IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.4

Περὶ ὅρου καὶ διαθέσεως γάμου.

Abrir no leitor do IusCommune →

1

pr.Γάμος ἐστὶν ἀνδρὸς καὶ γυναικὸς συνάφεια καὶ συγκλήρωσις πάσης ζωῆς θείου τε καὶ ἀνθρωπίνου δικαίου κοινωνία.

2

pr.Τὸν γάμον οὐ τὸ συγκαθευδῆσαι ἀλλήλοις τὸν ἄνδρα καὶ τὴν γυναῖκα συνίστησιν, ἀλλ᾽ ἡ γαμικὴ αὐτῶν συναίνεσις.

3

pr.Δεῖ δὲ τὸν ἄνδρα καὶ τὴν γυναῖκα μὴ μόνον ὑπὸ τοὺς αὐτοὺς εἶναι νόμους, ἀλλὰ καὶ τῆς αὐτῆς εἶναι θρησκείας καὶ αἱρέσεως καὶ ἐπίσης σέβειν τὸ θεῖον. καὶ ὅτι οὐδὲ πρὸς τὸν οἱονδήποτε ἑτερόδοξον συνίσταται γάμος, εἴτε αὐτεξούσιοι εἴτε ὑπεξούσιοί εἰσιν.

4

pr.Οὐ πᾶσα συνάφεια γάμον ποιεῖ πρὸς τὴν μὴ ἔχουσαν ἡλικίαν γάμου. ἀλλ᾽ ἡ παρανόμως γαμηθεῖσα δύναται διαλύειν τὸν γάμον, καὶ γαμεῖ ἄλλῳ ὕστερον.

5

pr.Ὅτι ὁ φθείρων κόρην πρὸ τῆς ἥβης ἤγουν πρὸ τοῦ ιγ ' χρόνου δίδωσι τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ παρεχόμενος τῇ φθαρείσῃ κόρῃ.

6

pr.Οὐ γίνεται ὁ γάμος, εἰ μὴ συναινέσουσιν οἱ συναπτόμενοι καὶ οἱ ἔχοντες αὐτοὺς ὑπεξουσίους.

7

pr.Οὐ δύναται ὁ ὑπεξούσιος ἢ ἡ ὑπεξουσία νομίμως γαμεῖν ἄνευ γνώμης τοῦ ἔχοντος αὐτοὺς ὑπεξουσίους.

8

pr.Ὁ δίχα τινὸς εὐλόγου αἰτίας τοὺς ὑπεξουσίους αὐτοῦ παῖδας κωλύων, τοὺς μὲν υἱοὺς λαμβάνειν γαμετὰς, τὰς δὲ θυγατέρας ἀνδράσι συνάπτεσθαι, ἢ καὶ μὴ βουλόμενος προῖκα διδόναι, διὰ τῶν ἀρχόντων ἀναγκάζεται ἐκγαμίζειν.

9

pr.Ἀπὼν ὁ ἀνὴρ δύναται διὰ μέσου ἢ δι᾽ ἐπιστολῆς γαμεῖν, εἰς τὸν οἶκον αὐτοῦ τῆς γυναικὸς ἀνιούσης. εἰ δὲ ἡ γυνὴ ἀπολιμπάνεται, οὐ δύναται τοῦτο γίνεσθαι. δεῖ γὰρ εἰς τὸν οἶκον τοῦ ἀνδρὸς ἀνελθεῖν τὴν γυναῖκα. καὶ ἐὰν ἀποθάνῃ πρὶν ἢ ἐπανέλθοι, θρηνεῖται παρὰ τῆς γυναικὸς, καὶ συμβαίνει παρθένον ἔχειν προῖκα καὶ περὶ προικὸς ἀγωγήν.

10

pr.Ἡ ἥττων τῶν ιβ΄ ἐτῶν γαμηθεῖσα τότε γίνεται νόμιμος γαμετὴ, ὅτε παρὰ τῷ ἀνδρὶ τὰ ιβ΄ ἔτη πληρώσει.

11

pr.Ἐὰν ὁ πάππος μαίνηται, ὁ πατὴρ συναινεῖ. εἰ δὲ ὁ πατὴρ, ἀρκεῖ ὁ πάππος συναινῶν, εἰ φρονεῖ.

12

pr.Εἴσω τριετίας τοῦ αἰχμαλώτου μὴ ὑποστρέφοντος ὁ υἱὸς αὐτοῦ δύναται γαμεῖν.

13

pr.Ἐὰν ἐπὶ τριετίαν ὁ πατὴρ ἠγνόηται, ποῦ διάγει, καὶ εἰ περίεστι, δύνανται οἱ ἑκατέρας φύσεως αὐτοῦ παῖδες νομίμως γαμεῖν. εἰ δὲ πρὸ τῆς τριετίας οἱ παῖδες τοῦ αἰχμαλώτου ἢ τοῦ ἀπόντος γαμήσουσι, καὶ δῆλόν ἐστι ἀπαρέσκειν τῷ πατρὶ τὸ πρόσωπον, οὐκ ἔῤῥωται ὁ γάμος.

14

pr.Ἡ τῶν γάμων χρησιμότης δημοσία ἐστίν. ἀλλ᾽ ἡ πρὸ τῆς αἰχμαλωσίας γεγαμημένη μοι, εἰ καὶ ὑποστρέψω ἀπὸ τῶν πολεμίων, οὐκ αὐτομάτως γίνεταί μου γαμετὴ, ἀλλὰ καινῇ διαθέσει ἀνανεοῦται ὁ μεταξὺ ἡμῶν γάμος.

15

pr.Ἐὰν αἰχμάλωτος γένηται ὁ πάτρων, οὐ δύναται ἡ ἀπελευθέρα ἑτέρῳ γαμεῖσθαι. διὰ γὰρ τὴν τιμὴν τοῦ πάτρω νος μένει ὁ γάμος αὐτῶν. εἰ δὲ ἄλλως ὁ πάτρων καταδουλωθῇ, λύεται ὁ γάμος. ἡνίκα δὲ ἑαυτὸν πράσῃ πρὸς τὸ μετασχεῖν μέρος τῆς τιμῆς αὐτοῦ. ἐπειδὴ κανών ἐστιν ὁ λέγων· δεπορτατίων γάμον οὐ λύει, τουτέστιν ἐξορία. δουλεία δὲ ἐπιγενομένη θανάτῳ ἔοικε καὶ γάμον λύει. λαμβάνει δὲ ἡ γυνὴ ὥσπερ ἀπὸ τελευτῆς τὸν κάσσον '.

