JGR VI 1.2
Περὶ ἀῤῥαβώνων μνηστείας.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν ἀῤῥαβὼν ἐν οἱῳδήποτε συναλλάγματι δοθῇ, ὡς ἀτελοῦς ὄντος τοῦ συναλλάγματος, ἐξ ἀγνωμοσύνης μὲν τοῦ δεδωκότος ἐν κέρδει γινέσθω τοῦ λαβόντος ὁ δοθεὶς ἀῤῥαβών· ἐκ διαστροφῆς δὲ τοῦ δεξαμένου τὸν ἀῤῥαβῶνα ἀναδιδόσθω μετὰ καὶ ἄλλου τοσούτου ποσοῦ τῷ δεδωκότι αὐτόν.
2
pr.Ὁ ἀῤῥαβὼν φύσιν ἔχει τοιαύτην, ἵνα, εἰ μὲν ὁ λαβὼν τὸν ἀῤῥαβῶνα παραιτήσεται, διπλάσιον ὅπερ ἔλαβεν ἀποδῷ· εἰ δὲ ὁ δεδωκὼς, ἵνα ἐκπέσῃ τῶν ἀῤῥαβώνων. ἀῤῥαβώνων δὲ ἐπ᾿ ὀνόματι μνηστείας δοθέντων, ἐὰν ἐν τῷ μεταξὺ ὁ μνηστὴρ ἢ ἡ μνηστὴ τελευτήσῃ, τὰ δοθέντα κελεύομεν ἀποκατασταθῆναι, εἰ μὴ ἄρα αἰτίαν εἰς τὸ μὴ ἐπιτελεσθῆναι τὸν γάμον τὸ τελευτῆσαν πρόσωπον ἤδη παρέσχεν.
3
pr.Ἐὰν δὲ μὴ παρ᾽ αἰτίαν τοῦ ἀνδρὸς ἢ μηδὲ παρ᾽ αἰτίαν τῆς γυναικὸς λυθείη ἡ μνηστεία, ἀλλ᾽ εἷς ἐκ τῶν δύο τελευτήσῃ, οὐκ ἀπόλλυται ὁ ἀῤῥαβὼν, ἀλλὰ μόνον αὐτὸ τὸ δοθὲν ἀποκαθίσταται, εἰ μὴ ἄρα τὸ τελευτῆσαν πρόσωπον προβῆναι τὸν γάμον παρενεπόδισεν ἐξεπίτηδες.
4
pr.Τῇ τελευτῇ τοῦ μνηστῆρος ἀναδίδοται ὁ ἀῤῥαβών.
5
pr.Οἱ συγγνώμην ἡλικίας αἰτήσαντες οὔτε ἐκποιοῦσιν οὔτε ὑποτίθενται κινητὸν ἢ ἀκίνητον πρᾶγμα χωρὶς δεκρέτου.
6
pr.Κάντε αὐτεξουσία ᾖ κάντε ὑπεξουσία, κἄντε ἐλάττων οὖσα τῶν κε΄ ἐνιαυτῶν, ἐὰν ἄρα ἤτησε συγγνώμην ἡλικίας καὶ ἀῤῥαβῶνας ἔλαβε καὶ παρῃτήσατο τὸν γάμον, εἰς τὸ διπλάσιον ὃ ἔλαβεν ἀναστρέφεται. εἰ δὲ ὁ δεδωκὼς ἐμποδίσει τὸν γάμον, ἐκπίπτει τῶν ἀῤῥαβώνων.
7
pr.Ὁ διὰ τὸ μονάσαι λύων τὴν μνηστείαν ἀναλαμβάνει οὓς δέδωκεν ἀῤῥαβῶνας ἀζημίως, κἂν μνηστή ἐστι κἂν μνηστήρ.
8
pr.Ἐὰν ὁ μνηστὴρ ἢ καὶ μνηστὴ μετὰ τὸ λαβεῖν ἀῤῥαβῶνας ἢ καὶ δοῦναι τὸν μονήρη βίον ἀγαπήσῃ, ὁ μὲν μνηστὴρ ἀναλαμβάνει οὓς δέδωκεν ἀῤῥαβῶνας, ἡ δὲ μνηστὴ οὓς ἔλαβεν ἀναδίδωσι μόνον καὶ οὐ τὸ διπλοῦν ἀναγκάζεται παρασχεῖν. τὸ αὐτὸ καὶ ἐπὶ προστίμων.
