωρον. καὶ αὖθις ἐγέννησεν ἡ θεοδώρα ἄνναν. θέλων οὖν ὁ θεόδωρος ἐπαρεῖν νομίμως τὴν ἄνναν, ἐκωλύθη παρὰ τοῦ ῥηθέντος πατριάρχου κυροῦ νικολάου ὡς ἀναγόμενον ' εἰς ε΄ βαθμὸν, διὰ τὸ προτιμᾶσθαι κατὰ τὴν τοῦ νόμου καὶ τοῦ κανόνος περίληψιν τὴν πνευματικὴν συγγένειαν τῆς φυσικῆς ἤγουν τῆς σαρκικῆς. τοῦτο δὲ ὡρίσθη κρατεῖν καὶ ἐπὶ τῆς υἱοθεσίας, διὰ τὸ καὶ τὴν ἐκ ταύτης συγγένειαν ἀπὸ θεοῦ καὶ θείων εὐχῶν τελετὴν συνίστασθαι, καθὼς περιέχει καὶ ἡ νεαρὰ τοῦ φιλοσόφου βασιλέως. τὴν σήμερον δὲ οὐκ ἐνεργεῖται ποσῶς ἡ τοιαύτη πρᾶξις.

35

pr.[Ἔτι περὶ βαθμῶν συγγενείας]. – Ἡ συγγένεια γενικόν ἐστιν ὄνομα· καὶ προεγράφη εἰς τὸ α΄ κεφ. τοῦ τί. καὶ πρώτου βαθμοῦ ἐστι ἐπὶ τῶν ἀνιόντων πατὴρ καὶ μήτηρ, ἐπὶ δὲ τῶν κατιόντων υἱὸς καὶ θυγάτηρ. δευτέρου βαθμοῦ ἐστι ἐπὶ μὲν τῶν ἀνιόντων πάππος καὶ μάμμη, ἐπὶ δὲ τῶν κατιόντων ἔγγονος ἐγγόνη, ἐπὶ δὲ τῶν ἐκ πλαγίου ἀδελφὸς ἀδελφὴ ἀπὸ πατρὸς καὶ μητρός. τρίτου βαθμοῦ ἐστιν ἐπὶ μὲν τῶν ἀνιόντων πρόπαππος καὶ [προ] μάμμη, ἐπὶ δὲ τῶν κατιόντων προέγγονος προεγγόνη, ἐπὶ δὲ τῶν ἐκ πλαγίου ἀδελφοῦ καὶ ἀδελφῆς υἱὸς καὶ θυγάτηρ, καὶ ἀκολούθως ὁ πρὸς πατρὸς καὶ μητρὸς θεῖος καὶ θεία. τετάρτου βαθμοῦ ἐστιν ἐπὶ τῶν ἀνιόντων ἀπόπαππος καὶ ἀπομάμμη, ἐπὶ τῶν κατιόντων ἀπέγγονος ἀπεγγόνη, ἐπὶ τῶν ἐκ πλαγίου τοῦ ἀδελφοῦ καὶ τῆς ἀδελφῆς ἑκατέρας φύσεως ἔγγονος ἐγγόνη, καὶ ἀκολούθως μέγας θεῖος καὶ μεγάλη θεία πρὸς πατρὸς καὶ μητρὸς, τουτέστι τοῦ πάππου καὶ τῆς μάμμης ἀδελφὸς καὶ ἀδελφὴ, ἢ ἐξάδελφος καὶ ἐξαδέλφη. πέμπτου ἐστὶ βαθμοῦ ἐπὶ τῶν ἀνιόντων δίσπαππος καὶ δισμάμμη, ἐπὶ τῶν κατιόντων δισέγγονος δισεγγόνη, ἐπὶ τῶν ἐκ πλαγίου τοῦ ἀδελφοῦ καὶ τῆς ἀδελφῆς προέγγονος προεγγόνη, καὶ ἀκολούθως μείζων θεῖος καὶ μείζων θεία πρὸς πατρὸς καὶ μητρὸς, τουτέστι [τοῦ προπάππου καὶ προμάμμης ἀδελφὸς ἀδελφὴ, τουτέστι] θείου μεγάλου ἢ θείας μεγάλης υἱὸς ... καὶ θυγάτηρ, πρὸς πατρὸς καὶ μητρὸς θείου καὶ θείας ἔγγονος ξἐγγόνη. ἕκτου βαθμοῦ ἐστιν ἐπὶ τῶν ἀνιόντων τρίσπαππος τρισμάμμη, ἐπὶ δὲ τῶν κατιόντων τρισέγγονος τρισεγγόνη, ἐπὶ δὲ τῶν ἐκ πλαγίου ἀδελφοῦ καὶ ἀδελφῆς πρὸς πατρὸς καὶ μητρὸς ἀπέγγονος ἀπεγγόνη, καὶ ἀκολούθως θεῖος μέγιστος καὶ θεία μεγίστη πρὸς πατρὸς καὶ μητρὸς ἤτοι ἀποπάππου καὶ ἀπομάμμης ἀδελφὸς ἢ ἀδελφή. τοῦ αὐτοῦ εἰσι βαθμοῦ καὶ οἱ ἐκ δύο [ἐξ] αδέλφων τικτόμενοι, οἵτινες καὶ αἵτινες τουτέστι θείου μείζονος καὶ θείας μείζονος ... υἱὸς καὶ θυγάτηρ, θείου μεγάλου καὶ θείας μεγάλης ἔγγονος ἐγγόνη, θείου καὶ θείας πρὸς πατρὸς καὶ μητρὸς προέγγονος προεγγόνη. ἀλλ᾽ ἐπειδὴ μᾶλλον ἀκοῆς ἀκριβεοτέρα ὑπάρχει ἡ ὄψις, μετὰ τὴν ἀφήγησιν τῶν βαθμῶν καὶ αὐτοὺς ἀκριβῶς τῷ παρόντι χαρτίῳ ἐνεγράψαμεν, ἵνα οἱ ἐντυγχάνοντες τῇ ἀκοῇ καὶ τῇ θέᾳ τελειοτάτης τύχωσι διδασκαλίας. ἐστὶ δὲ αὕτη ἡ κατάστασις τῶν βαθμῶν. εἰς τρεῖς τάξεις ἡ συγγένειά ἐστι διαιρούμενη, εἰς ἀνιόντας, κατιόντας, καὶ τοὺς ἐκ πλαγίου. καὶ ἀνωτέρα ἐστὶ ἡ τῶν γονέων, κατωτέρα ἡ τῶν παίδων, ἡ δὲ ἐκ πλαγίου τῶν ἀδελφῶν ἑκατέρας φύσεως καὶ τούτων ὅστις καὶ ἥτις [κατάγεται), καὶ ἀκολούθως οἱ πρὸς πατρὸς καὶ μητρὸς θεῖοι καὶ θείαι καὶ οἱ ἐξ αὐτῶν τικτόμενοι, κατὰ τὸ τῆς γραφῆς σχῆμα, ὅπερ εὑρήσεις ἔμπροσθεν.

36

pr.Ἰστέον δὲ, ὅτι ἐπὶ τῶν ἀνιόντων ὁ πατήρ μου καὶ ἡ μήτηρ μου πρώτου βαθμοῦ εἰσι, καὶ ἀνέρχεται ἄχρι τοῦ τρισπάππου καὶ τῆς τρισμάμμης, ὃς ἐστι βαθμὸς ἕκτος, ἅτινα πρόσωπα εἰς συνέλευσιν κωλύονται. ἐπὶ δὲ τῶν κατιόντων ὁ υἱός μου καὶ ἡ θυγάτηρ μου πρώτου βαθμοῦ εἰσι, καὶ κατέρχεται μέχρι τοῦ τρισεγγόνου καὶ τῆς τρισεγγόνης, ὃς ἐστι καὶ αὐτὸς ἕκτος βαθμὸς, ἅτινα πρόσωπα ὁμοίως κωλύονται. ἐπὶ δὲ τῶν ἐκ πλαγίου ὁ ἀδελφός μου καὶ ἡ ἀδελφή μου δευτέρου βαθμοῦ εἰσι, καὶ κωλύονται ἄχρι τοῦ τρισεξαδέλφου καὶ τῆς τρισεξαδέλφης, ὃς ἐστι βαθμὸς ὄγδοος. ἔπειτα ὁ ἀδελφός μου β΄ βαθμοῦ ἐστι· ὁ πρῶτος ἐξάδελφός μου δ΄, ὁ δισεξάδελφός μου ς΄ καὶ ὁ τρισεξάδελφος η΄. ὁ δὲ ἀνεψιός μου καὶ ἡ ἀνεψιά μου γ΄ βαθμοῦ εἰσι, καὶ ὁ θεῖός μου καὶ ἡ θεία μου ὡσαύτως. ἔξεστι δὲ τοῖς πρώτοις δυσὶν ἐξαδέλφοις λαμβάνειν ἀλλοτρίας β΄ πρώτας ἐξαδέλφας. εἰ δὲ θείαν καὶ ἀνεψιὰν λάβωσιν, ἔχειν αὐτὰς δεῖ· ὁμοίως καὶ δύο ἀδελφὰς λαμβάνειν δυσὶ δισεξαδέλφοις καὶ τὸ ἀνάπαλιν. οἱ δὲ τέταρ τοι ἐξάδελφοι συνέρχεσθαι πρὸς ἀλλήλους χωρὶς λόγου τινός.

37

pr.[Ἔτι περὶ βαθμῶν]. Δύο ἀδελφοὶ λαμβάνειν ἀλλήλους οὐ δύνανται, κἂν ἑτεροθαλεῖς εἰσιν, ἤγουν ἑνὸς μὲν πατρὸς δύο δὲ μητέρων, ἢ πάλιν μιᾶς μὲν μητρὸς δύο δὲ πατέρων. δευτέρου γάρ εἰσι βαθμοῦ, ὡς προείρηται.

38

pr.Θεῖος καὶ ἀνεψιὸς, ἢ ἀδελφὸς τοῦ πατρὸς ἢ τῆς μητρὸς καὶ ἀδελφότεκνος, συνελθεῖν εἰς γάμον ἀλλήλοις οὐ δύνανται. τρίτου γάρ εἰσι βαθμοῖ.

39

pr.Οἱ πρῶτοι ἐξάδελφοι ὁμοίως κεκώλυνται· τετάρτου γάρ εἰσι βαθμοῦ.

40

pr.Ὁ πρῶτος ἐξάδελφος καὶ πρώτου ἐξαδέλφου παιδίον, ἤγουν θεῖος μικρὸς καὶ ἀνεψιὸς, ὁμοίως κεκώλυνται· πέμπτου γάρ εἰσι βαθμοῦ.

41

pr.Οἱ δεύτεροι ἐξάδελφοι ὁμοίως κεκώλυνται· ἕκτου γάρ εἰσι βαθμοῦ. ἕως τούτου, κἂν φθάσῃ γενέσθαι γάμος, λύεται τὸ συνοικέσιον, καὶ ὁ εὐλογήσας ἱερεὺς καθαίρεται.

42

pr.Ὁ δεύτερος ἐξάδελφος καὶ δευτέρου ἐξαδέλφου παιδίον κεκώλυνται· ἑβδόμου γάρ εἰσι βαθμοῦ. πλὴν ἐὰν φθάσῃ κατὰ λήθην γενέσθαι ὁ γάμος, οὐ λύεται, ἐπιτιμᾶται δὲ, καὶ ὁ εὐλογήσας ἱερεὺς ἐν εἰδήσει ὢν καθαιρεῖται.

43

pr.Οἱ τρίτοι ἐξάδελφοι οὐ κωλύονται· ὀγδόου γάρ εἰσι βαθμοῦ. πλὴν ἡ ἀκρίβειά τινων καὶ τούτους ἀφίησιν, ἀλλὰ προτρέπει ἐλεημοσύνῃ καὶ εὐποιΐαις τὸ θεῖον ἐξιλεώσασθαι.

44

pr.Καὶ ταῦτα μὲν περὶ τῆς ἐξ αἵματος συγγενείας, ἥτις καὶ σαφῆ καὶ εὔληπτον ἔχει τὴν διάκρισιν. ἐπεὶ δὲ καὶ ἑτέρας εἶδος συγγενείας ἐπιγνώσκεται, δι᾽ ὀλίγων καὶ περὶ τούτου ἐροῦμεν. οὐ δύναμαι λαβεῖν εἰς γυναῖκα τὴν ἐμὴν μητρυιὰν, κἂν ὅτι μάλιστα ἀλλοτρίου γένους μου ἐστίν. οὐδὲ τὴν γυναῖκα τοῦ θείου μου· μητέρων γὰρ τάξιν ἐπέχουσιν. οὐδὲ τὴν ἀδελφὴν τῆς μητρυιᾶς μου, τὴν ἐξ ἑτέρου ἀνδρὸς ἀποτεχθεῖσαν· ἀδελφῆς γὰρ ἔχει τάξιν. ἀλλ᾽ οὐδὲ τοῦ υἱοῦ μου τὴν γυναῖκα ἢ τοῦ προγόνου μου ἤγουν τοῦ υἱοῦ τῆς γυναικός μου, θυγατέρων γὰρ τάξιν ἐπέχουσιν. καὶ ἁπλῶς πάντων τῶν συγγενῶν μου, οὐ μόνον τῶν ἀνιόντων καὶ τῶν κατιόντων, ἀλλὰ καὶ τῶν ἐκπλαγίων τὰς γαμετὰς λαβεῖν οὐ δύναμαι, ἐκείνων δηλαδή, μεθ᾽ ὧν οὐ δύναμαι γαμικὸν ἐνστήσασθαι συνάλλαγμα.

45

pr.Περὶ δὲ τῶν προσώπων τῶν καθ᾽ αἷμα κοινωνούντων ταῖς γαμεταῖς τῶν ἐμῶν συγγενῶν ὁ λόγος ἐστίν. ἔχει δὲ οὕτως· οἱ δύο ἀδελφοὶ δευτέρου εἰσὶ βαθμοῦ, ὡς προείρηται, καὶ αἱ δύο ἀδελφαὶ ἄλλου γένους οὖσαι πάντως καθ᾽ ἑαυτὰς δευτέρου εἰσὶ βαθμοῦ· ἔλαβεν ὁ εἷς ἀδελφὸς τὴν μίαν τῶν ἀδελφῶν, καὶ ἐχρημάτισε συγγενὴς τῆς ἀδελφῆς τοῦ ἀνδρὸς αὐτῆς· γέγονε γὰρ νύμφη αὐτοῦ· ἡ γουν ἀδελφὴ τῆς νύμφης κἂν φύσει συγγενὴς οὐκ ἐστιν, οὐδὲ βαθμὸς συγγενείας γνωρίζεται μέσον τῶν τοιούτων ἤγουν τῶν συμπενθερῶν τοῦ ἀδελφου τοῦ γαμβροῦ καὶ τῆς ἀδελφῆς τῆς νύμφης (οὐδὲ γὰρ ἔχουσι πρῶτον πρόσωπον αἴτιον τὸ συνάπτον αὐτὰς ὡς ἐπὶ τῶν ἐξ αἵματος συγγενῶν), ἀλλ᾽ ὅμως ἐπινοίᾳ τετάρτου λογίζονται βαθμοῦ· ὅθεν οἱ δύο ἀδελφοὶ λαβεῖν οὐ δύνανται. τέταρτον γὰρ ὡς εἴρηται ἐπέχουσι βαθμὸν ὡς οἱ πρῶτοι ἐξάδελφοι.

46

pr.Οἱ δύο ἀδελφοὶ θείᾳ καὶ ἀνεψιᾷ συμπλακῆναι πρὸς γάμον οὐ δύνανται. οἱ δύο ἀδελφοὶ δευτέρου βαθμοῦ, καὶ ἡ θεία πρὸς τὴν ἀνεψιὰν τρίτου βαθμοῦ, καὶ κἂν μὴ φύσει ἀλλ᾽ ἐπινοίᾳ πέμπτου εὑρίσκονται βαθμοῦ.