16

pr.Οἰκείᾳ γνώμῃ γαμεῖν ἡ ὀρφανὴ δύναται. ἡ γὰρ τῶν πραγμάτων διοίκησις πρὸς τὸ ὀφφίκιον τοῦ κουράτορος φέρεται, οὐ μὴν ὁ γάμος αὐτῆς.

17

pr.Ἡ τοῦ φάκτου ἄγνοια, οὐ μὴν ἡ τοῦ νόμου συγγινώσκεται, τουτέστιν ὁ ἐν ἀγνοίᾳ τοῦ μήπω τὸν χρόνον παραδραμεῖν τῇ τοιαύτῃ συναφθεὶς συγγινώσκεται, καὶ ὡς ἔργον καὶ οὐ νόμον ἀγνοήσας οὐκ ἀτιμοῦται.

18

pr.Ὁ αὐτεξούσιος τελείαν ἄγων τὴν ἡλικίαν καὶ χωρὶς τῆς τοῦ πατρὸς συναινέσεως γαμεῖ.

19

pr.Τὰ πένθη τῶν ἀνιόντων οὐκ ἐμποδίζει τοῖς γάμοις τῶν πενθούντων.

20

pr.Τὸ πένθος τῶν γονέων καὶ τῶν παίδων οὐκ ἐμποδίζει τῷ γάμῳο.

21

pr.Ἡ αὐτεξουσία τελείαν ἄγουσα τὴν ἡλικίαν καὶ ἄκοντος τοῦ πατρὸς νομίμως συνάπτεται ἀνδρί.

22

pr.Ἔχεις δὲ λ΄ ἡμέρας πενθεῖν ἡ γυνὴ τοὺς ἰδίους γονεῖς κατὰ τὸν μωσαϊκὸν νόμον.

23

pr.Οὐ δύναταί τις τὴν ὑπὸ ἄλλου ἐλευθερωθεῖσαν γαμεῖν ματριμόνισσαν τουτέστιν ἀπελεύθερον· δούλη γὰρ μένει. λέγει ὁ νόμος, τὴν ἀπελεύθερον τὴν γαμηθεῖσαν ἤδη τῷ πάτρωνι μὴ δύνασθαι παρὰ γνώμην τοῦ πάτρωνος ἑτέρῳ γαμεῖσθαι πάτρωνι. εἰ δὲ μνηστευθῇ, δύναται, ὡς βι. β΄ τί. ζ΄΄.

24

pr.Καὶ παλλακὴ γενομένη τοῦ ἰδίου πάτρωνος ἡ ἀπελευθέρα καὶ ἄκοντος αὐτοῦ ἀποστᾶσα οὐ δύναται νομίμως ἑτέρῳ γαμηθῆναι, ὡς βι. κε΄ τί. ζ΄ διγ. α΄.

25

pr.Ἡ διάθεσις γάμον οὐ ποιεῖ, οὔτε ἐκ τοῦ μὴ γενέσθαι συμβόλαια ἀνατρέπεται ὁ γάμος οὔτε ἐκ τοῦ γενέσθαι ἰσχύει ὁ μὴ ὢν νόμιμος γάμος.

26

pr.Ὅσα διὰ τὸν γάμον δοθῶσι, τῶν γάμων μὴ γενομένων ἀντιστρέφονται τῷ δεδωκότι.

27

pr.Ὁ ἀδίκως κωλύων γαμεῖν ἢ γαμεῖσθαι τοὺς ἰδίους ὑπεξουσίους, ἢ μὴ διδοὺς προῖκα, διὰ τῶν ἀρχόντων ἀναγκάζεται ἐκγαμίζειν καὶ προικίζειν. κωλύειν δὲ δοκεῖ μὴ ζητῶν. μνηστείαν '.

28

pr.Ἐὰν ἡ ἐπιτροπευθεῖσα παρά τινος λόγους λάβῃ τῆς διοικήσεως καὶ ὑπερβῇ τὸν κε΄ ἐνιαυτὸν, δύναται αὐτὴν ὁ τοῦ ἐπιτροπεύσαντος υἱὸς ἀγαγέσθαι.

29

pr.Ὁ γάμος καὶ χωρὶς προικῴων συμβολαίων συνίσταται, δηλονότι φυλαττομένης τῆς τοῦ νόμου παρατηρήσεως.

30

pr.Ἐὰν ἡ ὀρφανὴ πληρώσῃ τὸν κε΄ ἐνιαυτὸν καὶ ἕτερον ἕνα χρόνον καὶ δώσῃ τοὺς λόγους ὁ ἐπίτροπος, οὕτω δύναται ταύτην γαμεῖν. καὶ εἰ ὁ πατὴρ τῆς κόρης τελευτῶν τοῦτο ᾔτησεν, ὥστε συναφθῆναι τὴν κόρην τῷ τοῦ ἐπιτρόπου παιδί, καὶ οὗτος ὁ γάμος ἔῤῥωται.

31

pr.Ὅτε περὶ τοῦ γάμου τῆς ἀνήβου καὶ ὀρφανῆς κόρης ἀμφιβάλλουσι μήτηρ καὶ συγγενεῖς καὶ ἐπίτροποι, ὀφείλει ὁ ἄρχων τὰ περὶ τούτου διακρίνειν.

32

pr.Ἡ ἐλάττων τῶν κε΄ ἐνιαυτῶν αὐτεξουσία μέλλουσα δευτερογαμεῖν γνώμῃ τοῦ πατρὸς γαμείσθω· εἰ δὲ ἐτελεύτησεν ὁ πατὴρ, γνώμῃ τῶν συγγενῶν. εἰ δὲ ἐναντιοῦνται ἑαυτοῖς, ὁ ἄρχων κρινέτω τὴν βελτίονα γνώμην, ἵνα, ἐὰν ἶσοι ὦσι γένει καὶ τρόποις οἱ δύο μνηστῆρες, ὃν οἱ συγγενεῖς βούλονται καὶ ὃν ἡ γυνὴ ἐπιλέγηται, προτιμᾶται ἡ τῆς γυναικὸς κρίσις.

