JGR VI 1.7
Περὶ προγαμιαίας δωρεᾶς.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ἀνὴρ τοὺς καρποὺς τῆς προικὸς λαμβάνει διὰ τὰ βάρη τοῦ γάμου. οἱ μέντοι πρὸ τοῦ γάμου ληφθέντες καρποὶ τῆς προικὸς γίνονται, εἰ μὴ τὸ ἐναντίον συνεφωνήθη.
2
pr.Ὅπου τὰ βάρη τοῦ γάμου, ἐκεῖ καὶ ἡ προῖς ὀφείλει εἶναι· παραχρῆμα δὲ τοῦ ἀποθανεῖν τὸν πατέρα τῷ υἱῷ ἕπονται, ὥσπερ καὶ οἱ παῖδες καὶ ἡ γυνή.
3
pr.Τῆς δευτερογαμούσης γυναικὸς τὴν δωρεὰν ἤτοι τὰ γαμικὰ κέρδη οἱ παῖδες λαμβάνουσι κατὰ δεσποτείαν, μὴ δυναμένης αὐτῆς τινα τῶν παίδων προτιμᾷν περὶ αὐτῶν ὧν ἔχει μόνην τὴν χρῆσιν. εἰς δὲ τὰ γαμικὰ κέρδη τουτέστιν εἰς τὸ ἐξ ἀπαιδίας ὡς θέλει διανέμει τοῖς παισὶ τὸ κερδαῖνον αὐτὰ πρόσωπον.
4
pr.Τῶν ἁρμοζόντων τοῖς παισὶ καθ᾽ οἱονδήποτε τρόπον προσκτήσεως ἡ μὲν χρῆσις τῷ πατρὶ αὐτῶν ἀνήκει καὶ δεντερογαμοῦντι, ὑπεξαιρουμένων τῶν κανστρισίων πεκουλίων, ἡ δὲ δεσποτεία αὐτοῖς τοῖς παισὶ φυλάττεται.
5
pr.Δευτερογαμῶν ὁ πατὴρ ἀπαιτεῖται ὑπὸ τοῦ ἰδίου παιδὸς λεγαταρίου ὄντος τὴν ἱκανοδοσίαν. εἰ γὰρ μὴ δευτερογαμήσει, οὐκ ἀπαιτεῖται τὴν τοιαύτην ἀσφάλειαν.
6
pr.Οἱ γονεῖς ἐπὶ παισὶ δευτερογαμοῦντες χρῆσιν μόνην ἔχουσιν ὧν κερδαίνουσιν ἀπὸ τοῦ πρώτου γάμου, μήτε βεβαίως ἐκποιοῦντες αὐτά. εἰ γὰρ ἐκποιήσονταί τι αὐτῶν, ἐκδικεῖται, εἰ μὴ ἄρα λ ' ἔτη παρῆλθε, ψηφιζομένου τοῦ χρόνου ἀφ᾽ οὗ γεγόνασιν αὐτεξούσιοι οἱ ὀφείλοντες ταῦτα διοικεῖν παῖδες ἢ· ἔγγονοι.
7
pr.Ἡ μὴ δευτερογαμοῦσα μήτηρ καὶ πᾶς ἀνιὼν μὴ δευτερογαμῶν λαμβάνει πρὸς τῇ χρήσει τῶν γαμικῶν κερδῶν καὶ μέρος κατὰ δεσποτείαν ἑνὸς παιδός· τοῦτο δὲ ἐπὶ τῶν τελευτῇ καὶ οὐ διαζυγίῳ λυομένων γάμων. τοῖς δὲ παισὶν ἁρμόζει πᾶν γαμικὸν κέρδος ἐξ οἱασδήποτε λύσεως κατὰ δεσποτείαν, κἂν μὴ δευτερογαμήσωσιν οἱ γονεῖς αὐτῶν, οἵτινες τὴν χρῆσιν τῶν τοιούτων κερδῶν ἔχουσι τρέφοντες τοὺς αὐτῶν παῖδας.
8
pr.Ἡ μὴ δευτερογαμοῦσα γυνὴ, εἴτε παίδων ὑπόντων αὐτῇ εἴτε καὶ μὴ, τῆς πραγαμιαίας δωρεᾶς κατά τε χρῆσιν καὶ δεσποτείαν κυρία καθίσταται· οὐ μόνον δὲ ἀλλὰ καὶ παίδων μὲν μὴ ὑπόντων, τὸ ἐξ ἀπαιδίας μέρος ἤτοι τὸ τέταρτον τοῦ προικοϋποβόλου εἰς κέρδος αὐτῆς ἀναδέχεται· τοῦτο δὲ δηλονότι λήψεται οὐκ ἐξ αὐτοῦ τοῦ προικοϋποβόλου, ἀλλ᾽ ἐκ τῆς ὑπολοίπου πάσης ἀνδρῴας ὑποστάσεως· ὑπόντων μέντοι παίδων, μετὰ τὸ τὸν τελευταῖον παῖδα εἰς τὸν εἰκοστὸν καταντῆσαι χρόνον, τῶν δύο τὸ ἕτερον αἱρεῖσθαι· ἢ τὴν χρῆσιν ἔχειν πᾶσαν τῆς ἀνδρῴας ὑποστάσεως καὶ μόνον, ἢ, εἰ μὴ τοῦτο βούλοιτο, παιδὸς ἑνὸς μοῖραν κατὰ τελείαν δεσποτείαν εἰς οἰκεῖον ἀφαιρεῖσθαι κέρδος. δῆλον δὲ ὡς καί τινος τῶν παίδων τελευτῶντος ἢ καὶ πάντων ἀτέκνων ἢ ἀδιαθέτων, εἰς αὐτὴν ὁ τούτων κλῆρος ἀναδραμεῖται '.
9
pr.Τὸ προνόμον, ὅπερ ἔχουσιν αἱ γυναῖκες ἐπὶ τῇ ἀπαιτήσει τῆς προικὸς, εἰς κληρονομίαν αὐτῶν διαβαίνει, εἴπερ ἔχουσι παῖδας ἀπὸ τοῦ τοιούτου γάμους. ἀλλ᾽ ἢ μόνον ἑνὸς παιδὸς μοῖραν.
10
pr.Ἡ πρὸ τοῦ πενθίμου χρόνου εἰς δεύτερον ἑαυτὴν συνοικέσιον ἐπιῤῥίψασα, [ὡς] εἰς αὐτὰς [τὰς] γονὰς καὶ κοίτην ἀνδρῴαν ἐξυβρίσασα, τῆς προγάμου δωρεᾶς τῆς τε δεσποτείας καὶ τῆς χρήσεως ἀπελαθήσεται, καὶ πολλῷ μᾶλλον δηλονότι ὡς οὐδὲ ἐκ τῆς ἄλλης ἀνδρῴας ὑποστάσεως οἱονδήποτε λήψεται. οὐ μόνον δὲ ἀλλὰ καὶ παίδων αὐτῇ προσόντων, ἀτέκνων τούτων καὶ ἀδιαθέτων τελευτώντων, οὔτε καθ᾽ ὅλων τῶν κλήρων οὔτε κατὰ μέρος τινὰ τούτων κληρονομήσει. εἰ μέντοιγέ τινες τῶν παίδων φιλανθρωπότερον περὶ τὴν ἐξυβρίσασαν μητέρα διατεθῆναι βουληθῶσι καὶ καταλιπεῖν τι θελήσωσιν αὐτῇ τῆς ἰδίας αὐτῶν ὑποστάσεως, κρεῖσσον μᾶλλον λογιζόμεθα τῇ τῶν τέκνων φιλανθρωπίᾳ τὴν μητέρα παραμυθεῖσθαι ἢ τοιαύτην εἰσάγειν ὠμότητα, ὥστε μηδὲ βουλομένων τῶν παίδων πρὸς ἔλεον τῆς μητρὸς ἀφορᾶν, ταύτην τινὸς τυγχάνειν φιλανθρωπίας.
11
pr.Ἡ μετὰ τὸν πένθιμον χρόνον ἤγουν μετὰ τοὺς ιβ΄ μῆνας δευτερογαμοῦσα τῆς πρὸ γάμου δωρεᾶς κατὰ τὸ ἥμισυ μέρος κυρία καθίσταται, τοῦ ἑτέρου ἡμίσεος μέρους τοῖς ἐκ τοῦ προτέρου ἀνδρὸς αὐτῆς παισὶ φυλαττομένου. εἰ δὲ παῖ δες μὴ ὑπεισιν αὐτῇ, τῆς ὅλης προγαμιαίας δωρεᾶς κυρία ἔσται. ἐκ μέντοι τῆς ἄλλης ἀνδρῴας ὑποστάσεως ὄντων παίδων καὶ μὴ ὄντων οὐδὲν ἕτερον αὕτη παρακερδαίνει. τινὸς μέντοι τῶν παίδων τῶν ἐκ τοῦ προτέρου γάμου ἀτέκνου καὶ ἀδιαθέτου τελευτῶντος, τὴν τούτου ὑπόστασιν μετὰ τῶν ὑπολοίπων παίδων ἐξ ἴσου μερίζεται· εἰ δὲ μὴ εἴη τὶς ὁ ταύτην συμμεριζόμενος, ὁλοκλήρου τῆς ὑποστάσεως αὐτὴ κυρία λογι σθήσεται '.
12
pr.Ὁ μὴ δευτερογαμῶν ἀνὴρ, μὴ προσόντων μὲν παίδων, τὸν ἐξ ἀπαιδίας κάσσον ἤτοι τὸ δ΄ τοῦ προικοϋποβόλου λαμβάνει· παίδων δὲ προσόντων, οὓς ἐκτρέφειν καὶ παιδαγωγεῖν ἀνάγκη, μετὰ τὸ φθάσαι τὸν τελευταῖον παῖδα εἰς τὸν κ΄ χρόνον ἄδειαν ἐχέτω, ἢ τὴν χρῆσιν, ἣν καὶ πρῶτον εἶχε, παρακατέχειν ἕως τέλους μὴ λαμβάνων ἀδελφικὴν μοῖραν εἰς οἰκεῖον κέρδος, ἢ λαμβάνειν μὲν ἀδελφικὴν μοῖραν, ἐξίστασθαι δὲ τῆς χρήσεως παντελῶς τῶν τοῦ παιδὸς πραγμάτων. κληρονομεῖ δὲ καὶ οὗτος ὁλοκλήρως τοὺς ἰδίους παῖδας ἀτέκνους ἢ ἀδιαθέτους τελευτῶντας. ὁ μέντοιγε δευτερογαμῶν ἐκτρέφειν μὲν καὶ αὐτὸς καὶ παιδαγωγεῖν φυσικῷ τε καὶ γραπτῷ καταναγκάζεται νόμῳ τὰ τέκνα, καὶ ἐν ᾧ καιρῷ ταῦτα παιδαγωγεῖ καὶ ἀνατρέφει, μετέχει κἀκεῖνος τῆς χρήσεως καὶ παρὰ τοῦτο πλέον οὐδέν· ἀναγραφῆς δηλονότι τῆς τῶν παίδων ἐξ ἀρχῆς ὑποστάσεως ἀκριβοῦς γεγενημένης, ἧς ἐκεῖνος ὀφείλει τὸν λόγον ὑπέχειν μετὰ τὸ φθάσαι τὸν ἔσχατον τῶν παίδων εἰς τὸν κ΄ χρόνον, ὅτε καὶ αὐτῆς παντελῶς ἐξίσταται τῆς χρήσεως, μηδὲν ἄλλο παρακερδαίνων ἐκ τῆς εἰς αὐτοὺς ἀπὸ μητρὸς ἢ ἀλλαχόθεν περιελθούσης ὑποστάσεως. τινὸς δὲ τῶν παίδων τελευτῶντος ἀτέκνου καὶ ἀδιαθέτου, καὶ ἡ ἐκείνου ὑπόστασις τοῖς ὑπολοίποις παισὶ μερισθήσεται· μηδενὸς δὲ τοῦ συμμεριζομένου καταλειπομένου, εἰς ὁλόκληρον αὐτὸς ταύτην ἀναδέξεται. καὶ ταῦτα μὲν παίδων προσόντων· παῖδας μέντοι μὴ ἔχων ὁ δευτερογαμῶν οὐδὲν ὅλως ἐκ τῆς ὑποστάσεως τῆς προτέρας γυναικὸς εἰς οἰκεῖον κέρδος λήψεται.
13
pr.Ἐν τῇ πρὸς δευτέρους ἄνδρας ἢ γυναῖκας συμβολῇ καὶ ἐπερωτήσει οὐδὲν ἄλλο τὸν δευτερογαμοῦντα ἄνδρα ἢ τὴν δευτερογαμοῦσαν γυναῖκα ἐπιδιδόναι ἀνεχόμεθα τῷ δευτέρῳ ὑπεισιόντι προσώπῳ, εἰ μὴ ἑνὸς παιδὸς ἐξισουμένην μοῖραν, κἄντε πρὸς φαλκίδιον ἔλθωσιν οἱ· παῖδες ἢ ὁ παῖς παρὰ τῶν γο νέων καταδικαζόμενοι, κάντε πρὸς πλείω ἢ καὶ ἐλάττονα τοῦ φαλκιδίου μοῖραν. εἰ δέ τι πλέον δοῦναι τολμήσαιεν, τοῦτο μὲν τὸ πλέον ἀφαιρεῖται τοῦ λαβόντος καὶ δίδοται τοῖς πρώτοις παισὶν ἐξ ἴσου αὐτὸ συμμεριζομένοις, καὶ ὁ τὸ ἔλαττον δὲ λαβὼν παῖς ἐκ πάσης ἀνάγκης τὸ τοῦ φαλκιδίου μέρος ἔχειν ὀφείλει. εἰ δὲ εἰς τὸ ἔλαττον παρὰ θατέρου τῶν τεκόντων ἀποστῇ, εἰς ἐκεῖνο μὲν συνελαθήσεται καὶ ὁ πατρωὸς ἢ ἡ μητρυιὰ, καὶ εἴ τι δὲ πλεῖον θατέρῳ τῶν προσώπων παρὰ θατέρου πεφιλοτίμηται, ἐξ αὐτοῦ μὲν πρῶτον ἀναπληρωθήσεται ὁ παῖς εἰς ὁλόκληρον τὸ φαλκίδιον, καὶ εἴ τι ἄλλο ἐκ τῆς φιλοτιμίας ὑπολιμπάνεται, μόνοι τοῦτο οἱ παῖδες οἱ ἐκ τοῦ πρώτου γάμου πάντες ἐξίσου διαμερίσονται '.
14
pr.Θεσπίζομεν τάλλα πάντα πράγματα τὰ μετὰ τὴν πρὸ γάμου δωρεὰν εἰς τοὺς παῖδας ἀφιγμένα, εἰ μὲν ὁ παῖς ἄῤῥην ἢ θήλεια τυχὸν διάθοιτο κατὰ τὸν νόμον, χωρεῖν ἐπὶ τοὺς γεγραμμένους κληρονόμους· ἐνταῦθα τῆς μητρὸς οὐ κωλυομένης γράφεσθαι παρὰ τοῦ παιδὸς κληρονόμου, ἀλλὰ καὶ τῶν κατὰ τῆς διαθήκης αὐτῇ διδομένων δικαίων, εἴγε ὁ παῖς αὐτὴν παραλίποι ἢ καὶ ἀλόγως ἀπόκληρον ποιήσαιτο, φυλαττομένων· εἰ δὲ ἀδιάθετος τελευτήσειε, τῆς ἐκείνου μοίρας, εἰ μὲν ἔχοι παῖδας ἰδίους, ἐπ᾿ ἐκείνους ἀφικνουμένους, εἰ δ᾽ οὐκ ἔχοι μὲν παῖδας ἰδίους, εἴη δὲ τῶν ἀδελφῶν ἡ κλῆσις, καὶ τῆς μητρὸς ἅμα τοῖς ἀδελφοῖς ἐπὶ τὸν κλῆρον ἐρχομένης καὶ τοῦτον ἰσχυρῶς ἐχούσης, εἴτε δευτέροις ὁμιλήσειε γάμοις εἴτε καὶ μή. τῆς δὲ προγαμιαίας δωρεᾶς εἰς δεύτερον ἐλθοῦσα συνοικέσιον μηδὲ καθόσον κληρονομεῖ τοῦ παιδὸς ἀπολαβέτω. ἀλλὰ τοῦτο τῶν παίδων μόνων ἔσται κέρδος, αὐτοῖς παρὰ τοῦ νόμου δεδομένον καὶ μὴ δοκοῦν εἶναι μέρος τοῦ κλήρου τοῦ παιδὸς, ἀλλ᾽ ἔτι τῆς προγαμιαίας δωρεᾶς οὐκ ἀποβάλλον τὴν φύσιν.
