JGR VI 1.3
Περὶ δωρεῶν μνηστείας.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν ὁ ἀνὴρ μὴ ὑποδεξάμενος προῖκα βούληται τὸ ἐν τῇ συνηθείᾳ γινόμενον προῖκα ποιῆσαι τῇ ἰδίᾳ μνηστῇ μελλούσῃ αὐτῷ γαμεῖσθαι, εἰ μὲν δωρήσεται αὐτῇ πράγματα ἰδικῶς καὶ μετὰ ταῦτα δέξεται αὐτὰ παρ᾽ αὐτῆς εἰς προῖκα, καὶ ἡ δωρεὰ τελεία ἐστὶν ὡς πρὸ τοῦ γάμου γινομένη, καὶ ἡ προῖξ συνίσταται ὡς ἐπιδόσεως προελθούσης. ἐὰν δὲ γράψῃ μόνον ὅτι ὑπεδέξατο προῖκα μηδὲν ὑποδεξάμενος, οὐδεμία ἐστὶν αὐτῷ ἀπαίτησις τῶν μὴ ἐπιδοθέντων πραγμάτων.
2
pr.Ὅσα ὁ ἀνὴρ δωρεῖται τοῖς γονεῦσι τῆς μνηστῆς ἐπὶ τῷ γενέσθαι τοὺς γάμους, ταῦτα μὴ γενομένων τῶν γάμων ἀναδίδοται αὐτῷ.
3
pr.Γυνή τις μέλλουσα γαμεῖσθαι δόλον ἐποίησε τῷ ἀνδρὶ περὶ τὴν προῖκα, μηδὲν μὲν ῥητῶς ἐπαγγειλαμένη, ἀπατήσασα δὲ αὐτὸν ἐλπίδι μεγάλης προικὸς, καὶ διὰ τοῦτο ὁ ἀνὴρ ψιλῶς ἐπηγγείλατο ἢ καὶ ἐπερωτήθη λόγῳ μνήστρων δοθῆναι τῇ γυναικὶ ποσότητα φανερὰν τυχὸν διακοσίων ὑπερπύρων. ἐπὶ τούτοις συνέστη ὁ γάμος, καὶ ἐτελεύτησεν ὁ ἀνὴρ ἐπὶ ἀδελφῷ κληρονόμῳ. ἡ γυνὴ τοίνυν ἐκίνει κατὰ τοῦ ἀδελφοῦ καὶ κλη ρονόμου τοῦ ἀνδρὸς ἀπαιτοῦσα αὐτὸν τὰ τῆς ἐπαγγελίας ἤγουν ἐπερωτήσεως. ἀντιγράφει τοίνυν ἡ διάταξις οὕτω πρὸς τὸν ἀδελφόν· τὴν γὰρ ἐπαγγελίαν ἀπὸ τοῦ ποτε σοῦ ἀδελφοῦ μνήστρων ἕνεκα γενομένην ἢ καὶ εἰς ἐπερώτησιν κατενεχθεῖσαν ἐπιζητεῖ ἡ γυνὴ, διὰ τοῦτο οὐκ ὀφείλει παρασχεθῆναι αὐτῇ, ἐπειδὴ ἐν τῇ προικὶ τὸν ἄνδρα ἠπάτησεν.
4
pr.Ἡ διάταξις βούλεται τὸν προξενοῦντα γάμον μάλιστα μὲν μηδὲν λαμβάνειν, εἰ δὲ ὅλὼς ἀνέχεται λαβεῖν, εἰ μὲν μηδὲν συνεφώνησε περὶ τούτου, μηδὲν ὅλως λαμβάνειν· εἰ δὲ καὶ συνεφώνησε, μὴ ὑπὲρ τὴν κ΄ μοῖραν τῆς προικὸς καὶ τῆς προγαμιαίας δωρεᾶς ἐπιζητεῖν.
5
pr.Ἡ γενομένη παρὰ τοῦ πενθεροῦ ἢ τῆς πενθερᾶς πρὸς τὴν νύμφην ἢ τὸν γαμβρὸν δωρεὰ οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς ἀναιρεῖται. 64. Οἱ δανεισταὶ τοῦ ἀνδρὸς, εἰ μὴ ὑποθήκας ἔχουσιν, οὐ δύνανται τὰ τῇ μνηστῇ δωρηθέντα πράγματα παρ᾽ αὐτοῦ ἀποσπᾷν.
