JGR VI 1.5
Περὶ ἀθεμίτου γάμου.
Abrir no leitor do IusCommune →1
pr.Σημείωσαι τοῦ ἀθεμίτου γάμου τοῦ παρανόμου καὶ τοῦ κατακρίτου. καὶ ἀνάγν. βι. κη ' τί. ς ' κεφ. α΄ διοριζόμενον, μὴ μόνον διασπᾶσθαι τὸν ἀθέμιτον γάμον ἤτοι τὸν μετὰ συγγενοῦς, καὶ τὸν παράνομον τὸν μετὰ τῆς ἐπιτροπευομένης, καὶ τὸν κατάκριτον δηλονότι τὸν μετὰ τῆς εἰς τὸν θεὸν ἀνατεθειμένης, ἀλλὰ καὶ δημεύεσθαι τοὺς συναλλάξαντας καὶ ἐξορίζεσθαι, εὐτελεῖς δ᾽ ὄντας καὶ μαστίζεσθαι.
2
pr.Ὁ ἀθέμιτος γάμος οὐ βεβαιοῦται, καὶ διὰ τοῦτο ἐὰν πρὸ κατηγορίας λυθῇ, συγχωρεῖται ἡ ποινή.
3
pr.Ἐπὶ τοῦ ἐν ἀγνοίᾳ γενομένου ἀθεμίτου γάμου δίδωσι συγγνώμην ἡ φύσις καὶ ἡ ἐπανόρθωσις τοῦ σφάλματος, καὶ μάλιστα εἰ μήπω τὶς αὐτῶν κατηγόρησεν.
4
pr.Θεσπίζομεν, εἴ τις ἀθέμιτον καὶ ἐναντίον τῇ φύσει, ὃν ὁ νόμος ἀθέμιτόν τε καὶ παράνομον καὶ κατάκριτον καλεῖ, συναλλάξειε γάμον, εἴπερ οὐκ ἔχει παῖδας ἐκ προτέρων γνησίων τε καὶ ἀμέμπτων αὐτῷ γεννηθέντας, εὐθὺς μὲν αὐτῷ τὴν τῶν οἰκείων πραγμάτων ἔκπτωσιν ἐπικεῖσθαι, ἀλλὰ δὲ καὶ τῶν ὀνόματι προικὸς ἐπιδιδομένων αὐτῷ μηδενὸς ἀπολαύειν, ἀλλὰ πάντα τῷ ταμείῳ προσκυροῦσθαι. ἀνθότου γὰρ ἐξὸν γαμεῖν νενομισμένα παρανόμων ἐρᾷ, καὶ συγχεῖ μὲν γονὰς, ἀδικεῖ δὲ τὰ γένη, πράττει τε ἀσεβῆ καὶ ἀνόσια, καὶ τοιαῦτα δὲ ἐπιθυμεῖ, ὁποῖα πολλὰ καὶ τῶν ἀλόγων ἀποσείεται ζώων. καὶ ἔσται γε αὐτῷ ποινὴ μὴ δήμευσις μόνον, ἀλλὰ καὶ ζώνης ἀφαίρεσις καὶ ἐξορία, καὶ εἴγε εὐτελὴς εἴη, καὶ τοῦ σώματος αἰκισμὸς, ὅπως ἂν μάθῃ σωφρονεῖν καὶ εἴσω τῆς φύσεως μένειν, ἀλλὰ μὴ τρυφᾷν τε καὶ ἐρᾷν ὑπερόρια καὶ τῶν παραδεδομένων ἡμῖν ἐκ τῆς φίσεως καθαυθαδιάζεσθαι νόμων. καὶ τῆς γυναικὸς δὲ, εἰ τὸν νόμον ἐπισταμένη τούτου μὲν ἀμελήσει, ἀθεμίτοις δὲ ἑαυτὴν ἐπιδοίη γάμοις, ὑπὸ τὴν αὐτὴν γενομένης ποινήν. εἰ μέντοι τύχοιεν ἐκ προτέρων γάμων ἀμέμπτων παῖδες ὄντες αὐτῷ ἢ ἔγγονοι τυχὸν ἢ καὶ περαιτέρω, τὴν πατρῷαν αὖθις ἐκεῖνοι λήψονται διαδοχήν· αὐτεξούσιοι μὲν τῇ τοῦ πατρὸς τιμωρίᾳ γενόμενοι, τρέφοντες δὲ αὐτὸν καὶ τὰ ἄλλα τῶν ἀναγκαίων παρέχοντες· εἰ γὰρ καὶ τῶν νόμων ὑπερόπτης ἢ καὶ ἀσεβὴς, ἀλλὰ πατὴρ ὅμως ἐστίν.