15
pr.Ανὴρ τῆς ἰδίας γυναικὸς νοσησάσης ἀνάλωσε περὶ τὴν νόσον αὐτῆς· μετὰ τοῦτο δὲ τελευτησάσης αὐτῆς καὶ περὶ τὴν ταφὴν αὐτῆς ἐδαπάνησε· καὶ συνέβη τελευτησάσης τῆς γαμετῆς αὐτοῦ τὸν πατέρα αὐτῆς σῶαν ἐπαναλαβεῖν τὴν προῖκα. ἦν γὰρ ἐκ τοῦ πατρὸς δοθεῖσα ἡ προίξ. προσῆλθε τοίνυν οὗτος ὁ ἀνὴρ βασιλεῖ ἀναλαβεῖν βουλόμενος ἅπερ ἀνάλωσε περὶ τὴν νόσον καὶ περὶ τὴν ταφὴν τῆς γαμετῆς αὐτοῦ. καὶ ἀντέγραψεν ὁ βασιλεὺς οὕτως· ἅτινα εἰς τὴν γαμετήν σου νοσήσασαν ἀνάλωσας, οὐκ ἀπὸ τοῦ πενθεροῦ τοῦ σοῦ ἀπαιτεῖν, ἀλλὰ τῇ διαθέσει τῇ σῇ ὀφείλεις καταλογίσασθαι. εἰς τὴν ταφὴν δὲ αὐτῆς δηλαδὴ εἴ τι τούτου ἕνεκα ὡς μέλλων ἀναλαμβάνειν ἀνάλωσας, τὸν πατέρα πρὸς ὃν ἡ προὶξ ἐπανῆλθε, νόμιμον μεθοδεύεις '.
16
pr.Ὅτι κἂν δευτέρῳ γάμῳ προσομιλήσῃ ὁ πατὴρ ἢ ἡ μήτηρ, κληρονομοῦσι τὸν υἱὸν αὐτῶν, δηλονότι εἰς τὴν ἰδίαν αὐτῶν περιουσίαν τουτέστιν εἰς τὰ ἔξωθεν τῶν ἕδνων ἢ τῆς προικός. ἐκεῖθεν γὰρ οὐδὲν λήψονται, εἰ μὴ τὸ ἐξ ἀπαιδίας. τὰ δὲ εἰρημένα κρατεῖ, κἂν μεθὸ κληρονομήσωσι δευτερογαμήσωσιν.
17
pr.Οἱ γονεῖς δύνανται ἐκποιεῖν τὰ κερδανθέντα, ἐὰν οἱ παῖδες αὐτῶν προετελεύτησαν, δηλονότι μὴ ἔχοντες ἄλλους κληρονόμους ἢ διαδόχους. εἰ γὰρ ἔχουσι, τὸ ἐξ ἀπαιδίας μόνον ἐκποιοῦσιν.
18
pr.Ἑνὸς τῶν παίδων τελευτῶντος ἄπαιδος, ὁ μὲν περιὼν γονεὺς δευτερογαμήσας δηλονότι μόνον τὸ ἐξ ἀπαιδίας μέρος λαμβάνει, τὸ δὲ λοιπὸν εἰς τοὺς διαδόχους τοῦ ἀδελφοῦ αὐτοῦ ἐλεύσεται.
19
pr.Ἰστέον δὲ, ἐὰν παραλειφθῇ ἡ μήτηρ ὑπὸ τοῦ αὐτῆς παιδὸς διαθεμένου ἢ ἀλόγως ἀπόκληρος γένηται, ἔχει κατὰ τῆς διαθήκης τὸ περὶ μέμψεως. δεῖ γὰρ νόμιμον μέρος αὐτῇ καταλειφθῆναι.
20
pr.Ἡ μήτηρ δευτερογαμοῦσα λαμβάνει τὸ ὑπὸ τοῦ ἰδίου παιδὸς ἐαθὲν αὐτῇ ἐν διαθήκῃ.
21
pr.Ἡ μήτηρ δευτερογαμοῦσα συγκληρονομεῖ τοῖς ἰδίοις τέκνοις, κἂν ἄῤῥενες κἂν θήλειαι ὦσι, τῶν τελευτησάντων αὐτῆς μὲν τέκνων, ἐκείνων δὲ ἀδελφῶν, ἑνὸς ἀδελφοῦ μέρος λαμβάνουσα.
22
pr.Ἰστέον δὲ τὸν περὶ ἀχαριστίας νόμον, ὅτι ἀχάριστος ἀδελφὸς νοεῖται ὁ ἐπιβουλεύων τῇ ζωῇ ἢ τῇ οὐσίᾳ τοῦ ἀδελ φοῦ αὐτοῦ ἢ ἐγκληματικῶς αὐτὸν κατηγορῶν. τοῦ γὰρ τοιούτου ἀδελφοῦ τὸ μέρος συγκληρονομεί μετὰ τῶν ἀδελφῶν αὐτοῦ τῶν λοιπῶν ἡ μήτηρ.
23
pr.Ἐάν τις ἀδιάθετος τελευτήσῃ ἐπὶ δευτερογαμησάση μητρὶ καὶ ἀδελφοῖς, τῶν μὲν πατρῴων αὐτοῦ πραγμάτων ἤτοι τῶν ἕδνων ἡ μήτηρ ἐχέτω τὴν χρῆσιν· τελευτησάσης δὲ αὐτῆς καὶ ἡ χρῆσις τῶν τοιούτων πραγμάτων τοῖς περιλιμπανομένοις παισὶν ἁρμόζει· εἰ δὲ προτελευτήσουσιν οἱ παῖδες, λαμβάνει ἀπὸ τῶν ἕδνων τὸ ἐξ ἀπαιδίας καὶ κατὰ δεσποτείαν '.
24
pr.Ταῦτα τὰ πέντε κεφάλαια πρὸς τὴν νεαρὰν δοκεῖ διαφέρεσθαι, ἧς καὶ νῦν τὸ κράτος ἐν ταῖς πράξεσι πολιτεύεται. ἐκεῖ μὲν γὰρ ἡ γυνὴ ἀποβαλοῦσα τὸν ἄνδρα καὶ μὴ δευτερογαμοῦσα, παίδων μὲν οὐχ ὑπόντων, λαμβάνει τῆς προγάμου δωρεᾶς ὅσον συνεφώνησεν ἐξ ἀπαιδίας λαβεῖν, ἢ ὅλον αὐτῆς ἢ μέρος ὡρισμένον. ἀλλὰ κἂν εἴ τι αὐτῇ ὁ ἀνὴρ εἴτε ζῶν δωρήσηται εἴτε ἐν τῷ θανάτῳ καταλίποι, πάντα λαμβάνει κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν. παίδων δὲ ὄντων, ὅσα τε ἄλλα φιλοτιμήσεται αὐτὴν ὁ ἀνὴρ εἴτε ζῶν εἴτε τελευτῶν, τούτων ἔχειν τὴν ἐπικαρπίαν καὶ χρῆσιν. τῆς τε πρὸ γάμου δωρεᾶς ἔχει πᾶσαν τὴν χρῆσιν, μέχρι περίεστι, καὶ τελευτῶσα μέρος ἐξ αὐτῶν παιδὸς κατὰ δεσποτείαν παρακρατεῖ, οὐ μέντοι ἐκ τῆς ὅλης ὑποστάσεως μοῖραν παιδὸς ὡς τινες ἡγοῦνται λαμβάνει. καὶ τῶν ἰδίων δὲ παίδων ἡ τοιαύτη γυνὴ ἐπιτροπεύουσα ἐν ἴσῳ τοῖς ἄλλοις ἐπιτρόποις περὶ τὴν διοίκησιν τῶν ἁρμοζόντων αὐτοῖς πατρώων πραγμάτων ἀπὸ τελευτῆς τοῦ ἀνδρὸς λογοθετεῖται. τοὺς μέντοι περιόντας παῖδας μετὰ τῶν περιόντων ἀμφιθαλῶν ἀδελφῶν αὐτῶν καὶ ἀδελφοπαίδων κληρονομεῖ, τῶν δὲ ἑτεροθαλῶν προτιμᾶται. εἰ δὲ ἡ γυνὴ δευτέρους γάμους ἀσπάσεται, μὴ φυλάττουσα μὲν τὸν πένθιμον ἐνιαυτὸν, ὑπόκειται ταῖς ποιναῖς, ταῖς τε εἰρημέναις καὶ ἃς ἤδη νῦν προεγράψαμεν. φυλάττουσα δὲ τὸν τοιοῦτον ἐνιαυτὸν, παίδων μὲν οὐχ ὑπόντων, καθάπερ καὶ ἡ παῖδας οὐκ ἔχουσα μὴ δευτερογαμοῦσα, καὶ αὕτη ὅσα ἐκείνη λαμβάνει. παίδων δὲ ὄντων, μόνην ἔχει τὴν χρῆσιν τῶν τε γαμικῶν κερδῶν καὶ πάσης ἄλλης φιλοτιμίας εἰς αὐτὴν ὑπὸ τοῦ ἀνδρὸς γενομένης. ἡ γὰρ τούτων δεσποτεία φυλάττεται τοῖς παισὶ, καὶ τῶν ἰδίων παίδων οὐδὲ κἂν ἐν ἴσῳ τῶν ἄλλων συγγενῶν ἢ τῶν ἐξωτικῶν ἐπιτροπεύει. ἀλλ᾽ εἰ καὶ πρὸ τῆς δευτερογαμίας τοῦ παιδὸς ἢ τῶν παίδων ἐπιτροπεύουσα ὄντων ἀνήβων πρὸ τοῦ ἐπίτροπον αὐτοῖς αἰτήσασθαι καὶ δοῦναι τοὺς λόγους τῆς διοικήσεως καὶ καταβαλεῖν, ἐφ᾽ ὅσον ἂν ὑπόχρεως εὑρεθῇ, πρὸς δεύτερον εἰ τολμήσοι γάμον ἐλθεῖν, ὑποβάλλεται μὲν τοῖς αὐτοῖς ἐπιτιμίοις, ἃ καὶ ἡ πρὸ τοῦ πενθίμου ἐνιαυτοῦ δευτερογαμοῦσα ὑπέχει· πλέον δὲ κατὰ τοῦτο ἐκείνη πάσχει, τὸ μηδὲ τοὺς ἑαυτῆς παῖδας ἀνήβους τελευτῶντας κληρονομεῖν, ἀλλὰ καὶ πρὸς τοῖς αὐτοῖς καὶ τὰ τοῦ γήμαντος αὐτὴν πράγματα ὑπεύθυνα τοῖς παισὶν ἐπὶ ἀποκαταστάσει τῆς πατρώας αὐτῶν ὑποστάσεως γίνεται. τοῦτο δὲ τὸ τῆς ἐπιτροπῆς παραφυλάττουσα ἡ δευτερογαμοῦσα ἐπὶ ταῖς τῶν παίδων τῶν τελευτώντων διαδοχαῖς καὶ ταῖς τῶν πραγμάτων ἐκποιήσεσιν, ὧν τὴν χρῆσιν μόνην ἔχειν αὐτὴν εἴρηται, οὕτω πως ἐν ταῖς νεαραῖς κανονίζεται. τούτων γὰρ τῶν γαμικῶν κερδῶν, ὧν μόνην ἡ μήτηρ ἔχει τὴν χρῆσιν, τὴν δεσποτείαν δὲ οἱ εὐχάριστοι παῖδες λαμβάνουσιν, ἢ πάντα ἤ τινα συμβαίνει τὴν μητέρα, ἢ πρὸ τῆς δευτερογαμίας ἢ μετὰ τὴν δευτερογαμίαν, ἤ τισι τῶν παίδων ἐπιδοῦναι ἢ εἰς ἐξωτικοὺς ἐκποιήσασθαι, καὶ ἢ πρὸ πάντων τῶν παίδων ἤ τινων, παῖδας ἐχόντων ἢ οὐκ ἐχόντων, ἢ ἐπί τισιν ἢ πᾶσιν᾿ ἀποθανεῖν. ἀλλ᾽ εἰ μὲν προαπέλθοι πάντων ἡ μήτηρ, ἢ πάντες παῖδας ἔχοντες αὐτῆς προαπέλθοιεν, πάντων τῶν γαμικῶν κερδῶν ἡ δεσποτεία καὶ ἐκποιηθέντων τῷ μέρει τῶν παίδων ἐξ ἴσου ἁρμόζει. εἰ δέ τισι τῶν παίδων ἢ πρὸ τῆς δευτερογαμίας ἢ μετὰ τὴν δευτερογαμίαν ἐξ αὐτῶν τι ἡ μήτηρ ἐπέδωκεν, ἢ μετὰ μόνην τὴν δευτερογαμίαν πάντα ἤ τινα εἰς ἐξωτικοὺς ἐξεποιήσατο, καὶ προαπέλθοιεν πάντες οἱ παῖδες, μὴ ἔχοντες παῖδας ἢ διαθήκας, τότε ἡ μὲν μήτηρ τὸ ἐξ ἀπαιδίας αὐτῇ συμπεφωνημένον λαμβάνει κατὰ δεσποτείαν ἐκ τῶν γαμικῶν κερδῶν ἐξ ἀνάγκης, καὶ κατὰ τοῦτο μόνον ἔρῤῥωται ἡ ἐκποίησις· τὸ δὲ λοιπὸν κληρονομοῦσιν οἱ ἐξ ἀδιαθέτου πρὸς κληρονομίαν τῶν παίδων εἰσαγόμενοι συγγενεῖς. τούτων δὲ μηδενὸς ὄντος, λαμβάνει καὶ τὸ λοιπὸν ἡ μήτηρ. εἰ δὲ παῖδας ἔχοντες οἱ παῖδες ἅπαντες προαπέλθοιεν, τοῖς παισὶν αὐτῶν προείρηται ἁρμόζειν πᾶσαν τῶν πραγμάτων ἐκείνων τὴν δεσποτείαν, κἂν ἐξεποιήθησαν, καὶ τῇ μητρὶ οὐδέν. εἰ δὲ οὐ πάντες, ἀλλά τινες τῶν παίδων προτελευτήσειαν τῆς μητρὸς, ὅσοι μὲν παῖδας ἔχουσι, καὶ ἐκ διαθήκης καὶ ἐξ ἀδιαθέτου τὸ ἀνῆκον αὐτοῖς μέρος εἰς τὰ γαμικὰ κέρδη μόνοις τοῖς ἑαντῶν παισὶ παραπέμπουσιν ἐξ ἀνάγκης, τάχα δὲ καὶ ἀδελφοῖς ἐκ διαθήκης, ἄλλῳ δὲ οὐδενὶ παντελῶς. ὅσοι δὲ παῖδας οὐκ ἔχουσιν, οὔτε ἐκ διαθήκης οὔτε ἐξ ἀδιαθέτου δύνανται τὸ μέρος αὐτῶν ἄλλῳ τινὶ παραπέμπειν, ἀλλ᾽ ἢ μόνοις τοῖς ἀδελ φοῖς. εἰς ἕνα δὲ τῶν παίδων περιερχομένου τοῦ παντὸς, οὐ δύναται ὡς οἶμαι οὐδὲ οὗτος ἄπαις