33

pr.Ὁ πατὴρ προῖκα ἢ πρὸ γάμου δωρεὰν ὑπὲρ τῶν ἑαυτοῦ παίδων ἐπερωτώμενος δοκεῖ ἐκ τῆς ἰδίας ὑποστάσεως ταύτην ποιεῖσθαι, οὐ μὴν ἐκ τῶν ὑποκτηθέντων παρὰ τῶν παίδων. ὅθεν εἰ πράγματα ἔχοι ὁ παῖς ἀπροσπόριστα, μένουσι σῷα, μὴ δυναμένου τοῦ πατρὸς μετὰ ταῦτα λέγειν, ὡς ἐκ τούτων τὴν προῖκα ἢ τὴν πρὸ γάμου δωρεὰν ἐποιησάμην. ἐχρῆν γὰρ ἐν τῷ καιρῷ τῆς ἐπερωτήσεως ταῦτα προειπεῖν.

34

pr.Ὁ πατὴρ πρὸ τῶν γάμων τῆς ἐμαγκιπάτου τουτέστι τῆς αὐτεξουσίας προῖκα ἐπιδιδοὺς καλῶς συμφωνεῖ ἀπαιτηθῆναι ἣν ἐπερωτήθη προῖκα. ἐὰν δὲ μὴ συνεφώνησε τῷ γάμῳ αὐτῆς ἀναδίδοσθαι τὴν προῖκα, καὶ οὕτω καλῶς συμφωνεῖ, τουτέστιν ἀπαιτεῖ καὶ προβαινόντων καὶ μὴ προβαινόντων τῶν γάμων.

35

pr.Οἱ τοῦ ἄφρονος καὶ οἱ τοῦ μαινομένου παῖδες οἱασδήποτε φύσεως ὄντες δύνανται γάμοις ὁμιλεῖν, τῆς ὑπὲρ αὐτῶν προικὸς ἢ πρὸ γάμου δωρεᾶς κρίσει τοῦ ἐπάρχου τῆς πόλεως ἢ τοῦ κοιαίστορος ἢ τοῦ κατὰ τόπον ἄρχοντος ἢ τοῦ ἐπισκόπου παρὰ τοῦ ἰδίου κουράτορος διδομένης.

36

pr.Τὰς εὐτελεῖς καὶ ὁ μεγάλης οἱασδήποτε ὢν ἀξίας μετὰ προικῴων γαμείτως. ὁ δὲ μὴ ὢν ἀξιωματικὸς ἀπὸ διαθέσεως μόνης γαμείτω.

37

pr.Ἐὰν ἐμαγκίπατος ὢν ὁ υἱὸς τουτέστιν αὐτεξούσιος παρὰ γνώμην τοῦ πατρὸς ἄσεμνον καὶ αἰσχρὰν ἀγάγηται γαμετὴν, ὥστε ὕβριν καὶ ἀκοσμίαν καὶ ἑαυτῷ καὶ πατρὶ αὐτοῦ ἐκ τοῦ τοιούτου γάμου περιγίνεσθαι, γνήσιοι μὲν γίνονται τῷ πάππῳ οἱ ἐκ τοῦ τοιούτου ἔκγονοι, εὐλόγως δὲ ποιεῖ αὐτοὺς ἐξνερεδάτους τουτέστιν ἀποκλήρους. ὁ γὰρ περὶ μέμψεως δικαστὴς οὐ μόνον τῶν ἐκγόνων τὸ πρόσωπον ἐξετάζει, ἀλλὰ καὶ τὸ τοῦ πατρὸς αὐτῶν, ὅστις ἐλύπησε τὸν ἴδιον πατέρα οὕτως ἄσεμνον γαμετὴν ἀγαγόμενος.

38

pr.Οὐ δύνανται οἱ παῖδες διαλύειν τοὺς ὑπὲρ αὐτῶν γάμους εἰς βλάβην καὶ ζημίαν τῶν ὑπὲρ αὐτῶν τὰς προῖκας ἢ τὰς προγαμιαίας δωρεὰς ἐπιδεδωκότων.

39

pr.Ὁ αἰχμάλωτον ἀγοράσας καὶ ταύτῃ μιγεὶς ὡς γυναικὶ, ὡς προλήψει δοκῶν αὐτῇ συγχωρεῖν τὸ τίμημα, εἰς τὴν φυσικὴν εὐγένειαν αὐτὴν ἀνατρέχειν συγχωρεῖ, καὶ τοὺς ἐξ αὐτῆς τικτομένους παῖδας νομίμους ἔχει.

40

pr.Ὁ ἐλευθερώσας δούλην δύναται αὐτὴν ἀγαγέσθαι γνησίας μὴ ὑπούσης αὐτῷ γονῆς, καὶ οἱ τεχθέντες παῖδες νόμιμοί εἰσιν. ἀλλὰ καὶ γονῆς ὑπούσης, ἐὰν γένωνται προικῷα κατὰ τὴν νεαράν.

41

pr.Ἐάν τις τὴν ἰδίαν ἐλευθερώσας δούλην γυναῖκα νόμιμον αὐτὴν προσλάβηται, οὐ δύναται αὐτὴ ῥεπουδίῳ καταλύσαι τὸν γάμον ἢ ἄκοντος αὐτοῦ ἑτέρῳ γαμεῖσθαι. ἡ γὰρ τοιαύτη συνάφεια πορνεία ἐστὶ, καὶ οὐ γάμος.

42

pr.Ὁ ἔχων γαμετὴν οὐ δύναται παλλακὴν ἔχειν. εἴ τις δὲ πολλαῖς συμφθειρόμενος κατὰ ταὐτὸν γυναιξὶ παῖδας σχοίη, οὔτε γνησίους οὔτε νόθους ἕξει τούτους, οὔτε κληρονομεῖται παρ᾽ αὐτῶν.

43

pr.Μηδεὶς μυστικῶς στεφανούσθω, ἀλλὰ παρόντων πλειόνων. ὁ γὰρ τοῦτο κατατολμήσας ἐργάσασθαι σωφρονιζέσθω τιμωρούμενος, δηλονότι τοῦ ἱερέως, ὡς ἐν τοῖς ἀπρεπέσιν ἑαυτὸν παρεμβάλλοντος, τὰς ἀξίας εὐθύνας εἰσπραττομένου κατὰ τὴν τῶν ἐκκλησιαστικῶν κανόνων διάταξιν.