5
pr.Ἐπὶ τῶν ἀθεμίτων γάμων οὔτε προῖξ οὔτε τὰ ἐπιδοθέντα δοκεῖ, καὶ διὰ τοῦτο πᾶν ὅπερ ἐκ τῶν ἐπιδοθέντων λόγῳ προικὸς ἔλαβεν ὁ δῆθεν ἀνὴρ ἀφαιρεῖται παρ᾽ αὐτοῦ, κἂν τὰ μάλιστα καρποὺς ἔτυχεν εἰληφώς.
6
pr.Νόθος παῖς γενόμενος γνήσιος μόνου τοῦ πατρὸς αὐτοῦ γίνεται γνήσιος, οὐκέτι δὲ καὶ τῶν κατιόντων ἢ καὶ τῶν ἀνιόντων ἢ καὶ τῶν ἐκ πλαγίου συγγενῶν τοῦ πατρὸς, οὐδὲ κληρονομεῖται ἐξ αὐτῶν χωρὶς διαθήκης. καὶ σημ. ξένον νόμιμον. ὡς νεα. πθ΄.
7
pr.Ὁ ἔλαττον ἐπὶ προφανῆ γάμον ἁμαρτάνων, ἐὰν ἀποστῇ τοῦ τοιούτου γάμου, συγγινώσκεται. μοιχείαν δὲ ἁμαρτάνων οὐ συγγινώσκεται '.
8
pr.Ἐάν τις ἀγράφως κατὰ διάθεσιν γαμικὴν γυναῖκα λάβῃ καὶ παιδοποιήσῃ ἐξ αὐτῆς, εἶτα λύσας τὸ πρὸς αὐτὴν συνοικέσιον ἄλλην ἀγάγοιτο μετὰ προικῴων συμβολαίων καὶ ἐκ τῆς δευτέρας ὁμοίως παιδοποιήσῃ, μηδὲν γενέσθω πρόκριμα περὶ τὴν πατρικὴν κληρονομίαν τοῖς ἐκ τοῦ δευτέρου γάμου παισὶν, ἀλλ᾽ ἐπίσης τοῖς ἐκ τῆς δευτέρας τῆς μετὰ προικῴων συναφθείσης εἰς τὸν τοῦ πατρὸς καλείσθωσαν κλῆρον. τὸ αὐτό ἐστιν, εἰ καὶ τὸ ἀνάπαλιν τῇ μὲν πρώτῃ μετὰ προικῴων συνήφθη, τῇ δευτέρᾳ δὲ ἐκ μόνης διαθέσεως.
9
pr.Ὁ τὸν ἐξ ἐλευθέρας υἱὸν ἐν ἀγοραίῳ ἰδιοχείρῳ συμβολαίῳ ὑπὸ τριῶν ἀξιοπίστων μαρτύρων ἢ ἐν διαθήκῃ ἢ ἐπὶ πράξεως ὑπομνημάτων υἱὸν ἀποκαλέσας, μὴ προσθεὶς φυσικὸν, καὶ αὐτὸν ἅμα τοῖς ἄλλοις παισὶ, κἂν νόθοι εἶεν, γνήσιον καὶ τὸν γάμον νόμιμον ποιεῖ.
10
pr.Ὁ ἐν τάξει γαμετῆς ἀγαγόμενος γυναῖκα μετὰ ὅρκου, δόσεως προικὸς μὴ παρακολουθησάσης, ἐὰν ἀλόγως αὐτὴν ἐξωθήσῃ, διδότω πρὸς αὐτὴν τὸ δ΄ τῆς ἰδίας περιουσίας.
11
pr.Ὁ συνήθειαν ἔχων πρὸς ἐλευθέραν γυναῖκα, μὴ κεκωλυμένων αὐτῶν παρὰ τοῦ νόμου γαμεῖσθαι, ἐὰν σχῇ παῖδας ἐξ αὐτῆς, καὶ μετὰ ταῦτα ποιήσῃ προικῷον συμβόλαιον, οὐ μόνον οἱ μετὰ ταῦτα τικτόμενοι γνήσιοι νοοῦνται, ἀλλὰ καὶ οἱ πρὸ τούτου τεχθέντες.