προτελευτῶν τῆς μητρὸς καταλιπεῖν αὐτῇ ἐν διαθήκῃ πλέον τοῦ ἐξ ἀπαιδίας ἑτέρων συγγενῶν ὄντων, ὅπερ καὶ ἐξ ἀδιαθέτου ἐλάμβανεν· εἰ δὲ οὐδείς ἐστι συγγενής, τότε δύναται ἢ τὸ πᾶν ἢ ὅσον βούλεται. καὶ τὸ αὐτὸ γίνεται ἐκ διαθήκης, ὃ καὶ ἐξ ἀδιαθέτου. καὶ ταῦτα μὲν, εἰ μετὰ τὴν δευτερογαμίαν ἐκποιηθῇ τι, ἢ δοθείη τοῖς παισὶ, ἢ πρὸ τῆς δευτερογαμίας ἢ μετὰ τὴν δευτερογαμίαν. εἰ δὲ πρὸ τῆς δευτερογαμίας ἡ μήτηρ ἐκποιήσειεν εἰς ἄλλο τὶ πρόσωπον παρὰ τοὺς παῖδας, τότε καὶ ἐπὶ τούτου μὲν πάντα τὰ προειρημένα ἕπεται, πλὴν ἐν τούτῳ μόνῳ ἡ παραλλαγή, ὅτι πολλῶν ὄντων τῶν παίδων καὶ ἑνὸς ἢ τινων τῆς μητρὸς προαπερχομένων ὄντων ἀπαίδων, οὐ μεταβαίνουσι τὰ μέρη αὐτῶν ὁλόκληρα εἰς τοὺς περιόντας ἀδελφοὺς ἢ ἀδελφὸν, ἀλλὰ τὸ μὲν λογιζόμενον ἐξ ἀπαιδίας μένει παρὰ τῇ μητρὶ, καὶ κατὰ τοῦτο μόνον ἡ ἐκποίησις ἔῤῥωται, τὸ δὲ λοιπὸν ἔρχεται εἰς τοὺς ἀδελφοὺς ἐξ ἀνάγκης. ἐστὶ δὲ τὸ ἐξ ἀπαιδίας τοιοῦτον· οἷον εἰ συνεφωνήθη ἄπαιδος τελευτῶντος τοῦ ἀνδρὸς· κερδῆσαι τὴν γυναῖκα τὸ ἥμισυ τῆς πρὸ γάμου δωρεᾶς, εὑρεθῇ δὲ τὰ γαμικὰ κέρδη, ἅπερ προειρήκαμεν, συνάγοντα χιλίων νομισμάτων ποσότητα, καὶ εἰσὶ ε΄ παῖδες, ἑκάστῳ μὲν αὐτῶν ἁρμόζει διακόσια νομίσματα εἰς μέρος αὐτοῦ, ἐστὶ δὲ τὸ ἐξ ἀπαιδίας, πρὸς μὲν ἑνὸς παιδὸς μοῖραν, τὰ ρ΄. ἡμίση γὰρ τὰ ρ ' τῶν σ΄· πρὸς δὲ τὸ ὅλον τὰ φ΄· ἡμίση γὰρ τῶν χιλίων τὰ φ΄· τὴν δὲ μητέρα ὑπεθέμεθα κερδῆσαι ὀφείλουσαν ἐξ ἀπαιδίας τὸ ἥμισυ. ὁμοίως δὲ, εἴπερ οὐχ ἥμισυ συνεφωνήθη, ἀλλὰ τρίτον ἢ τέταρτον ἢ ἄλλο τὶ μέρος. λέγει δὲ ἡ διάταξις, ὅτι καὶ ἐπὶ ἀνδρῶν ἤτοι πατέρων τὰ αὐτὰ κρατεῖν ἀνάγκη εἰς τὰ περιερχόμενα εἰς αὐτοὺς γαμικὰ κέρδη ἀπό τε τῆς προικὸς καὶ τῶν ἄλλων τρόπων· ἀλλ᾽ ἐπὶ τοῦ ἐξ ἀπαιδίας μάλιστά φησιν ἐπὶ μητέρων συμβαίνειν ταῦτα. περὶ δὲ τῆς τῶν παίδων διαδοχῆς, τῶν χωρὶς παίδων καὶ διαθηκῶν τελευτώντων, τὸν μὲν δευτερογαμήσαντα ἄνδρα οὐδὲν εἰς τοῦτο ἐτιμωρήσατο, σιωπηρῶς αὐτὸν βουλόμενος ὁμοίως τῷ μὴ δεντερογαμοῦντι κληρονομεῖν τοὺς παῖδας. τὴν δὲ γυναῖκα τὴν δευτερογαμήσασαν οὕτω διωρίσατο· ἵτα πράγματά εἰσι τῷ παιδὶ μετὰ τὰ εἰρημένα γαμικὰ κέρδη, συγκληρονομεῖν τοῖς ἀμφιθαλέσιν ἀδελφοῖς καὶ ἀδελφόπαισι τοιούτοις τὴν μητέρα. ἀλλὰ τῶν μὲν ἐκ τῆς πατρῴας ὑποστάσεως ὄντων μόνην αὐτὴν ἔχειν τὴν χρῆσιν· τῶν δ᾽ ἐξ ἄλλων αἰτιῶν προσγενομένων τῷ παιδὶ τήν τε χρῆσιν ἔχειν καὶ τὴν δεσποτείαν. ἔχει δὲ καὶ ταῦτα πλέον τῆς γυναικὸς ὁ ἀνὴρ τὸ μήτε δευτερογαμῶν παραφυλάττειν πένθιμον ἐνιαυτόν· ἀλλὰ καὶ τῶν παίδων ἐπιτροπεύειν, καὶ τὴν χρῆσιν ἔχειν, μέχρι περίεστι, τῶν μητρώων αὐτῶν πραγμάτων, οὐ μόνον εἰ καὶ δευτέρους, ἀλλὰ καὶ πλείονας γάμους ἕλοιτο. ἡ μέντοι γυνὴ τοῦτο πλέον ἔχει τοῦ ἀνδρὸς, ὅτι αὕτη μὲν, εἰ ἄπροικος εἴη καὶ ἄπορος, λαμβάνει μετὰ θάνατον τοῦ ἀνδρὸς ἐκ τῆς αὐτοῦ ὑποστάσεως τὸ τέταρτον, εἴτε ἄπαις ἐστὶν εἴτε μέχρι τριῶν ἔχει παῖδας ὁ ταύτης ἀνὴρ, ἀλλ᾽ ἄχρι ἑκατὸν λιτρῶν μόνον· εἰ δὲ πλείονες εἴησαν οἱ παῖδες, παιδὸς ἑνὸς λαμβάνει μοῖραν. καὶ εἰ μὲν ἄπαις εἴη, ἔχει τὸ ληφθὲν καὶ κατὰ δεσποτείαν· παίδων δὲ ὄντων αὐτῇ καὶ μὴ δευτερογαμοῦσα μόνην ἔχει τὴν χρῆσιν, αὐτοῖς δὲ φυλάττει τὴν δεσποτείαν. ὁ δὲ ἀνὴρ ἐπὶ τῶν ἀπροίκων συνοικεσίων κἂν ἄπορος ᾖ, οὐδὲν προτελευτώσης τῆς γυναικὸς ἐκ τῆς αὐτῆς ὑποστάσεως λαμβάνει· ἐπὶ δὲ τῶν ἐμπροίκων τοσοῦτον ὁ ἀνὴρ ἐκ τῆς προικὸς, ὅσον ἐκείνη ἐκ τῆς πρὸ γάμου κερδαίνει δωρεᾶς, καὶ δίχα τῶν εἰρημένων παραλλαγῶν. ὁμοίως εἰς τὰ ἄλλα δευτερογαμῶν τε καὶ μὴ δευτερογαμῶν τρακταΐζεται. ἀλλὰ σήμερον οἱ μὲν ἄνδρες ἄλλα τινὰ τυχὸν ἀπὸ διαθήκης τῶν γυναικῶν λαμβάνουσιν ἢ καὶ ἐν ζωῇ δωρεᾶς, τῆς προικὸς δὲ ἐξ ἀπαιδίας οὐδὲν ἀποκερδαίνουσιν, οὔτε πᾶσαν οὔτε μέρος αὐτῆς· αἱ δὲ γυναῖκες σχεδὸν ἅπασαι καὶ δίχα συμφώνων καὶ μετὰ συμφώνων τὴν πᾶσαν προγαμιαίαν δωρεὰν τελευτῶντος τοῦ ἀνδρὸς ἐξ ἀπαιδίας κερδαίνουσι. καὶ ἡ μὲν κβ ' νεαρὰ, ἡνίκα ταῦτα ἐνομοθέτει, τὴν γυναῖκα ἔλεγε μὴ δευτερογαμοῦσαν τήν τε προγαμιαίαν δωρεὰν καὶ πᾶν ἕτερον γαμικὸν κέρδος ὁλοκλήρως κερδαίνειν, ὁμοίως δὲ καὶ τὸν ἄνδρα. ὕστερον δὲ ἐν τῇ ση ' μηδὲν κατὰ δεσποτείαν ἔχειν καὶ τοὺς [μὴ] δευτερογαμοῦντας γονεῖς ὁ αὐτὸς νομοθέτης εἰπὼν, πάλιν ἐν τῇ ρκζ ' μέρος αὐτοῖς παιδὸς ἐκ τῶν γαμικῶν κερδῶν ἔχειν καὶ κατὰ δεσποτείαν ἔδωκε. καὶ μήποτε κατὰ τοῦτο ἐναλλαγέντος τοῦ νόμου οὐδὲ τὰ ἄλλα αὐτοῦ πάνυ ἰσχυρά· οἷον συσταλέντος τοῦ γαμικοῦ κέρδους καὶ ταῦτα εἰς τοὺς μὴ δευτερογαμοῦντας, μήποτε τὰ εἰρημένα ἐπὶ τῶν δευτερογαμούντων ἐπί τε τῶν ἐκποιήσεων καὶ τοῦ ἐξ ἀπαι δίας καὶ αὐτὰ συσταλῆναι ὀφείλουσιν. ἀλλὰ καὶ τοῦτο σημειωτέον, μήποτε οὐκ ὀρθῶς ἔχει τὸ μηδέν τι κατὰ δεσποτείαν τὴν ἄπορον καὶ παῖδας ἔχουσαν γυναῖκα λαμβάνουσαν τὸ τέταρτον εἰς τὴν εἰρημένην μοῖραν κερδαίνειν. τὸ μὲν γὰρ δίδοσθαι τῇ ἀπόρῳ γυναικὶ τῆς ἀνδρῴας περιουσίας τὸ τέταρτον καταρχὰς ἡ νγ ' νεαρὰ εἰσηγήσατο, καὶ οὐδέν τι περὶ χρήσεως ἢ δεσποτείας εἶπεν, ἀλλ᾽ ὁμοίως κατὰ πάντα τρακταΐζεσθαι τῇ ἑτέρᾳ διατάξει, ἥτις ταῖς ἀπροίκοις γυναιξὶν ἀλόγως ὑπὸ τῶν ἀνδρῶν πεμπομέναις τὸ τέταρτον τῆς ἐκείνων παρέχεται ὑποστάσεως· καὶ ἡ τοιαύτη διάταξις ἐν τῇ κβ΄ κειμένη νεαρᾷ χρήσεως ἢ δεσποτείας κατ᾿ οὐδὲν μνημονεύει. ἀλλ᾽ οἶμαι μέχρι τῆς νγ ' νεαρᾶς ἔχειν καὶ κατὰ δεσποτείαν τὰ κέρδη τὰ γαμικὰ τοὺς γονεῖς τοὺς μὴ δευτερογαμοῦντας ὁ νόμος βουλόμενος, καὶ τὸ τῇ ἀπόρῳ γυναικὶ διδόμενον τέταρτον γαμικὸν κέρδος ἡγούμενος, καὶ τοῦτο κατὰ δεσποτείαν εἶναι αὐταῖς μὴ δευτερογαμούσαις ἐκ τοῦ σιωπῆσαι κατένευσεν. ἐπεὶ δὲ κατὰ τὴν ζη΄ νεαρὰν πάντα τὰ γαμικὰ κέρδη καὶ μὴ δευτερογαμοῦντας τοὺς γονεῖς, παῖδας μέντοι ἔχοντας, ἀπεστέρησεν, εἰκότως κὰν τῇ ριζ΄ νεαρᾷ τῆς ἀπόρου γυναικὸς μνημονεύσας καὶ αὐτὴν οὐκ ἀεὶ τὸ τέταρτον λαμβάνειν εἶπεν, οὐδ᾽ ὅσον ἂν εἴη, ἀλλ᾽ ἄχρι μὲν λιτρῶν μόνον ἑκατόν· ὅτε δὲ πλείονες τριῶν οἱ παῖδες εἰσὶ, τότε μοῖραν παιδὸς ἀντ᾿ αὐτοῦ· εἰκότως καὶ τὸ τῆς δεσποτείας αὐτὴν ἀφείλετο δίκαιον, τῆς προηγουμένης ση ' διατάξεως οὐδέπω ἐναλλάξας τὴν δύναμιν. ἐν μέντοι τῇ ρκζ ' νεαρᾷ πάντας τοὺς μὴ δευτερογαμοῦντας γονεῖς τήν τε χρῆσιν τῶν γαμικῶν κερδῶν καὶ μέρος παιδὸς ἐξ αὐτῶν κατὰ δεσποτείαν ἔχειν νομοθετήσας, καὶ τὰς ἀπόρους οἶμαι τοῖς εἰρημένοις γονεῦσι συνέταξε καὶ συνέμιξε. καὶ ταῦτα μὲν περὶ ἀπόρου γυναικός. τὸν μέντοι ἄπορον ἄνδρα ἐν τῇ νγ ' νεαρᾷ καὶ αὐτὸν λαμβάνειν τὸ τέταρτον ἐκ τῆς γυναικείας ὑποστάσεως εἰπὼν, ἐν τῇ ριζ ' τοῦτο ἀνεῖλεν. τοσαῦτα ἐν ἐπιτομῇ περὶ τῶν γαμικῶν ἐκ [τῶν] νεαρῶν συνελέγη.
25
pr.Ἐκ τοῦ περὶ πρὸ γάμου ἢ διὰ γάμου δωρεᾶς. Τὰ ἐπὶ βλάβῃ τοῦ κοινοῦ ἀεὶ κωλύοντες καὶ τὴν ὠφέλειαν μᾶλλον καὶ συμφέρουσαν διοίκησιν ἐν πάσαις ἐπερωτήσεσιν εἰσάγοντες, θεσπίζομεν, κατὰ μηδεμίαν ὑπεροχὴν τὴν προγαμιαίαν δωρεὰν τῆς προικὸς ἔτι καταβάλλεσθαι. εἰ δέ τις ἐν ἴσῳ τῇ προικὶ τὴν προγαμιαίαν δωρεάν συμφωνήσει καὶ καταβαλεῖται, εἴτε δὴ καὶ ἐν ὑπεροχῇ ταύτης μᾶλλον τὴν προῖκα ὁρίσεται, οὐκ ἀπαγορεύομεν· μόνον δὲ τὸ ὑπερέχειν τὴν προγαμιαίαν δωρεὰν τῆς προικὸς ἀναγκαίως ἀναιροῦμεν '.