44

pr.Πρὸς τούτοις δὲ κἀκεῖνο νομοθετῆσαι συνείδομεν, ὥστε εἴ τις υἱὸν ἢ θυγατέρα ἔχων ἐξ ἐλευθέρας γυναικὸς, μεθ᾽ ἧς γάμος συνίστασθαι δύναται, εἴποι ἐν συμβολαίῳ εἴτε ἀγοραίῳ εἴτε ἰδίᾳ χειρὶ συγγεγραμμένῳ, ἔχοντι ὑπογραφὰς τριῶν μαρτύρων ἀξιοπίστων, εἴτε ἐν διαθήκῃ, εἴτε ἐπὶ πράξεως ὑπομνημάτων, τοῦτον ἢ ταύτην υἱὸν αὐτοῦ εἶναι ἢ θυγατέρα, καὶ μὴ προσθῇ φυσικὸν ἢ φυσικὴν, τοὺς τοιούτους παῖδας γνησίους εἶναι κελεύομεν καὶ μηδεμίαν ἀπόδειξιν ἑτέραν παρ ' αὐτῶν ζητεῖσθαι.

45

pr.Ὁ ἐν σωφροσύνῃ διάγων μὴ ἀναγκαζέσθω πρὸς γάμον ἐλθεῖν παρὰ τοῦ ἰδίου πατρὸς, κἂν ὑπεξούσιός ἐστιν.

46

pr.Υἱὸς ὑπεξούσιος ἀσώτως πολιτευόμενος μὴ παραιτείσθω γαμεῖν.

47

pr.Ἐννόμους δὲ γάμους μεταξὺ ἀλλήλων συνιστῶσι ῥωμαῖοι, ἡνίκα τὰ περὶ τὸν γάμον τοῖς νόμοις διηγορευμένα φυλάξουσι.

48

pr.Δεῖ δὲ τοὺς μὲν ἄῤῥενας ἐφήβους εἶναι, τὰς δὲ θηλείας ἀνδρὸς δεκτικὰς, τουτέστι τοὺς μὲν ὑπερβεβηκέναι τὸν ιδ΄ χρόνον, τὰς δὲ μείζους εἶναι τῶν ιβ΄ ἐνιαυτῶν. ταῦτα δὲ λέγομεν, εἴτε ὑπεξούσιοί εἰσιν εἴτε αὐτεξούσιοι οἱ πρὸς γάμον συνιόντες.

49

pr.Ἐρώτησις. Ἐὰν μετὰ τὸν καλῶς συστάντα γάμον συμφθαρῇ τις μετὰ τῆς οἰκείας πενθερᾶς ἤ τινος ἄλλου προσώπου συγγενικοῦ τῆς γαμετῆς αὐτοῦ, λυθήσεται ὁ γάμος ἢ οὔ; Λύσις. Οὐχὶ, ἀλλ᾽ ἐπιτιμηθήσονται κανονικῶς, μᾶλλον δὲ κολασθήσονται νομίμως οἱ τὴν αἱμομιξίαν ποιησάμενοι. φησὶ γὰρ ὁ νόμος ἐν βι. β΄ τί. γ΄ κεφ. πε΄ ταῦτα· τὰ ἐξ ἀρχῆς βέβαια ἐκ τῶν ἐπισυμβαινόντων οὐκ ἀκυροῦται. εἰ δὲ οὐκ ἔφθασε γενέσθαι τελεία ἱερολογία, ἀλλὰ μόνη μνηστεία παρηκολούθησε, καὶ μετὰ ταῦτα συνεφθάρη ὁ γαμβρὸς τῇ πενθερᾷ ἢ ἑτέρῳ συγγενικῷ προσώπῳ τῆς μνηστῆς αὐτοῦ, ἐμποδισθήσεται ὁ γάμος διὰ τὸν κανόνα τὸν λέγοντα· [θέμα περιϊστὰν] εἰς τάξιν, ἐξ ἧς τὴν ἀρχὴν οὐκ ἠδύνατο συστῆναι, ἄκυρόν ἐστι, καὶ διὰ τὸ μὴ παραχωρηθῆναι ἐν εἰδήσει αἱμομιξίαν '.

50

pr.Τὰ ἐξ ἀρχῆς ἀνυπόστατα ἐκ τῶν μετὰ ταῦτα ἐπιγενομένων ἰσχὺν λαβεῖν οὐ δύνανται.

51

pr.Ουτος ὁ κανὼν διὰ πάντων οὐκ ἀληθεύει· ἐπὶ μὲν γὰρ τῆς μνηστῆς τῆς ἥττονος οὔσης τῶν ζ΄ χρόνων προστιθέμενος ὁ δωδέκατος ἐνιαυτὸς καὶ μὴ ὑπό τινος περικοπεὶς γάμον ἀπετέλεσε, καὶ ἐν τούτῳ ἁμαρτάνει ὁ κανών· ὅπου δὲ ἐξεφωνήθη, ἐκεῖσε καὶ κρατεῖ· οἷον ἐπὶ ἀνήβου τοῦ ὄντος μέχρι ιδ΄ ἐτῶν καὶ ὑπεξουσίου καὶ δούλου· τούτων γὰρ καὶ διαθήκην ἐκτιθεμένων, κἂν ὁ μὲν μετὰ ταῦτα ἡβήσῃ, ὁ δὲ αὐτεξούσιος γένηται, ὁ δὲ ἐλευθερωθῇ, οὐκ ἰσχύουσιν αἱ διαθῆκαι αὗται διὰ τὸ ἐξ ἀρχῆς ἀνυπόστατον. καὶ ὁ ἐλεύθερος διαπωλούμενος, κἂν πολὺς ἐν μέσῳ παραδράμῃ χρόνος, οὐ και τέχεται ἐν δουλείᾳ διὰ τὸ ἐξ ἀρχῆς ἀνυπόστατον.