47

pr.Καὶ αἱ πρῶται ἐξαδέλφαι τετάρτου, ἰδοὺ ἕκτος βαθμὸς ἐπινοίᾳ ὡς εἴρηται καὶ ὅμως κωλύονται. ἕως τούτου, κἂν συνέλθωσιν εἰς γάμον, χωρίζονται, καὶ ὁ εὐλογήσας ἱερεὺς καθαιρεῖται.

48

pr.Οἱ δύο ἀδελφοὶ πρώτην ἐξαδέλφην ἑτέρου γένους καὶ τῆς πρώτης αὐτῆς ἐξαδέλφης τὴν θυγατέρα, ἤγουν μικρὰν θείαν καὶ ἀνεψιὰν, οὐ λαμβάνουσιν· οἱ δύο γὰρ ἀδελφοὶ β΄ βαθμοῦ, ἡ θεία καὶ ἡ ἀνεψιὰ ἤγουν ἡ ἐξαδέλφη τῆς μητρὸς καὶ ἡ ἐξαδελφοτέκνη ε΄ βαθμοῦ· εὑρίσκονται γὰρ ἐπινοίᾳ ζ ' βαθμοῦ, καὶ κωλύονται· πλὴν ἐὰν φθάσῃ γενέσθαι ὁ γάμος, οὐ λύεται, ἐπιτιμᾶται δὲ ἐπὶ χρόνοις β΄.

49

pr.Οἱ δύο ἀδελφοὶ δευτέρας ἐξαδέλφας ἀλλογενεῖς ἀκωλύτως λαμβάνουσιν· οἱ δύο γὰρ ἀδελφοὶ β΄ βαθμοῦ, καὶ αἱ δύο ἐξαδέλφαι καθ᾽ ἑαυτὰς ς ' βαθμοῦ· ἰδοὺ ὀκτὼ, καὶ ἐστὶν ἀκώλυτον.

50

pr.Διασαφήσωμέν σοι καὶ περὶ τῶν καθεξῆς βαθμῶν. θεῖος καὶ ἀνεψιὸς θείᾳ καὶ ἀνεψιᾷ συνελθεῖν ἀπὸ μὲν τοῦ σισινίου κεκώλυνται· ἕκτου γὰρ κατ᾿ ἐπίνοιαν λογίζονται βαθμοῦ· ὁ θεῖος γὰρ πρὸς τὸν ἀνεψιὸν γ΄ βαθμοῦ, καὶ ἡ θεία πρὸς τὴν ἀνεψιὰν γ΄ βαθμοῦ· ἀπὸ δὲ τοῦ τρακτάτου τοῦ μεγάλου δρουγγαρίου τῆς βίγλης τοῦ σκυλίτζη καὶ διαφόρων συνοδικῶν κρίσεων καὶ σημειωμάτων βασιλικῶν τοῦ κομνηνοῦ κυροῦ ἀλεξίου ' οὐ κωλύονται· ὁρῶμεν γὰρ τοῦτο εἰς πλάτος πραττόμενον, κἂν, ὡς ἀνωτέρω εἴρηται, οἱ δύο ἀδελ φοὶ β΄ ὄντες βαθμοῦ πρὸς τοὺς πρώτους ἐξαδέλφους δ ' ὄντας βαθμοῦ κωλύονται· ἕκτου γάρ εἰσι βαθμοῦ, ἀναλογιζόμενοι κατὰ τὴν ἐπινοίᾳ συγγένειαν· ἀλλ᾽ οὗτοι οὐ κωλύονται τοῦ αὐτοῦ ς΄ βαθμοῦ εὑρισκόμενοι, διὰ τὸ ἐκεῖσε μὲν τοὺς β΄ ἀδελφοὺς πολλὴν ἔχειν πρὸς ἀλλήλους τὴν καθ ' αἷμα ἐγγύ-. τητα, ἐνταῦθα δὲ τὸν θεῖον καὶ τὸν ἀνεψιὸν ἠρέμα πως τῆς συγγενείας μακρύνεσθαι. ὅμως μέντοι κατὰ τὸ ἐγχωροῦν πρὸ τοῦ γενέσθαι χρὴ τὸν γάμον κωλύεσθαι.

51

pr.Θεῖος καὶ ἀνεψιὸς γ΄ ὄντες βαθμοῦ πρὸς πρώτας ἐξαδέλφας δ ' οὔσας βαθμοῦ οὐ κωλύονται· ζ΄ γὰρ ἐπινοίᾳ εὑρίσκονται βαθμοῦ. ὁμοίως δύο πρῶτοι ἐξάδελφοι δ ' ὄντες βαθμοῦ πρώτας ἐξαδέλφας δ΄ ὁμοίως οὔσας βαθμοῦ ἀκωλύτως λαμβάνουσιν· ὀγδόου γὰρ καὶ οὗτοι βαθμοῦ τῇ ἐπινοίᾳ λογίζονται. - ἔχεις ἐν ὀλίγῳ περὶ τῶν κεκωλυμένων γάμων καὶ τῶν μὴ τοιούτων τὴν κατάληψιν, εἰ ἀκριβῶς καὶ ἐπιμελῶς ἐγκύψεις τούτῳ τῷ βραχυτάτῳ πονήματι· εἰδέναι δὲ ὀφείλεις, ὡς ὁ μέγας λέγει βασίλειος, καὶ τὴν τῆς ἀκριβείας καὶ τὴν τῆς συνηθείας, καὶ ὅτι ἐπὶ τῶν γάμων οὐ μόνον τὸ ἐπιτετραμμένον ἀλλὰ καὶ τὸ εὐπρεπὲς σκοποῦμεν, καθά φησιν ὁ αὐτὸς, ὅτι οὐ χρὴ ἐν τοῖς τοιούτοις σύγχυσιν τῶν ὀνομάτων τῆς συγγενείας εὑρίσκεσθαι.

52

pr.Ἔκθεσις θαυμασία περὶ γάμων ἐνδεχομένων γενέσθαι ἢ μὴ γενέσθαι. Ὁ μιχαὴλ καὶ ἡ ἄννα ἀδελφοὶ ὄντες κεκώλυνται εἰς γάμον· δεύτερον γὰρ σώζουσι βαθμόν. ὁ μιχαὴλ ἔχει υἱὸν καὶ ζητεῖ λαβεῖν τὴν ἄνναν· κεκώλυνται ὡς γ΄ βαθμοῦ ὄντες· θεῖος γὰρ καὶ ἀνεψιὸς γ΄ βαθμὸν ἀποτελοῦσι καὶ κωλύονται.

53

pr.Ἰωάννης καὶ μαρία πρῶτοι ἐξάδελφοι ὄντες κωλύονται ὡς δ΄ βαθμοῦ ὄντες. ἡ μαρία ἔτεκε θυγατέρα· αἰτεῖ ταύτην ὁ ἰωάννης ἀπὸ ἐξαδέλφης τῆς μητρὸς αὐτῆς· κεκώλυται ὁ γάμος· ε΄ γὰρ βαθμὸν σώζουσι.

54

pr.Παῦλος καὶ μάρκος δισεξάδελφοι ὄντες εἰς γάμον κωλύονται· ς΄ γὰρ βαθμὸν σώζουσι πρὸς ἀλλήλους. ὁ παῦλος ἔτεκε θυγατέρα καὶ ζητεῖται παρὰ τοῦ μάρκου· ὁ γάμος οὗτος μετὰ τῆς τοῦ παύλου θυγατρὸς τὸν ζ΄ σώζουσι βαθμὸν, ὃς παρὰ τῶν νόμων σεσιώπηται, παρὰ δὲ τοῦ πατριάρχου κυροῦ ἀλεξίου καὶ τῆς τότε συνόδου κεκώλυται καὶ οὐ κεκώλυται· κεκώλυται μὲν πρὸ τοῦ προβῆναι καὶ τελεσθῆναι, μετὰ δὲ τὸ προβῆναι καὶ τελεσθῆναι οὐ διασπῶνται μὲν οἱ συναφθέντες, καθυποβάλλονται δὲ ἐπιτιμίοις κατὰ τὴν συνοδικὴν οἰκονομίαν.

55

pr.Ὁ πέτρος καὶ ὁ παῦλος οἱ δισεξάδελφοι ἔτεκον παῖδας καὶ θέλουσι συνάψαι αὐτοὺς νομίμως. οὗτος ὁ γάμος οὐ κεκώλυται· η΄ γάρ ἐστι βαθμοῦ.

56

pr.Κωνσταντῖνος καὶ βασίλειος πρῶτοι ἐξάδελφοι· ὁ κωνσταντῖνος ἔτεκε θυγατέρα, καὶ ζητεῖται παρὰ τοῦ βασιλείου. ὁ γάμος οὗτος κωλύεται παντάπασι· δισεξάδελφοι σώζουσι τὸν ς΄ βαθμόν.

57

pr.Ὅρα καὶ τοὺς ἐξ ἀγχιστείας· δύο ἀδελφοὶ εἰς δύο ἀδελφὰς κωλύονται· δ΄ γὰρ σώζουσι ἀγχιστείας βαθμόν· διὸ τὸν μὲν γενόμενον πρῶτον ἔασον, τὸν δὲ δεύτερον κώλυσον· εἰ δὲ γένηται, διάσπασον.

58

pr.Δύο ἀδελφοὶ εἰς θείαν καὶ ἀνεψιάν· καὶ ἐνταῦθα τὸν πρῶτον ἔασον, τὸν δὲ δεύτερον ἐξάπαντος κώλυσον καὶ γενόμενον διάσπασον· ε΄ γὰρ ἐξ ἀγχιστείας σώζουσι βαθμόν.

59

pr.Δύο ἀδελφοὶ εἰς δύο πρώτας ἐξαδέλφας· ὁμοίως καὶ ἐνταῦθα τὸν προβεβηκότα ἔασον, τὸν δὲ μετὰ τοῦτον γενόμενον μὲν διάλυσον, μὴ γινόμενον δὲ κώλυσον· οἱ γὰρ δύο ἀδελφοὶ β΄ εἰσὶ βαθμοῦ καὶ οἱ δύο πρῶτοι ἐξάδελφοι δ΄· οἱ τοιοῦτοί γουν γάμοι πρὸ μὲν τοῦ νόμου τοῦ κυροῦ σισινίου τοῦ πατριάρχου προέβαινον, μετὰ δὲ τὸν νόμον οὗτοι κεκώλυνται διὰ τὸ ἐξ ἀμφοτέρων τῶν γονέων ς΄ βαθμὸν περαίνεσθαι.

60

pr.Ἰστέον δὲ ὅτι ἐπὶ τῶν ἐξ ἀγχιστείας γάμων ἐὰν τρεῖς μὲν ἐντεῦθεν βαθμοὶ, τρεῖς δ΄ ἐκεῖθεν τύχωσιν, οὐ κωλύονται συναφθῆναι ἀλλήλοις· οἷον θεῖος καὶ ἀνεψιὸς γ΄ ὄντες βαθμοῦ εἰς θείαν καὶ ἀνεψιὰν γ ' οὔσας βαθμοῦ. ἔνθα δὲ ἀπὸ μὲν τοῦ ἑνὸς μέρους εἰσὶ δύο βαθμοὶ, ἀπὸ δὲ τοῦ ἄλλου τέσσαρες, κεκώλυται ὁ γάμος.

61

pr.Δύο πρῶτοι ἐξάδελφοι εἰς προμάμμην καὶ προεκγόνην· ὁ προγενόμενος κρατείτω γάμος, ὁ δὲ μεταγενέστερος διασπασθήτω· εἰ γὰρ καὶ ἕβδομός ἐστι βαθμὸς, ἀλλ᾽ ἄσεμνον καὶ ἀπρεπές ἐστὶ τοῖς δύο πρώτοις ἐξαδέλφοις γαμηθῆναι προμάμμην καὶ προεκγόνην· τοῦ γένους γάρ ἐστι σύγχυσις· γίνονται γὰρ ἡ μάμμη καὶ προεκγόνη σύννυμφαι, ὅπερ άτοπον.

62

pr.Ὁ πέτρος εἰς δύο δευτέρας ἐξαδέλφας· ὁ δεύτερός γουν τούτων γάμος ἀτοπώτατος καὶ παρανομώτατος, ὃν καὶ διάλυε· πῶς γὰρ τόν ποτε τῆς μιᾶς ἐξαδέλφης τυγχάνοντα σύζυγον ὁ γαμβρὸς νῦν αὐταῖς γενέσθαι ἀνὴρ θανάτῳ ἴσως τῆς προτέρας ἢ καὶ διαζυγίῳ διασπασθέντος.

63

pr.Δύο ἀδελφοὶ εἰς θείαν καὶ ἀνεψιὰν ἀπὸ πρώτων ἐξαδέλφων εἰς γάμον οὐ κεκώλυνται· ἕβδομον γὰρ σώζουσιν ἐξ ἀγχιστείας βαθμόν.

64

pr.Δύο ἀδελφοί εἰς θείαν καὶ δευτέραν ἀνεψιάν· ἐνταῦθα τὸν προγεγονότα ἐπὶ τούτοις γάμον ἔασον, τὸν δὲ μετὰ τοῦτον γενόμενον διάλυσον, μὴ γινομένου δὲ κώλυσον· οἱ γὰρ δύο ἀδελφοὶ β΄ βαθμοὶ τυγχάνουσιν, ἡ θεία δὲ [καὶ] ἡ τῆς ἀνεψιᾶς αὐτῆς θυγάτηρ ἤγουν δευτέρα ἀνεψιὰ τῆς μεγάλης θείας δ΄ σώζουσι βαθμόν· καὶ κεκώλυνται, κἂν καὶ ἓξ βαθμοὶ ἐξ ἀμφοτέρων τῶν μερῶν σώζωσιν· ἔνθα γάρ εἰσὶν ὡς προείπομεν δύο ἀφ᾽ ἑνὸς μέρους βαθμοὶ, ἄλλοθεν δὲ τέσσαρες, κωλύονται, καθὼς καὶ ἐπὶ ταῖς δυσὶ πρώταις ἐξαδέλφαις δύο ἀδελφοὶ κατὰ τὴν ἐκεῖ γραφεῖσαν αἰτίαν.

65

pr.Πατὴρ καὶ υἱὸς εἰς θείαν καὶ ἀνεψιὰν ἀπὸ πρώτων ἐξαδέλφων· ὁ πατὴρ καὶ ὁ υἱὸς ἕνα βαθμὸν ἀποτελοῦσι καὶ διὰ τοῦτο κωλύονται ἔχειν θείαν καὶ ἀνεψιὰν πέμπτου οὔσας βαθμοῦ· τοίνυν ὁ μὲν πρῶτος γάμος κρατείτω, ὁ δὲ δεύτερος κωλυθήτω.

66

pr.Δύο πρῶτοι ἐξάδελφοι εἰς θείαν καὶ ἀνεψιὰν οὐ κεκώλυται· σώζουσι γὰρ εἰς ἀλλήλους ζ΄ ἐξ ἀγχιστείας βαθμόν.

67

pr.Γαμβρὸς καὶ πενθερὸς ἐχήρευσεν· λαβὼν ὁ πενθερὸς κατὰ δεύτερον γάμον τὴν ἄνναν, ζητεῖ καὶ ὁ γαμβρὸς λαβεῖν τὴν ἀνεψιὰν τῆς ἄννης· οὐ γενήσεται διὰ τὴν τῶν ὀνομάτων σύγχυσιν καὶ τὴν ἐντεῦθεν ἀπρέπειαν.

68

pr.Τῆς ' γυναικός μου τελευτησάσης ζητῶ λαβεῖν εἰς νόμιμον γάμον τοῦ συγγάμβρου μου τὴν ἀδελφήν· οὐ κωλύεται τοῦτο διὰ τὸ μηδεμίαν συγγένειαν ἔχειν σὲ πρὸς τὴν ἀδελφὴν τοῦ συγγάμβρου σου.

69

pr.Ἐμὲ τὸν ἰωάννην ἔξεστι λαβεῖν νομίμως τοῦ συντέκνου μου τὴν ἀδελφήν; ναί· ἀκώλυτον γάρ ἐστιν.

70

pr.Ἔξεστί μοι λαβεῖν τὴν θυγατέρα τῆς δισεξαδέλφης τῆς γυναικός μου; ναί· ἀκώλυτον γάρ ἐστιν.