26
pr.Ὁ μὲν κῶδιξ, καὶ ἡ κβ΄ νεαρὰ τούτῳ συνάδουσά, φησι, μὴ κωλύεσθαι μὲν τὰς ἀνίσους ἐπιδόσεις, κωλύεσθαι δὲ τὰ ἄνισα τῶν κερδῶν σύμφωνα· ἐπιδόσεως μὲν [ἀνίσου] οὔσης αὐτῆς τῆς ἐπαγγελλομένης καὶ καταβαλλομένης τῆς τε προικὸς καὶ προγαμιαίας δωρεᾶς ποσότητος, (αὕτη γὰρ κἂν ἄνισος ἦν, οὐκ ἐκωλύετο ἄν) ἴσων δὲ συμφώνων τῶν κερδῶν ὄντων, ἅπερ συνεφώνουν θἀτέρου τελευτῶντος τὸν περιόντα ἐξ ἀπαιδίας κερδαίνειν, τουτέστι τρίτον καὶ τρίτον, ἢ τέταρτον καὶ τέταρτον· ταῦτα γὰρ συμφωνεῖσθαι ἀνίσως ἐκωλύετο. εἰ δ᾽ ἀνίσως συνεφωνήθη, τῷ ἐλάττονι ἐξισούμενον τὸ πλέον [καὶ] πρὸς αὐτὸ κατασπώμενον ἐκυροῦτο. ἡ μέντοι ζζ΄ νεαρὰ οὐκ ἄλλως ἶσα εἶναι τὰ κέρδη, εἰ μὴ καὶ αὐταὶ αἱ ἐπιδόσεις ἐξ ἴσου καταβληθεῖεν, ἐπειδὴ προοιμιασαμένη ἐκέλευσεν ἴσην ἐκ παντὸς εἶναι τῆς προικὸς καὶ τῆς πρὸ γάμου δωρεᾶς τὴν ποσότητα.
27
pr.Τὸ ὑπόβολον συμφωνεῖται παρὰ τοῦ ἀνδρός. καὶ εἰ μὲν λάβοι τὴν προῖκα καὶ προτελευτήσει ὁ ἀνὴρ, σὺν τῇ προικὶ δίδοται καὶ τὸ ὑπόβολον πρὸς τὴν γυναῖκα ὅσον ἂν συμφωνηθῇ. εἰ δὲ μὴ συμφωνηθῇ, συμψηφίζεται κατὰ τὸ ἥμισυ τῆς προικός. καὶ εἰ μὲν οὐκ ἔχει παῖδας, ἔχει ἡ γυνὴ πρὸς τῇ χρήσει καὶ τὴν δεσποτείαν· εἰ δ᾽ ἔχει παῖδας, ἔχει μὲν τὴν χρῆσιν ἡ γυνὴ, τὴν δὲ δεσποτείαν μετὰ τὴν αὐτῆς τελευτὴν οἱ παῖδες. ἔχει δὲ καὶ αὐτὴ ἰσομοιρίαν ἑνὸς παιδὸς κατὰ δεσποτείαν ἐὰν μὴ δευτερογαμήσῃ ἀπὸ πάντων τῶν πραγμάτων τοῦ ἀνδρὸς καὶ τοῦ ὑποβόλου. εἰ δὲ προτελευτήσει τοῦ ἀνδρὸς ἡ γυνὴ, χώραν οὐκ ἔχει ἡ τοῦ ὑποβόλου ἀπαίτησις, ἀλλ᾽ ἢ μόνον τὸ θεώρετρον, ὅ ἐστι κατὰ μίαν λίτραν τῆς προικὸς νομίσματα ἕξ, καὶ τὸν ἀῤῥαβῶνα αὐτῆς.
28
pr.Ἡ παρθένος ἔχει τὸ θεώρετρον διὰ τὴν τιμὴν τῆς παρθενίας. ἡ δὲ χήρα ἡ δευτερογαμήσασα οὐκ ἔχει τοῦτο, εἰ μὴ τὸ συμφωνηθὲν ὑπόβολον καὶ τὸν ἀῤῥαβῶνα.
29
pr.Ἡ δὲ ἰουστινιάνειος νεαρὰ ἐν μέρει τάδε διαλαμβάνει '. „εἰ τοίνυν ὁ τελευτήσας μηδὲ ἀνιόντας μηδὲ κατιόντας καταλείψοι, πρῶτον πρὸς κληρονομίαν καλοῦμεν τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ τῆς αὐτῆς μητρὸς τεχθέντας, ὁμοίως δὲ καὶ τοὺς ἀδελφόπαιδας, οὓς καὶ μετὰ τῶν πατέρων πρὸς τὴν κληρονομίαν ἐκαλέσαμεν. τὸ δὲ κληρονομεῖν τὸν ἄνδρα τῆς γυναικὸς καὶ τὴν γυναῖκα τοῦ ἀνδρὸς γνωμοδοτοῦμεν, ὅταν οὔτε γονεῖς οὔτε παῖδες τού- ὦσιν οὔθ᾽ ἕτεροι προσγενεῖς εἰς τὴν κληρονομίαν τοῦ των τεθνεῶτος καλούμενοι, κατὰ τὸ ἐν τῷ αὐτῷ με΄ βι. τί. ε΄ κείμενον κεφ. β΄ διεξιὸν οὗτωσὶ ῥητῶς· „ἀνὴρ καὶ γυνὴ ἐξ ἀδιαθέτου ἀμοιβαδὸν ἑαυτοῖς εἰς ὁλόκληρον κατὰ τὸ ἀρχαῖον νόμιμον ὑπεισερχέσθωσαν, ὁσάκις ἀργεῖ πᾶσα ἀνιόντων καὶ κατιόντων ἢ συγγενῶν νόμιμος ἢ φυσική διαδοχὴ, τοῦ δημοσίου ἀποκλειομένου. τῇ δὲ γυναικὶ οὐδέν ἐστιν ἕτερον ἐκ τῆς τοῦ ἀνδρὸς περιουσίας λαβεῖν, εἰ μὴ τὴν αὐτῆς προῖκα καὶ τὰ γαμικὰ κέρδη, θεώρετρόν φαμεν καὶ ὑπόβολον, εἴπερ τέως οὐκ ἔχει ταῦτα. πλὴν οὕτως ἱκανωθῆναι ταύτην αὐτὰ ψηφιζόμεθα ἀπομαχομένην τούτων στερίσκεσθαι, εἴπερ μετὰ τὴν τοῦ ἀνδρὸς ἀποβίωσιν ἔφθη ποιήσασα ἀπογραφὴν τῆς τε προικὸς αὐτῆς καὶ τῆς τοῦ ἀνδρὸς ἁπάσης περιουσίας, καὶ ταῦτα διὰ τοῦ περὶ τῆς ἀποκρυβῆς ὅρκου πιστώσεται, δηλαδὴ ἐπομοσαμένη μηδὲν ὑποκρύψαι. μὴ ἀπογραψαμένης γὰρ ἐντὸς τοῦ νενομισμένου καιροῦ οὔτε ζητεῖν ὀφείλει οὔτε ζητοῦσα λαβεῖν. νομοθετεῖ γὰρ ἡ τοῦ ἐν βασιλεῦσιν ἀοιδίμου φιλοσόφου κυροῦ λέοντος νεαρὰς ἐν μέρει ταῦτα· ῥητῶς. „ὁρίζομεν ἀπό γε τοῦ παρόντος [ἀπογραφὰς] τῆς τε προικὸς καὶ τῆς προγαμιαίας δωρεᾶς καὶ τῆς ἄλλης ἁπάσης τοῦ ἀνδρὸς περιουσίας ἐκ παντὸς τρόπου παρὰ ταῖς γυναιξὶ σπουδάζεσθαι, ὡς ἐάν ποτε γυνὴ πρὸς τοιαύτην φιλονεικίας ὑπόθεσιν καταστῇ, ὥστε καὶ πρὸς τὴν ἀνδρῴαν χωρεῖν ὕπαρξιν, καὶ ἀντὶ τῶν καταστάντων εἰς μείωσιν οἰκείων ἀξιοῦ, ἐκείνης τῆς ἀπογραφῆς ἤγουν ἀποδείξεως τῶν λόγων τὸ δίκαιον γνωρίζεσθαι τρόπον ἀντιποιουμένης τῶν τοῦ συζύγου πραγμάτων, εἴγε παρ᾽ ἐκείνου φαίνοιτο τῶν ἐν τῇ ἀπογραφῇ κειμένων ἀνάλωσις γεγονυῖα· ἄνευ δὲ τῆς ἐκεῖθεν μαρτυρίας μήτε τὴν ζήτησιν χώραν εὑρίσκειν, μήτε ζητούσης φιλονείκως ἢ ἀκροάσεως τυγχάνειν ἤ τι τῶν ἐπιζητουμένων λαμβάνειν. τὸν δὲ γε χρόνον τῆς ἀπογραφῆς εὑρίσκομεν εἴσω τριῶν μηνῶν γίνεσθαι, καὶ τὰ ἐπιτίμια προβαίνειν, οἷα δὴ καὶ περὶ τῶν ἐπιτρόπων τοῖς παλαιοῖς νενομοθέτηται.
30
pr.Ὅτι τὸ ἐξ ἀπαιδίας κάσσον τὸ δ΄ μέρος τοῦ προικοϋποβόλου ἐστίν. ὡς ὑποθέσει γὰρ λέγομεν, ἐστὶν ἡ προῖξ τῆς γυναικὸς λίτραι κ΄, τὸ δὲ ὑποσχεθὲν παρὰ τοῦ ἀνδρὸς τῇ γυναικὶ ὑπόβολον λίτραι ι· ἀμφότερα μιγνύμενα γίνονται λίτραι λ΄· τὸ δ΄ τῶν λ ' ἐστὶ λίτραι ζ΄ ἥμισυ· ἀπαιτεῖται ὁ ἀνὴρ ἔξωθεν τοῦ ὑποβόλου καὶ αὐτὰς τὰς ζ΄ ἥμισυ λίτρας, ἐὰν τύχῃ μὴ ποιήσας παῖδας καὶ ἀποθάνῃ. οὐδὲν δὲ ἕτερον λαμβάνει ἡ γυνὴ ἐκ τῆς τοῦ ἀνδρὸς ὑποστάσεως, πλὴν τὴν προῖκα αὐτῆς σεσωσμένην, τὸ ὑποβολοθεώρετρον καὶ τὸ κάσσον.
31
pr.Τὰ τῆς προγάμου δωρεᾶς καὶ τὰ τῆς προικὸς πράγματα οὔτε συναινούσης τῆς γυναικὸς ἐκποιεῖται, οὔτε ἐνεχυριάζεται, εἰ μὴ δευτέραν ποιήσεται συναίνεσιν αὐτοῖς ἡ γυνὴ μετὰ διετίαν· ἔνθα μέντοιγε δυνατόν ἐστι τὸ ἱκανὸν αὐτῇ γενέσθαι ἐξ ἑτέρων πραγμάτων. ὁ γὰρ παρὰ τὴν ῥηθεῖσαν παρατήρησιν ἀγοράζων τὰ τοιαῦτα πράγματα, τὴν μὲν γυναῖκα οὐ προκριματίζει, ἀλλ᾽ ὑπόκειται αὐτῇ΄.
32
pr.Τὴν διὰ τοὺς γάμους δωρεὰν συνάλλαγμα ἰδικὸν εἶναί τε καὶ κρίνεσθαι, καὶ μὴ ταῖς ἄλλαις δωρεαῖς αὐτὴν ἀριθμεῖσθαι διὰ τοῦ παρόντος νόμου θεσπίζομεν, ἐπειδὴ ἀντ᾽ αὐτῆς ἰσότης τῆς προικὸς ἐπιδίδοται. εἴτε τοίνυν γένηται ἐπὶ πράξεως ὑπομνημάτων ἐμφανης, εἴτε καὶ μὴ, κελεύομεν αὐτὴν διὰ πάντων τὴν ἰδίαν ἔχειν ἰσχὺν, ὅσον πρὸς τὴν γυναῖκα, εἴτε παρ᾿ αὐτοῦ τοῦ ἀνδρὸς, εἴτε παρ᾽ ἑτέρου τινὸς γυναικὶ ἐπιδίδοται εἴτε καταγράφεται, ἤγουν εἰς τὸ τοῦ ἀνδρὸς πρόσωπον ἡ δωρεὰ γίνεται, ἐφ᾽ ᾧ τὰ αὐτὰ πράγματα εἰς γαμικὴν καταγράψασθαι δωρεάν.
33
pr.Θεσπίζομεν, εἴ τις συγγράψειε προγαμιαίαν δωρεάν ἤγουν τὴν διὰ γάμον, οὕτω γὰρ αὐτὴν χρῆναι μᾶλλον καλεῖσθαι νενομοθετήκαμεν, εἴτε αὐτὸς ὑπὲρ ἑαυτοῦ τοῦτο ποιῶν εἴτε καὶ ἑτέρου γράφοντος ἢ πατρὸς ἢ μητρὸς ἢ συγγενῶν ἢ καὶ ξένων τυχόν· εἴ τις τοίνυν τοιοῦτο ποιήσειε καὶ γράψειε δωρεὰν, ἐν ᾗ καί τι τῶν ἀκινήτων ἐστὶν, ἀπαγορεύομεν αὐτῷ ἢ ὑποτίθεσθαι τὸ λοιπὸν τὸ πρᾶγμὰ τὸ καταγεγραμμένον εἰς προγαμιαίαν δωρεὰν ἢ ἐκποιεῖν ὅλως. τὸ γὰρ ἅπαξ τοῖς δεσμοῖς τῆς προγαμιαίας δωρεᾶς ἔνοχον γενόμενον οὐκ ἂν εἴη προσῆκον ἐκποιεῖσθαι. ἴστω οὖν ὁ τῶν εἰρημένων τὶ παραδεχόμενος, ὡς εἴτε ὑποθήκην ἔχει ἢ ἄλλῳ τρόπῳ νομίζει αὐτοῦ τὸ κῦρος λαβεῖν, οὐδὲν τούτων ὄφελος ἕξει παντελῶς, ἀλλ᾽ ἐν ἴσῳ τοῖς ἀγράφοις τε καὶ ἀῤῥήτοις ἔσται τὰ ἐπὶ τούτων γεγραμμένα ἢ συμπεφωνημένα, καὶ φυλαττέσθω τῇ γυναικὶ τὸ κέρδος. εἰ δὲ καὶ ζῶντος τοῦ ἀνδρὸς τῇ πράσει τῆς προγαμιαίας δωρεᾶς ἡ γυνὴ συναινέσαι πεισθῇ, οὐκ ἔῤῥωται ἡ τοιαύτη πρᾶξις· δεῖ γὰρ, καθάπερ καὶ ἐπὶ τῆς προικὸς, διετοῦς αὖθις παριόντος χρόνου ἑτέραν ὁμολογίαν γράφειν βεβαιοῦσαν τὴν συναίνεσιν, καὶ τότε κύριον εἶναι τὸ γενόμενον· πολλὰ γὰρ ἂν ἐκ πρώτης εὐθὺς ἀκοῆς ἁμαρτηθείη, τῆς γυναικὸς ἢ δέει τοῦ συνοικοῦντος ἢ ἀπάτῃ ῥᾳδίως ὑπαγομένης καὶ τῶν οἰκείων ἀμελούσης δικαίων, κατασκεπτομένη δὲ ἐν πλείονι χρόνῳ τὴν ὑπόθεσιν γένοιτο ἂν ἑαυτῆς ἀσφαλεστέρα. πλὴν οὐδὲ τοῦτο ἁπλῶς δίδομεν, ἀλλὰ τηνικαῦτα τὴν γυναῖκα διὰ τὴν δευτέραν συναίνεσιν τῆς ζητήσεως παύομεν, ἡνίκα ἐστὶν ἕτερα πράγματα, ἐξ ὧν δυνατὸν αὐτῇ τὸ ἱκανὸν γενέσθαι τοῦ περιεχομένου τῇ προγαμιαίᾳ δωρεᾷ πράγματος ἢ πραγμάτων ἀκινήτων ὑφ᾽ ἑτέρου κατεχομένου διὰ τὸν τῆς ἐκποιήσεως ἢ ὑποθήκης τρόπον. ἐπείτοιγε εἰ μηδὲν ἕτερον περιλίποιτο, οὐδὲ οὕτω βλάβην ὑπομεῖναι τὴν γυναῖκα συγχωροῦμεν, ἀλλὰ κἂν ἢ δὶς ἢ πολλάκις συναινέσῃ, τὸ πρᾶγμα εἰς τὸν τῆς ἀναζητήσεως φερέσθω λόγον. ἐὰν δὲ τὸ ἱκανὸν τῆς προγαμιαίας δωρεᾶς, ὡς εἴρηται, ἐκ τῶν τοῦ ἀνδρὸς ἀκινήτων πραγμάτων ἢ κινητῶν μετὰ τὴν δευτέραν συναίνεσιν καὶ τὴν ἐκ τῆς διετίας ἀσφάλειαν εὑρεθῇ, ἐῤῥῶσθαι κελεύομεν τὴν ἐκποίησιν. ἀλλ᾽ οὐδὲ αὐτῶν τῶν συμβαλλόντων καθάπαξ ἀμελοῦμεν, ἀλλ᾽ ὥσπερ τὴν ἐπὶ τούτοις ἐνοχὴν ὅσον πρὸς τὰς γυναῖκας ἄῤῥητόν τε καὶ ἄγραφον εἶναι βουλόμεθα, οὕτω καὶ αὐτοὺς τοὺς ἄνδρας ἐπὶ τοῖς ἄλλοις αὐτῶν πράγμασιν ἐνέχεσθαι βουλόμεθα προφάσει τῆς ἐκποιήσεως ἢ τῆς ὑποθήκης, ταῖς μὲν γυναιξὶ φυλάττοντες τὸ ἐπ᾿ αὐτοῖς τοῖς ἀκινήτοις πράγμασι τῆς προγαμιαίας δωρεᾶς δίκαιον ἀκαινοτόμητον, ἐκείνοις δὲ τὸ ἁρμόζον δίκαιον ἐκ τῶν συμβολαίων ὅσον ἐπὶ τοῖς ἄλλοις αὐτῶν πράγμασι. πάντων τῇ προικὶ δεδομένων ἤδη παρ᾽ ἡμῶν προνομίων ἐπὶ τῆς ἑαυτῶν μενόντων ἰσχύος, ὅταν ἡ γυνὴ κινοίη· τοῖς γὰρ ἄλλοις ἅπασι πλὴν τῆς γυναικὸς τὸ τοιοῦτον προνόμιον οὔτε ἐξ ἀρχῆς δεδώκαμεν οὔτε νῦν δίδομεν '.