52

pr.Καὶ τοῖς πρὸ ἡμῶν νομοθέταις γέγραπται νόμος, ὡς ἡ ὑπερβᾶσα τὸν κε΄ χρόνον τῆς ἡλικίας δύναται ἐπιῤῥίπτειν ἑαυτὴν ᾧτινι βούλεται, μηδαμῶς ἐκ ταύτης τῆς αἰτίας δυναμένου τοῦ ταύτης πατρός γράφειν ταύτην ἀπόκληρον. διὰ τοῦτο θεσπίζομεν, ἵνα, εἰ καὶ ὁ πατὴρ αὐτῆς περὶ τὸν γάμον ταύτης ἐῤῥᾳθύμησεν, μὴ ἐξεῖναι αὐτῇ ᾧτινι βούλεται ἑαυτὴν ἐπιῤῥίπτειν, ἀλλὰ μηνυέτω ἐν μὲν κωνσταντινουπόλει τῷ ἐπάρχῳ ἢ τῷ κοιαἰστορι, ἐν δὲ ταῖς ἐπαρχίαις τῷ κατὰ τόπον ἄρχοντι, καὶ αὐτοὶ ἀναγκαζέτωσαν τοὺς αὐτῶν γονεῖς ταύτας ἐκγαμίζειν καὶ προικίζειν κατὰ τὴν τῆς περιουσίας αὐτῶν δύναμιν.

53

pr.Ἐπεὶ δέ τινες εἶπον, ὅτι πορνεύσασα μὲν ἡ θυγάτηρ μετὰ τὸν κε΄ ἐνιαυτὸν οὐκ ἀποκληρωθήσεται, γαμηθεῖσα δὲ νομίμως παρὰ γνώμην τοῦ πατρὸς αὐτῆς δύναται, λέγει, ὅτι ἐπεὶ ἰουστινιάνειος νεαρὰ, ἡ τὰς αἰτίας ἀπαριθμουμένη δι᾽ ἃς δύνανται οἱ γονεῖς τοὺς παῖδας ἀποκληροῦν, διορίζεται ἀποκληροῦσθαι τὸν υἱὸν παρὰ τοῦ πατρὸς μετὰ μίμων ἢ κυνηγῶν συναναστρεφόμενον, ὀφείλομεν λέγειν καὶ τὴν πορνείαν καὶ τὸν γάμον ποτὲ μὲν συγγνωστέαν εἶναι ποτὲ δὲ ἀσύγγνωστον. εἰ μὲν γὰρ ἡ θυγάτηρ κατὰ νόμον γάμου συζευχθῇ, εἴτε πρὸ τῆς τελείας ἡλικίας αὐτῆς εἴτε μετὰ ταῦτα μετὰ ἀνδρὸς ἀνεπιψόγου, ὥστε μὴ τραχέως διὰ τοῦ γάμου ὑβρισθῆναι τὸν πατέρα, ὁ μὲν γάμος λυθήσεται ἐκ προσελεύσεως τοῦ πατρὸς ὡς ἀνυπόστατος, ἡ δὲ θυγάτηρ οὐκ ἀποκληρωθήσεται· ὅπερ δὴ γενήσεται καὶ ἐὰν ὁμοίως πορνεύσῃ. εἰ δὲ τραχεῖαν ὕβριν ἐπαγάγῃ τῷ πατρί, εἴτε γαμουμένη εἴτε πορνεύσασα, ἀποκληρωθήσεται. τὸ αὐτὸ γενήσεται καὶ ἐπὶ υἱοῦ. τὰ δὲ τῆς πορνείας μετὰ διακρίσεως συζητηθήσεται· ἄλλη γάρ ἐστι ἡ πολυχρόνιος, καὶ ἑτέρα ἡ πρόσκαιρος '.