71

pr.Ἔξεστι πατέρα καὶ υἱὸν λαβεῖν δύο δευτέρας ἐξαδέλ φας; οὐχί· κωλύονται γάρ· ὁ γὰρ πατὴρ καὶ ὁ υἱὸς ἕνα βαθμὸν ἀποτελοῦσι καὶ κωλύονται.

72

pr.Τῆς γυναικός μου τελευτησάσης ζητῶ λαβεῖν τὴν θείαν αὐτῆς ἤγουν τὴν δευτέραν ἐξαδέλφην τῆς πενθερᾶς μου· ἀκώλυτόν ἐστιν· ἡ γὰρ γυνή σου καὶ ἡ τῆς πενθερᾶς σου δευτέρα ἐξαδέλφη ζ΄ σώζουσι βαθμὸν καὶ σὺ ἕνα βαθμόν.

73

pr.Ἐπόρνευσα μετά τινος γυναικὸς καὶ νῦν ζητῶ λαβεῖν τὴν μητρυιὰν αὐτῆς ἤγουν τὴν κατὰ δεύτερον γάμον συναφθεῖσαν τῷ πατρὶ αὐτῆς. Λύσις. Εἴπερ ἐστὶ φανερὰ ἡ πορνεία, κωλύεται διὰ τὴν σύγχυσιν τῶν ὀνομάτων.

74

pr.Τῆς γυναικός μου τελευτησάσης ζητῶ νομίμως λαβεῖν τὴν δισεξαδέλφην αὐτῆς. καὶ κεκώλυται διὰ τὴν σύγχυσιν τῆς συγγενείας.

75

pr.Τῆς γυναικός μου τελευτησάσης ζητῶ λαβεῖν τὴν θυγατέρα τῆς πρώτης ἐξαδέλφης αὐτῆς. πάντη κεκώλυται τοῦτο.

76

pr.Ἐὰν συμφθαρῶ μετὰ γυναικὸς κατὰ πορνείας λόγον, δύναμαι λαβεῖν νομίμως τὴν ταύτης δισεξαδέλφην. καὶ αὖθις ὁ πορνικῶς συνελθὼν γυναικὶ οὐ κωλυθήσεται εἰς γυναῖκα λαβεῖν τὴν δισεξαδέλφην αὐτῆς· ἀλλὰ καὶ ὃς ἐκ δ΄ καὶ γ΄ συνίσταται γάμος καὶ ἐκ ε΄ καὶ β΄.

77

pr.Τὴν πορνείαν μήτε γάμον μήτε γάμου ἀρχὴν ὁ μέγας γνωματεύει βασίλειος, ἀλλ᾽ ἁμάρτημα ἐπιτιμίοις ἐκκλησιαστικοῖς ὑποκείμενον '.

78

pr.Ἔτι περὶ βαθμῶν. — Καὶ ὁ υἱοθετούμενος τὸν ἴδιον γαμβρὸν λύει τὸν γάμον.

79

pr.Καὶ ὁ τὸν υἱὸν αὐτοῦ ἀναδεχόμενος ἀπὸ τοῦ ἁγίου βαπτίσματος τῆς γυναικὸς αὐτοῦ διαζεύγνυται.

80

pr.Ἡ τοῦ ἀδελφοῦ μου γαμετὴ δευτέρου μοί ἐστι βαθμοῦ ἰσχναῖς ἐπινοίαις διὰ τὴν ἐντολὴν ἑνουμένη.

81

pr.Ἡ δὲ ἀδελφὴ τῆς νύμφης τετάρτου μοί ἐστι βαθμοῦ.

82

pr.Καὶ ἡ θεία τῆς νύμφης πρὸς μὲν τὴν νύμφην τρίτου ἐστὶ βαθμοῦ, πρὸς δὲ ἐμὲ πέμπτου.

83

pr.Καὶ ἡ ἐξαδέλφη τῆς νύμφης πρὸς μὲν τὴν νύμφην τετάρτου ἐστὶ βαθμοῦ, πρὸς δὲ ἐμὲ ἕκτου. καὶ τούτων τῶν τριῶν οὐδεμίαν δύναμαι πρὸς γάμον ἀγαγέσθαι. τὴν δὲ δισεξαδέλφην τῆς νύμφης δύναμαι γαμεῖν ἀκωλύτως, διότι πρὸς μὲν τὴν νύμφην μου ἤγουν τὴν τοῦ ἀδελφοῦ μου γαμετὴν αὕτη βαθμοῦ ἐστιν ἕκτου, πρὸς δὲ ἐμὲ ὀγδόου. οὕτω πᾶς τις ἀριθμῶν τὰς γεννήσεις πρὸς ἑαυτὸν καὶ ὀγδόῳ περιτυγχάνων βαθμῷ οὐ κωλύεται τούτῳ πρὸς γάμου συνάφειαν, καὶ τὰ τοιαῦτα τῶν συνοικεσίων οὔτε τοῖς νόμοις οὔτε τῷ ἱερῷ κανόνι ἐπιτιμήσεως λόγῳ καθυποβάλλεται.

84

pr.Ἐστὶ καὶ ἑτέρα συγγένεια διὰ θέσεως εἴτ᾽ οὖν υἱοθεσίας, ἣν δὴ καὶ αὐτὴν οὕτω παραφυλακτέον καθάπερ καὶ τὴν ἐξ αἵματος καὶ τὴν διὰ τοῦ θείου βαπτίσματος. ταύτην γὰρ ἔκ τε τῶν ἱερῶν κανόνων καὶ τῶν φιλευσεβῶν νόμων τηρεῖν παρελάβομεν ὡς προέκκειται.

85

pr.Ἡ δέ γε διὰ θέσεως ἀδελφότης ὡς ἀσύστατος καὶ ἀβέβαιος καὶ τῇ φύσει ἀνακόλουθος καὶ τῷ νόμῳ ἀνυπόβλητος οὐδόλως οὐδὲ εἰς γαμικὰ συνοικέσια ἐμποδοστατεῖ. φησὶ γὰρ τὸ λε΄ κεφ. τοῦ ιγ΄ τί. τοῦ λε΄ βι. ῥητῶς οὗτωσί· μηδὲ παρὰ ξένοις τοῖς ἔξω ῥώμης οἰκοῦσι διὰ θέσεως ἀδελφότης συνιστάσθω· κἄν τις ὡς ἀδελφὸς προσληφθεὶς κληρονόμος γραφῇ, ἐκπιπτέτω τῆς κληρονομίας. ὅθεν ἐπειδὴ οὕτω παρὰ τῶν νόμων ἡ διὰ θέσεως ἀδελφότης ἀποσκορακίζεται, οὐδὲ πρὸς συναλλαγὰς γαμικὰς ἔχει κώλυσιν ὁπωσοῦν ὡς ἔξω τῶν ἱερῶν κανόνων καὶ τῶν φιλευσεβῶν νόμων πίπτουσα, ἀλλ᾽ ἐᾷ ταύτας προβαίνειν ὡς μηδαμόθεν κώλυσίν τινα ἢ μέμψιν ἐπισυρομένας. ἡ θέσις γὰρ μιμεῖται τὴν φύσιν, ἡ φύσις δὲ υἱὸν μὲν ἐπιγινώσκει διὰ γεννήσεως, ἀδελφὸν δὲ οὐδαμῶς. εἰ δὲ ἀδελφὸν ἡ φύσις οὐ πέφυκεν ἀποτίκτειν, ἄρα καὶ ἡ θέσις ὡς μιμουμένη τὴν φύσιν οὐκ ἐξισχύει πρὸς ποίησιν ἀδελφότητος. ἀκώλυτα οὖν καὶ ἀκαταγόρητα καὶ παντάπασιν ἄμεμπτα τὰ συναλλάγματα τὰ ἔξωθεν τῶν ἄνωθεν εἰρημένων, ἔκ τε αἵματος, ἔκ τε ἀγχιστείας καὶ ἐκ θέσεως ἀμφοτέρας, τῆς τε τοῦ ἁγίου βαπτίσματος καὶ τῆς υἱοθεσίας. καὶ οὔτε δι᾽ ἀδελφοποιΐας οὔτε δι᾽ ἄλλης αἰτίας ὅλως παρατραπήσεται ὡς παρὰ τῆς τοῦ νόμου σιωπῆς τὸ ἔμπρακτον ἔχειν σαφῶς καταλαμβανόμενα.

86

pr.Ὁ δὲ συνοδικὸς τόμος τοῦ μακαρίου σισινίου εἰ καὶ πολλαῖς παρεκβάσεσι κέχρηται, ἀλλὰ τὸ ὅλον ἐν τούτοις συνάγει· κωλύει γὰρ δύο ἀδελφοὺς δύο ἀδελφὰς λαμβάνειν, καὶ τὸ ἀνάπαλιν ἐξαδέλφους δύο δυσὶν ἀδελφαῖς συνάπτεσθαι καὶ θεῖον καὶ ἀνεψιὸν ἀδελφὰς δύο γαμεῖν καὶ αὖθις δύο ἀδελφοὺς θείαν καὶ ἀνεψιὰν καὶ πλέον οὐδέν.

87

pr.Ἓν ἐπὶ τούτοις ἐροῦμεν καὶ σύντομον. εἰ μὲν αὐτὰ τὰ περὶ συγχύσεως ἀπεριμερίμνως τῷ τόμῳ παρεῤῥιμμένα ῥητὰ, καὶ τῇ τοῦ μεγάλου βασιλείου ἐπιστολῇ ἀπαραλείπτως ἐγκείμενα δείξουσι, διδόσθω κατ᾿ αὐτοὺς καὶ τὴν τῶν πολλάκις μνημονευθέντων προσώπων συνάφειαν τῶν ἀθεμίτων ὑπάρχειν. ἔχει γὰρ καὶ οὕτως ὁ ἱερὸς καὶ μέγας βασίλειος, ὁ καὶ τὰ βάθη τοῦ πνεύματος, κατὰ τὴν θεολόγον φωνὴν, ἐρευνῶν. οὗτος περί τινος ἀθεμίτου γάμου διαλεγόμενος ἐπίτομον γνώρισμα δίδωσιν, ἐν ᾧ τὰ τῶν ἀθεμίτων γάμων ῥᾳδίως τῶν νομίμων ἀποκριθήσονται, ἐν οἷς, λέγων, τὰ τοῦ γένους συγχέονται ὀνόματα, ἐν τούτοις ὁ γάμος ἀθέμιτος. καὶ ταῦτα μὲν ὁ τόμος. αὐτῇ δὲ τῇ ἐπιστολῇ περὶ τῶν ἐξ ἑνὸς ἀνδρὸς καὶ δυοῖν γυναικῶν ἀδελφῶν τικτομένων ὄντος τοῦ λόγου, πλέον οὐδὲν προσκείμενον εὑρεῖν ἐστὶ τῶν οὕτως ἐχόντων ῥητῶν. ἐκ ποίας, φησὶ, συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; ἀδελφοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. τοσαύτης οὖν διαφωνίας ὑπούσης τῶν τοῦ νόμου ῥητῶν πρὸς τὰ τοῦ θεοφάντορος καὶ τῇ φράσει καὶ τῇ ἐννοίᾳ, καὶ οὕτως ἀπεξενωμένων πρὸς ἄλληλα, ὡς διάκενον μόνον ἀναπλασμὸν παρὰ πᾶσι τὰ τοῦ τόμου ταῦτα νομίζεσθαι, ὁ τούτοις καθάπερ τινὶ καθολικῷ κανόνι ἀνεπιστάτως χρώμενος, καὶ τὰς τηλικαύτας ἐντεῦθεν συγχύσεις ἐπεισάγων τοῖς γάμοις, ἑαυτὸν δήπου λέληθεν ἀπατῶν, ὡς ἐξ ἀνυποστάτων ἀρχῶν, ὃ δὴ λέγεται, τὰ δοκοῦντα κατασκευάζειν τεχνώμενος. λείπεται τοίνυν πρὸς τὸ εὐπρεπὲς αὐτῶν, τοῦ εὐπρεποῦς πρόβλημά τε καὶ ἔρεισμα, μικρά τινα διαλαβεῖν. καὶ γὰρ οὗτοι μὴ διαστέλλοντες, ἀλλ᾽ ἕτερα ἀνθ᾽ ἑτέρων προβαλλόμενοι, καὶ τὰ ἐφ᾽ ἑτέρων ἐκφωνηθέντα κακούργως κλέπτοντες, καὶ τὰς τῶν ἁπλουστέρων ἀκοὰς παρασαίνοντες, τὸ, ἐν τοῖς γάμοις, φασὶν, οὐ μόνον τὸ ἐπιτετραμμένον, ἀλλὰ καὶ τὸ εὐπρεπὲς ζητοῦμεν, ἄνω καὶ κάτω προφέρουσιν. ὅπερ ὁ καὶ μικρὸν ἐγκύψας τοῖς νόμοις οὐκ ἀγνοήσει πάντως, ὅτι ὥσπερ ἐν τῷ μικρῷ πρὸ τούτου κεφαλαίῳ, πρὸς δὲ καὶ ιθ΄, περὶ τῶν φυσικῶν παίδων καὶ τῶν θετῶν, καὶ τῶν ἀπὸ δούλων καταγομένων, καὶ τῶν ἐκ δουλικῆς ἀγχιστείας, καὶ ἑτέρων τινῶν τῷ νόμῳ διείληπται· οὕτω δὴ καὶ τὸ περιφόρητον δὴ τοῦτο τοῦ εὐπρεποῦς κεφάλαιον περὶ τῶν ἀπὸ τῶν ἀξιωματικῶν τικτομένων καὶ πατρώνων· ὥστε τοὺς μὲν μὴ ἀπελευθέροις, τοὺς δὲ μὴ σκηνικοῖς προσώποις πρὸς γάμον ἁρμόζεσθαι, τῷ νόμῳ κεκανόνισται. ὅτι δὲ τὸ τοιοῦτον κεφάλαιον ἰδιαζόντως πρὸς ἀπαγόρευσιν τῆς τῶν συγκλητικῶν πρὸς ἀπελευθέρους ἢ σκηνικοὺς συναφείας ἐκπεφώνηται, αὐτὸ τὸ τοῦ νόμου πλάτος παραστήσει ἀναγνωσθέν. ἐν ταῖς συναφείαις γάρ (φησι) τῶν γάμων, οὐ μόνον τὴν ἀκρίβειαν σκοπεῖσθαι χρεών, ἀλλ᾽ εἰ καὶ σεμνόν ἐστι τὸ πραττόμενον. τοῦ δέ τοιούτου κανόνος τὴν ἀσάφειαν ἀνακαλύπτων ὁ στέφανος, καὶ ποίοις διδάσκων ἁρμόζεσθαι θέμασι· τοῦτο εἶπε (φησὶν) ἐν τῷ ις ' κεφαλαίῳ, σενάτορις φίλια· ὡσανεὶ λέγων, σαφέστερον ἐκεῖ λέλεκται. εἶτα καὶ παρατίθεται αὐτὰ τὰ ῥητὰ, ἐξ ὧν καὶ δι᾽ ἃ εἴληπται.

88

pr.Ὁ μέντοι ζωναρᾶς ἐξηγούμενος τὸν μς΄ κανόνα τοῦ μεγάλου βασιλείου, ὃς κάλλιον ἐὰν μείνῃ οὕτως τὴν τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς ἐν ἀγνοίᾳ γημαμένην φησὶν τοῦ γάμον ἕτερον συναλλάξαι, οὕτως ἔγραψεν· οὐ γὰρ εὔσχημον ζῶντος τοῦ ἀνδρὸς τὴν ὀνομασθεῖσαν ἐκείνου γυναῖκα ἑτέρῳ συμβιοῦν. λέγει γὰρ ὁ νόμος· ἐν τοῖς γάμοις οὐ [μόνον] τὸ ἐπιτετραμμένον ἀλλὰ καὶ τὸ εὐπρεπὲς σκοποῦμεν. καὶ σημείωσαι διὰ τὸ εὔσχημον ποῦ καὶ ἐπὶ τίνι τοῦτο προσήρμοσεν.

89

pr.Περὶ δισεξαδέλφων δύο, ὧν ὁ μὲν εἷς συνάλλαγμα συνεστήσατο μετὰ θυγατρός τινος ἀτελοῦς οὔσης τὴν ἡλικίαν ἤτοι χρόνων πέντε πρὸς τῷ ἡμίσει, ἅτερος δὲ τῇ ταύτης συνεζύγη μητρὶ μετὰ τελευτὴν αὐτῆς, ὡς ἀντ᾽ οὐδενὸς δοκοῦντος τοῦ πρώτου γάμου διὰ τὸ παντελῶς ἀτελὲς τῆς κόρης.

90

pr.Εἰ ἐνδέχεται ἴδιον πατέρα δέξασθαι ἴδιον παῖδα ἐκ τοῦ ἁγίου βαπτίσματος; κωλύεται· εἰ δὲ κατὰ ἄγνοιαν ἐγένετο, ὀφείλει χωρίζεσθαι τὸ ἀνδρόγυνον.

91

pr.Ἐγράφη ἀπὸ βιβλίου παλαιοῦ. Ἐπὶ δὲ τῶν ἡμερῶν τοῦ ἁγιωτάτου πατριάρχου νικολάου τοῦ μουζάλωνος ἐμνηστεύσατό τις γυναῖκα καὶ τῆς μνηστείας μὴ προβάσης εἰςγάμον, ἐξεχωρήθη ἡ τῆς μνηστῆς αὐταδέλφη ἐξαδέλφῳ πρώτῳ τοῦ μνήστορος γαμικῶς ἁρμοσθῆναι, ὡς μὴ τῆς μνηστείας ἀρκούσης ἀντὶ τελείου γάμου. καὶ ζήτει τὰ περὶ τούτου ἐν τῇ ἑρμηνείᾳ τοῦ ξη΄ κανόνος τοῦ μεγάλου βασιλείου '.

92

pr.Τοῦτο εἰς κατάλυσιν τοῦ τόμου τοῦ κυροῦ σισινίου προετράπη, καὶ ματαία σκῆψις, ὅτι ἡ μνηστεία οὐκ ἀρκεῖ ἀντὶ γάμου. εὕρηται γὰρ ἐν τί. ε΄ κεφ. β ' τῶν βασιλικῶν οὕτω· τὴν τοῦ πατρός μου ἢ τοῦ ἀδελφοῦ μου μνηστὴν οὐ δύναμαι λαμβάνειν κἂν γαμεταὶ αὐτῶν οὐ γεγόνασιν· ἡ μὲν γὰρ μητρυιᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχουσι· καὶ ὁ μνηστήν τινος ἁρπάσας ὡς μοιχὸς εὐθύνεται κατὰ τὸν ζη΄ κανόνα τῆς ἐν τῷ τρούλῳ συνόδου. καὶ ἕτερος νόμος φησὶν· οὐ τῇ συναφείᾳ γάμος ἀλλὰ τῇ διαθέσει συνίσταται.

93

pr.Ἡ συγγένεια ἢ φύσει ἐστὶν ἢ θέσει. καὶ φύσει μέν ἐστι συγγένεια ἡ καλουμένη ἐξ αἵματος, ὅταν ᾖ μία τοῦ γένους σειρά. διαιρεῖται δὲ αὕτη ἡ φυσικὴ συγγένεια εἰς τρία, εἰς ἀνιόντας, εἰς κατιόντας καὶ εἰς τοὺς ἐκ πλαγίου. καὶ ἀνιόντες μέν εἰσιν οἱ ἡμᾶς γεγεννηκότες, οἷον πατὴρ μήτηρ πάππος μάμμη πρόπαππος προμάμμη καὶ οἱ τούτων ἀνώτεροι, κατιόντες δὲ οἱ ἐξ ἡμῶν γεννηθέντες, οἷον υἱὸς θυγάτηρ ἔγγονος ἐγγόνη δισέγγονος δισεγγόνη καὶ οἱ τούτων κατώτεροι, ἐκ πλαγίου δὲ οἱ μήτε ἡμᾶς γεννήσαντες μήτε ἐξ ἡμῶν γεννηθέντες, ὑπὸ δὲ τὴν αὐτὴν καὶ μίαν ἀρχὴν καὶ γονὴν ἡμῖν ἀναγόμενοι, οἷον ἀδελφὸς καὶ ἀδελφὴ, θεῖος καὶ θεία, ἀνεψιὸς καὶ ἀνεψιὰ, ἐξάδελφος καὶ ἐξαδέλφη καὶ οἱ τούτων ἐπέκεινα. ἡ θέσει δὲ συγγένεια ἢ συμπεπλεγμένη ἐστὶν ἐκ τῶν φυσικῶν συγγενειῶν ἢ ἔξωθεν ἐπινενόηται. ἑκάτερον δὲ τούτων πάλιν ὑποδιαιρεῖται εἰς δύο. τό τε γὰρ ἐκ τῶν φυσικῶν συγγενειῶν συμπλακὲν, εἰ μὲν ἐκ δύο συμπλέκεται, καλεῖται ἀγχιστεία, εἰ δὲ ἐκ τριῶν, ἐστὶ μὲν ἀγχιστεία καὶ οὕτω, καλεῖται δὲ ὅμως πρὸς ἀντιδιαστολὴν ἐκείνου τριγένεια. τό τε ἔξωθεν ἐπινοηθὲν ἢ θεοῦ μεσολαβοῦντος δι᾽ ἀνοχὴν πνευματικὴν γίνεται, ὡς τὸ ἀπὸ τοῦ ἁγίου βαπτίσματος, ἢ κατὰ χρείαν ἑτέραν ἀπουσίᾳ γονῆς φυσικῆς, ὡς ἡ καλουμένη υἱοθεσία. τὸ γὰρ ἐξ ἀδελφοποιΐας ἀσύστατόν ἐστι καὶ ὡς μὴ γεγονὸς λογιζόμενον. ὥστε ἀπὸ τῆς ῥηθείσης διαιρέσεως πέντε ἀνεφάνησαν ἡμῖν οὖσαι συγγένειαι, ἡ φυσικὴ τουτέστιν ἡ ἐξ αἵματος, ἡ ἐξ ἀγχιστείας, ἡ ἐκ τριγενείας, ἡ ἐκ τοῦ ἁγίου βαπτίσματος καὶ ἡ ἐξ υἱοθεσίας. ὑποτέτακται δὲ καὶ ἡ κατὰ σχῆμα διαίρεσις. Ἡ συγγένεια ἢ φύσει ὡς ἡ ἐξ αἵματος, εἰς ἀνιόντας οἷον πατὴρ εἰς τοὺς κατιόντας οἷον εἰς τοὺς ἐκ πλαγίου οἷον μήτηρ πάππος μάμμη. υἱὸς θυγάτηρ ἔγγονος ἀδελφὸς ἀδελφὴ θεῖος ἐγγόνη. ἀνεψιὸς. ἢ θέσει, ἢ κατὰ συμπλοκὴν γενῶν ἢ ἔξωθεν ἐπινενόηται. ὡς τὸ ἐξ ἀγχιστείας ἢ ἐκ δύο καὶ ἢ ἐκ τριῶν καὶ ἢ πνευματικὴ ἢ κατὰ χρείαν καλεῖται ἰδίως καλείται τρι- ὡς ἐκ τοῦ ἁγίου γονῆς ὡς ἡ υἱοἀγχιστεία. γένεια. βαπτίσματος. θεσία. β΄. ἀδελφή γ '. ἀδελφῆς δ΄. ἀδελφῆς ε΄. ἀδελφῆςς, ἀδελφῆς θυγάτηρ ἐγγόνη προεγγόνη ἀπεγγόνη - τρὸς προ- δ΄. θείας πρὸς μη- εγγόνη ς '. θείας μεγάλης ἔγγονος ε. θείας ἐγγόνη ἐκ πλαγίου ε. μείζων ς΄. μείζονος θεία πρὸς θείας θυγά - δ΄. θεία με- ε΄θείας με- μεγάλου γάλου υἱός μέγας πρὸς πρόπαππος προμάμμη γάλη πρὸς γάλης θυ- γ '. θεία δ '. θείου θυγάτηρ μητρός γάτηρ μητρός τηρ 5. θεία με- γίστη πρὸς μητρός πάππος μάμμη | πρὸς πα- τρὸς καὶ μητρὸς μέγιστος δίσπαππος δισμάμμη τρισέγγονος τρισεγγόνη παππος μάμμη θείου υἱὸς θεῖος πρὸς ἀπόπαππος ἀπομάμμη υἱὸς θυγάτηρ προέγγονος προεγγόνη ἀπέγγονος ἀπεγγόνη δισέγγονος δισεγγόνη τρισ- πατὴρ μήτηρ ἔγγονος ἐγγόνη πέμπτου. 5΄. μείζονος ε. μείζων τετάρτου τρίτου δευτέρου πρώτου δευτέρου τετάρτου πέμπτου ἕκτου. πρώτου τρίτου ἕκτου τρίσ. θεῖος ς΄. θείου ε΄. θείου με- δ΄. θεῖος ς΄. θείου έ. θείου δ΄. θείου | γ΄. θεῖος πρὸς πα- τρὸς καὶ 5΄. ἀδελφοῦ ἑ΄. ἀδελφοῦ δ΄. ἀδελφοῦ γ΄. ἀδελφοῦ β΄. ἀδελφός πατρός πατρὸς πατρὸς μητρὸς πρὸς τρος υἱός ἀπέγγονος προέγγονος ἔγγονος υἱός ἐκ πλαγίου ἔγγονος ἔγγονος προέγγονος πατρὸς πρὸς

94

pr.Πῶς χρὴ ἀριθμεῖν τὴν γενεὰν τὴν τε ἀνιοῦσαν τὴν κατιοῦσαν καὶ τὴν ἐκ πλαγίου καὶ τοὺς ἐξ αὐτῶν τικτομένους; ἀπὸ πατέρων δεῖ ἀναφέρειν εἰς πάππους προπάππους καὶ ἀποπάππους· οὗτοι γάρ εἰσιν οἱ ἀνιόντες· ἀπὸ δὲ υἱῶν καὶ θυγατέρων εἰς ἐγγόνους καὶ προεγγόνους· οὗτοι γάρ εἰσιν οἱ κατιόντες· καὶ οὕτως εὑρίσκειν ποίου βαθμοῦ τὸ συνάλλαγμά ἐστιν, εἴτε τρίτου εἴτε τετάρτου. ὁ δὲ πέμπτος βαθμὸς διάλυσίς ἐστι τοῦ γένους, ὅτι διπλούμενος δέκατος γίνεται.

95

pr.Περὶ τούτων πάντων λεπτομερῶς διαλάβωμεν. ἐπὶ μὲν γὰρ τῆς φυσικῆς συγγενείας, τουτέστι τῆς ἐξ αἵματος καὶ γένους ἑνὸς, εἰς μὲν τοὺς ἀνιόντας καὶ κατιόντας εἰς ἀπέραντον ὁ γάμος κεκώλυται. οὔτε γὰρ τὴν μητέρα αὐτοῦ οὔτε τὴν μάμμην οὔτε τὴν προμάμμην ἤ τινα τῶν ἐπέκεινα δύναταί τις εἰς γυναῖκα λαβεῖν, ἀλλ᾽ οὐδὲ πρὸς τὴν θυγατέρα ἢ τὴν ἐγγόνην ἢ τὴν δισεγγόνην ἤ τινα τῶν ἐπέκεινα συνάψαι θεμιτὸν γάμον. εἰς δὲ τοὺς ἐκ πλαγίου μέχρι τοῦ ζ΄ βαθμοῦ ὁ γάμος τὴν κώλυσιν ἔσχεν, ἐπέκεινα δὲ ἤγουν ἀπὸ τοῦ ὀγδόου βαθμοῦ καὶ ἔμπροσθεν ἀκώλυτός ἐστιν. βαθμὸς δὲ εἴρηται ἀπὸ μεταφορᾶς τῶν τῆς κλίμακος βαθμίδων· ὡς γὰρ αἱ βαθμίδες τῆς κλίμακος ἐξ ἐπιπέδου τινὸς τὴν ἀρχὴν λαμβάνουσαι καὶ εἰς τὸ πρόσω προβαίνουσαι τὴν ἄνοδον ἢ τὴν κάθοδον συμπεραίνουσιν, οὕτω καὶ οἱ τοῦ γένους βαθμοὶ ἐκ μιᾶς τῶν φυσάντων ἀρχῆς προϊόντες εὐτάκτως τὴν συγγένειαν ἀπαρτίζουσιν· ἄλλως τε δὲ καὶ ὅτι ὥσπερ διὰ τῶν τῆς κλίμακος βαθμίδων ἡ ἄνοδος καὶ ἡ κάθοδος γίνεται, οὕτω καὶ διὰ τῶν συγγενικῶν βαθμῶν οἱ ἀνιόντες καὶ οἱ κατιόντες καὶ οἱ ἐκ πλαγίου εὑρίσκονται. ἡ εὕρεσις δὲ τῶν βαθμῶν γίνεται οὕτως· ἑκάστη γέννησις βαθμὸν ἕνα ἀποτελεῖ. ὁ πατὴρ ἐγέννησεν υἱὸν, γέννησις μία καὶ βαθμὸς εἷς· ὁ υἱὸς ἐγέννησε τὸν ἔκγονον· γέννησις ἑτέρα καὶ βαθμὸς ἕτερος, καὶ ἐστὶν ὁ ἔκγονος ἢ ἡ ἐκγόνη πρὸς τὸν πάππον ἢ τὴν μάμμην βαθμοῦ δευτέρου. ὁμοίως ὁ δισέγγονος τρίτου καὶ ἐφεξῆς ὁμοίως. οἱ οὖν δύο ἀδελφοὶ δευτέρου βαθμοῦ πρὸς ἀλλήλους εἰσὶν, ἐπεὶ καὶ δύο γεννήσεις ἀπὸ τῶν φυσάντων τούτοις ἐπηκολούθησαν· κἂν τρεῖς δὲ ἢ τέσσαρες ὦσιν οἱ ἀδελφοὶ ἢ καὶ ἐπέκεινα, ὅμως πάντες δευτέρου βαθμοῦ λέγονται, διότι οἱ ἐξ αἵματος συναπτόμενοι γαμικῶς ἀνάγκῃ δύο εἰσὶ, καὶ διὰ τοῦτο τοὺς δύο μόνους ἐκ τῶν ἀδελφῶν θεωροῦντες δευτέρου βαθμοῦ φαμεν εἶναι. ὡσαύτως οἱ πρωτεξάδελφοι, διότι δ΄ ἐν αὐτοῖς γεννήσεις θεωροῦνται, τετάρτου βαθμοῦ λέγονται· ὁ γὰρ πάππος αὐτῶν ἐγέννησε τοὺς πατέρας ἢ τὰς μητέρας αὐτῶν· ἰδοὺ δύο γεννήσεις· πάλιν οἱ γονεῖς αὐτῶν αὐτάδελφοι ὄντες ἐγέννησαν αὐτούς· ἰδοὺ ἕτεραι δύο γεννήσεις καὶ βαθμοὶ ἕτεροι δύο, ὁμοῦ τέσσαρες· καὶ διὰ τοῦτο οἱ πρωτεξάδελφοι δ΄ βαθμοῦ εἰσί τε καὶ λέγονται. κατὰ τὸν ὅμοιον λόγον οἱ δισεξάδελφοι βαθμοῦ ἕκτου εἰσὶν, ἐπεὶ ς΄ γεννήσεις ἐν αὐτοῖς θεωροῦνται· καὶ οἱ τρισεξάδελφοι βαθμοῦ ὀγδόου. ὁ δὲ θεῖος τριχῶς λέγεται· ἢ γὰρ οὕτως ἁπλῶς θεῖος δίχα προσθήκης τινὸς, ὡς ὁ πατράδελφος, καὶ ἐστὶν οὗτος βαθμοῦ τρίτου· ὁ πάππος μου γὰρ ἐγέννησε μὲν τὸν θεῖόν μου, ἐγέννησε δὲ καὶ τὸν πατέρα μου, καὶ ὁ πατήρ μου πάλιν ἐγέννησεν ἐμὲ, καὶ ἐστὶν αὕτη ἀπὸ τοῦ πάππου μου τρίτη γέννησις, ὥστε ὁ θεῖός μου πρὸς ἐμὲ τρίτου βαθμοῦ ἐστι. καὶ οὗτος μὲν ὁ θεῖος τουτέστιν ὁ πατράδελ φος θεῖος μόνον ὡς εἴρηται ὀνομάζεται. ὡσαύτως καὶ ὁ ἀδελ– φόπαις ἀνεψιὸς μόνον. μέγας δὲ θεῖος λέγεται ὁ τοῦ πάππου μου αὐτάδελφος, ἀνάπαλιν δὲ ὁ τοῦ ῾αὐταδέλφου μου ἔγγονος ἐξανεψιὸς ἢ δισανεψιὸς, καὶ εἰσὶν οὗτοι πρὸς ἀλλήλους βαθμοῦ τετάρτου· ἐπεὶ γὰρ ὁ θεῖός μου τρίτου βαθμοῦ ἐστι πρὸς ἐμὲ, πρὸς τὸν ἐμὸν υἱὸν δ΄ ὁ αὐτὸς ἔσται· προστίθεται γὰρ καὶ ἑτέρα γέννησις, καθ᾽ ἣν ἐγὼ τὸν ἐμὸν υἱὸν ἐγέννησα, καὶ ἐμὸς λέγεται θεῖος, τοῦ υἱοῦ μου δὲ μέγας θεῖος, καὶ ἀνεψιὸς μὲν ἐκείνου ἐγὼ, ὁ δὲ υἱός μου ἐξανεψιὸς καὶ δισανεψιὸς τοῦ αὐτοῦ· ἐξανεψιὸς μὲν, ὅτι ἐξ ἐμοῦ τοῦ ἀνεψιοῦ ἐκεῖνος γεγέννηται· δισανεψιὸς δὲ, ὅτι πρῶτος μὲν ἀνεψιὸς ἐγὼ, δεύτερος δὲ ὁ υἱός μου πρὸς αὐτόν. μικρὸς δὲ θεῖος λέγεται ὁ τοῦ πατρός μου πρωτεξάδελφος καὶ ἐγὼ ἐκείνου μικρὸς ἀνεψιὸς, καὶ ἐσμὲν πρὸς ἀλλήλους βαθμοῦ ε΄. ἐπεὶ γὰρ οἱ πρωτεξάδελφοι βαθμοῦ δ ' εἰσὶν ὡς εἴρηται, προστίθεται δὲ καὶ ἑτέρα γέννησις, καθ᾽ ἣν ὁ μικρὸς ἀνεψιὸς γεγέννηται, ε΄ ἄρα βαθμοῦ ἔσονται πρὸς ἀλλήλους ὁ μικρὸς θεῖος μετὰ τοῦ μικροῦ ἀνεψιοῦ.