34
pr.Προστίθησι καὶ τοῦτο ἡ νεαρὰ, ὅτι δεδομένον ἐν τῷ κώδικι ἐν ἐξουσίᾳ τοῖς τε ἀνδράσι καὶ ταῖς γυναιξὶ, συνεστῶτος τοῦ γάμου ἀπὸ τῆς κοινῆς συναινέσεως αὔξειν ἐξ ἴσου καὶ ἐλαττοῦν τὰς προῖκας καὶ τὰς προγάμου δωρεάς, [οἱ δευτερογαμοῦντες, παῖδας ἔχοντες ἐκ τῶν προτέρων γάμων, αὔξειν μὲν δύνανται τὰς ἑαυτῶν προῖκας καὶ προγάμου δωρεάς,] οὐκέτι δὲ καὶ ἐλαττοῦν· ἀλλ᾽ ὅσον ἂν ἐξ ἀρχῆς συνισταμένου τοῦ δευτέρου γάμου ἀλλήλοις φιλοτιμήσονται μὴ διὰ μόνης ὑποσχέσεως, τοῦτο διαμένειν ἀκίνητον, καὶ ἢ τοσοῦτον καὶ τῶν πρώτων παίδων ἕκαστον λαμβάνειν, ἢ εἰ μὴ τοσοῦτον λάβωσιν, τὸ πλέον τοῦ αὐτῶν ἑκάστου ἢ τοῦ λαβόντος τὸ ἔλαττον δεδομένου ἐκ τούτου ἀφαιρεῖσθαι. πλὴν ταῦτα εἰπὼν ὁ νομοθέτης ἐπήγαγεν, ὅτι οὐ δεῖ μόνας τὰς ἐξ ἀρχῆς ἐπιδόσεις καὶ ὑποσχέσεις σκοπεῖν, ἀλλὰ μᾶλλον τὸ ἐν τῷ θανάτῳ ἀποτέλεσμα καὶ τὸ ποσὸν τῆς ὑποστάσεως. ὅπερ οὐ καθαρῶς νοῆσαι δυνάμεθα· δοκεῖ γὰρ ἀλλήλοις τὰ δύο νοήματα διαφέρεσθαι.
35
pr.Εἰ δέ τινες τοῖς ἔμπροσθεν οὐκ ἀρκεσθέντες γάμοις καὶ πρὸς δευτέρους ἔλθοιεν, εἰ μὲν ἄπαιδες μένοιεν ἐκ τῶν προτέρων ἢ καὶ ἐξ ἀμφοτέρων τῶν γάμων, οὐδεμία πολυπραγμοσύνη περὶ τὰ μέτρα· ἀλλ᾽ ἄνδρες μὲν ἀπελεύσονται πάντως πάσης παρατηρήσεως ἐλεύθεροι, γυναιξὶ δὲ μόνον ἐπικείσεται δέος τὸ μὴ πρὸ τοῦ ἐνιαυσιαίου χρόνου πρὸς δεύτερον ἐλθεῖν συνοικέσιον, ἢ γινώσκειν, ὡς, εἴ τι τοιοῦτον πράξαιεν καὶ ἀώρους συναλλάξαιεν γάμους, ὑφέξουσι ποινάς· ἄλλας μὲν, εἴπερ ἄπαιδες ἐκ τῶν προτέρων ὦσι συνοικεσίων, μείζους δὲ, εἰ καὶ παῖδες ὑπεῖεν. εἰ μὲν γὰρ οὐχ ὑπεστι γονὴ, τὸ τῆς ἀτιμίας εὐθὺς ἀκολουθήσει, καὶ ἔσται πάντως ἡ γυνὴ διὰ τὴν τῶν γάμων σπουδὴν ἠτιμασμένη, καὶ οὐ λήψεταί τι τῶν παρὰ τοῦ προτέρους καταλελειμμένων αὐτῇ συνοικεσίου, οὔτε ἀπολαύσει τῆς προγαμιαίας δωρεᾶς, οὐδὲ τῷ συνοικοῦντι κατὰ δεύτερον γάμον περαιτέρω τῆς τρίτης [τῆς] οἰκείας περιουσίας ἀποδώσει μοίρας· οὐ μὴν οὐδὲ τῆς ἔξωθεν αἰσθήσεται φιλοτιμίας, οὐδὲ λήψεται παντελῶς παρ᾽ οὐδενὸς τῶν ἔξωθεν, οὐ κλῆρον, οὐ λεγάτον οὐδὲ τὴν μετὰ θάνατον δωρεάν, ἀλλὰ ταῦτα ἐλεύσονται ἢ μενεῖ παρὰ τοῖς κληρονόμοις τοῦ τελευτήσαντος, ἢ συγκληρονόμοις αὐτῆς, εἴγε ἠδύνατο κληρονομεῖν ὅλως· οἷα αὐτῆς οὐδοτιοῦν ὄφελος ἐχούσης, ἀλλ᾽ εἰ γεγραμμένοι καὶ ἕτεροι τύχοιεν κληρονόμοι, εἴτε ἐξ ἀδιαθέτου καλοῖντο, πρὸς ἐκείνους ἐλεύσεται τὰ τῇ τοιαύτῃ γυναικὶ καταλελειμμένα. οὐ γὰρ τὸ δημόσιον αὐτὰ οἰκειώσεται, μήποτε δόξαιμεν τὰ τοιαῦτα σωφρονίζοντες τῆς τοῦ δημοσίου προνοεῖν ὠφελείας, ἀλλ᾽ οὕτω μὲν τὰ τῶν ἔξωθεν αὐτῇ καταλελειμμένα πρὸς ἑτέρους χωρήσει, τὰ δέ γε παρὰ τοῦ πρότερον συνοικήσαντος ἀφίξεται παρ᾿ αὐτῆς ἀφαιρούμενα πρὸς τὰ δέκα πρόσωπα τῆς τοῦ καταλιπόντος ἀνδρὸς συγγενείας, τουτέστιν ἀνιόντας, κατιόντας καὶ τοὺς ἐκ πλαγίου μέχρι β΄ βαθμοῦ, ἐπὶ τῆς οἰκείας φυλαττομένων τάξεως τῶν βαθμῶν· ὧν οὐχ ὑφεστώτων ἐπὶ τὸ ταμεῖον ἐλεύσονται. ἀλλ᾽ οὐδὲ περαιτέρω κληρονομίαν ἐξ ἀδιαθέτου τῶν οἰκείων αὐτῆς ὑπελεύσεται συγγενῶν, ἀλλὰ μέχρι γ΄ βαθμοῦ θεωρουμένου πανταχόθεν στήσεται μόνον τὰ τῆς διαδοχῆς αὐτῇ, οἱ ποῤῥωτέρω δὲ ὄντες ἑτέρους ἕξουσι κληρονόμους. καὶ ἥγε πρὸ τῶν ἄλλων αὐτῇ ποινῶν ἐπαχθεῖσα, φαμὲν δὴ τὴν ἀτιμίαν, εἰ μὲν ἄπαις ἐκ τῶν προτέρων εἴη γάμων, λελύσεται βασιλέως γράμμασι κελεύοντος· εἰ δὲ παῖδες ὑπεῖεν, ἔξεστι μὲν αὐτῇ βασιλέως ὑπὲρ τῆς ἀτιμίας δεῖσθαι, οὐ μὴν ὄφελός τι τῶν ἀντιγραφομένων ἔχειν, πλὴν εἰ μὴ βούλεται τὴν ἐκ τῆς βασιλείας ἔχειν ὠφέλειαν καὶ τῶν ἄλλων ἀπαλλαγῆναι ποινῶν, τοῖς ἐκ τοῦ προτέρου γάμου παισὶ τὴν ἡμίσειαν τῆς οἰκείας περιουσίας δωρουμένη μοῖραν καθαρῶς, αἱρέσεως ἁπάσης χωρὶς, καὶ οὐδὲ τὴν χρῆσιν παρακατέχουσα, ἀλλὰ πάσης τῆς οὐσίας, τῆς ὅτε πρὸς τοὺς δευτέρους ἐφοίτα γάμους, κατὰ τὴν ἡμίσειαν, καθάπερ ἔφημεν, ἐξισταμένη μοῖραν τοῖς ἔμπροσθεν γενομένοις παισίν. καὶ διαιρήσονται τοῦτο οἱ παῖδες ἅπαντες ἐξ ἴσου, καὶ παῖδας μὲν ἔχοντες εἰς τοὺς ἑαυτῶν παραπέμψουσι παῖδας· εἰ δ᾽ οὐκ ἔχοιεν, τὰ τοῦ τελευτήσαντος ἢ τῶν τελευτησάντων μέρη λήψονται ἀναλόγως πάντες οἱ τούτων ἀδελφοί, οὐ προτιμώμενοι τῆς μητρὸς εἰς τὴν ἄλλην οὐσίαν τοῦ τελευτήσαντος παιδὸς ἢ τῶν τελευτησάντων· εἰ δὲ πάντες ἀπέλθοιεν, ἐχέτω παραψυχὴν ἡ μήτηρ τῆς ἑαυτῆς δυσκληρίας τὸ ταῦτα πάλιν ἀναλαβεῖν, δηλαδὴ τοῦτο τὸ ἥμισυ ὅπερ τοῖς παισὶν ἢ ταῖς θυγατράσιν ἐδωρήσατο. καὶ ταῦτα μέν φαμεν, εἴπερ ἀδιάθετοι τελευτήσαιεν οἱ παῖδες· οὐ γὰρ ἐπὶ τοῖς ἅπαξ γενομένοις ἐπ᾿ αὐτοὺς εἴρξομεν αὐτοὺς διαθήκας γράφειν ἢ περιόντας ὃν βούλονται ταῦτα διαθεῖναι τρόπον. εἰ δὲ καὶ ἀναμείνοι μὲν τὸν χρόνον ἡ γυνὴ καὶ αὐτὴ διαφύγοι τὰς εἰρημένας ποινὰς, ἐπὶ δεύτερον δὲ ἀφίκοιτο συνοικέσιον τῶν προτέρων ἀμελήσασα γάμων, εἰ μὲν οὐκ ἔχοι παῖδας, εἰρήσθω γὰρ αὖθις, ἀκίνδυνον ἅπαν τὸ ἐντεῦθεν. εἰ δ᾽ ὑπείη γονὴ, καὶ παῖδας ὁ νόμος ἐντεῦθεν ἀτιμασθέντας ἴδοι, τηνικαῦτα πάσης φιλοτιμίας παρὰ τοῦ ἀνδρὸς εἰς αὐτὴν ἐλθούσης κατὰ τὸ τῆς δεσποτείας ἀφαιρεῖται μέρος, μόνην αὐτῇ καταλιπὼν τὴν χρῆσίν τε καὶ ἐπικαρπίαν. καὶ ταῦτα νενομοθετήσθω καὶ ἐπὶ τῆς προγαμιαίας δωρεᾶς καὶ ἐπὶ πάσης ἑτέρας φιλοτιμίας παρὰ τοῦ ἀνδρὸς εἰς αὐτὴν ἐλθούσης εἴτε ἐν ζωῇ παρὰ τοῦ ἀνδρὸς εἰς ταύτην γενομένης ἢ ἐκ διαθήκης ἢ καὶ τῆς μετὰ θάνατον δωρεᾶς, εἴτε ἐνστάσεως εἴη μέρος εἴτε πρεσβείων· καὶ οἱ παῖδες αὐτὰ λήψονται καὶ τῆς δεσποτείας κύριοι ἔσονται κατὰ τὸν καιρὸν εὐθὺς, καθ᾽ ὃν ἡ μήτηρ συνῴκησεν ἄλλῳ. καὶ ταῦτα κοινὰ γυναικὸς καὶ ἀνδρὸς ἐπιτίμια κείσθω, τοῦ μὲν ἐπὶ τῇ προικὶ, τῆς δὲ ἐπὶ τῆς προγαμιαίας δωρεᾶς. εἰ γὰρ δὴ κἀκεῖνος παῖδας ἔχων δευτέραν αὐτοῖς ἐπεισαγάγοι γαμετὴν, οὐ τῶν ἐκ τῆς προικὸς ἀπολαύσει κερδῶν κατὰ τὸν τῆς δεσποτείας λόγον, οὐδὲ φιλοτιμίαν ἄλλην παρὰ τῆς γυναικὸς λαβὼν ταύτην ἕξει βεβαίως, πλὴν ὅσον χρῆσθαι καὶ καρποῦσθαι μέχρι περιῇ μόνον· κἀνταῦθα γὰρ οἱ παῖδες εἰ καὶ ὑπεξούσιοι καθεστήκοιεν, ἀλλὰ κύριοι τῶν τοιούτων κατὰ δεσποτείαν ἔσονται παραγινομένων εὐθὺς εἰς αὐτοὺς ἅμα τῇ τῆς δευτέρας γαμετῆς συναφείᾳ. καὶ οὐ διαφερόμεθα περὶ τῆς προικὸς ἢ τῆς πρὸ γάμου δωρεᾶς, πότερον αὐτοὶ ταύτην δεδώκασιν ὑπὲρ ἑαυτῶν οἱ γήμαντες ἤ τινες ἄλλοι ὑπὲρ αὐτῶν τοῦτο ἔπραξαν εἴτε τῶν ἐκ γένους εἴτε καὶ τῶν ἔξωθεν, κἂν εἰ δοκεῖ πως συνειλῆφθαι καὶ ἡ προγαμιαία δωρεὰ τῇ προικί. ἀλλὰ τὸ νομοθετηθὲν ἐπὶ τῶν ἐντεῦθεν εἰς τοὺς γήμαντας περιερχομένων κερδῶν καὶ οὕτω κύριον ἔστω, καὶ οὕτω ἀσφαλὴς τῶν τοιούτων αὐτοῖς ὁ νόμος γενήσεται φύλαξ, ὅτιπερ οὐδὲ ἐκποίησιν οὐδεμίαν ἐφίησι τοῖς γονεῦσιν ἐπὶ τοῖς τοιούτοις οὐδ᾽ ὑποθήκην. ἀλλὰ κἂν εἴ τι πράξαιεν οἱ γονεῖς, εὐθὺς τὴν ἑαυτῶν ὑποτιθέασιν περιουσίαν ἑαυτοῖς, οὐχ ὥστε κωλύειν τοὺς γονεῖς ἐπ᾿ αὐτοῖς τι πράττειν ὧν βούλονται, αἰσχύνεται γὰρ ὁ νόμος σωφρονιστὰς τοὺς παῖδας τοῖς γεννήσασιν ἐπιστῆσαι, ἀλλ᾽ ἐκείνους μὲν ἐρυθριᾷ, διαπειλεί δὲ τοῖς λαμβάνουσιν ὡς οὐδὲν αὐτοὺς τὸ ληφθὲν ὀνήσει· καὶ ἴστωσάν γε καὶ ἐκ τοῦδε ἡμῶν τοῦ νόμου, ὡς κἂν εἴ τινα παρὰ τῶν τοιούτων γονέων ἀγορασίαν ποιήσαιντο, κἂν εἰ λάβοιεν δωρεὰν κἂν εἴ τι τῶν πάντων πράξαιεν, ἐν ἴσῳ τοῖς μήτε πεπραγμένοις μήτε γεγραμμένοις ἔσται τὸ γενόμενον. ἐκδικήσουσι γὰρ αὐτὰ πάντως οἱ παῖδες, κληρονόμοι τε αὐτῶν καὶ διάδοχοι παρά τε κληρονόμων ἐκείνων καὶ διαδόχων, οὐκ ἄλλως ἀποκλειόμενοι πλὴν εἰ μὴ τριακονταέτης παρέλθοι χρόνος καὶ ἡ κατοχὴ κυρίους τοὺς λαβόντας καταστήσει, ἀρχομένου τοῖς παισὶ τοῦ χρόνου τρέχειν, ἐξ οὗπερ αὐτεξούσιοι φανεῖεν ὄντες ἢ γενόμενοι, πλὴν εἰ μή τις ἄνηβος ἡλικία προσβοηθήσειεν ἔτι. ἐλεύσεται δὲ τὰ τοιαῦτα τῶν κερδῶν εἰς τοὺς παῖδας ἅπαντας τοὺς ἐκ τοῦ προτέρου γάμου. οὐ γὰρ ἐφίεμεν τοῖς γονεῦσι τὴν οὐκ ὀρθῶς εἰσηγμένην ἐπιλογὴν εἰς αὐτοὺς ἐνδείκνυσθαι, οὐδὲ τῷ μὲν τῶν παίδων διδόναι, τὸν δὲ ἀτιμάζειν· ἅπαντες γὰρ ὁμοίως τοῖς δευτέροις ἠτιμάσθησαν γάμοις· ἄλλως τε εἴπερ ἁπάντων τῶν παίδων κληρονομήσουσιν οἱ γονεῖς, καὶ οὐ τὸν μὲν διαδέχονται, τὸν δὲ οὐχ ὁμοίως, ἀνθότου μὴ καὶ αὐτοὶ πᾶσιν ἐξ ἴσης τόγε ἐπὶ τούτῳ προσφέρονται, ἀλλὰ τοὺς μὲν ἐπιλέγονται τοὺς δὲ παρορῶσιν; ὥστε κατὰ τὴν ἀναλογίαν ἕκαστος τὸ τοιοῦτον κερδαινέτω, καὶ εἰ σχοίη παῖδας, εἰς αὐτὸὶ τοῦτο παραπεμπέτω· οἱ δὲ τοῦτο ἐν ἀλλήλοις διαιρείσθωσαν, αὐτοὶ μὲν κατὰ τὸ μέτρον ὁπόσοι καθεστᾶσιν, οὐ μέντοι τὸ τοῦ πατρὸς ὑπερβαίνοντες μέρος.