54

pr.Ἤδη μὲν οὖν τοῖς ἀρχαίοις γέγραπται νόμος καὶ πρόσγε παρὰ τοῦ εὐσεβεστάτου ἰουστινιανοῦ κεκύρωται, δι ' οὗ καὶ μέχρι τετάρτου γάμου παρεκτείνεσθαι τοῖς βουλομένοις τὰ συνοικέσια· ἴσως καταστοχαζομένου, ὡς τοῖς πολλοῖς εἰκὸς τοῦτο συμβαίνειν τῷ ταχέως τὸ συνοικοῦν πρόσωπον αὐτοῖς ἀποβάλλεσθαι, ἢ καὶ νέοις ἔτι τοῦτο παθεῖν, καὶ οὐδὲ ἀνθ ίστασθαι πρὸς τὰς τῆς φύσεως ὁρμὰς, ὥστε τούτοις συμβαίνειν τὸν σώφρονα μὲν γάμον ἀποτρέπεσθαι, φοιτᾷν δὲ εἴς τινας μίξεις ἀπηγορευμένας. ἐχρῆν δὲ καὶ ἡμᾶς ὡς τῆς αὐτῆς φύσεώς τε καὶ ἀσθενείας κεκοινωνηκότας ἐν τούτῳ τοῖς παλαιοῖς ἐμμεῖναι νόμοις. ἀλλ᾽ ὁρῶμεν θεῖον νόμον ἡμᾶς εἴργοντα. διὰ τοῦτο ἡ ἡμετέρα γαληνότης, ταῖς ἀνειμέναις τῶν ἐρώντων ἐπιθυμίαις ἐπιθεῖναι χαλινὸν βουλομένη, τοσοῦτον ἀπαγορεύει τὸ πρὸς τέταρτον συνοικέσιον ἀφικέσθαι τινὰ, ὥστε καὶ τοὺς εἰς τρίτον ἐλθόντας τοῖς ἐκκλησιαστικοῖς παραπέμπει κανόσιν. ὥστε τὰ αὐτὰ δίκαια προβαίνειν καὶ ἐπὶ τοῦ τρίτου συνοικεσίου, ὁπόσα καὶ ἐπὶ τοῦ δευτέρου. ἔστω νῦν ἅπασι δῆλον, ὡς εἴ τις τολμήσειε πρὸς τέταρτον γάμον τὸν οὐ γάμον ἐλθεῖν, οὐ μόνον ἀντ᾽ οὐδενὸς ὁ τοιοῦτος νομιζόμενος γάμος λογισθήσεται, οὔτε οἱ ἐξ αὐτοῦ τεχθέντες παῖδες παῖδες γνήσιοι γνωρισθήσονται, ἀλλὰ καὶ ταῖς ποιναῖς τῶν μεμολυσμένων τοῖς τῆς πορνείας ῥυπάσμασι καθυποβληθήσεται, ἀπ᾿ ἀλλήλων δηλονότι τῶν τοιούτων προσώπων διϊσταμένων. 553. Ὁ δὲ τόμος τῆς ἑνώσεως ὁ γεγονὼς ἐπὶ κωνσταντίνου τοῦ πορφυρογεννήτου καὶ ῥωμανοῦ, τοῦ μὲν κωνσταντίνου βασιλεύοντος, τοῦ δὲ πενθεροῦ αὐτοῦ ῥωμανοῦ βασιλεοπάτορος ἐμπρέποντος ἀξιώματι, ἐν ἔτει ςυκή καὶ ἀναγινωσκόμενος ἐπ᾽ ἄμβωνος κατὰ τὸν ἰούλιον μῆνα τάδε περὶ τὸ τέλος φησί· καὶ λοιπὸν ἀποφαινόμεθα κοινῇ γνώμῃ καὶ κρίσει, ἀπόγε τοῦ παρόντος ἔτους, ὅ ἐστιν ἐξακισχιλιοστὸν τετρακοσιοστὸν εἰκοστὸν ὄγδοον, τέταρτον γάμον μηδενὶ ἐξεῖναι τολμᾶσθαι, ἀλλ᾽ εἶναι ἀπόβλητον παντελῶς· καὶ τὸν εἴτις ἐπὶ τοιοῦτο ἐλθεῖν συνοικέσιον προθυμηθῇ, πάσης ἀπεστερημένον εἶναι συνάξεως ἐκκλησιαστικῆς, καὶ αὐτῆς τῆς πρὸς τὸν ἅγιον ναὸν εἰσόδου ἀλλότριον, μέχρις ἂν ἐπιμένῃ τῷ τοιούτῳ συνοικεσίῳ. τοῦτο μὲν γὰρ καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις ἔδοξε πατράσι. καὶ ἡμεῖς δὲ τὴν γνώμην ἐκδηλοτέραν ποιοῦντες, ὡς ἀλλότριον αὐτὸν τῆς χριστιανικῆς πολιτείας ἀποκηρύττομεν. ἀλλ᾽ οὕτω μὲν περὶ τοῦ τετάρτου γάμου. ἵνα δὲ καὶ τὰ τῶν ἄλλων γάμων εὐσχημονέστερον τυπωθῇ καὶ τοῦ τῶν χριστιανῶν βίου μὴ ἀνάξιον ἔχῃ τὴν προσαγωγὴν, καὶ περὶ τοῦ τρίτου ὁρίζομεν γάμου, ὥστε μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐπιτελεῖσθαι αὐτόν. καὶ γὰρ συγκεχώρηται μὲν ὡς ῥύπασμα τοῖς πατράσιν, οὔπω τότε καθὼς νῦν γινομένου τοῦ πράγματος ἀπηρυθριασμένως οὐδ᾽ εἰς πλάτος ἐξηπλωμένου, ἀλλ᾽ ὥσπερ εἴ τις ἐν οἴκῳ παραπεπτωκὸς ἐν γωνίᾳ [παρίδη] πολλάκις κείμενον ῥύπασμα· νῦν δὲ ὅτε χώραν ἔλαβε παῤῥησίας, καὶ ὡς οὐδὲν ἔχον εἰς ἀσχημοσύνην οὐδὲ ῥυπαῖνον λογίζεται ἐκ τοῦ προβῆναι εἰς πληθυσμόν, καλῶς ἔδοξεν ἀνακαθαίρειν αὐτὸν, ὥσπερ αἶσχος οὐκ ἐν γωνίᾳ παρεῤῥιμμένον ἀλλ᾽ ἐπὶ τῆς οἰκίας ἐξηπλωμένον οὐδαμῶς ἐῶμεν, ἀλλὰ και θαίρομεν καὶ τὸ ἐκ τούτου ἀηδὲς ἀποβάλλομεν. καὶ τῇ ἀνθρωπίνῃ συνυπείκοντες ἀσθενείᾳ, καὶ τῆς πρεπούσης εὐσχημοσύνης φροντίδα ποιούμενοι τῇ χριστιανῶν ζωῇ, τοῦτο ἐπὶ τῶν τριγάμων παραφυλάττεσθαι διορίζομεν, ὥστε εἴ τις πρὸς τεσσαρακοστὸν ἔτος ἀναβεβηκὼς, καὶ μήτε τὴν φύσιν αἰδούμενος μήτε τῆς ὀφειλομένης χριστιανοῖς εὐκόσμου ζωῆς φροντίδα ποιούμενος, ἀλλὰ μόνης τῆς ἐμπαθοῦς ἐπιθυμίας ἥττων γενόμενος, πρὸς τρίτον ἑαυτὸν ἐπιῤῥίπτει γάμον, τοῦτον μετὰ πάσης ἀκριβείας καὶ παρατηρήσεως μέχρι πενταετίας ἀμέτοχον εἶναι τῆς τοῦ ἁγιασμοῦ μεταλήψεως, καὶ μηδαμῶς ἐπ᾽ αὐτῷ συντέμνεσθαι τὸν χρόνον. ὃς γὰρ μετὰ τεσσαρακοστὸν ἔτος τὸ ῥύπασμα ἐν τῇ τοῦ χριστοῦ ἐκκλησίᾳ εἶναι ἢ λέγεσθαι ἠγάπησε, τίνα παρέξει πληροφορίαν τῆς περὶ τὸν βίον αὐτοῦ σπουδῆς, δι᾽ ἣν ὁ χρόνος τῆς μεταλήψεως τῶν ἁγιασμάτων αὐτῷ συντμηθήσεται; ἀλλὰ γὰρ καὶ μετὰ τὸ ἀξιωθῆναι τῆς ἀχράντου μεταλήψεως οὐκ ἔσται συγκεχωρημένον αὐτῷ ἐν ἄλλῳ καιρῷ τῇ μεταλήψει προσιέναι, ἀλλ᾽ ἢ ἐν μόνῃ τῇ σωτηρίῳ τοῦ χριστοῦ καὶ θεοῦ ἡμῶν ἀναστάσει, διὰ τὴν ἐκ τῆς προηγουμένης ἐγκρατείας τῶν νηστειῶν ὅσον δυνατὸν ἀνακάθαρσιν. ταῦτα δέ φαμεν, ὅταν μὴ τέκνα παρῇ ἐκ τῶν προτέρων γάμων τοῖς ἤδη μετὰ τὸ τεσσαρακοστὸν ἔτος τρίτην ἄγεσθαι προῃρημένοις γυναῖκα. ἐπεὶ ἐὰν τέκνα παρῇ, ἀσυγχώρητος αὐτοῖς ἡ τριγαμία. λίαν γάρ ἐστιν ἄδικον, τῶν μὲν χαρίζεσθαι τῇ ἐξώρῳ ἐπιθυμίᾳ, τοῖς δὲ παισὶ τῶν προτέρων γάμων μὴ προνοεῖσθαι τὸ ἀσφαλές τε καὶ ἄλυπον καὶ ἀτάραχον, καὶ ὅσα οἶδε τὸ ἀνθρώπινον καταλαμβάνειν ἐκ τῆς πολυσπόρου τεκνώσεως. καὶ εἴ τις δὲ τριακονταετὴς ὢν καὶ τέκνα ἔχων ἐκ τῶν προλαβόντων γάμων τρίτῃ γυναικὶ συνἀπτοιτο, καὶ οὗτος ἀσυγχώρητος μέχρι τετάρτου ἔτους ἔσται καὶ τῆς κοινωνίας τῶν ἁγιασμάτων ἀμέτοχος· διότι δῆλός ἐστιν ἐξ οὐδενὸς ἑτέρου, ἀλλ᾽ ἢ ἀπὸ ἀκρασίας κινούμενος καὶ τοῦ δοῦλος εἶναι τῆς σαρκικῆς ἐπιθυμίας ἐπὶ τὸν τοιοῦτον γάμον ἐλθεῖν. καὶ μετὰ τὸ τυχεῖν δὲ τῆς μεταλήψεως τῶν μυστηρίων τρὶς τοῦ ἐνιαυτοῦ μόνον ἀξιωθήσεται τῆς ἀπολαύσεως· ἅπαξ μὲν ἐν τῇ σωτηρίῳ τοῦ χριστοῦ καὶ θεοῦ ἡμῶν ἀναστάσει, δεύτερον δὲ ἐν τῇ κοιμήσει τῆς ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου, καὶ τρίτον ἐν τῇ γενεθλίῳ ἡμέρᾳ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν, διὰ τὸ καὶ ἐν ταύταις προηγεῖσθαι νηστείαν καὶ τὸ ἐκ ταύτης ὄφελος. εἰ δὲ παῖδες μὴ παρείησαν, ἐπειδὴ τὸ τεκνογονίας ἐπιθυμεῖν οὐκ ἀσύγγνωστον, τὸ τηνικαῦτα συγγνώμης ἀξιωθήσεται ὁ τοιοῦτος γάμος, καὶ μόνῳ τῷ ἐξαρχῆς καὶ μέχρι τοῦ νῦν κρατήσαντι ἐπιτιμίῳ θεραπευθήσεται. ταῦτα μὲν καὶ περὶ τοῦ τρίτου γάμου. οὐ μὴν ἀλλ᾽ οὐδὲ τὸν δεύτερον, οὐδὲ τὸν πρῶτον ἐκτὸς ἀσφαλείας ἐῶμεν, ἀλλὰ κἀκείνους ὁρίζομεν οὕτω συνίστασθαι, ὥστε μηδεμίαν ἔχειν πονηρὰν αἰτίαν, ἢ ἐξ ἁρπαγῆς ἢ ἐκ προηγησαμένης λαθραίου φθορᾶς, ἀλλὰ νομίμους καὶ καθαρεύοντας τῶν τοιούτων μολυσμάτων καὶ πορνικῆς ἀκαθαρσίας. εἴ τις οὖν τῶν εἰρημένων καταφρονήσας τύπων πρὸς γαμικὴν ὁμιλίαν πρώτην ἢ δευτέραν συνέλθοι, τοῦτον ἡ τοῦ χριστοῦ ἐκκλησία, ἡ καθαρὰ καὶ μηδένα σπῖλον ἔχουσα ἢ ῥυτίδα, τοῖς σωτηρίοις ὑποβάλλουσα ἐτασμοῖς οὐ πρὶν εἰς μετάληψιν τῶν θείων παραδέξεται μυστηρίων, ἢ τὸν ὡρισμένον ἐπὶ τῇ πορνείᾳ χρόνον ἀκριβῶς αὐτὸν ἐκπληρῶσαι, (εἰ μὴ ἄρα ἡ τοῦ βίου ἀναγκαία κατεπείγει ἀναχώρησις,) τουτέστι μέχρις ἂν τὸ ἕβδομον ἐκπληρωθῇ ἔτος. ὁ δὲ τολμῶν ἱερεὺς παρὰ τὸν διατετυπωμένον ὅρον μεταλήψεως θείας τινὰ τούτων ἀξιῶσαι περὶ τὸν ἴδιον κινδυνεύσει βαθμόν· δηλονότι τοῦ ἀξιωθέντος παρὰ τὸν ὡρισμένον τύπον τῆς θείας κοινωνίας πάλιν εἰς τὸ ἀκοινώνητον προϊσταμένου μέχρι τῆς συμπληρώσεως τοῦ ἑβδόμου ἔτους. ἀλλὰ ταῦτα μὲν, ὡς δεδήλωται, ὑπὸ τῶν πάλαι βασι λευσάντων ἐπράχθησαν. νῦν δὲ τῇ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εὐδοκίᾳ καὶ χάριτι καὶ ταῖς τῆς πανάγνου θεομήτορος καὶ τοῦ μεγάλου ἀρχιστρατήγου πρεσβείαις τοὺς ἤδη πρὸ ἐνενήκοντα χρόνων ἕνεκα τῆς προδηλωθείσης αἰτίας καὶ ἀφορμῆς ἀποῤῥαγέντας ἱερεῖς καὶ μονάζοντας ἡ παγγάληνος βασιλεία τῶν θεοστεφῶν βασιλέων ἡμῶν ῥωμανοῦ καὶ κωνσταντίνου συνῆψέ τε καὶ συνήνωσε, καὶ μίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν εἰργάσατο. Έθεν χρεὼν ἀνακηρύττεσθαί τε καὶ μεγαλύνεσθαι τοὺς τοιοῦτον θεοφιλὲς ἔργον καὶ ἀξιόλογον πεπληρωκότας '.