96

pr.Δεῖ γινώσκειν, ὅτι ἐν τούτος τοῖς ἐξ αἵματος ἐκ πλαγίου οὐ συγκεχώρηται ὁ γάμος, εἰ μὴ εἰς τὸν ὄγδοον οἷον τρισεξάδελφον ἢ εἰς ἐγγόνους δισεξαδέλφου. εἰ γὰρ καὶ πρότερον τὸ τοῦ ζ΄ βαθμοῦ ἐξ αἵματος ἐρωτώμενον μὲν ἐκωλύετο, ὁπωσδήποτε δὲ προβαῖνον οὐκ ἐκωλύετο μὲν, ἐπετιμᾶτο δὲ, ἀλλ᾽ ἐπεί τινες τῷ βάρει τῶν ἐπιτιμίων κρύφα τοὺς τοιούτους γάμους ἐτέλουν, ἀνηνέχθη τὰ περὶ τούτου συνοδικῶς παρὰ τοῦ ἀθηνῶν τοῦ ἁγιοθεοδωρίτου, καὶ ἔκτοτε ὥρισε καὶ ἔστησεν ἡ ἁγία σύνοδος μηδόλως τοιοῦτον συναλλάττεσθαι γάμον, ἀλλ᾽ ἐρωτώμενον μὲν κωλύεσθαι, προβαίνοντα δὲ διασπᾶσθαι, καὶ τὸν εὐλογήσαντα ἱερέα γινώσκοντα καθαιρεῖσθαι. ἀπὸ δὲ τῶν διαγραμμάτων σαφεστέρα ἡ τούτων ἔκθεσις γίνεται. πατηρ μήτηρ νίος μέγας θεῖος τε γανε θυγάτηρ ἔκγονος ἐκγόνη κεχώλυται κεχώλυται δισανεψιά δισεγγόνη δισέγγονος κεκώλυται κεκώλυται προέγγονος προεχγόνη ἀκώλυτος ἀκώλυτος ἀκώλυτος ἀπεκγόνη Ἰστέον δὲ ὡς αἱ μὲν εἰς βάθος γραμμαὶ τὰς γεννήσεις καὶ τοὺς βαθμοὺς δηλοῦσιν, αἱ δὲ εἰς πλάτος τοὺς γάμους. αἱ γὰρ εἰς πλάτος τῶν ὅρων συναπτικαὶ ὥσπερ τῶν προσώπων ὁ γάμος.

97

pr.Αὕτη μὲν ἡ τῶν ἐξ αἵματος. τῶν δ᾽ ἐξ ἀγχιστείας ποικιλωτέρα ἡ εὕρεσις. ἐν τούτοις γὰρ τῶν βαθμῶν ποσότητα ζητεῖν οὐδόλως τοῖς παλαιοῖς ἔδοξεν, ἀλλὰ τὰ συγκεχυμένα κατὰ τὴν τοῦ γένους κλῆσιν καὶ ἀπρεπῆ ῥητῶς κωλύσαντες τὰ λοιπὰ ἀνέγκλητα εἴασαν. οἱ δὲ νεώτεροι καὶ βαθμοὺς αὐτοῖς ἐπενόησαν καὶ τὰ ὑπὲρ τὸν ἕκτον βαθμὸν προβαίνειν δεδώκασι. καίτοι ῥητῶς εὑρίσκομεν καὶ τὸν ἕκτον συγκεχωρημὲνον ὥστε οὐ χρὴ ἐν τούτοις βαθμὸν παρεισάγειν, ἀλλ᾽ ὃ μὲν νόμος ῥητῶς ἐκώλυσε φεύγειν, ὃ δὲ μὴ ἐκώλυσε παραδέχεσθαι. ἐκώλυσε δὲ ὁ μὲν παλαιότερος νόμος τὰ προσεχέστερα καὶ ἐγγύτερα, ὁ δὲ τοῦ σισινίου τόμος δύο ἀδελφοὺς λαμβάνειν θείαν καὶ ἀνεψιὰν καὶ ἀνάπαλιν, καὶ αὖθις δύο ἀδελφοὺς λαμβάνειν δύο πρωτεξαδέλφας. ἐνθεωρεῖται δὲ τῷ μὲν πρώτῳ ὁ ε΄ βαθμὸς, τῷ δὲ δευτέρῳ ὁ ς΄. ἐροῦμεν δὲ περὶ τούτων πλατύτερον. μέχρι μὲν γὰρ τοῦ ε΄ βαθμοῦ πάντη ἐστὶ τὸ ἐξ ἀγχιστείας κεκωλυμένον, εἰ δεῖ κὰν τούτοις εἰσάγειν βαθμούς. τὸ δὲ ἕκτου βαθμοῦ εὑρισκόμενον, εἰ μὲν οὐκ ἔχει σύγχυσιν περὶ τὰ τοῦ γένους ὀνόματα, ἀκώλυτόν ἐστιν· εἰ δὲ ἔχει τινὰ σύγχυσιν, ἀπηγόρευται. οἷον ὅταν μὲν θεῖος καὶ ἀνεψιὸς θείαν λάβῃ καὶ ἀνεψιὰν, ἀσύγχυτόν ἐστι· πάλιν γὰρ θείου καὶ ἀνεψιοῦ τύπον σώζουσιν. ὅταν δὲ ὁ μὲν θεῖος προεῖχε τὴν ἀνεψιὰν, ὁ δὲ ἀνεψιὸς βούλεται συνοικεῖν τῇ θείᾳ, τὸ δεύτερον διὰ τὴν σύγχυσιν κεκωλυμένον ἐστὶ· γίνονται γὰρ ὡς ἀπὸ τῶν γάμων ὁ μὲν θεῖος ἀνεψιὸς, ὁ δὲ ἀνεψιὸς θεῖος, καὶ ἐστὶ τοῦτο τῶν συγγενικῶν ὀνομάτων σύγχυσις. φησί δὲ ὁ ἱερὸς καὶ μέγας βασίλειος, ἐν οἷς τὰ τοῦ γένους ὀνόματα συγχέονται, ἐν τούτοις ὁ γάμος ἀθέμιτος. πλὴν ὅταν μὲν δύο ἀδελφοὶ δύο πρωτεξαδέλφας λάβωσιν εἰς γυναῖκας, ἢ δύο πρωτεξάδελφοι δύο ἀδελφὰς, σύγχυσις γίνεται· ἀντὶ γὰρ ἀδελφῶν ἢ πρωτεξαδέλφων σύγγαμβροι γίνονται, καὶ ἐστὶν ὁ δεύτερος γάμος κεκωλυμένος. ὅταν δὲ ὁ πάππος καὶ ἔγγονος θείαν μεγάλην καὶ ἐξανεψιὰν λάβωσιν, ἕκτου μὲν καὶ τοῦτο βαθμοῦ ἐστιν, ἀλλ᾽ ἐστὶν ἀσύγχυτον· πάλιν γὰρ καὶ μετὰ τοὺς γάμους πάππου καὶ ἐγγόνου ἀποσώζουσι τόπους. τὴν γὰρ μεγάλην θείαν ἢ τὸν μέγαν θεῖον οἱ πολλοὶ μάμμην ἢ πάππον ὀνομάζουσι. διὰ τοῦτο οὖν καὶ ὅτι οὔτε ἀπὸ τοῦ νόμου οὔτε μὴν ἀπὸ τοῦ τόμου τοῦ σισινίου κεκώλυται τὸ παρὸν ζήτημα, ἀκώλυτόν ἐστι. τὸ δὲ λέγειν, ὅτι τὰ εὑρισκόμενα ἐξ ἀγχιστείας 5΄ βαθμοῦ, ὅταν μέν εἰσιν ἐξισάζοντα, ἀκώλυτά εἰσιν, ὡς ὅταν θεῖος καὶ ἀνεψιὸς θείαν καὶ ἀνεψιὰν λάβωσιν· ἐξ ἑκατέρου γὰρ μέρους τρεῖς εἰσι βαθμοί· κεκωλυμένα δὲ, ὅτε εἰσὶν ἄνισα, ὡς ὅταν δύο ἀδελφοὶ δύο πρωτεξαδέλφας λάβωσιν εἰς γυναῖκας ἢ τὸ ἀνάπαλιν· ἐκ β΄ γὰρ καὶ δ΄ βαθμῶν ἐνταῦθα ἡ σύγκρασις· οὔ μοι δοκεῖ τὸ εὔλογον ἔχειν. οὐ γάρ ἐστι τοῦτο τοῦ ἀκωλύτου ἢ τοῦ κεκωλυμένου σημεῖον ἢ αἴτιον ἄλυτον. ἰδοὺ γὰρ, ὅταν μὲν ὁ θεῖος τὴν ἀνεψιὰν, ὁ δὲ ἀνεψιὸς τὴν θείαν λάβωσιν, ἐξισάζοντες ἐξ ἑκατέρου εἰσὶ βαθμοὶ, ἀλλὰ τὸ δεύτερον κεκωλυμένον ἐστίν. ἀλλὰ δῆλον, ὅτι τοῦτο μὲν διὰ τὴν σύγχυσιν κεκώλυται, ἐκεῖνο δὲ, ὅταν δηλαδὴ πάππος καὶ ἔγγονος θείαν μεγάλην καὶ ἐξανεψιὰν λάβωσιν, ἀκώλυτόν ἐστιν ὡς ἀσύγχυτον. ἀπὸ δὲ τῆς διαιρέσεως καὶ τοῦ διαγράμματος γένοιτ᾽ ἂν μᾶλλον εὐσύνοπτα καὶ σαφέστερα.

98

pr.Ἔκθεσις ἑτέρα περὶ γάμου καὶ συναφείας νομίμου καὶ θαυμαστή τις καὶ σαφής. ὁ ῥαδηνὸς πατὴρ μιχαήλ ἀδελφοὶ ἄννα. Κεκώλυται ὁ γάμος οὗτος τοῦ μιχαὴλ μετὰ τῆς ἄννης· δευτέρου γάρ εἰσιν οἱ δύο ἀδελφοὶ, καὶ μία γέννησις ἡ τοῦ μιχαὴλ ἤτοι εἷς βαθμὸς, δευτέρα δὲ γέννησις ἡ τῆς ἄννης. εὑρεθέντος γοῦν τοῦ αἰτίου τῆς γεννήσεως, κάτελθε ἐπὶ τὴν ἀδελφὴν τοῦ μιχαὴλ, καὶ εἰπὲ ὅτι αὐτὸς ὁ ῥαδηνὸς ἐγέννησε τὴν ἄνναν· ἰδοὺ δευτέρα γέννησις ἤτοι βαθμὸς β΄, ὅστις καὶ πάντη ἀπηγόρευται καὶ κεκώλυται.

99

pr.ὁ ῥαδηνὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα ἰωάννης υἱὸς μιχαήλ Κεκώλυται καὶ οὗτος ὁ γάμος· γ ' γὰρ βαθμὸν σώζουσι πρὸς ἀλλήλους. εἰπὲ γὰρ οὕτως· τὸν ἰωάννην ἐγέννησεν ὁ μιχαὴλ, τὸν μιχαὴλ ὁ ῥαδηνὸς, ὁ αὐτὸς δὲ ῥαδηνὸς ἐγέννησε τὴν ἄνναν, ἰδοὺ τρεῖς γεννήσεις γ΄ βαθμοὺς ἀπετέλεσαν. καὶ ἐστὶ κεκωλυμένος· οὐ μὴ γὰρ συνέλθῃ θεία καὶ ἀνεψιὸς πώποτε.

100

pr.ὁ ῥαδηνὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα ἰωάννης πρωτεξάδελφοι μαρία. Καὶ οὗτος ὁ γάμος κεκώλυται· δ ' γάρ ἐστι βαθμοῦ ὁ πρωτεξάδελφος, καὶ οὐ δύναται συνάπτεσθαι τῇ οἰκείᾳ πρωτεξαδέλφῃ.

101

pr.ὁ ῥαδηνὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα ἰωάννης πρωτεξάδελφοι μαρία γεώργιος- Καὶ οὗτος ὁ γάμος ὁ τοῦ γεωργίου καὶ τῆς μαρίας κεκώλυται· πέμπτου γὰρ βαθμοῦ ἐστιν ὁ γεώργιος.

102

pr.ὁ ῥαδηνὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα ἰωάννης πρωτεξάδελφοι μαρία παῦλος δισεξάδελφοι βαρβάρα Καὶ οὗτος ὁ γάμος κεκώλυται· ἕκτου γὰρ βαθμοῦ ἐστιν ὁ παῦλος καὶ ἡ βαρβάρα.