7
pr.Ἡ πενθερὰ δύναται δωρήσασθαι τῷ ἰδίῳ γαμβρῷ ἢ τῷ μνηστῆρι τῆς ἰδίας θυγατρός. κἂν διαλυθῇ ὁ γάμος, οὐκ ἀνατρέπεται ἡ δωρεά.
8
pr.Ἐάν τις δωρήσηται τῇ μνηστῇ πράγματα ἐπὶ τούτῳ τῷ ὅρῳ ἐφ᾽ ᾧ ὅτε προβῇ ὁ γάμος τότε δύνασθαι αὐτῶν γενέσθαι δέσποιναν, ἄχρηστός ἐστιν ἡ δωρεά. συναπτομένου γὰρ τοῦ γάμου ὁ ἀνὴρ γίνεσθαι δεσπότης τῶν πραγμάτων ὀφείλει τῆς γυναικὸς διαφερόντων.
9
pr.Ἐάν τις γυναῖκα ἔχων καὶ ἐπὶ ἀπάτῃ μνηστεύηται ἄλλην καὶ δωρήσηται μὴ παρακολουθοῦντος τοῦ γάμου, οὐ δύναται ταῦτα ἐπαναλαμβάνειν.
10
pr.Ἐάν τις πρὸ γάμου δωρεάν διδοὺς συνεφώνησεν, ἵνα ἐὰν παρὰ γνώμην αὐτοῦ λυθῇ ὁ γάμος, ἀποδοθῶσιν αὐτῷ ἅπερ ἔμελλε δωρεῖσθαι, δύναται θανάτῳ αὐτοῦ ὁ κληρονόμος αὐτοῦ καὶ μὴ γενομένων τῶν γάμων ἀναλαβεῖν τὴν δωρεάν.
11
pr.Ἡ παρὰ τοῦ μνηστῆρος γενομένη δωρεὰ οὐκ ἔῤῥωται προφάσει ὡς παρὰ πολεμίων αὐτὸν ἀναιρεθῆναι.
12
pr.Ὁ μνηστὴρ καλῶς δωρεῖται τῇ ἰδίᾳ μνηστῇ πρὸ γάμου δωρεάν. εἴρηται δὲ πρὸ γάμου δωρεὰ διὰ τὸ πρὸ τῆς συστάσεως τοῦ συνοικεσίου γίνεσθαι αὐτήν. καθόλου γὰρ πᾶσα δωρεὰ γινομένη συνεστῶτος τοῦ γάμου μεταξὺ ἀνδρὸς καὶ γυναικὸς ἀπηγόρευται '.
13
pr.Ἐπεὶ δὲ τῇ μὲν μνηστῇ δυνατὸν δωρεῖσθαι, οὐκέτι δὲ τῇ γαμετῇ, ἐζητεῖτο, ἆρα ἐὰν γένηται δωρεὰ ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν γάμων, ὡς πρὸς μνηστὴν γενομένη ἔῤῥωται ἢ ὡς πρὸς γαμετὴν ἀνυπόστατός ἐστιν. λέγει τοίνυν ἡ διάταξις, ὅτι ἐν τῇ τοσαύτῃ ἀδηλίᾳ δεῖ ζητεῖν ποῦ τῆς γυναικὸς ρὔσης ἡ δωρεά γέγονεν, ἵνα εἰ μὲν ἐν τῷ οἴκῳ τῷ ἰδίῳ ἦν, δόξῃ πρὸς μνηστὴν ἡ δωρεὰ γεγονέναι· εἰ δὲ ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς, πρὸς γαμετήν.
14
pr.... εἴτε δι᾽ εὐλογίας εἴτε διὰ στεφανώματος ἢ διὰ συμβολαίου. τὰ δὲ παρὰ ταῦτα γενόμενα ὡς μηδὲ γεγονότα λογίζεσθαι.
15
pr.Ὁ ἥττων τῇ ἰδίᾳ μνηστῇ παρουσίᾳ τοῦ κουράτορος καλῶς δωρεῖται καὶ οὐκ ἀνατρέπει δι᾽ ἀποκαταστάσεως.