56

pr.Ἐπειδὴ δὲ καὶ παρὰ τοῖς παλαιοῖς ἀνειμένην εὕρομεν τὴν κοινωνίαν τῆς παλλακῆς πρὸς τὸν βουλόμενον αὐτῇ κοινωνεῖν, οὐκ ἔδοξεν ἡμῖν ἀμνημόνευτον ἐᾶσαι ταύτην τὴν νομοθεσίαν, ἵνα μὴ καταχραίνηται ἡμῶν ἡ πολιτεία γάμοις οὐκ εὐπρεπέσιν. ὅθεν κελεύομεν ἀπὸ τοῦ νῦν μηδενὶ ἐξὸν ὑπάρχειν παλλακίδα ἐν τῷ ἰδίῳ κατέχειν οἴκῳ. μικρὸν γὰρ ἢ οὐδὲν διαφέρειν αὐτὸν ἀπὸ τῆς πορνείας νομίζομεν. ἀλλ᾽ εἰ βούλοιτο αὐτῇ κοινωνεῖν, γαμικὸν ποιείτω πρὸς αὐτὴν συνάλλαγμα κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν. εἰ μέντοιγε ἀναξίαν αὐτῷ ταύτην κρίνειε γυναῖκα ἔννομον κεκλῆσθαι, μηδεμίαν πρὸς αὐτὴν κατὰ συνουσίαν ἐχέτω κοινωνίαν, ἀλλὰ ταύτην ἀποδιωκέτω καὶ λαμβανέτω ἣν ἂν ἑαυτῷ κρίνοι λυσιτελές. εἰ δὲ σωφρόνως βιοῦν αἱρεῖται, εὐκταῖον καὶ ἡμῖν τοῦτο.

57

pr.Ὥστε οὖν ἡ δίχα τοιαύτης παρατηρήσεως συναπτομένη τοιούτῳ ἀνδρὶ οὐ γνησία γυνὴ ἔσται, ἀλλὰ παλλακή, καὶ οἱ ἐξ αὐτῆς οὐ γνήσιοι παῖδες, ἀλλὰ νόθοι· καὶ ἀποδιωχθήσεται ὑπὸ τοῦ ἀνδρὸς, κατὰ μὲν τοὺς παλαιοὺς εἴγε βούλοιτο ἐκεῖνος, κατὰ δὲ τὸ νῦν καὶ εἰ μὴ βούλοιτο. καὶ παίδων μὲν γνησίων τῷ ἀνδρὶ ὄντων, οὐδὲν λήψεται αὕτη σὺν τοῖς αὐτῆς παισὶν ἐκ τῆς ἐκείνου ὑποστάσεως ἐξ ἀδιαθέτου· ἀπὸ διαθήκης δὲ, παῖδας μὲν ἔχουσα, μίαν οὐγκίαν λήψεται σὺν αὐτοῖς, αὐτὴ δὲ μόνη οὖσα ἡμιούγκιον. γνησίων δὲ παίδων οὐκ ὄντων τῷ ἀνδρὶ, ἐξ ἀδιαθέτου μὲν διούγκιον σὺν τοῖς παισὶ λήψεται, αὐτὴ δὲ μόνη οὖσα οὐδέν. ἀπὸ διαθήκης δὲ, πατέρων μὲν ὄντων τῷ ἀνδρὶ, αὐτὴ σὺν τοῖς παισὶν ἢ καὶ μόνη τὸ ὀκταούγκιον λήψεται, μὴ ὄντων δὲ ἀνιόντων, εἴγε βούλοιτο ἀνὴρ, καὶ τὶ δωδεκαούγκιον ἢ σὺν τοῖς παισὶν ἢ καὶ ἄπαις οὖσα λήψεται αὕτη μόνη. τοῦτα γάρ εἰσιν ἐπί τε παλλακῶν καὶ νόθων παίδων. εἰ μέντοι τὰ πάλαι προικῷα τῶν ἄρτι γαμικῶν στεφάνων καὶ εὐλογιῶν εἴτε κυριώτερα εἴτε ἀσθενέστερα πρὸς σύστασιν γνησίου γάμου, τοῦτο νομοθετικῆς ἐπικρίσεώς τε ὁμοῦ καὶ δυνάμεως ἀποφήνασθαι '.

58

pr.Τριτογαμίας νόμος οὔκ ἐστιν, ὥστε νόμῳ γάμος τρίτος οὐκ ἔγνωσται. τὰ μὲν τοιαῦτα ὡς ῥυπάσματα τῆς ἐκκλησίας ὁρῶμεν, δημοσίαις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα. ὅθεν ὡς ἀκάθαρτον οὖσαν τὴν τριτογαμίαν ἐξωθοῦμεν τοὺς ταύτην ἀσπαζομένους ὡς ἀναξίους τῆς τοῦ χριστοῦ ἐκκλησίας.

59

pr.Οὐκ ἔῤῥωται ὁ γάμος τῆς θυγατρὸς ἢ ἐκγόνης ἢ προεκγόνης τοῦ ἀξιωματικοῦ πρὸς ἀπελεύθερον ἢ σκηνικὸν ἢ υἱὸν σκηνικοῦ.

60

pr.Ὁ συγκλητικὸς καὶ πᾶς ἁπλῶς τίμιος ἄνθρωπος οὐδὲ διὰ βασιλικῆς κελεύσεως δύναται νομίμους ποιῆσαι οὓς ἔσχεν ἐξ ἀτίμων γυναικῶν ἢ εὐτελῶν.

61

pr.Ἰστέον γὰρ καὶ εἰ τοῖς τοιούτοις παισὶ δώσει τινὰ οἱαδήποτε, διεκδικοῦσι αὐτοῦ οἱ νόμιμοι υἱοί· εἰ δὲ παῖδας νομίμους οὐκ ἔχει, φισκοῦται τὰ δοθέντα.

62

pr.Ἐάν τις οἱανδήποτε πράττων ἀρχὴν πειραθείη γῆμαι κόρην ἑκοῦσαν ἢ ἀκόντων τῶν γονέων τὴν οἱανδήποτε, ι ' λιτρῶν χρυσίου πρόστιμον ὑπὲρ αὐτῆς τῆς ἐγχειρήσεως διδότω.

63

pr.Ὁ ἐν ἐπαρχίᾳ χειρίζων ὀφφίκιον οὐ δύναται γαμεῖν τὴν ἐν αὐτῇ γεννηθεῖσαν ἢ τὴν οἴκησιν ἔχουσαν ἐκεῖ· μνηστεύεσθαι δὲ οὐ κωλύεται. καὶ ἐὰν ἡ γυνὴ μετὰ τὴν ἀπόθεσιν τοῦ ὀφφικίου μὴ θελήσῃ γαμῆσαι, μόνους τοὺς ἀῤῥαβῶνας ἀποδίδωσι. τὴν δὲ προμνηστευθεῖσαν δύναται λαβεῖν.