103

pr.ὁ ῥαδηνὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα μαρία πρωτεξάδελφοι ἰωάννης παῦλος δισεξάδελφοι βαρβάρα πέτρος Ὁ γάμος οὗτος ὁ ἀπὸ τοῦ πέτρου πρὸς τὴν βαρβάραν, ἐπειδὴ ἀμφότεροι ἀπὸ τοῦ ῥαδηνοῦ κατάγονται, τὸν ἐξ αἵματος σώζουσι βαθμὸν ζ΄, καὶ παρὰ μὲν τῶν νόμων σεσιώπηται, παρὰ δὲ τοῦ πατριάρχου κυροῦ ἀλεξίου κεκώλυται. πῶς; κεκώλυται μὲν πρὸ τοῦ προβῆναι καὶ τελεσθῆναι, μετὰ δὲ τὸ προβῆναι καὶ τελεσθῆναι οὐ διασπῶνται μὲν οἱ συναφθέντες, καθυποβάλλονται δὲ ἐπιτιμίοις κατὰ τὴν συνοδικὴν ἐκείνου οἰκονομίαν, ἥτις καὶ ἠπράκτησε καθόλου παρὰ τοῦ τόμου τοῦ γεγονότος παρὰ τοῦ ἁγιωτάτου πατριάρχου κυροῦ λουκᾶ, κυρωθέντος τοῦ τοιούτου τόμου καὶ διὰ χρυσοβούλλου λόγου τοῦ ἀοιδίμου βασιλέως κυροῦ μανουὴλ, καὶ οὐδόλως τὴν σήμερον ἐνεργεῖται εἰς βαθμὸν ζ΄. STAATB MUENGMEN

104

pr.ὁ ῥαδηνὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα ἰωάννης πρωτεξάδελφοι μαρία παῦλος δισεξάδελφοι βαρβάρα πέτρος τρισεξάδελφοι μαρίνα Ὁ τοιοῦτος γάμος ἀπὸ τοῦ πέτρου πρὸς τὴν μαρίναν δηλονότι ἀκώλυτος. νόμιμος γὰρ ὁ ὄγδοός ἐστι βαθμός· τρισεξάδελφοι γὰρ οἱ συναφθέντες, κἂν κωλύηται παρὰ τοῦ πατριάρχου κυροῦ σισινίου.

105

pr.Οὗτοι μέν εἰσι κατὰ σειρὰν καὶ ἐξ αἵματος. οἱ δὲ ἐξ ἀγχιστείας ἔχουσιν οὕτως· ὁ ῥαδηνὸς πατὴρ ὁ σκληρὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα μαρία ἀδελφοὶ ῥωμανὸς Ἰδοὺ συνάφειαι δύο· τούτων ὁ πρῶτος γάμος κρατείτω, ὁ δεύτερος διασπασθήτω. σκόπει δὲ ποῖος γέγονεν ἐκ τῶν δύο γάμων, εἴτε ὁ τοῦ μιχαὴλ τοῦ ῥαδηνοῦ πρὸς τὴν μαρίαν τοῦ σκληροῦ, εἴτε ὁ τῆς ἄννης τῆς τοῦ ῥαδηνοῦ πρὸς τὸν ῥωμανὸν τοῦ σκληροῦ· καὶ τὸν μὲν προγεγονότα ἀγάπησον, τὸν δὲ ἕτερον κώλυσον, εἰ δὲ γέγονε διαχώρισον· ἐπεὶ οἱ δύο ἀδελφοὶ οἱ ἐκ τοῦ ῥαδηνοῦ καταγόμενοι πρὸς ἀλλήλους σώζουσι τὸν β΄ βαθμὸν, καὶ οἱ ἐκ τοῦ σκληροῦ καταγόμενοι δύο ἀδελφοὶ ὡσαύτως τὸν β΄ βαθμόν· συνάγεται γοῦν ἐξ ἀμφοτέρων τέταρτος βαθμὸς, καὶ κεκώλυται. ἄλλως τε δὲ καὶ ἀπρεπὲς καὶ ἀσύμφορον τὸ τοὺς δύο ἀδελφοὺς δυσὶν ἀδελφαῖς συνάπτεσθαι.

106

pr.ὁ σκληρὸς πατὴρ ὁ ῥαδηνὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα μαρία ῥωμανὸς ἰωάννης υἱὸς ῥωμανοῦ Ἐνταῦθα τὸν πρῶτον ἔασον, τὸν δὲ δεύτερον κώλυσον, διότι ὁ μὲν μιχαὴλ πρὸς τὴν ἄνναν σώζει τὸν β΄ βαθμὸν, ἡ δὲ μαρία πρὸς τὸν ἰωάννην τὸν τρίτον· εὑρίσκεται οὖν ἐξ ἀμφοτέρων τῶν μερῶν ε΄ βαθμὸς, καὶ κωλύεται.

107

pr.ὁ ῥαδηνὸς πατὴρ ὁ σκληρὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα μαρία ἀδελφοὶ ῥωμανὸς μάρκος πρωτεξάδελφοι μαρία Ὁμοίως κανταῦθα τὸν προβεβηκότα ἔασον, τὸν δὲ μετὰ τοῦτον γενόμενον διάλυσον, μὴ γενόμενον δὲ κώλυσον. ὁ γὰρ μιχαὴλ καὶ ἡ ἄννα β΄ βαθμὸς, καὶ συνεζύγησαν τῇ μαρίᾳ καὶ τῷ μάρκῳ ἐξαδέλφοις πρώτοις ὑπάρχουσι καὶ πρὸς ἀλλή λους τὸν δ΄ σώζουσι βαθμόν. οἱ τοιοῦτοι γάμοι πρὸ μὲν τοῦ πατριάρχου κυροῦ σισινίου προέβαινον, μετὰ δὲ τὸν τόμον κωλύονται διὰ τὸ ἐξ ἀμφοτέρων τῶν γενῶν ς΄ βαθμὸν συμπεραίνεσθαι καὶ μὴ ἐξεῖναι τοὺς β΄ ἀδελφοὺς πρὸς μίαν λαμβάνειν ἐξαδέλφην πρώτην μὴ οἰκείαν ἀλλ᾽ ἐξ ἀγχιστείας οὖσαν, ὡς ἐνταῦθα διεγράφη.

108

pr.ὁ ῥαδηνὸς πατὴρ ὁ σκληρὸς πατὴρ ἄννα ἀδελφοὶ μιχαὴλ μαρία ἀδελφαὶ εἰρήνη θεοδώρα Ιωάνη ἰωάννης Τοῦτο τὸ διάγραμμα σώζει τὸν ς΄ βαθμὸν τὸν ἐξ ἀγχιστείας καὶ γίνεται ἀκωλύτως. λαμβάνουσι γὰρ θεῖος καὶ ἀνεψιὰ θείαν καὶ ἀνεψιὸν διὰ τὸ εἶναι ἐξ ἀμφοτέρων τῶν μερῶν τρία κα τρία. ἐνεδόθη δὲ τοῦτο διὰ χρυσοβούλλου λόγου τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ, ἀλλὰ καὶ διὰ συνοδικοῦ σημειώματος τοῦ ἁγιωτάτου πατριάρχου κυροῦ νικολάου.

109

pr.ὁ ῥαδηνὸς πατὴρ ὁ σκληρὸς πατήρ μιχαὴλ ἀδελφοὶ ἄννα μαρία ῥωμανός ἰωάννης πρωτεξάδελφοι μαρία θωμᾶς Τοῦτο τὸ διάγραμμα διαγράφει τὸν ἐξ ἀγχιστείας ζ΄ βαθμὸν, ὅστις οὐ κωλύεται ἀλλ᾽ οὐδὲ γενόμενος ἐπιτιμᾶται, ὡς ἐδηλώθη γίνεσθαι ἐπὶ τοῦ καθ᾽ αἷμα ζ΄ βαθμοῦ. STAATE MUENGKEN ὁ ῥαδηνὸς πατὴρ ὁ σκληρὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα μαρι μαρία ἀδελφοὶ ῥωμανὸς ἰωάννης πρωτεξάδελφοι παῦλος ἄννα μάρθα ἐλισάβετ Ὁ προγεγραμμένος γάμος κρατείτω᾽ ὁ δὲ ὕστερος διασπασθήτω. εἰ γὰρ καὶ οὗτος Ἑβδομός ἐστι βαθμὸς ἐξ ἀγχιστείας ὡς ἀπὸ τῆς ἄννης τῆς μητρὸς τῆς μάρθας· ἀπὸ γὰρ τῆς ἄννης τῆς τοῦ σκληροῦ ἐγγόνης μέχρι καὶ αὐτῆς τῆς ἐλι σάβετ τρεῖς εἰσι βαθμοὶ, καὶ ἕτεροι τέσσαρες ἀπὸ τῶν παίδων καὶ ἐγγόνων τοῦ ῥαδηνοῦ· ἀλλ᾽ ἐπειδὴ ἡ ἐλισάβετ προεγγόνη τυγχάνει τῆς μαρίας τῆς θυγατρὸς τοῦ σκληροῦ ὡς προμάμμης τῆς ἐλισάβετ, ἄσεμνόν ἐστι καὶ ἀπρεπὲς τοὺς δύο πρώτους ἐξαδέλφους συζυγῆναι προμάμμῃ καὶ προεγγόνῃ, διά τε τὸν φάσκοντα νόμον· ὅτι τὸ φύσει δίκαιον καὶ τὸ εὐπρεπὲς ἐν τοῖς γάμοις σκοπεῖται, καὶ διὰ τὴν τοῦ γένους σύγχυσιν. εἰ γὰρ οὕτω προβαίη, συγχυθήσεται τὰ τοῦ γένους καὶ ἔσται τῇ μαρίᾳ τοῦ σκληροῦ κατ᾿ αὐτὸν ἡ ἐλισάβετ καὶ προεγγόνη καὶ νύμφη, ὅπερ ἄτοπον. εἰ δὲ καὶ παῖδας συμβαίη τεχθῆναι ἐξ ἀμφοτέρων τῶν συνοικεσίων, διὰ μὲν τοὺς πατέρας ἔσονται οἱ αὐτοὶ δεύτεροι ἐξάδελφοι, διὰ δὲ τὰς μητέρας τὴν τοῦ θείου καὶ ἀνεψιοῦ συγγένειαν ἕξουσιν· ὁ γὰρ ἐκ τοῦ ἰωάννου καὶ τῆς μαρίας τοῦ σκληροῦ φὺς ἔσται πάντως θεῖος, ὁ δὲ ἀπὸ τοῦ παύλου τοῦ ἐγγόνου τοῦ ῥαδηνοῦ καὶ τῆς ἐλισάβετ τοῦ σκληροῦ ἀποτεχθεὶς ἔσται πάντως ἀνεψιός '.

