JGR VI 1.6
Περὶ ἀκριβείας γάμου.
Abrir no leitor do IusCommune →1
pr.Τοῖς κληρικοῖς ἐπιτέτραπται νομίμους ἔχειν τὰς γυναῖκας. ὁμοίως καὶ οἱ ψάλται καὶ οἱ ἀναγνῶσται δύνανται νομίμως γαμεῖν, οἱ δὲ ὑποδιάκονοι καὶ διάκονοι καὶ οἱ πρεσβύτεροι καθάπαξ κεκώλυνται. ὅθεν εἰ παρὰ ταῦτα γάμῳ κοινωνήσουσιν, ἐκπίπτουσι τῆς ἱερωσύνης καὶ τῆς ἀξίας αὐτῆς γυμνοῦνται.
2
pr.Ἡ κατὰ γνώμην τοῦ πατρὸς συναλλάξασα γάμῳ δύναται καὶ παρὰ γνώμην τοῦ πατρὸς ἐπιμένειν τῷ γάμῳ, καὶ οὐ δοκεῖ προσκροῦσαι εὔλογον αἰτίαν παρεχομένη.
3
pr.Ἡ γυνὴ τοῦ γάμου συνεστῶτος ἐν ἀπορίᾳ τοῦ ἀνδρὸς τὰ ὑποκείμενα πράγματα αὐτοῦ ὑπὲρ τῆς πρὸ γάμου δωρεᾶς καὶ τῆς προικὸς καὶ τῶν ἐξωπροίκων ἐκδικήσασα ἤγουν και τέχουσα, οὐ δύναται ταῦτα ἐκποιεῖν, ἀλλ᾽ ἐξ αὐτῶν ἀναγκάζεται τὸν ἄνδρα καὶ τοὺς παῖδας ἐκτρέφειν.
4
pr.Ἰστέον ὅτι σιωπηρῶς ὑπόκεινται τῇ γυναικὶ τὰ ἀνδρῷα πράγματα ἀπὸ τοῦ καιροῦ τοῦ γάμου, καὶ ἐὰν συμβῇ ἐκποιηθῆναι τὰ γυναικεῖα πράγματα παρὰ τοῦ ἀνδρὸς, ἀναδίδονται αὐτῇ.
5
pr.Εἴ τις ἄπορον γυναῖκα κατὰ τὴν τοῦ νόμου παρατήρησιν λάβῃ καὶ ταύτης προτελευτήσῃ, εἰ μὲν ἄχρι τριῶν ἔχοι παῖδας ὁ ταύτης ἀνὴρ εἴτε ἐξ αὐτῆς εἴτε ἐξ ἑτέρου συνοικεσίου, τὸ τέταρτον μέρος τῆς οὐσίας τοῦ ἀνδρὸς λαμβάνει, οὕτω μέντοιγε ὥστε μὴ ὑπερβαίνειν τὴν τῶν ρ ' χρυσίου λιτρῶν ποσότητα. εἰ δὲ πλείονες εἴησαν οἱ παῖδες, τοσοῦτον ἐκ τοῦ τοιούτου θέματος λαμβάνειν κελεύομεν τὴν γυναῖκα, ὅσον ἑνὶ τῶν παίδων ἁρμόζει, οὕτῳ δηλαδὴ ὥστε χρῆσιν μόνην ἐπὶ τοῖς τοιούτοις πράγμασι τὴν γυναῖκα ἔχειν, τὴν δεσποτείαν δὲ ἐκείνοις τοῖς παισὶ φυλάττεσθαι, οὓς ἐξ αὐτοῦ τοῦ γάμου ἔσχεν. εἰ δὲ ἡ τοιαύτη γυνὴ παῖδας ἐξ αὐτοῦ μὴ ἔχοι, κελεύομεν δεσποτείας δικαίωσιν ἔχειν αὐτὴν εἰς τὰ πράγματα, ἅπερ ἐκ τῆς τοῦ ἀνδρὸς οὐσίας εἰς αὐτὴν περιῆλθον.
6
pr.Εἰ δὲ λεγάτον αὐτῇ καταλειφθῇ ἐξ αὐτοῦ τοῦ ἀνδρὸς, ἀναπληρούσθω τὸ δ΄ μέρος, λογιζομένων αὐτῇ τῶν ἀπὸ τοῦ λεγάτου εἰς αὐτό. τὸ λεχθὲν κρατεῖ καὶ ἐπὶ τοῦ ἀνδρὸς ἕδνον μὴ ὁμολογήσαντος· καὶ αὐτὸς γὰρ ἀπορῶν λήψεται τὸ [δ΄] κατὰ τὴν νεαρὰν νγ΄.
7
pr.Εἰ γὰρ εὐπορεῖ ὁ ἀνὴρ ἢ γυνὴ οὐ λήψεται τὸ δ΄ τὸ εἰρημένον, ἀλλ᾽ ἐάν τις ἐξ αὐτῶν· τίποτε [τῷ] ἄλλῳ καταλείψῃ ἐν λεγάτῳ ἢ ἐνστάσει, τὸ ἐαθὲν μόνον λαμβάνουσι.