36
pr.Τῆς μητρὸς ἅπαξ εἰς δευτέρους γάμους ἐλθούσης, κέρδος εὐθὺς ἁπάντων τῶν παίδων τὴν δεσποτείαν τῆς προγαμιαίας δωρεᾶς γενέσθαι, καὶ μηδεμίαν ἄδειαν εἶναι τῇ μητρὶ, τοὺς μὲν τῶν παίδων ἀτιμάζειν, τοὺς δὲ ἐπιλέγεσθαι, διότι πάντας ὁμοῦ τοῖς δευτέροις ὕβρισε γάμοις. ὥστε καὶ ἐπὶ τοῦ παρόντος ἡ δεσποτεία τῆς προγαμιαίας δωρεᾶς ὅλη πρὸς τὰ παιδία παραγενήσεται, τῆς χρήσεως παρὰ τῇ μητρὶ μέχρι περίεστι φυλαττομένης· καὶ εἰ μὲν ἡ μήτηρ προαπέλθοι, τοῖς παισὶν ἡ ὅλη προγαμιαία δωρεὰ ἁρμόζει· εἰ δὲ οἱ παῖδες, τὸ μὲν ἐκ [τοῦ] τῆς ἀπαιδίας συμφώνου κέρδος μένει παρὰ τῇ μητρὶ, καὶ τὸ λοιπὸν εἶναι τῶν παίδων, καὶ τελευτῶσαν τοῦτο παραπέμπειν εἰς τοὺς αὐτῶν κληρονόμους, οἵτινες ἐκ τοῦ νόμου καλοῖντο. εἰ γὰρ οὐ παιδὶ τυχὸν, ἀλλά τινι τῶν ἔξωθεν ἡ μήτηρ, ἔτι δευτέρων ἄπειρος οὖσα γάμων, μοϊράν τινα τῆς προγαμιαίας δωρεᾶς ἤ τινα πράγματα ἐξ αὐτῆς ἢ πᾶσαν δωρήσεται ἢ κατὰ ἄλλον τυχὸν ἐκποιήσεται τρόπον, εἶτα ὕστερον εἰς ἀνδρὸς φοιτήσειε δευτέρου γάμον, πρόδηλον ὡς τῷ ἐπιγενομένῳ δευτέρῳ γάμῳ καὶ τὸ τῆς ἐκποιήσεως ἀνατραπήσεται· καὶ οὐδ᾽ αὐτὸ πᾶσι τρόποις, ἀλλ᾽ ἐν μετεώρῳ καὶ τὸ τῆς ἐκποιήσεως καὶ τὰ τῆς ἀνατροπῆς μενεῖ. εἰ μὲν γὰρ μείνοιεν περιόντες οἱ παῖδες, ἀνατραπήσεται καθάπαξ τὸ γενόμενον, τοῦ νόμου τὴν δεσποτείαν τῆς πρὸ γάμου δωρεᾶς εἰς τοὺς παῖδας ἄγοντος καὶ οὐδὲν ἐπιστρεφομένου τῆς γυναικὸς, εἴ τι πράξειεν ἐπὶ βλάβῃ τῶν παίδων. εἰ δὲ προτελευτήσειαν ἅπαντες τῆς μητρὸς, μένειν τὸ συνάλλαγμα βέβαιον, [οὐκ εἰς ὁλόκληρον ἀλλὰ κατὰ τοῦτο δὴ τὸ ἐξ ἀπαιδίας σύμφωνον, καὶ κατά τινα μὲν μοῖραν ἔσται τὸ συνάλλαγμα βέβαιον], κατά τινα δὲ ἄκυρον ἀποφανθήσεται· τουτέστι κατὰ μὲν τὸ μένον παρὰ τῇ μητρὶ προφάσει τοῦ ἐξ ἀπαιδίας συμφώνου κρατήσει, κατὰ δὲ τὸ παραπεμπόμενον εἰς τοὺς τοῦ παιδὸς διαδόχους ἄκυρον ἔσται. ὡς εἴγε ἡ μήτηρ μόνη τῷ παιδὶ διάδοχος εὑρεθείη, τὸ πᾶν αὖθις κύριον ἔσται '.
37
pr.Δύναται ἡ γυνὴ καὶ μὴ παραδραμόντος τοῦ ὁρισθέντος τῷ πένθει καιροῦ αἰτοῦσα τὸν βασιλέα συνάπτεσθαι πρὸς γάμον δευτέρῳ ἀνδρί. μνηστεύεσθαι δὲ κατὰ τοῦτον τὸν χρόνον οὐ κεκώλυται, κἂν μὴ αἰτήσῃ βασιλέα, ἀλλ᾽ εἰ μὲν οὐκ ἔχει παῖδας. εἰ γὰρ ἔχει, οὐ καλῶς.
38
pr.Ὁ ἀνὴρ οὐ πενθεῖ τὴν γαμετὴν, οὔτε ἡ μνηστὴ τὸν μνηστῆρα.
39
pr.Οὐκ ἀναγκάζονται οἱ ἄνδρες τὰς ἑαυτῶν πενθεῖν γαμετὰς, οὐδέ ἐστί τι πένθος τῷ μνηστευσαμένῳ, τουτέστιν ἡ μὲν γαμετὴ τὸν ἄνδρα τελευτήσαντα πενθεῖν ἀναγκάζεται, οὐκέτι δὲ ὁ ἀνὴρ τελευτήσασαν τὴν γαμετήν.
40
pr.Ἡ μὲν τοῦ ἀνδρὸς τελευτὴ μήπω μετὰ τὴν αὐτοῦ τελευτὴν ἐνιαυτοῦ παραδραμόντος ἐμποδίζει τὴν γενομένην αὐτῷ γαμετὴν συνάπτεσθαι πρὸς γάμον ἑτέρῳ, πλὴν εἰ μὴ αἰτήσεται βασιλέα, καθὰ εἴρηται.
41
pr.Τὸ δὲ τῶν παίδων ἢ τὸ γονέων πένθος οὐκ ἐμποδίζει τοὺς γάμους, τουτέστιν εἰ τελευτήσει παῖς, δύναται ἡ τούτου μήτηρ μὴ παραμείνασα ἐνιαυτὸν συνάπτεσθαι πρὸς γάμον τινί· καὶ πάλιν εἰ τελευτήσει πατὴρ ἢ ἕτερός τις τῶν ἀνιόντων, δύναται ἡ τούτου θυγάτηρ γάμῳ προσομιλεῖν μὴ παραμένουσα χρόνον τινά.
42
pr.Οὐ πενθεῖ τὸν μνηστευσάμενον ἡ μνηστευθεῖσα, οὐδὲ ὁ μνηστὴρ τὴν μνηστευθεῖσαν.
43
pr.Γαμβρὸς λέγεται καὶ ὁ τὴν θυγατέρα μνηστευσάμενος, καὶ πενθερὸς ὁ τῆς μνηστῆς πατὴρ, καὶ πενθερὰ ἡ τούτου γυνή. ἐξ αὐτῆς γὰρ τῆς μνηστείας ἄρχονται τὰ τοιαῦτα ὀνόματα΄.
44
pr.Εἰ καὶ πολλαχοῦ τῇ προσηγορίᾳ τοῦ ἀνδρὸς καὶ τῆς γαμετῆς δηλοῦνται οἱ μνηστευθέντες, ὅμως κυρίως ἀνὴρ μετὰ τὸν γάμον καὶ γαμετὴ λέγεται.
45
pr.Ἐξ αὐτῆς τῆς μνηστείας ἄρχεται τὸ ὄνομα τοῦ πενθεροῦ καὶ τῆς πενθερᾶς καὶ τοῦ γαμβροῦ καὶ τῆς νύμφης.
46
pr.Ἐπὶ τῷ μαρτυρῆσαι λέγεται γαμβρὸς ὁ μνηστήρ. ἐπὶ μέντοι τὸ δοῦναι ἢ λαβεῖν ὑπόβολον οὐ γαμβρὸς δοκεῖ.
47
pr.Χρὴς τὴν γυναῖκα ὡς γαμετὴν πενθῆσαι τὸν ἄνδρα, τουτέστι πρὸ τοῦ πενθίμου χρόνου, λέγω δὴ τοῦ ἐνιαυτοῦ, μὴ συναφθῆναι ἑτέρῳ ἀνδρί. δύναται μέντοι βασιλέως δεομένη δι᾽ ἀντιγραφῆς βασιλικῆς καὶ πρὸ τοῦ πενθίμου συναφθῆναι πρὸς γάμον ἀνδρὶ κατὰ τὸ εἰρημένον. ὁ πένθιμος χρόνος συναπτός ἐστιν.
48
pr.Εἰ καὶ τοιοῦτός ἐστιν ὁ ἀνὴρ ὥστε μὴ πενθεῖσθαι, ὡς αὐτόμολος, καὶ ὁ κατακριθεὶς ἐπὶ τυραννίδι, καὶ ὁ προδότης, καὶ ὁ ἀπαγχόμενος, καὶ ὁ χεῖρας ἐπιβαλὼν ἑαυτῷ [μή] μίσει τῆς ζωῆς ἀλλὰ κακῇ συνειδήσει, ὅμως διὰ τὴν σύγχυσιν τῆς γονῆς ἡ πρὸ τοῦ πενθίμου γαμοῦσα ἀτιμοῦται, καὶ ὁ ἐν εἰδήσει ἀγαγόμενος αὐτήν. ἡ δὲ τοῦ φάκτου ἄγνοια οὐ μὴν. ἡ τοῦ νόμου συγγινώσκεται. ἡ δὲ τεκοῦσα ἐν τῷ πενθίμῳ παραχρῆμα δύναται γαμεῖν.
49
pr.Καὶ πάλιν· εἰ τοιοῦτος ἦν ὁ ἀνὴρ ὁ τελευτήσας, ὃν οὐκ ἀνάγκην εἶχεν πενθεῖν ἡ γυνὴ, καὶ οὕτως ἐμποδίζεται πρὸς γάμον ἑτέρῳ συνάπτεσθαι μήπω ἐνιαυτοῦ παραδραμόντος. τὸν γὰρ γάμον τῆς τοῦ τελευτήσαντος γαμετῆς διὰ τὴν τοῦ αἵματος ἤτοι τῆς γονῆς σύγχυσιν ὁ πραίτωρ ἐκώλυσεν ἐντὸς τοῦ ὡρισμένου τῷ πένθει χρόνου. ὅτι εἰ συμβῇ τὴν γυναῖκα μετὰ τὸ τελευτῆσαι τὸν ἄνδρα τεκεῖν, οὐ κωλύει αὐτὴν γαμεῖσθαι.
50
pr.Εἰσὶ δὲ οἱ ἄνδρες, οὓς τελευτήσαντας οὐκ ἀναγκάζονται αἱ γυναῖκες πενθεῖν, οὗτοι· ὁ πρὸς τοὺς πολεμίους αὐτομολήσας, καὶ ὁ κατακριθεὶς ἐπὶ τυραννίδι· ἀλλ᾽ οὔτε ὁ ἀπαγξά- - μενος ὀφείλει πενθεῖσθαι, οὔτε οἱ χεῖρας ἑαυτοῖς ἐπιβαλόντες τουτέστιν οἱ διαχρησάμενοι ἑαυτοῖς καὶ διὰ ξίφους ἢ ἑτέρου τινὸς ἑαυτοὺς ἀνελόντες· καὶ οἱ προδόται τῆς οἰκείας πατρίδος οὐκ εἰώθασι πενθεῖσθαι. εἰ καὶ τὰ μάλιστα δὲ πενθεῖν οὐκ ἀναγκάζεται τὸν τοιοῦτον ἄνδρα ἡ γυνὴ, ὅμως ἑτέρῳ γαμουμένη ἀτιμοῦται, εἰ μὴ παρέλθοι ὁ τοῦ πένθους καιρὸς ἢ μήπω παρελθόντος αὐτοῦ τέκῃ ἢ δεηθῇ βασιλέως. ἀλλὰ καὶ ὁ ταύτην ἐν εἰδήσει λαβὼν ἀτιμοῦται· ὁ δὲ ἐν ἀγνοίᾳ τῇ τοιαύτῃ συζευχθεὶς οὐκ ἀτιμοῦται, ἐπειδὴ φάκτον καὶ οὐ νόμον ἠγνόησε· νόμον δέ ἐστιν ἀγνοεῖν τὸ εἰδέναι, ὅτι οὔπω παρῆλθεν ὁ ἐνιαυτὸς, καὶ νομίσαι, ὅτι ἀνέγκλητός ἐστι πρὸς τὴν τοιαύτην συνάφειαν '.