9
pr.Ἐὰν γυνὴ αὐτεξουσία τελείαν ἄγουσα τὴν ἡλικίαν ἀῤῥαβῶνα δεξαμένη παραιτήσησαι τὸν γάμον, διπλοὺς διδότω τοὺς ἀῤῥαβῶνας. εἰ δὲ ἐλάττων οὖσα συγγνώμην ἡλικίας ᾔτησε καὶ ἀῤῥαβῶνας ἔλαβε, πάλιν τὸ διπλάσιον ἀναδιδότω.
10
pr.Πολλάκις ὁ πατὴρ ὑπὲρ τῆς ἰδίας θυγατρὸς δεξάμενος ἀῤῥαβῶνα τελευτᾷ μήπω γενομένων τῶν γάμων, εἶτα μετὰ τὸν ἐκείνου θάνατον ἢ ἐπίτροπος ἢ κουράτωρ παρασκευάζει διαλυθῆναι τὴν μνηστείαν. λέγει οὖν ἡ διάταξις, ὅτι οὐ χρὴ τὰ ἐν τῇ ζωῇ τοῦ πατρὸς δοκιμασθέντα καὶ συναρέσαντα παραχαράττεσθαι, ἵνα μηδὲν ἐκ τούτου πρόκριμα τῇ κόρῃ γένηται.
11
pr.Ἐὰν ἡ μνηστὴ παραιτῇται τὸν γάμον διὰ τὸ τῆς πίστεως διάφορον, εἰ μὲν προῄδει τὴν αἰτίαν ἡ γυνὴ [ἢ] οἱ γονεῖς αὐτῆς, ὑπόκεινται· εἰ δὲ ἠγνόουν, ἢ καὶ μετὰ τὸ λαβεῖν τοὺς ἀῤῥαβῶνας ἡ αἰτία συνέβη, τὸ ἁπλοῦν ἀναδίδοται.
12
pr.Γίνεται δὲ ἡ αἴτησις τῆς συγγνώμης τῆς ἡλικίας τοῖς μὲν ἀνδράσιν ἀπὸ κ΄ χρόνου ἕως κε΄, ταῖς δὲ γυναιξὶν ἀπὸ ιη΄ μέχρις τοῦ κε΄ ἔτους. αἰτοῦνται δὲ βασιλέα ἀπώσασθαι τοὺς κουράτορας αὐτῶν ὡς αὐτοὺς μόνους τὴν τῶν ἰδίων πραγμάτων ποιεῖσθαι φροντίδα, ὑπολήψεως ἀγαθῆς δηλαδὴ μαρτυρουμένους· καὶ τηνικαῦτα δὲ μετὰ τὴν αἴτησιν πράττουσι τὰ τῶν τελείων, οὐ μέντοιγε χωρὶς δεκρέτου ἐκποιοῦνταί τι τῶν αὐτοῖς προσόντων.
13
pr.Εἰ δὲ καὶ πατὴρ κόρης ἢ μήτηρ ἀῤῥαβῶνας ἔλαβεν, ἢ πάππος περὶ ἐγγόνης, τελείας οὔσης τῆς ἡλικίας, καὶ αὐτοὶ εἰς τὸ διπλάσιον κατεχέσθωσαν, εἴπερ δυνάμενον προβῆναι τὸν γάμον παραιτοῦνται ποιῆσαι. εἰ δὲ καὶ ἀνυπόστατος μέλλει ὁ γάμος εἶναι, αὐτοὶ οἱ ἀῤῥαβῶνες ἀναδιδόσθωσαν ἁπλοί. εἰ δὲ καὶ μὴ ἦν ἀνυπόστατος ὁ γάμος, δι᾽ εὔλογον δὲ αἰτίαν παραιτοῦνται, εἰ μὲν ᾔδεισαν καὶ πρὸ τῆς μνηστείας τὴν αἰτίαν, ἑαυτοῖς ἐγκαλείτωσαν διότι τὸν τοιοῦτον ἐμνηστεύσαντο· εἰ δὲ ἠγνόουν ἢ πολλάκις μετὰ τὴν μνηστείαν ἡ αἰτία συνέβη, τότε ἁπλοῦν ἀποδιδόσθω. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ μνηστῆρος λέγομεν τοῦ τὴν μνηστείαν παραιτησαμένου.