8
pr.Περὶ τῆς ἀπροίκου γυναικὸς, εἴτε εὔπορος εἴτε ἄπορος εἴη, τελευτήσαντος τοῦ ἀνδρὸς θεσπίζομεν τοὺς ἐκ τῶν τοιούτων συνοικεσίων παῖδας τεχθέντας νομίμους εἶναι καὶ εἰς τὴν πατρῷαν καλεῖσθαι κληρονομίαν, τὴν δὲ γυναῖκα, εἰ μὲν ἄχρι τριῶν ἔχοι παῖδας ὁ ταύτης ἀνὴρ εἴτε ἐξ αὐτῆς εἴτε ἐξ ἑτέρου συνοικεσίου, τὸ τέταρτον μέρος τῆς οὐσίας τοῦ ἀνδρὸς λαμβάνειν κατά τε χρῆσιν καὶ δεσποτείαν. εἰ δὲ πλείονες εἴησαν οἱ παῖδες, τοσοῦτον λαμβάνειν κελεύομεν τὴν γυναῖκα, ὅσον ἑνὶ τῶν παίδων ἁρμόζει. οὕτω δηλαδὴ ὥστε χρῆσιν μόνον ἐπὶ τοῖς τοιούτοις πράγμασι τὴν γυναῖκα ἔχειν, τὴν δὲ δεσποτείαν ἐκείνοις φυλάττεσθαι, οὓς ἐξ αὐτοῦ τοῦ γάμου ἔσχεν. εἰ δὲ ἡ τοιαύτη γυνὴ παῖδας ἐξ αὐτοῦ μὴ ἔχοι, κελεύομεν καὶ κατὰ δεσποτείας δικαίωσιν ἔχειν αὐτὴν τὰ πράγματα, ἅπερ ἐκ τῆς τοῦ ἀνδρὸς οὐσίας εἰς αὐτὴν ἐλθεῖν διὰ τοῦ παρόντος ἐκελεύσαμεν νόμου. κληρονομεῖν δὲ καὶ τοὺς παῖδας ἀδιαθέτους τελευτῶντας. τὸν δὲ ἄπορον ἄνδρα ἐπὶ τῶν τοιούτων θεμάτων τὸ τέταρτον μέρος κατὰ τὸν πρότερον ἡμῶν νόμων ἐκ τῆς οὐσίας τῆς γυναικὸς λαμβάνειν πᾶσι τρόποις κωλύομεν. κληρονομεῖν δὲ τοῦτον τοὺς ἰδίους παῖδας, εἴτε πρὸς δεύτερον ἔλθοι συνοικέσιον εἴτε καὶ μὴ, ὁμοίως τοῖς εὐπόροις ἀνδράσι κελεύομεν. ὃ δὲ περὶ τῶν προειρημένων εἴρηται γυναικῶν κρατεῖν κελεύομεν, ἐπειδὰν μὴ δευτέροις ὁμιλήσωσι γάμοις. ἐὰν δέ τις τούτων δευτερογαμήσῃ, εἰ μὲν πρὸ τοῦ πενθίμου ἐνιαυτοῦ, μηδὲν ἔχειν τὸ σύνολον ἐκ τῆς τοῦ ἀνδρὸς ὑποστάσεως, καὶ εἰ συμβῇ παῖδας ἔχειν ἐξ αὐτοῦ, μηδὲ τούτους κληρονομεῖν ὁρίζομεν, πλὴν εἰ μὴ φιλανθρωπότερον καὶ αὐτοὶ διατεθέντες καταλιπεῖν τι τῆς ἰδίας ὑποστάσεως αὐτῇ βουληθῶσιν. εἰ δὲ μετὰ τὸν πένθιμον χρόνον πρὸς δεύτερον ἔλθοι γάμον, παίδων μὲν μὴ ὑπόντων, ὅπερ καὶ αὐτῇ ἐδωρήθη τέταρτον, τούτου τῆς κυριότητος μὴ ἐξίστασθαι· προσόντων δὲ παίδων, τὸ μὲν ἥμισυ μέρος τῆς ὡρισμένης αὐτῇ μοίρας τοῖς παισὶ παραπεμφθήσεται, τοῦ δὲ λοιποῦ ἡμίσεος μέρους αὐτὴ τὴν δεσποτείαν ἕξει· καί τινος τῶν παίδων τελευτῶντος, τὴν ἐκείνου ὑπόστασιν τοῖς λοιποῖς παισὶ συμμερισθήσεται· μὴ καταλιπομένου δὲ τοῦ συμμεριζομένου αὐτὴ τὸ ὁλόκληρον κληρονομεῖ '.
9
pr.Ὁ πένθιμος χρόνος συναπτός ἐστι καὶ τρέχει τοῖς ἀγνοοῦσιν. ὅθεν ἡ μετὰ τὴν αὐτοῦ συμπλήρωσιν ἐγνωκυῖα τὸν θάνατον τοῦ ἀνδρὸς, ἐν αὐτῇ τῇ ἡμέρᾳ καὶ λαμβάνει καὶ ἀποτίθεται τὰ πένθιμα.