16
pr.Ἔτι γὰρ μνηστὴ λέγεται. μετὰ δὲ τὴν ἥβην, τουτέστι τὸ πέρας τοῦ ιβ΄ ἐνιαυτοῦ, τότε καὶ γαμετὴ καλεῖται καὶ προτελευτῶντος τοῦ ἀνδρὸς τὸ ὑπόβολον ἀπαιτεῖται, ὥσπερ καὶ ὁ ἀνὴρ τότε τὴν ὑποσχεθεῖσαν προῖκας.
17
pr.Τὸ ὑπόβολον ἄλλη ἐστὶ δωρεὰ παρὰ τὰς περιεχομένας τῷ παρόντι τίτλῳ καὶ ἄλλην ἔχει τὴν φύσιν· τὸ γὰρ ὑπόβολον καὶ προγαμιαία δωρεὰ καλεῖται. αἱ δὲ τοῦ παρόντος τίτλου δωρεαὶ οὐχὶ καὶ ὑπόβολον λέγονται. καὶ ἐκεῖνο μὲν ἰσόμετρον τῇ προικὶ ὑποβάλλεται. αἱ δὲ παροῦσαι δωρεαὶ πρὸς τὴν γνώμην τοῦ δωρουμένου ποσοῦνται.
18
pr.Ἰστέον ὅτι τὸ πρὸς μνηστὴν διδόμενον θεώρετρον καὶ δωρεὰν ὁ νόμος καλεῖ.
19
pr.Ἄλλο ἐστὶ τὸ θεώρετρον τὸ καὶ πρὸς μνηστὴν διδόμενον, καὶ ἄλλο ἡ γινομένη δωρεὰ ἢ πρὸς τὴν νύμφην παρὰ τοῦ ἀνδρὸς καὶ τῶν γονέων αὐτῆς, ἢ πάλιν πρὸς τὸν ἄνδρα ὁμοίως, καὶ ἄλλο προγαμιαία δωρεὰ, ἥτις καὶ ἰδικὸν νόμιμον ἔχει. λέγεται γὰρ προγαμιαία δωρεὰ ἡ διὰ τὸν γάμον γενομένη, ἥτις καὶ ἀντὶ ὑποβόλου ἐν τοῖς γαμικοῖς συναλλάγμασι συνεφωνεῖτο παρὰ τοῦ ἀνδρός. τὴν σήμερον δὲ οὐκ ἐνεργεῖται τοῦτο. λαμβάνει δὲ ἡ γυνὴ μετὰ τὴν ἱκάνωσιν τῆς προικὸς ἐκ τῶν τοῦ ἀνδρὸς πραγμάτων τὸ τρίτον αὐτῆς, ὅπερ καταχρηστικῶς καὶ ἔντριτον καλεῖται.
20
pr.Γυνή τις μέλλουσα γάμῳ προσομιλεῖν ἐλπίδι μεγάλης προικὸς ἐπήγγειλεν ὡς δῆθεν ἀπατῶσα τὸν ἄνδρα μεγάλης δωρεᾶς ἐπερώτησιν καὶ διὰ τοῦτο ἴσως καὶ ὁ ἀνὴρ ἐπηγγείλατο ψιλῶς εἰ καὶ ἐπερωτήθη λόγῳ μνήστρων δοθῆναι τῇ γυναικὶ ποσότητα. οὐδὲν ὠφελεῖ αὐτὴν διὰ τὸ εὑρεθῆναι τὸν γάμον αὐτῆς ἀνυπόστατον ἐν τῇ τελευτῇ τοῦ ἀνδρὸς κατὰ τὸν κανόνα τὸν λέγοντα· ἡ μηδοτιοῦν δοῦσα μὴδοτιοῦν λαμβανέτω, καὶ λοιπὸν πρὸς τὸ ποσὸν τῆς προικὸς κανονίζεται ἡ δωρεά.
21
pr.Εἰ γαμετῇ τις ἐχαρίσατο καὶ παρέδωκεν αὐτῇ τὰ δωρηθέντα, εἰ μὴ ἐπιμείνοι τῇ αὐτῇ βουλήσει μέχρι τέλους [τῆς] ζωῆς αὐτοῦ, ἐκ μεταμελείας ἀνατρέπεται ἡ δωρεά.
22
pr.Ὁ δωρησάμενος τῇ μνηστῇ πρὸ τῆς μνηστείας τέλειος ὢν καὶ παραδοὺς τὴν σχολάζουσαν νομὴν οὐκέτι δύναται περιὼν ἐκποιεῖν ἢ τελευτῶν καταλιμπάνειν τινὶ τὸ πρᾶγμα.