51
pr.Ἐν ᾧ ἀνὴρ ἦν τῶν μὴ πενθουμένων· περὶ τοιούτων γὰρ τὸ νόμιμον διδάσκει. εἰ γὰρ ἦν τῶν πενθουμένων, τὸν ἐνιαυτὸν ὅλον ἀναμένει, κἂν ἐντὸς αὐτοῦ τέκῃ, τοῦτο μὲν καὶ διὰ τὴν τῆς γονῆς σύγχυσιν, τοῦτο δὲ καὶ διὰ τιμὴν τοῦ ἀνδρός.
52
pr.Ἡ γυνὴ ἀναγκάζεται μεῖναι τὸν πένθιμον χρόνον τουτἐστιν ἐνιαυτὸν διὰ τὴν σύγχυσιν τῆς γονῆς, ὅπερ ἐπὶ τοῦ ἀνδρὸς οὐκ ἐστιν.
53
pr.Ἔστι δ᾽ ὅτε ἀκινδύνως καὶ ἀζημίως ἐντὸς τοῦ πενθίμου χρόνου γαμεῖν, τουτέστιν ἀπὸ κελεύσεως βασιλέως, πλὴν εἰ οὐκ ἔχει παῖδας· εἰ δὲ ἔχει, οὐ καλῶς· καὶ ὅτε ἐν τῷ πενθίμῳ τέκῃ.
54
pr.Πρώην ὁ πένθιμος χρόνος δέκα μῆνες ὢν ἐνιαυτὸς ἐγένετο ἀπὸ τῆς β΄ διατ. τοῦ θ ' τί. τοῦ ε΄ βι. τοῦ κώδικος.
55
pr.Ὁ ὑπεξούσιος κελεύσει τοῦ πατρὸς ἀγαγόμενος τὴν πενθοῦσαν συγγινώσκεται. ὁ δὲ πατὴρ ἀτιμοῦται. ὁ γὰρ ὑπεξούσιος πειθαρχῶν τῷ δεσπότῃ ἢ τῷ πατρὶ οὐ δοκεῖ θέλειν. καὶ μή μοι εἴποις, ὅτι ἐὰν γένηται αὐτεξούσιος καὶ μὴ ἀποπέμψηται τὴν ζευχθεῖσαν αὐτῷ, ὀφείλει λοιπὸν γίνεσθαι ἄτιμος ὡς λυθείσης τῆς ὑπεξουσιότητος, ἥτις καὶ μὴ θέλοντα αὐτὸν ἀνέπειθε πειθαρχεῖν τῷ πατρί· ἐρῶ γάρ σοι, ὅτι τοῦτο περιττολογία τυγχάνει· [ὁ γὰρ νόμος τῇ τοῦ γάμου ἀρχῇ προσέχει] ἐπὶ τοῦ παρόντος· καὶ δῆλον ἐκ τοῦ ιγ ' κεφ. ἐκεῖ γὰρ διότι καταρχὴν ἐποίησεν ὁ πατὴρ, οὐκ ἀτιμοῦται. ἅπαξ γοῦν συστάντος τοῦ γάμου οὐ δύναται ὁ υἱὸς ἄνευ αἰτίας εὐλόγου στεῖλαι διαζύγιον· εἰ δὲ τοῦτο ποιήσει, τιμωρεῖται. ὅτι δὲ συνίσταται ὁ γάμος ὁ πρὸς τὴν ἐντὸς τοῦ πενθίμου χρόνου γαμοῦσαν συναλλαττόμενος, παρέστησε σαφῶς ἡ νεαρὰ ἡ κειμένη ἐν τῷ ιδ΄ τί. τοῦ κη΄ βι. ἐκείνη γὰρ, εἰ τὸν πρὸς αὐτὴν γάμον ἀσύστατον ᾔδει, οὐκ ἂν συνεχώρει τῇ δευτερογαμούσῃ πρὸ τοῦ πενθίμου ἐπιδιδόναι προῖκα τῷ ταύτην γαμοῦντι, οὐδὲ τὸ μέτρον τῆς προικὸς ἐπόσου καὶ διωρίζετο, ἀλλ᾽ ὡς τοῦτον εἰδυῖα καὶ συνιστάμενον ἀτιμίᾳ τε ταύτην καθυποβάλλει καὶ ἄλλαις ποιναῖς ταῖς δηλουμέναις ἐκεῖσε· πρὸς δὲ καὶ τῷ μὴ δύνασθαι περαιτέρω τῆς τρίτης μοίρας τῆς οἰκείας περιουσίας διδόναι προῖκα τιμωροῦσα καν τούτῳ ταύτην· πάντως γὰρ ὀλίγη διδοῦσα ' προῖκα καὶ ὀλίγην λαμβάνει προγαμιαίαν· δωρεάν.
56
pr.[Περὶ τῆς ἐν αἰγύπτῳ παρανομίας καὶ συγκαταβάσεως βασιλικοῦ διατάγματος ἀπὸ τῆς ὀγδόης διατάξεως]. – Συνέβη τινὰς ἐν αἰγύπτῳ γήμαντας μὴ πλησιάσαι ταῖς γαμεταῖς αὐτῶν σωματικῶς, ὥστε μετὰ τὴν ἐκείνων τελευτὴν παρθένους αὐτὰς εὑρεθῆναι· καὶ ἐπεχείρουν οἱ ἀδελφοὶ τῶν πρότερον αὐτῶν ἀνδρῶν λαμβάνειν αὐτὰς πρὸς γάμον ὡς μὴ γενομένας ἐν ἔργῳ γαμετὰς τῶν ἰδίων ἀδελφῶν. τοῦτο τοίνυν μαθοῦσα ἡ προκειμένη διάταξις λέγει· εἰ καί τινες τῶν ἐν αἰγύπτῳ διὰ τοῦτο τὰς γαμετὰς τῶν τελευτησάντων ἀδελφῶν αὐτῶν ἠγάγοντο, ὅτι μετὰ τὴν ἐκείνων τελευτὴν παρθένοι εὑρέθησαν, ἐνθυμηθέντες, ὡς εἴρηταί τισι νομικοῖς, ἡνίκα μὴ συνάπτωνταί τινες ἀλλήλοις μὴ συνεστηκέναι τὸν γάμον· ἐκείνοις μὲν συνεχωρήσαμεν, διὰ δὲ τοῦ παρόντος νόμου θεσπίζομεν, εἰ τοιοῦτοι γένοιντο πώποτε γάμοι, καὶ τοὺς συναλλάξαντας αὐτοὺς καὶ τοὺς ἐκ τούτων τικτομένους τῇ δυνάμει τῶν παλαιῶν νόμων ὑποκεῖσθαι ὡς ἀθεμίτου τοῦ γάμου τυγχάνοντος.
57
pr.Πᾶσιν ἀνθρώποις τοῖς εὖ φρονοῦσι πρόδηλον εἶναι νομίζομεν, ὅτι πᾶσά ἐστι σπουδὴ ἡμῖν καὶ εὐχὴ τὸ τοὺς πιστευθέντας ἡμῖν παρὰ τοῦ δεσπότου θεοῦ καλῶς βιοῦν καὶ τὴν αὐτοῦ εὑρεῖν εὐμένειαν, ἐπειδὴ καὶ ἡ τοῦ θεοῦ φιλανθρωπία οὐ τὴν ἀπώλειαν, ἀλλὰ τὴν ἐπιστροφὴν καὶ τὴν σωτηρίαν βούλεται, καὶ τοὺς πταίσαντας καὶ διορθουμένους δέχεται ὁ θεός. διὸ παντὶ προτρέπομεν τὸν τοῦ θεοῦ φόβον κατὰ νοῦν λαμβάνειν, καὶ τὴν αὐτοῦ εὐμένειαν ἐπικαλεῖσθαι, καὶ ἴσμεν πάντες ὅτι καὶ τὸν αὐτοῦ ἔλεον περιμένοντες τοῦτο ποιοῦσιν. ἐπειδὴ δέ τινες ὑπὸ τῆς διαβολικῆς συνεργείας συνεχόμενοι καὶ ταῖς βαρυτέραις ἀσελγείαις ἑαυτοὺς ἐνέβαλον, καὶ αὐτῆς τῆς φύσεως τὰ ἐναντία πράττουσι, καὶ τούτοις παρεγγυῶμεν λαβεῖν τὸν τοῦ θεοῦ φόβον καὶ τὴν μέλλουσαν κρίσιν, καὶ ἀπέχεσθαι τῶν τοιούτων διαβολικῶν καὶ ἀτόπων ἀσελγειῶν, ἵνα μὴ διὰ τῶν τοιούτων ἀσεβῶν πράξεων ὑπὸ τῆς τοῦ θεοῦ δικαίας ὀργῆς εὑρεθῶσι, καὶ αἱ πόλεις μετὰ τῶν κατοικούντων ἐν αὐταῖς ἀπολλύμεναι. διδασκόμεθα γὰρ παρὰ τῶν ἁγίων γραφῶν, ὅτι ἐκ τῶν τοιούτων ἀσεβῶν πράξεων καὶ πόλεις τοῖς ἀνθρώποις συναπώλοντο. ἐπειδὴ δέ τινες πρὸς τοῖς εἰρημένοις καὶ βλάσφημα ῥήματα καὶ ὅρκους περὶ θεοῦ ὀμνύουσι, τὸν θεὸν παροργίζοντες, καὶ τούτοις ὁμοίως παρεγγυῶμεν ἀποσχέσθαι τῶν τοιούτων βλασφήμων ῥημάτων, καὶ τοῦ ὀμνύναι κατὰ τριχὸς καὶ κεφαλῆς, καὶ τῶν τούτοις παραπλησίων ῥημάτων. εἰ γὰρ αἱ κατ᾿ ἀνθρώπων γινόμεναι βλασφημίαι ἀνεκδίκητοι οὐ καταλιμπάνονται, πολλῷ μᾶλλον ὁ εἰς αὐτὸ τὸ θεῖον βλασφημῶν ἄξιός ἐστι τιμωρίας ὑποστῆναι. διὰ τοῦτο οὖν πάντας τοὺς τοιούτους προτρέπομεν ἐκ τῶν εἰρημένων πλημμελημάτων ἀπέχεσθαι, καὶ τὸν τοῦ θεοῦ φόβον κατὰ νοῦν λαμβάνειν, καὶ ἀκολουθεῖν τοῖς καλῶς βιοῦσι. διὰ γὰρ τὰ τοιαῦτα πλημμελήματα καὶ λιμοὶ καὶ σεισμοὶ, καὶ διὰ τοῦτο παραινοῦμεν τοὺς τοιούτους ἀπέχεσθαι τῶν εἰρημένων ἀτοπημάτων, ὥστε μὴ τὰς ἑαυτῶν ἀπολέσθαι ψυχάς. εἰ γὰρ καὶ μετὰ τὴν τοιαύτην νουθεσίαν εὑρεθῶσί τινες τοῖς αὐτοῖς ἐπιμένοντες πλημμελήμασι, πρότερον μὲν ἑαυτοὺς ἀναξίους ποιοῦσι τῆς τοῦ θεοῦ φιλανθρωπίας, ἔπειτα δὲ καὶ τὰς ἐκ τῶν νόμων ὑποστήσονται τιμωρίας. ἐπετρέψαμεν δὲ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῆς βασιλίδος πόλεως τοὺς ἐμμένοντας ταῖς εἰρημέναις ἀτόποις καὶ ἀσεβέσι [πράξεσι] καὶ μετὰ ταύτην ἡμῶν τὴν νουθεσίαν ἐπέχειν καὶ ταῖς ἐσχάταις ὑποβάλλειν τιμωρίαις, ἵνα μὴ ἐκ τοῦ παραβλέπειν τὰς τοιαύτας ἁμαρτίας εὑρεθῇ καὶ ἡ πόλις καὶ ἡ πολιτεία διὰ τῶν τοιούτων ἀσεβῶν πράξεων ἀδικουμένη. εἰ γὰρ μετὰ ταύτην ἡμῶν τὴν παραίνεσίν τινες τοιούτους εὑρίσκοντες τούτοις συγκρύψουσιν, ὁμοίως παρὰ τοῦ δεσπότου θεοῦ κατακριθήσον- καὶ αὐτὸς γὰρ ὁ ἐνδοξότατος ἔπαρχος, ἐὰν εὕρῃ τινὰς ται. τοιοῦτόν τι πλημμελοῦντας, καὶ τὴν ἐκδίκησιν εἰς αὐτοὺς μὴ ἐπαγάγῃ κατὰ τοὺς ἡμετέρους νόμους, πρότερον μὲν ἔνοχος ἔσται τῇ τοῦ θεοῦ κρίσει, ἔπειτα δὲ καὶ τὴν ἐξ ἡμῶν ἀγανάκτησιν ὑποστήσεται '.
58
pr.Συνίσταται γάμος χριστιανῶν εἴτε ἐγγράφως εἴτε ἀγράφως μεταξὺ ἀνδρὸς καὶ γυναικὸς, τοῦ εἶναι ἑκατέρων τὴν ἡλικίαν πρὸς συνάφειαν ἡρμοσμένην, τοῦ μὲν ἀνδρὸς ἀπὸ πεντεκαιδεκαετοῦς χρόνου, τῆς δὲ γυναικὸς ἀπὸ δωδεκαετοῦς, ἀμφοτέρων θελόντων μετὰ τῆς τῶν γονέων συναινέσεως.
59
pr.Κεκώλυνται δὲ, ὅσοι ἐκ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος ἀλλήλοις προσηνώθησαν, τουτέστιν ὁ ἀνάδοχος ἐκ τῆς ἰδίας θυγατρὸς καὶ τῆς αὐτῆς μητρὸς, ὡσαύτως δὲ καὶ ὁ αὐτοῦ υἱὸς ἐκ τῆς τοιαίτης θυγατρὸς καὶ τῆς αὐτῆς μητρός· καὶ ὅσοι ἐξ αἵματος συγγενείας ἀλλήλοις γνωρίζονται, τουτέστι γονεῖς πρὸς τέκνα, ἀδελφοὶ πρὸς ἀδελφὰς, καὶ τὰ τούτων τέκνα, οἱ λεγόμενοι ἐξάδελφοι καὶ οἱ ἐξ αὐτῶν τικτόμενοι παῖδες καὶ μόνον· καὶ οἱ ἐξ ἐπιγαμίας γνωριζόμενοι συγγενεῖς, πατρωὸς εἰς προγονὴν ἢ νύμφην, προγονὸς πρὸς μητρυὰν, ἀδελφὸς πρὸς νύμφην ἢ γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ὁμοίως πατὴρ καὶ υἱὸς πρὸς μητέρα καὶ θυγατέρα, δύο ἀδελφοὶ εἰς δύο ἀδελφάς. ἐπὶ τούτοις ἅπασι τοῖς προσώποις μηδὲ μνηστείαν γνωρίζεσθαι.