111

pr.ὁ ῥαδηνὸς πατὴρ ὁ σκληρὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα πέτρος ἀδελφοὶ μαρία ἰωάννης πρωτεξάδελφοι μαρία μάρθα δισεξάδελφοι βαρβάρα Ἐστὶ καὶ οὗτος ὁ δεύτερος γάμος ἄτοπος, ὃν καὶ διάλυε οὕτως εὑρισκόμενον. πῶς οὐκ ἄλογον, τὸν πέτρον τόν ποτε τῆς βαρβάρας ἄνδρα καὶ γαμβρὸν τῆς μάρθας ὀνομαζόμενον, νῦν αὐτῆς τῆς μάρθας ἄνδρα γενέσθαι, θανάτῳ ἴσως τῆς βαρβάρας ἢ διαζυγίῳ διασπασθείσης τῆς πρὸς τὸν πέτρον συναφείας, ᾧ ἡ βαρβάρα πρότερον συνεζύγη. 112. ὁ ῥαδηνὸς πατὴρ ὁ σκληρὸς πατὴρ μιχαὴλ ἀδελφοὶ ἄννα μαρία ἀδελφοὶ ῥωμανὸς μάρκος πρωτεξάδελφοι ζώη · ἰωάννης Κἀνταῦθα τὸν πρῶτον γάμον ἀγάπησον, τὸν δὲ δεύτερον κώλυσον, εἰ δὲ ἐγένετο, διάζευξον. οὐ γὰρ πρέπει δυσὶν ἀδελφοῖς συζευχθῆναι θείᾳ καὶ ἀνεψιᾷ μικρᾷ, κἂν καὶ ζ΄ βαθμῶν ἔνι ἐξ ἀγχιστείας· τὴν σήμερον δὲ ἀπρακτεῖ. 113. ὁ ῥαδηνὸς πατήρ ὁ σκληρὸς πατήρ μιχαὴλ ἀδελφοὶ ἄννα ὁ πέτρος υἱὸς τοῦ σκληροῦ ἰωάννης πρωτεξάδελφοι μαρία μάρθα δισεξάδελφοι βαρβάρα Κἀνταῦθα τὸν προβεβηκότα ἔασον, τὸν δὲ μετὰ τοῦτον γενόμενον διάλυσον, μὴ γενόμενον δὲ κώλυσον. οὐδὲ γὰρ πρέπει πατέρα καὶ υἱὸν συμμιγῆναι ἐξαδέλφαις δυσὶ, κἂν καὶ ζ΄ βαθμοῦ ἐστιν ἐξ ἀγχιστείας, κατὰ τὴν συνοδικὴν διάγνωσιν τὴν καὶ ὑπογεγραμμένην οὖσαν παρὰ τοῦ χαρτοφύλακος τοῦ κυρίτζη. 114. ὁ ῥαδηνὸς πατὴρ ὁ σκληρὸς πατήρ θεοδώρα ἀδελφοὶ μανουήλ γεώργιος ἀδελφοὶ νικηφόρος εἰρήνη πρωτεξάδελφοι μαρία Τούτου τοῦ διαγράμματος τὸν πρῶτον γάμον ἔασον, τὸν δεύτερον μὴ ἐάσῃς γενέσθαι, εἴπερ συμβῇ θανεῖν τὴν πρώτην γυναῖκα, κἄν οὐκ ἔφθασε γενέσθαι μετ᾿ αὐτοῦ τελεία. ἱερολογία ἢ συνάφεια· διότι ἄτοπόν ἐστι λαβεῖν τὸν αὐτὸν καὶ ἕνα ἄνθρωπον τὴν πρώτην ἐξαδέλφην τῆς γυναικὸς [ἢ] τῆς μνηστῆς αὐτοῦ, εἰ καὶ δεσμωτικὰ ἔγγραφα πολλάκις ἐγεγόνεισαν. ἐκωλύθη γὰρ τοῦτο παρὰ τοῦ πατριάρχου κυροῦ μιχαὴλ τοῦ καὶ ἀγχιάλου, συνάπτεσθαι νομίμως γυναικὶ συγγενεῖ οὔσῃ τῇ διὰ δεσμωτικοῦ ἐγγράφου κατεγγυηθείσῃ τούτῳ καὶ μὴ φθασάσῃ λαβεῖν μνηστείας εὐχὴν μετ᾿ αὐτῆς ἢ ὡς θανούσῃ ἢ ὡς ἑτέρῳ ἀνδρὶ συναφθείσῃ ἐκ μεταμελείας, εἰ μήπω ταύτην ἑξαετῆ οὖσαν ὁ θάνατος διεδέξατο. ἔδοξε γὰρ τῇ συνόδῳ μετὰ ἑξαετοῦς γυναικὸς ἐπιθυμίαν φθορᾶς μὴ μεσολαβεῖν. τοῦτο γὰρ ἐπὶ τῶν λαϊκῶν οὐ κρατήσει· μόνοι γὰρ οἱ τοῦ βήματος μιᾶς γυναικὸς καὶ ταύτης παρθένου ἄνδρες ὀφείλουσιν εἶναι καὶ αὐτοὶ δὲ τῆς αὐτῆς ὑπάρχουσι πολιτείας. . ἰωάννης ἀδελφοὶ μιχαὴλ ἡ μελιτινιώτισσα μήτηρ θεοδώρα προγόνη μαρία μανουὴλ Ἐγένετο τοῦτο ἐν ταῖς ἡμέραις τοῦ πατριάρχου κυροῦ μανουὴλ ἐπὶ τῷ τοῦ κυζίκου υἱῷ ἰωάννῃ τῷ κλειδᾷς΄ ὄντι βαθμοῦ. . ἀλέξιος ἀδελφοὶ ἰωάννης μαρία ἀδελφαὶ εἰρήνη γεώργιος ξένη Τοῦ τὸ συνάλλαγμα, εἰ καὶ ς΄ ἐστὶ βαθμοῦ ἐκ δύο καὶ δύο συγκείμενον, ὅμως λαληθὲν συνοδικῶς ἐν ταῖς ἡμέραις τοῦ ἁγιωτάτου πατριάρχου κυροῦ γερμανοῦ ἔδοξεν ἀκώλυτον εἶναι. . καλὴ ἀδελφαὶ εὐφροσύνη ἄννα ἀδελφαὶ μετζή κοσμᾶς πρωτεξάδελφοι εὐδοκία μαρία πρωτεξάδελφοι νικόλαος Οὗτος ὁ γάμος ἄμεμπτός ἐστιν. οὐδὲ γὰρ κωλύεται δύο πρωτεξαδέλφους ἑτέρου γένους ἑτέροις πρωτεξαδέλφοις συναφθῆναι. 118. ἀλέξιος εὐδοκία ἀδελφαί μαρία μανουὴλ εἰρήνη ἰωάννης ἄννα Καὶ τοῦτο τὸ διάγραμμα, εἰ καὶ ἕκτου ἐστὶ βαθμοῦ ἐκ β ' καὶ δ΄ συγκείμενον, ἀλλ᾽ οὖν πάντη ἔδοξεν ἀκώλυτον εἶναι διὰ τὸ μηδεμίαν ἐν αὐτῷ γίνεσθαι σύγχυσιν ὀνόματος συγγενείας. 119. μαρία ἀδελφαὶ εἰρήνη ἰωάννης υἱὸς μιχαὴλ καλή ἰωάννης Καὶ οὗτος ὁ γάμος κεκώλυται. ἄτοπον γάρ ἐστι θείαν καὶ ἀνεψιὰν συναφθῆναι πάππῳ καὶ ἐγγόνῳ. . εὐδοκία ἀδελφαὶ μαρία σέργιος ἰωάννης ἀδελφοὶ θεοδώρα. Τὸ παρὸν συνάλλαγμα κεκωλυμένον ἐστὶν ὡς οἶμαι. ὁ γὰρ σέργιος χθὲς ἦν σύγγαμβρος τῆς εὐδοκίας· τὸν γοῦν αὐτὸν σέργιον γενέσθαι καὶ γαμβρὸν ἐπ᾿ ἀδελφοῦ τῆς εὐδοκίας ἀπρεπές ἐστιν. . γεώργιος ἀδελφοὶ θεόδωρος εὐδοκία ἀδελφοὶ μιχαὴλ ἄννα ἀδελφαὶ θεοδώρα Τοῦτο τὸ συνάλλαγμα εἰ καὶ ἕκτου ἐστὶ βαθμοῦ, ἀλλ᾽ ὡς ἂν ἐκ τριγενείας ἀκώλυτον ἔδοξεν. γίνεται γοῦν συνάφεια εἰς γυναικαδέλφια δύο ἀδελφῶν. . πέτρος ἀδελφοὶ μάρθα ἰωάννης εἰρήνη ἀδελφαὶ θεοδώρα - Ἰωάννης γέγονεν ἀνὴρ τῆς μάρθας. ἀπέθανεν ἡ μάρθα καὶ ἔλαβεν ὁ τοιοῦτος ἰωάννης εἰς δεύτερον γάμον τὴν εἰρήνην, ἥτις ἔχει ἀδελφὴν θεοθώραν. ἔλαβε γοῦν τὴν τοιαύτην θεοδώραν τὴν ἀπὸ τοῦ δευτέρου γάμου γυναικαδέλφην τοῦ ἰωάννου ὁ πέτρος, ὅστις ἦν γυναικάδελφος τούτου δὴ τοῦ ἰωάννου ἀπὸ τοῦ προτέρου γάμου. συνάγεται γοῦν, ὅτι γαμβρὸς καὶ γυναικάδελφος ἔλαβεν δύο ἀδελφὰς, καὶ ἐστὶν ὁ γάμος οὗτος ε΄ βαθμοῦ. καὶ οὐ κεκώλυται, οὔτε γὰρ νόμος τὶς περὶ τῶν ἐκ τριγενείας τοιούτων γάμων ἐμποδιστικόν τι διέλαβεν, ἀλλ᾽ οὐδὲ ὁ τόμος τοῦ κυροῦ σισινίου τοὺς τοιούτους γάμους ἐκώλυσεν. ἰωάννης γυνὴ εἰρήνη καλὴ κωνσταντιῖνος θεοδώρα. Τέθνηκεν ἡ εἰρήνη καὶ ἔλαβεν ὁ ἰωάννης τὴν καλήν. ἀπέθανεν ὁ ἰωάννης καὶ ἡ θυγάτηρ αὐτοῦ ἡ προγονὴ τῆς καλῆς, καὶ ζητεῖ ἡ καλὴ τὸν ἄνδρα τῆς προγονῆς ἤγουν τὸν κωνσταντῖνον. τοῦτο τὸ συνάλλαγμα, εἰ καὶ ἐκ τριγενείας ἐστὶν, ἀλλ᾽ οὖν πάντη κεκωλυμένον εὑρίσκεται. ἄτοπον γάρ ἐστι τὸν ὃν εἶχε γαμβρὸν ἡ καλὴ ἐπὶ τῇ προγονῇ αὐτῆς τὸν κωνσταντῖνον νῦν εἰς ἄνδρα λαβεῖν. . νικήτας ἀδελφοὶ εἰρήνη νικόλαος καλὴ ἀδελφαὶ ἄννα Τοῦτο τὸ συνάλλαγμα εἰ καὶ κεκώλυται ἄνωθεν, ἀλλ᾽ οὖν ἐνταῦθα εὑρέθη ἐν τῷ πρωτοτύπῳ ἀκώλυτον. ἐστί γουν, ὅτι γαμβρὸς καὶ γυναικάδελφος ἐπῆραν δύο ἀδελφὰς, ὡς γενέσθαι τὸν νικόλαον γαμβρὸν τοῦ νικήτα καὶ σύγγαμβρον. προετράπη γοῦν ἐπὶ τοῦ ἁγιωτάτου πιτριάρχου κυροῦ λέοντος τοῦ στυππῆ. . μαρία ἀδελφοὶ ἀλέξιος εἰρήνη ἀνδρόνικος ἀδελφοὶ κωνσταντίνος Τοῦτο τὸ συνάλλαγμά ἐστι τοιοῦτον, ὅτι δύο ἀδελφοὶ ἠγάγοντο νύμφην καὶ ἀνδραδέλφην, καὶ γέγονε καὶ τοῦτο ἐπὶ τοῦ πατριάρχου τοῦ στυππῆ. ἐν γὰρ τοῖς δυσὶ τούτοις διαγράμμασιν οὐδὲ βαθμὸν ἀριθμηθῆναι δυνατόν. τοῦτο ἐπράχθη καὶ ἐπὶ τοῦ πατριάρχου τοῦ κυροῦ ἀρσενίου. . βασίλειος͵ ἀδελφοὶ ἰωάννης θέκλα ἀδελφοὶ κωνσταντῖνος γυνὴ τούτου ἄννα Θανόντος τοῦ βασιλείου ζητεῖ τὴν ἄνναν ὁ κωνσταντῖνος. ἔνι γοῦν ὡς ὁ γυναικάδελφος τοῦ ἰωάννου ὁ κωνσταντῖνος ἠγάγετο εἰς γυναῖκα τὴν ἐπ᾿ ἀδελφῇ νύμφην αὐτοῦ τὴν ἄνναν. καὶ ἐστὶ τοιοῦτον, ὅτι ὁ γυναικάδελφός μου ἵνα ἐπάρῃ εἰς γυναῖκα τὴν νύμφην μου. τοῦτο εἰ καί τισιν ἀκώλυτον ἔδοξεν εἶναι, ἀλλὰ κωλύεται ὡς ἀπρεπές. . βασίλειος ἀδελφοὶ ἰωάννης νικηφόρος εὐφροσύνη ἀδελφαὶ εὐδοκία θυγάτηρ μαρία Τοῦτο τὸ διάγραμμα, εἰ καὶ ἕκτου ἐστὶ βαθμοῦ, ὡς ἐκ τριγενείας συνιστάμενον ἀκώλυτον ἔδοξεν εἶναι. ἔχει δὲ οὕτω· θεῖος καὶ γαμβρὸς ἐπ᾿ ἀνεψιᾷ πρώτῃ ἔλαβον εἰς γυναῖκας ἀδελφὰς δύο. . βασίλειος θεοφανὼ ἀδελφοὶ ἰωάννης μαρία πρωτεξαδέλφαι θέκλα. Τοῦτο τὸ διάγραμμά ἐστιν, ὅτι ὁ γαμβρὸς καὶ γυναικάδελφος ἔσχον εἰς γυναῖκας δύο πρώτας ἐξαδέλφας, ὅπερ ἐστὶ βαθμοῦ ζ΄. διὰ τοῦτο καὶ ἀκώλυτον, διὰ τὸ μὴ ἐμφαίνεσθαι σύγχυσιν. καὶ τοῦτο παρὰ πολλῶν τε καὶ ἄλλων πρὸ ἡμῶν εὐλογήθη τὸ συνοικέσιον. . ἄννα ἀδελφαὶ μαρία ἰωάννης ξένη κωνσταντῖνος ἀδελφοὶ θεόδωρος εἰρήνη παῖς τῆς ξένης θεοδώρα Τοῦτο τὸ συνάλλαγμα ἀφείθη ἐπὶ τῶν ἡμερῶν τοῦ ἁγιωτάτου πατριάρχου κυροῦ μανουὴλ καὶ τῶν τότε ἀρχιερέων ὡς συνιστάμενον ἐκ τριγενείας. ἐστὶ δὲ ἐν ἐρωτήσει τοιοῦτον, ὅτι τοῦ ἰωάννου ἡ θυγάτηρ καὶ ἡ ἀνεψιὰ ἤγουν ἡ ἀδελφόπαις τῆς πρώτης γυναικὸς αὐτοῦ ἵνα ἐπάρωσι δύο ἀδελφούς. 130. Ὁ μὲν ἐπὶ τοῦ κανικλείου ἀμεταθέτως, οὐ πολὺ δὲ εἰπεῖν καὶ ἀπερισκέπτως ἐνίσταται, λέγων εἶναι τὸν εἰρημένον ἐκ τριγενείας γάμον παράνομον. ἐλέγχεται δὲ μάτην φθεγγι - μενος. οὐδὲν γὰρ παρίστησιν ἐκ τοῦ νόμου καίριον. ἐγὼ δὲ ὁ δοῦλός σου τὸ μὴ παρὰ τοῦ νόμου ῥητῶς κωλυθὲν οὐ δύναμαι ἀπὸ στοχασμῶν ὡς ἐκφωνηθὲν παραδέχεσθαι. καὶ γὰρ ὁ νόμος περὶ τῶν ἐκ τριγενείας κεκωλυμένων ῥητῶς διέλαβε, φάσκων οὕτως· οὐδὲ τήν ποτε γυναῖκα λαμβάνω τοῦ προγόνου μου. οὐδὲ ἡ μητρυὰ λαμβάνει τὸν γενόμενον ἄνδρα τῆς προγονῆς αὐτῆς· ἃ σχεδὸν καὶ πρώτου βαθμοῦ εἰσιν, εἴ τις κὰν τούτοις εἰσάγειν βαθμοὺς ἐκβιάσοιτο. περὶ δὲ τῶν ἄλλων ἐκ τριγενείας, ὡς ἀκωλύτων, οὐδὲν ὅλως ὁ νόμος διέλαβε. διὸ καὶ οὐδεὶς οὐδέποτε δικαστὴς τοιοῦτον γάμον διέσεισε. καθάπερ ἀμέλει καὶ ἐν τῷ τόμῳ τοῦ σισινίου ὁ μὲν ῥητῶς κεκώλυται, ἕκτου βαθμοῦ εὑρισκόμενον, μεμένηκεν ἀπαράβατον· ὃ δὲ παρεῖται, δηλαδὴ ὡς ἀκώλυτον, παρ᾽ οὐδενὸς μετὰ ταῦτα κεκώλυται· ὅπερ ἐστὶ τὸ ἐξ ἑκατέρου μέρους ἰσάζον, ὡς ὅταν θεῖος καὶ ἀνεψιὸς θείαν λαμβάνῃ καὶ ἀνεψιάν. δέκα γὰρ καὶ ἑπτὰ ἔτη κοιαίστορι ὄντι ἐξυπηρετησάμην τῷ μακαρίτῃ κυρίῳ μου τῷ μυστικῷ, καὶ τοιαῦται πολλαὶ ὑποθέσεις ἐκινήθησαν ἔν τε τῇ βασιλευούσῃ καὶ ἐν τοῖς ἔξω καὶ πρὸς ἐκεῖνον ἔγραφον οἱ κριταί· καὶ εἰς τὸ κοιαιστώριον δὲ τοιαῦται πολλαὶ ὑποθέσεις ἐκινοῦντο. ἀλλ᾽ οὐδέποτε τοιοῦτος ἐκωλύθη βαθμός. ἐν μὲν γὰρ τῇ φυσικῇ συγγενείᾳ τὸν ἕβδομον βαθμὸν οὐ παρεξερχόμεθα· οὐδὲ γὰρ ἡ φύσις ἀνέχεται ὑπὲρ τοῦτον τὸν βαθμὸν τὴν ζωὴν τῶν ἀνθρώπων ἐπεκτείνεσθαι. ἐν δὲ τοῖς ἐξ ἀγχιστείας καὶ τοῖς ἐκ τριγενείας, ὅσα ὁ νόμος ῥητῶς διωρίσατο, ταῦτα ὀφείλουσι διαφυλάττεσθαι, τὸ δὲ διὰ τί; οὐ χρὴ πολυπραγμονεῖν, οὐδὲ τὰς αἰτίας