14
pr.Εἰ καὶ τοῖς νόμοις ἀπηγορευμένοι εἰσὶν οἱ ἐλπισθέντες γάμοι, μετὰ δὲ τοὺς δοθέντας ἐπὶ μνήστροις ἀῤῥαβῶνας ἡ μνηστὴ τὴν συνάφειαν τοῦ μνηστῆρος διὰ τὴν αἰσχρὰν αὐτοῦ ἢ ἄσωτον ἀναστροφὴν ἢ τὴν τῆς θρησκείας ἢ τὴν τοῦ δόγματος διαφορὰν παραιτεῖται, ἢ διὰ τοῦτο ὅτι ὡς ἀνὴρ συνάφειαν ἐξ ἧς γονῆς ἐλπὶς τίκτεται ποιεῖν οὐ δύναται, ἢ δι᾽ ἄλλην εὔλογον παραιτήσεως αἰτίαν, εἰ μὲν ἀποδειχθείη πρὸ τοῦ δοθῆναι τοὺς αὐτοὺς ἀῤῥαβῶνας τοῦτο αὐτὸ τὴν γυναῖκα ἢ τοὺς αὐτῆς γονεῖς ἐγνωκέναι, ἑαυτοὺς ὀφείλουσιν ἐγκαλεῖν. ἐὰν δὲ ταῦτα ἀγνοοῦντες τοὺς ἐπὶ τῇ μνηστείᾳ ἀῤῥαβῶνας ἐδέξαντο, ἢ μετὰ τοὺς δοθέντας ἀῤῥαβῶνας αἰτία τὶς εὔλογος μεταμέλου παρενετέθη, αὐτῶν μόνων ἀποδιδομένων περὶ τῆς τοῦ ἄλλου ἁπλῆς τιμωρίας ἐλεύθεροι φυλαττέσθωσαν.
15
pr.Ἐὰν ὁ ἐπίτροπος ἢ ὁ γενόμενος κουράτωρ υἱοθετήσηται τὸν ἄνδρα τῆς ἐπιτροπευθείσης ἢ κουρατορευομένης ἢ τὸν πατέρα αὐτῆς, ἡ θέσις ἄκυρός ἐστιν, οὐ μὴν ὁ γάμος λύεται, ὥσπερ λύεται ἡνίκα τὶς τὸν ἴδιον γαμβρὸν υἱοθετήσηται.
16
pr.Ἔχων τὶς αὐτεξούσιον παῖδα καὶ νύμφην αὐτῷ ἀγαγόμενος μετὰ τὴν τοῦ γάμου σύστασιν ἤδη παίδων τεχθέντων ἀπὸ τῆς νύμφης ὠνομάσθη κουράτωρ τῇ ἰδίᾳ νύμφῃ, ὁ δὲ τούτου παῖς ὁ τῆς νύμφης ἀνὴρ εὐλαβηθεὶς μήποτε ἀσύστατος ὁ γάμος γένηται προφάσει τῆς τοῦ πατρὸς κουρατορείας, ἐδεήθη βασιλέως. καὶ ἀντιγράφει, τὸν μὲν γάμον ἐῤῥῶσθαι, πλὴν παύσασθαι τὸν πατέρα τῆς κουρατορείας, καὶ ἄλλου κατασταθέντος λογοθετηθῆναι ὑπ᾽ αὐτοῦ τὸν πατέρα '.