60
pr.Ἔγγραφος γάμος συνίσταται δι᾽ ἐγγράφου προικῴου συμβολαίου ὑπὸ τριῶν ἀξιοπίστων μαρτύρων κατὰ τὰ παρ᾿ ἡμῶν ἀρτίως εὐσεβῶς νομοθετούμενα, ὥστε ἐν αὐτῷ ὁμολογεῖν τὸν ἄνδρα τήν τε ἐντελῆ τῆς προικὸς οἰκείωσιν, καὶ ἀδιάπτωτον καὶ ἀμείωτον αὐτῆς παραφυλακὴν καὶ συντήρησιν, μετὰ καὶ τῆς ὡς εἰκὸς παρ᾽ αὐτοῦ ἐν ἐπαυξήσει ἀποχαρισθείσης αὐτῇ ποσότητος· ἐγγραφομένου ἐν τῷ παρ᾽ αὐτοῦ ἐκτιθεμένῳ συμβολαίῳ κάσου ἐξ ἀπαιδίας μέρος τέταρτον· τριῶν δηλονότι συμβολαίων μεταξὺ αὐτῶν προερχομένων, δύο μὲν ἀντισυγγράφων τῆς προικὸς ἰσοδυνάμων, τοῦ δὲ ἑτέρου παρὰ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα ἐκτιθεμένου. καὶ μὴ ἐπερωτᾶσθαι ἢ καταγράφεσθαι παρὰ τοῦ ἀνδρὸς ἰσόμετρον τῆς εἰσαγομένης αὐτῷ προικὸς προγαμιαίαν δωρεάν.
61
pr.Εἰ δὲ δεήσει τὴν γυναῖκα πρὸ τοῦ ἀνδρὸς παίδων ἄνευ τελευτῆσαι, τετάρτην μοῖραν καὶ μόνον ἐκ πάσης τῆς ὡς εἴρηται ὁμολογηθείσης παρ᾿ αὐτοῦ προικὸς εἰς ἴδιον κέρδος ἐγκρατεῖν αὐτὸν, καὶ τὸ ὑπόλοιπον ἡμισυτέταρτον μέρος τῆς τοιαύτης προικὸς ἢ εἰς τοὺς ἐκ τελευταίας αὐτῆς βουλήσεως κληρονόμους ἀποκαθίστασθαι ἢ εἰς τοὺς ἐξ ἀδιαθέτου καλουμένους αὐτῆς κληρονόμους ἀποδίδοσθαι. εἰ δὲ ὁ ἀνὴρ πρὸ τὴς ἰδίας γυναικὸς παίδων ἐκτὸς ἀποβιώσει, ὁμοίως πρὸς τῇ ἐντελεῖ ἀποκαταστάσει τῆς ὁμολογηθείσης αὐτῇ παρ᾽ αὐτοῦ προικὸς καὶ τέταρτον μέρος πρὸς τὸ μέτρον τῆς τοιαύτης προικὸς ἐκ τῶν ἐγκαταλειφθέντων τοῦ ἀνδρὸς αὐτῆς παντοίων πραγμάτων ἐπ᾽ ὀνόματι κάσου εἰς κέρδος οἰκεῖον λαμβάνειν αὐτὴν, καὶ τὴν περιττευομένην ἀνδρῷαν αὐτῆς ὕπαρξιν ἢ εἰς τοὺς ἐκ τελευταίας αὐτοῦ βουλήσεως ἢ εἰς τοὺς ἐξ ἀδιαθέτου κληρονόμους περιέρχεσθαι.
62
pr.Εἰ δὲ παίδων ὑπόντων ὁ ἀνὴρ πρὸ τῆς ἰδίας γαμετῆς τελευτήσει, τὴν γυναῖκα ἤγουν τὴν τῶν τέκνων μητέρα ἐγκάτοχον τῆς τε προικὸς αὐτῆς καὶ ἀνδρῴας ἁπάσης ὑπάρξεως εἶναι, καὶ αὐτὴν τὴν πᾶσαν τοῦ οἴκου ποιεῖσθαι φροντίδα τε καὶ διοίκησιν· προδήλως δημοσίαν ἀναγραφὴν ποιουμένης αὐτῆς ἤτοι ἴμβεντον πάσης τῆς καταλιμπανομένης ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς παντοίας ὑπάρξεώς τε καὶ περιουσίας· συγκειμένων ἐν τῇ τοιαύτη ἀναγραφῇ καὶ τῶν προικιμαίων αὐτῆς πραγμάτων, εἰ δὲ καὶ ὕπεισιν αὐτῇ καὶ ἐν ἐξωπροίκοις, ὀφειλούσης αὐτῆς τὰ ἐξώπροικα δεῖξαι δι᾽ ἐνεργῶν συστάσεων, ὡς ταῦτα εἰσήγαγεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς καὶ φαίνονται μετὰ τὴν αὐτοῦ τελευτήν· μὴ δυναμένων τῶν αὐτῆς τέκνων ἀντικαθίστασθαι αὐτῇ ἢ ἐπιζητεῖν παρ᾽ αὐτῆς πατρῷαν ὑπόστασιν, τουναντίον μὲν οὖν καὶ πᾶσαν ὑπακοὴν καὶ τιμὴν κατὰ τὴν τοῦ θεοῦ ἐντολὴν ὡς μητρὶ προσαγόντων αὐτῇ· προδήλως ὀφειλούσης αὐτῆς καθὼς πρέπει τοῖς γονεῦσι τὰ τέκνα ἐκπαιδεύειν τε καὶ γαμοστολεῖν, καὶ προῖκα ἐπιδιδόναι καθὼς ἂν βουληθῇ. εἰ δὲ συμβῇ αὐτὴν εἰς ἕτερον περιελθεῖν συνοικέσιον, ἄδειαν ἔχειν τὰ τέκνα αὐτῆς παρεᾷν αὐτὴν καὶ πάντα τὰ αὐτῶν πατρῷα πράγματα ἀνελλιπῶς κομίζεσθαι, τὴν εἰσενεχθεῖσαν παρ᾽ αὐτῆς τῷ ἀνδρὶ αὐτῆς προῖκα καὶ μόνον σὺν τῇ ἀποχαρισθείσῃ παρ᾽ αὐτοῦ ἐν ἐπαυξήσει τῆς προικὸς αὐτῆς δωρεᾷ παρέχοντες αὐτῇ.
63
pr.Εἰ δὲ παίδων ὑπόντων ἡ γυνὴ πρὸ τοῦ ἰδίου ἀνδρὸς τελευτήσει, τὸν ἄνδρα αὐτῆς ἤγουν τὸν πατέρα αὐτῶν ἐγκάτοχον τῆς τε προικὸς αὐτῆς καὶ τῆς ἐν ἐξωπροίκοις πάσης ὑπάρξεως αὐτῆς εἶναι ὡς ὑπεξουσίων αὐτῷ τυγχανόντων καὶ αὐτῶν τὴν ἅπασαν τοῦ οἴκου ποιεῖσθαι φροντίδα τε καὶ διοίκησιν, μὴ δυναμένων τῶν τέκνων αὐτοῦ ἀντικαθίστασθαι αὐτῷ ἢ ἐπιζητεῖν παρ ' αὐτοῦ μητρῷαν ὑπόστασιν, τουναντίον μὲν οὖν καὶ πᾶσαν τιμὴν καὶ ὑπακοὴν καθὼς ἁρμόζει γονεῦσι προσαγόντων αὐτῷ κατὰ τὸ γεγραμμένον· ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα ἐπέλθῃ σοι εὐχὴ παρ᾽ αὐτῶν· εὐχὴ γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια· δι᾿ αὐτῶν γὰρ ἐγεννήθησαν καὶ τί ἀνταποδώσουσιν αὐτοῖς, καθὼς αὐτοὶ ἐκείνοις; ταῦτα γὰρ βεβαιῶν καὶ παῦλος ὁ ἀπόστολος ἔφη· τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστι δίκαιον· οἱ γονεῖς μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. εἰ δὲ συμβῇ αὐτὸν εἰς ἕτερον ἐλθεῖν συνοικέσιον τῶν τέκνων αὐτοῦ ἀνηλίκων τυγχανόντων, ἀμείωτα παρ᾿ αὐτοῦ τὰ μητρῷα αὐτῶν φυλάττεσθαι πράγματα· εἰ δὲ τῆς ἐννόμου ἡλικίας ταῦτα ὑπάρχουσιν, εἰ θελήσουσι, ἀδιασκέπτως τὰ τοιαῦτα αὐτῶν πράγματα παρέχεσθαι αὐτοῖς.
64
pr.Εἰ δὲ θελήσει ἐκ τοῦ ἀνδρογύνου εἴτε ὁ ἀνὴρ εἴτε ἡ γυνὴ χωρὶς δευτερογαμίας ἐκ τῶν ἰδίων τέκνων ἀπαναχωρῆσαι, ἀνηλίκων αὐτῶν τυγχανόντων, μὴ ἔχειν αὐτοὺς ἄδειαν τοῦτο πρᾶξαι, ἀλλὰ τὴν τούτων ποιεῖσθαι φροντίδα τε καὶ διοίκησιν, καθὼς εἶπεν ὁ ἀπόστολος, ὅτι χήρα ἔχουσα τέκνα ἢ ἔγγονα μανθανέτω τὸν ἴδιον οἶκον εὐσεβεῖν· τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. εἰ δὲ τῶν ἐντελῶν χρόνων εἰσὶ τὰ τέκνα καὶ εἰς βίον περιῆλθον καὶ δύνανται τὴν ἰδίαν διοίκησιν ποιεῖν, καὶ θελήσει τὶς ἐκ τῶν γονέων ἀναχωρῆσαι ἐξ αὐτῶν, ἐπ᾿ ἀδείας ἔχειν τὸ τοιοῦτον πρόσωπον μετὰ τὴν τῶν ἰδίων πραγμάτων ἐγκράτησιν καὶ ἑνὸς παιδὸς μοῖραν λαμβάνειν πρὸς τὸν ἀριθμὸν τῶν τέκνων.
65
pr.Εἰ δὲ κατὰ στένωσιν ἢ διὰ ταπείνωσιν μὴ δυνηθῃ τις εὐπρολήπτως ποιῆσαι γάμον καὶ ἐγγράφως, καὶ ἀγράφως συνίσταται γάμος ἀδόλως συναινέσει τῶν συναλλασσόντων προσώπων καὶ τῶν τούτων γονέων, εἴτε ἐν ἐκκλησίᾳ τοῦτο δι᾽ εὐλογίας ἢ καὶ ἐπὶ φίλων γνωρισθῇ. ἀλλὰ καὶ οἱοσδήποτε ἐνοικιζόμενος εἰς γυναῖκα ἐλευθέραν καὶ καταπιστεύων αὐτῇ τὴν τοῦ ἰδίου οἴκου διοίκησιν καὶ ταύτῃ σαρκικῶς συμπλεκόμενος ἄγραφον συναλλάσσει πρὸς αὐτὴν γάμον. ἐὰν δὲ ἐξ αὐτῆς μὴ παιδοποιήσας πειραθῇ ἐκδιῶξαι αὐτὴν ἐκ τῆς πρὸς αὐτὸν συνοικήσεως αἰτίας νόμῳ ἐγνωσμένης ἐκτὸς, διδόναι αὐτῇ πρὸς τῇ ἀποκαταστάσει τῶν ὡς εἰκὸς ἐνεχθέντων παρ᾽ αὐτῆς πραγμάτων καὶ τὸ τέταρτον μέρος τῆς αὐτοῦ περιουσίας.
66
pr.Εἰ δὲ καὶ ἀπόρῳ γυναικὶ πρὸς νόμιμον γάμον συναφθῇ τις καὶ τελευτήσει ὁ ἀνὴρ παίδων καὶ διαθήκης χωρὶς, κομίζεσθαι τὴν γυναῖκα ἐκ τῆς ἀνδρῴας ὑποστάσεως ὑπὲρ ἐξ ἀπαιδίας κάσου τέταρτον μέρος κατὰ τὴν εὐπορίαν τοῦ ἀνδρὸς ἕως λιτρῶν δέκα· εἰ δὲ καὶ ἐπάνω τῶν δέκα λιτρῶν εὐπορεῖ ὁ ἀνὴρ, μὴ ἔχειν αὐτὴν ἄδειαν ἕτερόν τι κομίζεσθαι· καὶ τὰ ὑπόλοιπα περιέρχεσθαι ἢ εἰς τοὺς ἐξ ἀδιαθέτου αὐτοῦ κληρονόμους, ἢ μὴ ὑπόντων κληρονόμων, εἰς τὸ μέρος τοῦ δημοσίου.
67
pr.Δευτερογαμία συνίσταται ἐπὶ τοῖς μὴ κεκωλυμένοις προσώποις εἴτε ἐγγράφως εἴτε ἀγράφως οὕτως· εἰ μὲν παίδων χωρὶς, ἀπεριέργως συναλλάσσειν κατὰ τοὺς ἀνωτέρω δηλουμένους τρόπους. εἰ δὲ παῖδες ὕπεισιτῷ δευτερογαμοῦντι προσώπῳ, μὴ ἔχειν αὐτὸν ἄδειαν χαρίσασθαι τῇ δευτέρᾳ γυναικὶ πλείω ἑνὸς [παιδὸς] μοῖραν τοῦ ἐκ προτέρων αὐτοῦ γάμων ἐκ τῆς ἰδίας περιουσίας καθ᾽ οἱανδήποτε φιλοτιμίαν. ὁμοίως δὲ τὸ αὐτὸ παραφυλάττεσθαι καὶ ἐπὶ δευτερογαμούσης γυναικὸς, προδήλως τὸν ἀπὸ καιροῦ τῆς τελευτῆς τοῦ προτέρου ἀνδρὸς παραφυλαττούσης δωδεκαμηνιαῖον χρόνον. εἰ δὲ πρὸ τούτου δευτερογαμήσει, ἄτιμος ἔσται, μηδὲν ἐκ τοῦ προτέρου ἀνδρὸς κερδαίνουσα καθ᾽ οἱονδήποτε τρόπον. παραφυλαττούσης δὲ αὐτῆς ὡς εἴρηται τὸν ὡρισμένον χρόνον, κομίζεσθαι αὐτὴν τὴν ἰδίαν προῖκα μετὰ καὶ τῶν ὡς εἰκὸς ἀποχαρισθέντων αὐτῇ ἐν ἐπαυξήσει τῆς προικὸς αὐτῆς· ὡσαύτως δὲ καὶ τὸν ἄνδρα εἰς δεύτερον γάμον περιερχόμενον μηδὲν ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς λαμβάνειν. εἰ δὲ ὑπάρχουσιν ἀνήλικοι παῖδες, τὰ τούτων πράγματα παραφυλάττειν αὐτὴν, μέχρις ἂν τῶν ἐντελῶν γένωνται χρόνων· εἰ δὲ καὶ τῶν ἐντελῶν εἰσι, παρέχεσθαι αὐτοῖς ἀπεντεῦθεν ἤδη τὰ μητρῷα αὐτῶν ἐντελῶς πράγματα. εἰ δὲ καὶ τέκνα ποιήσει ἐκ τῆς προτέρας γυναικὸς καὶ συμβῇ αὐτὸν τελευτῆσαι, ἄδειαν ἔχει καὶ τὰ πρῶτα καὶ τὰ δεύτερα τέκνα τὸν ἴδιον κληρονομεῖν πατέρα, ὁμοίως δὲ καὶ τὴν μητέρα.
68
pr.Ἡ δευτερογαμοῦσα γυνὴ ἔχουσα ἐκ προτέρων γάμων παῖδας αἰτείτω πρὸ τοῦ συναλλάγματος τοῦ δευτέρου γάμου ἐπιτρόπους τοῖς παισὶν αὐτῆς καὶ οὕτω συναλλασσέτω. εἰ μὴ γὰρ τοῦτο γένηται, ὑπεύθυνα τὰ αὐτῆς καὶ τοῦ δευτέρου ἀνδρὸς αὐτῆς πράγματα γενήσονται ἐπὶ τῇ ἀποκαταστάσει τῶν ἀνηκόντων τοῖς νέοις πατρικῶν ' πραγμάτων.