ἐπιζητεῖν. ὅτι καὶ ὁ νόμος οὕτω φησίν· οὐ δεῖ πάντων τῶν νομίμων λογισμὸν ἀπαιτεῖν. εὑρίσκονται γὰρ οἱ πολλοὶ ἀναιτιολόγητοι. καὶ ἐστὶ τὸ τοιοῦτον νόμιμον δίγεστον καὶ παλαιὸν, καὶ πρὸ τῆς μοναρχίας. ὅσα δὲ μὴ ῥητῶς ὑπὸ τῶν νόμων [κεκώλυται,] ταῦτα τῶν κεκωλυμένων ὑπερτείνοντα πράττεται ἀδεῶς. ὁ δὲ πάλιν ὡς μέγα τὶ προβαλλόμενός φησιν, ὅτι ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐπιτετραμμένον, ἀλλὰ καὶ τὸ εὐπρεπρὲς δεῖ ζητεῖν, καὶ ἐκ τούτου πειρᾶται κρατῆσαι τοῦ ἀγῶνος. αὐτόθεν δὲ τὴν λύσιν ὁ νόμος ἐπάγει, καὶ πᾶσαν ἀπολογίαν ἀποῤῥαπίζει. περὶ γὰρ τῶν ἐκ φυσικῆς ἐπιθυμίας προβιβαζομένων εἰς τὸ παράνομον τοῦτο διέξεισι, καί φησιν· ὁ φυσικὸς πατὴρ οὐ λαμβάνει τὴν πορνογενῆ αὐτοῦ θυγατέρα· τὸ γὰρ φύσει δίκαιον καὶ τὸ εὐπρεπὲς ἐν τοῖς γάμοις σκοπεῖται. τὰ αὐτὰ καὶ περὶ δουλικῆς συγγενείας φυλάττεσθαι δεῖ. καὶ εἰκότως· εἰ γὰρ καὶ συγγένεια, ἐν τούτοις οὐ θεωρεῖται διὰ τὸ ἀκέφαλον, ἀλλὰ διὰ τὸ εὔσχημον συντηροῦνται καὶ ταῦτα. καὶ οἱ λόγοι, ἐν οἷς ἐξεφωνήθησαν, ἐν ἐκείνοις καὶ τὴν ἰσχὺν ἔχουσι. τὸ δὲ παραβιάζεσθαι αὐτοὺς ἢ ἐξ ἀντιδιαστολῆς ἀποκρίνεσθαι, παρανοοῦντος τούτους ἐστί. καὶ οἱ ἀντιλέγοντες, μηδὲ ἑπόμενοι τοῖς κειμένοις νόμοις, ἀλλ᾽ ἕτερα ἐξ οἰκείων παρεισάγοντες, οἰ δικαστῶν, ἀλλὰ νομοθετῶν τάξιν πειρῶνται ἔχειν. ἀπαρχῆς γὰρ ἀδιάκριτος ἦν ἡ πρὸς ἀλλήλους συνάφεια. τῶν δὲ νομοθετῶν ῥητῶς κωλυσάντων τὰ δοκοῦντα ἀθέμιτα, τὰ λοιπὰ προβαίνει μὴ κωλυόμενα. διὸ καὶ οὐ χρὴ ζητεῖν, τίς ὁ προτρέψας ῥητῶς τὸ τοιόνδε γενέσθαι, ἀλλὰ μάλιστα τίς ὁ γενέσθαι κωλύσας. εἰ δὲ μηδεὶς, προβαίνειν ἀνάγκη τὸ τοιοῦτον συνάλλαγμα. καὶ οὐ νῦν πρώτως ἡμεῖς τοῦτο ἀκώλυτον τάξομεν, ἀλλ᾽ ἐστὶ προβαῖνον ἐξ ἀμνημονεύτων τῶν χρόνων, παρὰ τὸ μηδεμίαν ἔχειν αἰτίαν κωλύσεως. ὁ γὰρ εὐθὴς δικαστὴς πρὸς τὸ παρὰ τοῦ νόμου ἐκφωνούμενον ὥσπερ κανόνα τινὰ τὸν νοῦν ἀπερείδων, τὰ περιττὰ καὶ τοῦ κανόνος ἐπέκεινα παρίησιν ὡς ἀκώλυτα· εἰ μή τις διὰ φιλαυτίαν τινὰ ἢ ἀπέχθειαν παρὰ τοὺς καλῶς κειμένους νόμους καὶ τὴν ἄνωθεν κρατοῦσαν συνήθειαν διαμάχεσθαι βούλεται. καὶ ἐπὶ τῶν πρὸ ἡμῶν γὰρ πολλὰ τοιαῦτα γέγονε συνοικέσια, μήτε παρὰ τῆς ἐκκλησίας, μήτε παρά τινος δικαστοῦ κωλυθέντα· ἃ καὶ περιττόν ἐστι καταλέγειν, οὕτω σαφοῦς ὄντος καὶ ἀναμφιβόλου τοῦ παρόντος ζητήματος '. 131. Δαπάναι᾽ εἰσὶν ἀναγκαῖαι, αἵπερ εἰ μὴ γένοιντο, πρᾶγμα ἢ ἀπόλλυσθαι μέλλει ἢ χεῖρον γίνεσθαι. χρησίμους δὲ δαπάνας ἤρεσεν εἶναι τὰς βελτίω ποιούσας τὴν προῖκα, οὐ μὴν οὐ συγχωρούσας μὴ εἶναι αὐτὴν χείρω, ἐξ ὧν πρόσοδος τῇ γυναικὶ προσπορίζεται. οἷον ὡς ἐπὶ τῆς τοῦ ἄλσους φιλοκαλίας, περὶ οὗ ἐπάναγκες οὐκ ἦν· ὁμοίως καὶ ἐπὶ διδαχῆς τῶν παίδων ὧν ἕνεκα βαρύνεσθαι τὴν γυναῖκα ἀγνοοῦσαν ἢ ἄκουσαν χρὴ, ἵνα μὴ ἀναγκασθῇ τοῦ ἀγροῦ ἢ τῶν ἀνδραπόδων στερεῖσθαι. ἐν ταύταις δὲ ταῖς δαπάναις καὶ τὸ ἀρτοκοπεῖον καὶ τὸ ὡρεῖον τῷ προικῴῳ οἴκῳ προστεθὲν ὡς ἐπὶ πολὺ λέξομεν. ἐπιτερπεῖς δὲ δαπάναι εἰσὶν αἱ τὸ εἶδος μόνον κοσμοῦσαι, οὐ μὴν καὶ καρπὸν αὔξουσαι, ὡς ἐστὶ τὰ χλοηφόρα γήδια καὶ τὰ ἀναβρυτὰ ὕδατα καὶ αἱ μαρμαρώσεις καὶ αἱ λωρικατίωνες καὶ αἱ ζωγραφίαι. 132. Τὰ περὶ τὰ προικιμαῖα ἀκίνητα ἤτοι τὰ ἀδιατίμητα γινόμενα δαπανήματα πολυειδῆ καὶ διάφορα τυγχάνουσι καὶ τὸ ἀποτέλεσμα ποικίλον καὶ ἀνόμοιον ἔχοντα. ἢ γὰρ ἀναγκαῖά εἰσιν. ἀναγκαῖα δὲ λέγονται ὧν μὴ γενομένων ἢ τὰ πράγματα παντελῶς ἀπόλλυται ἢ χεῖρον γίνεται. οἷον ἐδόθη μοι οἶκος εἰς προῖκα τῆς γυναικός μου ἀδιατίμητος, καὶ σεισμοῦ γενομένου τὰ τούτου θεμέλια διεσείσθησαν καὶ γεγόνασιν ὑπόσαθρα· εἰ γοῦν δαπανήσω περὶ τὴν τούτου ἀνόρθωσιν καὶ ὑποστήριξιν, ἀναγκαῖον ποιῶ δαπάνημα τουτέστιν ἐξ ἀνάγκης τοῦ πράγματος ἀπαιτούμενον· τούτου γὰρ μὴ γενομένου ἢ παντελῶς ὁ οἶκος ἔμελλε καταπεσεῖν καὶ φθαρῆναι ἢ χείρων γενέσθαι· οὐδεὶς γὰρ βλέπων αὐτὸν ὑπόσαθρον μισθωτικῶς αὐτὸν ἐκλαμβάνεσθαι προεθυμήθη, καὶ διὰ τοῦτο καὶ ἡ ἐκ τούτου πρόσοδος παντελῶς ἀπεμειοῦτο. τὸ τοιοῦτον γοῦν δαπάνημα εἴτε γνώμῃ καὶ προτροπῇ τῆς γυναικὸς γένηται εἴτε καὶ μὴ, ἀπαιτεῖται ἐξ ἀνάγκης μετὰ λύσιν τοῦ γάμου, ἢ μᾶλλον εἰπεῖν ἅμα τῇ ἐξόδῳ μειοῖ καὶ κολοβοῖ τὸ ποσὸν τῆς προικὸς καὶ χωρὶς δικαστηρίου. μείωσιν δὲ προικὸς ἀκούων μὴ ὑπολάβης αὐτὰ τὰ σώματα, τυχὸν τὸν οἶκον ἢ τὸν ἀγρὸν, περικόπτεσθαι. μάθε γὰρ ὅτι εἰ μέν͵ εἰσιν ἐν τῇ προικὶ ἀκίνητα ἀδιατίμητα καὶ γένηται περὶ τὸν προικιμαῖον οἶκον ἀναγκαῖον δαπάνημα τυχὸν ἔξοδος γ΄ λιτρῶν καὶ ὁ οἶκος ἦν ἄξιος ί λιτρῶν, οὐ περικόπτει ὁ ἀνὴρ μετὰ λύσιν τοῦ γάμου μέρος ἐκ τοῦ οἴκου ἄξιον τῶν γ΄ λιτρῶν καὶ λαμβάνει τοῦτο δεσποτικῶς, ἀλλ᾽ ἔχει μόνον παρακατάσχεσιν τοῦ οἴκου ἕως οὗ τὸ ἱκανὸν αὐτῷ γένηται. εἰ δὲ σὺν τῷ οἴκῳ καὶ νομίσματα ἐδόθησαν ἐν προικὶ τυχὸν γ ' λίτραι, καὶ γέγονεν ἔξοδος περὶ τὸν οἶκον τὸν ἀδιατίμητον γ ' λιτρῶν, μειοῦται ἡ προὶξ ἤτοι κολοβοῦται ἅμα τῷ γενέσθαι τὴν ἔξοδον καὶ παύονται εἶναι ἐν προικὶ τὰ νομίσματα, καὶ ἐν ὅσῳ ἐλέγετο ἡ γυνὴ ἔχειν ἐν προικὶ οἶκον καὶ γ΄ λίτρας νομίσματα, μένει ἔχουσα προῖκα τὸν οἶκον μόνον. πανταχοῦ δὲ ἀδιατίμητον ἐθεμάτισα τὸν τῆς προικὸς οἶκον, περὶ ὃν τὰ δαπανήματα γέγονεν, ἵνα καὶ ἡ ἀπαίτησις τῆς δαπάνης ἢ μᾶλλον εἰπεῖν ἡ μείωσις χώραν ἕξει. τὰ γὰρ περὶ τὸν διατετιμημένον οἶκον γενόμενα δαπανήματα οὔτε ἀπαιτοῦνται οὔτε μείωσιν εἰσδέχονται, διότι τῶν διατετιμημένων δεσπότης ἐστὶν ὁ ἀνὴρ ὡς ἐγοραστὴς, καὶ ὡς [εἰς] ἴδια δαπανῶν ἀπαίτησιν οὐκ ἔχει· οὐδεὶς γὰρ δαπανῶν εἰς ἴδιον πρᾶγμα ἀπαιτεῖ τὰς δαπάνας· τίνα γὰρ καὶ ἀπαιτήσει αὐτάς; ἑαυτόν; καὶ τοῦτο ἄτοπον. μαθὼν οὖν τί ἐστιν ἀναγκαῖον δαπάνημα καὶ τί τὸ ἀποτέλεσμα τούτου, μάθε τί ἐστι καὶ τὸ χρήσιμον καὶ τί τὸ ἀποτέλεσμα τούτου. χρησίμους δαπάνας λέγομεν ἤτοι ἐπικερδεῖς τὰς αὐξανούσας καὶ βελτίω ποιούσας τὴν προῖκα, οὐ μὴν μὴ συγχωρούσας μὴ εἶναι αὐτὴν χείρω. οἷον ὁ ἀνὴρ περὶ τὸν προικιμαῖον ἀγρὸν ἐξοδιάσας ἐποίησε λιβάδιον, ὅπερ οὐκ ἦν ἀναγκαῖον· ἠδύνατο γὰρ καὶ χωρὶς αὐτοῦ τὸ κτῆμα συνίστασθαι καὶ μὴ γενέσθαι χεῖρον ἀλλ᾽ ἔχειν τὴν πρώτην κατάστασιν καὶ γεωργεῖσθαι ἐν τῷ σπείρεσθαι· ἢ τοὺς ἀφήλικας δούλους τῆς γυναικὸς τοὺς μὴ διατιμηθέντας ἐδίδαξεν ἰατροὺς ἢ γραμματικοὺς ἐποίησεν. ἆρα οὖν λυθέντος τοῦ γάμου παρακατέχει ὁ ἀνὴρ τὰ προικιμαῖα πράγματα διὰ τὰς δαπάνας ταύτας ἢ μειοῦται ἡ προὶξ δι᾽ αὐτῶν, ἢ κἂν μήτε παρακατάσχεσιν ἔχῃ μήτε ἡ προὶξ μειοῦται διὰ τὰ τοι αῦτα δαπανήματα, ἔχει ἀγωγὴν ἐξ ἀνάγκης καὶ ἀπαιτεῖ αὐτά; καὶ λέγομεν, ὅτι οὔτε ἡ προὶξ διὰ τῶν τοιούτων δαπανημάτων μειοῦται ὥσπερ μειοῦται διὰ τῶν ἀναγκαίων, οὔτε παρακατάσχεσίς ἐστι τῆς προικὸς, ἀλλ᾽ ἀναδίδωσι τὴν προῖκα τῇ γυναικὶ ὁ ἀνὴρ μετὰ λύσιν τοῦ γάμου κατὰ τοὺς καιροὺς τῆς ἀντιστροφῆς, καὶ μετὰ τὴν ἀντιστροφὴν ζητεῖται, ἆρα κατ᾿ ἐντολὴν τῆς γυναικὸς ἐποίησε τὰ ἐπικερδῆ δαπανήματα ὁ ἀνὴρ ἢ χωρὶς ἐντολῆς· καὶ εἰ μὲν φανῇ ὅτι κατ᾿ ἐντολὴν τῆς γυ-- ναικὸς γεγόνασι τὰ ἐπικερδή δαπανήματα, κινεῖ κατ᾿ αὐτῆς τὴν περὶ ἐντολῆς ἀγωγὴν καὶ λαμβάνει τὰς δαπάνας. εἰ δ᾽ ἴσως ὁ ἀνὴρ χωρὶς τῆς τῆς γυναικὸς ἐντολῆς ἐποίησεν αὐτὰς, οὐκ ἀπαιτεῖ τὴν γυναῖκα τὰ δαπανήματα, ἵνα μὴ συνωθουμένη ἡ γυνὴ εἰς τὴν δόσιν καὶ μὴ ἔχουσα ἄλλην εὐπορίαν καταναγκασθῇ πωλῆσαι αὐτὰ περὶ ἃ γέγονεν ἡ δαπάνη ἢ μὴ εὑρίσκουσα ἀγοραστὴν ὑπεκστῇ τούτων τῷ ἀνδρὶ καὶ ἐκ μεθόδου καὶ περινοίας κερδάνῃ ὁ ἀνὴρ τὰ τῆς γυναικός. ἐν τούτοις δὲ τοῖς ἐπικερδέσι δαπανήμασιν ὡς ἐπὶ πολὺ συναριθμεῖται τὸ ἀρτοκοπεῖον καὶ τὸ ὡρεῖον τὸ τῷ προικώῳ οἴκῳ προστεθέν. διὰ δὲ τούτου ὡς ἐπὶ πολὺ τοῦτο δηλοῦται, ὅτι ὅτε μὲν μὴ κατὰ τὸ ἀναγκαῖον γένηται τὸ ἀρτοκοπεῖον καὶ τὸ ὡρεῖον ἐπικερδὲς νοεῖται, ὅτε δὲ κατὰ τὸ ἀναγκαῖον καὶ ἀπαραίτητον, τότε τοῖς ἀναγκαίοις συναριθμεῖται δαπανήμασιν. ἆρα δὲ ἐπὶ τῶν ἐπικερδῶν δαπανημάτων τῶν μὴ γενομένων κατ᾿ ἐντολὴν τῆς γυναικὸς ζημιωθήσεται ὁ ἀνὴρ καὶ κερδανεῖ ταῦτα ἡ γυνή; οὔ. ἀλλ᾽ εἰ μὲν εὐπορεῖ ἡ γυνὴ καὶ δίδωσι τὰ δαπανήματα, λαμβάνει ταῦτα ὁ ἀνήρ᾽ εἰ δὲ μὴ εὐπορεῖ, περιαιρεῖ τὰ βελτιώματα ἄνευ ζημίας τῆς γυναικός. ταῦτα καὶ περὶ τῶν ἐπικερδῶν εἰπόντες δαπανημάτων, εἴπωμεν καὶ περὶ τῶν ἐπιτερπῶν. ἐπιτερπεῖς δαπάναι εἰσὶν αἱ τὸ εἶδος μόνον κοσμοῦσαι οὐ μὴν καὶ καρπὸν αὔξουσαι, οἷον αἱ ζωγραφίαι καὶ αἱ ἱστορίαι, τὰ χλοηφόρα γήδια, τὰ ἀναβρυτὰ ὕδατα. χλοηφόρα δὲ γήδια αἱ ῥοδωνιαὶ λέγονται καὶ κρινωνιαὶ· λορικατίωνες δὲ λέγονται αἱ ζωγραφούμεναι σανίδες. αὗται αἱ ἐπιτερπεῖς δαπάναι, εἴτε κατ᾿ ἐντολὴν τῆς γυναικὸς γίνονται εἴτε καὶ μὴ, οὐκ ἀπαιτοῦνται· ἀλλ᾽ εἰ μὲν βούλεται ἡ γυνὴ, δίδωσι τὰς δαπάνας, εἰ δ᾽ οὖν, περιαιρεῖ αὐτὰς ὁ ἀνὴρ, εἴγε δύνανται περιαιρεθῆναι, καὶ μέλλει ἔχειν αὐτὰς ὁ ἀνήρ. ἐπεὶ οὐ περιαιρεῖ αὐτὰς· οὐ γὰρ ἀκούεται κακοθελῶς θέλων αὐτὰς περιαιρῆσαι καὶ τὸ ὅλον εἰπεῖν διὰ φθόνον μόνον. εἰ δὲ τὸ πρᾶγμα, περὶ ὃ γέγονεν ἡ δαπάνη, πράσιμον ἦν, οὐκ εἰσι πρὸς τέρψιν ἀλλ᾽ ἐπωφελεῖς· αὔξεται γὰρ ἡ τιμὴ καὶ ὁ ἀγοράζων αὐτὸ πλείονα δίδωσι, καὶ ἀπαιτεῖται ἡ δαπάνη τῶν ἐπιτερπῶν τοιουτοτρόπως.