17
pr.Οὐ χρὴ τοὺς ἄρχοντας ἐξ ἐκείνης τῆς ἐπαρχίας ἧς ἄρχουσι μνηστεύεσθαι. εἰ δὲ τοῦτο ποιήσουσιν, ἔξεστι τῇ κόρῃ καὶ τοῖς γονεῦσιν αὐτῆς ἢ ἐπιτρόποις ἢ κουράτορσι παραιτεῖσθαι τὸν γάμον καὶ κερδαίνειν τοὺς ἀῤῥαβῶνας. εἰ δὲ μετὰ τὴν ἀρχὴν βούλεται ἡ κόρη συναφθῆναι αὐτῷ, ἔῤῥωται ὁ γάμος. τοῦ αὐτοῦ κρατοῦντος καὶ ἐπὶ υἱῶν καὶ ἐκγόνων καὶ συγγενῶν καὶ δομεστίκων καὶ συγκαθέδρων καὶ ἐπὶ πάντων οἰκείων αὐτοῦ, ἐὰν κατὰ σπουδὴν τοῦ ἄρχοντος ἐμνηστεύσαντο. σημείωσαι οὖν τότε κωλύεται τὸ συνάλλαγμα, ὅτε ὁ τὸ ὀφφίκιον χειρίζων δύναται φοβερὸς εἶναι τοῖς γονεῦσι τῆς κόρης, ὡς εἴγε ἄρχων μὲν ἦν, οὐκ ἦν δ᾽ ἱκανὸς φοβῆσαι τοὺς τῆς κόρης γονεῖς, οὐ κεκώλυται ἡ μνηστείας.
18
pr.Ἐὰν ἡ γυνὴ ἀνδρὶ μνηστευθεῖσα τελευτήσῃ ἄγαμος, ἀποκερδαίνει τὸ ἥμισυ τοῦ θεωρέτρου καὶ μετὰ θάνατον.
19
pr.Ἐὰν ἐφίλησε τὴν μνηστὴν ὁ μνήστωρ ἐν τῷ τῆς μνηστείας καιρῷ καὶ μετὰ τοῦτο ἕνα τῶν ἀμφοτέρων τελευτῆσαι συνέβη, τὸ ἥμισυ τῆς δωρεᾶς ἀνατρέπεται καὶ τὸ ἥμισυ ἔχει ὁ ζῶν. εἴτε γὰρ ὁ μνηστὴρ ἀπέθανε, κατέχει τὸ ἥμισυ τῆς δωρεᾶς ἡ μνηστευθεῖσα καὶ τὸ ἥμισυ δίδωσι τοῖς ἐκείνου κληρονόμοις· εἴτε αὐτὴ ἡ μνηστὴ ἀποθάνοι, τὸ ἥμισυ δίδοται τῷ μνηστῆρι, τὸ δ᾽ ἕτερον ἥμισυ μένει παρὰ τοῖς κληρονόμοις τῆς γυναικός. φιλήματος δὲ μὴ γενομένου, εἰ ὁ μνηστὴρ τελευτήσει εἴτε ἡ μνηστὴ, πᾶσι τρόποις ἀναδίδοται ἡ δωρεὰ, ἢ τῆς μνηστῆς τελευτησάσης τῷ μνηστῆρι ἢ τοῦ μνηστῆρος τελευτήσαντος τοῖς κληρονόμοις αὐτοῦ. ἐὰν δὲ ἡ μνηστὴ ἐδωρήσατο τῷ μνηστῆρι, καὶ συνέβη ἕνα τούτων τελευτῆσαι, ἀναδίδοται πάντως ἡ δωρεὰ τοῦ τελευτήσαντος, μὴ ζητούντων ἡμῶν εἴτε γένηται εἴτε μὴ γένηται φίλημα.
20
pr.Γίνωσκε ὅτι πρὸ μὲν τῆς βασιλείας τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ ἄλλως ἐγίνοντο αἱ μνηστεῖαι· κατὰ δὲ τὸν ἰούλιον μῆνα τῆς ζ΄ ἰνδ. τοῦ ςφςβ΄ ἔτους ἀπελύθη νεαρὰ νομοθεσία τοῦ αὐτοῦ βασιλέως, ἥτις καὶ ὑπηγορεύθη παρὰ βάρδα κουροπαλάτου πρωτασηκρῆτις τοῦ ἰκανάτου, οὕτως ἔχουσα· Ἡ μὲν παλαιὰ καὶ πρεσβυτέρα νομοθεσία πόῤῥω τὰ τῆς μνηστείας καὶ γάμου ὁρίσματα ἔθετο καὶ μᾶλλον τούτων τὸ μέρος ἤπερ τὰ μυσῶν καὶ φρυγῶν ἡ παροιμία ἐγνώρισεν. ἡ δὲ ἐπὶ τοῦ μακαρίτου πατριάρχου κυροῦ ἰωάννου τοῦ ξιφιλίνου συνοδικῇ διασκέψει συντελεσθεῖσα σημείωσις, ᾗ καὶ ὁ ἐν βασιλεῦσιν ἀοίδιμος κύριος νικηφόρος ὁ βοτανειάτης διὰ χρυσοβούλλου γράμματος τὸ κῦρος εὑρίσκεται χαρισάμενος, τὰ διεστῶτα χωρὶς ἀλλήλων εἰς ἓν συνάπτουσα φαίνεται. κἀντεῦθεν ὅπερ ἐπὶ τῶν γάμων ὁ συνοδικὸς ἐθέσπισε τόμος, τοῦτο ἐπὶ τῆς μνηστείας διαῤῥήδην αὐτὴ ἀποφαίνεται, δύο ἀδελ φοὺς ἐξαδέλφαις δυσὶ μὴ ἐφιεῖσα μνηστεύεσθαι. καὶ ὁ μὲν πολὺς ἄνθρωπος ἀνεξετάστως τῷ πράγματι ἐπιβάλλων, καὶ βάπτειν ὅλως μὴ ἐξικνούμενος εἰς τὸν νοῦν τῆς συνοδικῆς διαγνώσεως, ἀσυλλογίστως ἐπλάζετο, ὅ τι ποτε μνηστεία ἐστὶ καὶ ὅπως ἔχει μᾶλλον τὸ ἀσφαλὲς διακριβοῦν μὴ δυνάμενος, καί που τάχα τὸ τῆς ἰδίας ἀνεπίσκεπτον διανοίας κατὰ τῆς ἐκκλησιαστικῆς ἐπεγράφετο ἀκριβείας. ἡ δὲ τῆς ἡμετέρας βασιλείας εὐσέβεια ἐπιστατικώτερον ἐπιβαλοῦσα τῇ διασκέψει, καὶ τῇ ἐναντιώσει καλῶς διαιτήσασα, ἀρίστην τὴν συμφωνίαν διὰ τῆς παρούσης νομοθεσίας ἐξεύρηκεν. ἐπειδὴ γὰρ ὁ παλαιὸς νόμος τὴν μνηστείαν ἐν μόνῃ τῇ τῶν συναλλαττόντων ὁρίζει βουλήσει, καὶ πλέον οὐδὲν συναινέσεως καὶ συμβολαίων καὶ μνήστρων περιεργάζεται· ἡμῖν δὲ θεοῦ χάριτι πρὸς κοσμιωτέραν πολλῷ καὶ ἱερωτέραν ἐπίδοσιν τὰ τοῦ βίου ἐπιεληλύθασι πράγματα, κἀντεῦθεν οὐχ ὁ γάμος μόνον, ἀλλὰ καὶ αὐτὴ ἡ μνηστεία ἱερὰν εὐλογίαν ἐπιτελουμένην ἔχει παρ᾽ ἑαυτῇ· καὶ καιρὸς ὡρισμένος διὰ νεαρωτέρου θεσπίσματος τοῦ σοφωτάτου βασιλέως κυρίου λέοντος ἐπὶ τῇ πρώτῃ τῶν συμβάντων συναρμογῇ ἐξετέθη, ἤγουν ἐπὶ μὲν ἀῤῥένων ὁ πεντεκαιδέκατος τῆς ἡλικίας ἐνιαυτὸς, ἐπὶ δὲ θηλειῶν ὁ τρισκαιδέκατος, ὃν δύπου χρόνον καὶ πρὸς γαμικὴν συναυλίαν ἀποχρώντως ἔχειν τελείαν ὁ παλαιὸς νόμος ἐπέσκηψε· δεῖν ἔγνω διὰ τοῦ παρόντος θεσπίσματος τὸ ἡμέτερον κράτος ἀσφαλῶς ἀποφήνασθαι, ἐκείνας εἶναι κυρίως μνηστείας καὶ ἀτεχνῶς ἰσοδυναμούσας τῷ γάμῳ κατὰ τὴν τῆς συνοδικῆς ἀκριβείας διάσκεψιν, ὅσαι καὶ τὸν χρόνον, ὃν ἡ τοῦ βασιλέως κυρίου λέοντος νομοθεσία ὡρίσατο, ἀκέραιον ἔσχον παρ᾽ ἑαυταῖς, καὶ τὴν ἱερὰν εὐλογίαν ἐπακολουθοῦσαν ἐγνώρισαν, καὶ ἐπ᾿ ἐκείνων τὴν τοῦ συνοδικοῦ τόμου ὀφείλειν κρατεῖν παρατήρησιν. εἰ γὰρ καὶ θάτερον ἴσως τῶν συμβαλλόντων μερῶν θα νάτῳ ἢ περιστάσει τύχης ἑτέρᾳ ἢ γνώμης μεταβολῇ ἀποδιαστῆναι συμβαίη καὶ πρὸς ἑτέρου βίου συγκλήρωσιν μετατάξασθαι, οὐκ ὀλίγον ἐνταῦθα τὸ ἄτοπον ἀποσύρεται, τὰς προεισοδίους τῶν γάμων εὐχὰς ἐπὶ μνηστείᾳ συντελεσθείσας ὡς τι τῶν εἰκαίων καὶ συμπεφορημένων λογίσασθαι, καὶ ἀδιαφόρως ἐκλαβέσθαι τόδε τὸ πρᾶγμα, ὥσπερ ἂν εἰ μὴ θεὸς μέσον τῶν συναπτομένων προσώπων διὰ τῆς μνηστείας εἰσήγετο. διὰ τοῦτο γὰρ καὶ ὁ προμνημονευθεὶς βασιλεὺς εὐεπηβόλως ἀκολουθήσας τῷ τῆς ἁγίας καὶ καθολικῆς ἕκτης συνόδου και νόνι, ὃς τὴν μνηστευσαμένην ἔτι τοῦ μνηστῆρος ἐν ἀνθρώποις ὄντος πρὸς γαμικὴν ὁμιλίαν ἑτέρῳ συνέρχεσθαι ἀπεκώλυσε, μοιχείαν τὸ πρᾶγμα διορισάμενος σαφῶς, πρὸς τὴν ἐμφαινομένην τοῦ παλαιγενοῦς ἐναντίωσιν νόμου καλῶς συνεβίβασεν. ὅτι καὶ ἡ μετὰ τὴν τοῖς μνηστῆρσι γενομένην εὐλογίαν διάστασις, τοῦτό ἐστι κατὰ τὴν ἐκείνου φωνὴν μνηστείας ἀληθοῦς λύσις· εἰ δὲ μνηστεῖαί τινες κατὰ τὴν τῶν πολλῶν συνήθειαν ἀκολούθως ἤδη γεγόνασι, καὶ συμβόλαια μὲν ἐξετέθησαν, οὔπω δὲ ὁ τακτὸς ἐπέστη καιρὸς, καθ᾽ ὃν ἡ τοῖς χριστιανοῖς ὀφειλομένη εὐλογία εἰώθει γίνεσθαι, καὶ οὐδὲ αἱ συνήθεις ἐπὶ τοῖς μνηστευσαμένοις εὐχαὶ διὰ τοῦ ἱερέως ἐξεφωνήθησαν, ταύτας μνηστείας μὲν ἀληθεῖς, ὅσον κατὰ τὴν ἐκκλησιαστικὴν ἀκριβολογίαν, μηδὲ εἶναι μηδὲ ὀνομάζεσθαι, μήτε μὴν τὴν συνοδικὴν σημείωσιν κατὰ τούτων ἔχειν τὸ ἐνεργὸν, ὡς ἁπλῶς δὲ ἀρέσκειαν ἀνθρώπων δι᾽ ἐπερωτήσεων κατησφαλισμένην τὸ ἐνεργὸν ἀποφέρεσθαι καὶ τὴν παλαιὰν ἔχειν νομοθεσίαν ἐπὶ τούτων τὸ πάγιον. τούτῳ γὰρ τῷ τρόπῳ καὶ ὁ πρεσβυγενὴς φυλαχθήσεται νόμος ἀκέραιος, ὃς ἐπὶ τῶν μνηστειῶν τὸ πρὶν ἐξεφωνήθη, καὶ ἡ τῆς συνόδου διάγνωσις ἀθιγὴς καθόλου καὶ ἀνεπιχείρητος συντηρηθήσεται, νοουμένη καὶ ἑρμηνευομένη κατὰ τὴν ἐνταῦθα παρατήρησιν. ἐπειδὴ δὲ οὕτω ταῦτα, καὶ μνηστεῖαι μὲν ἀληθεῖς ἐτυπώθησαν, ὅσαι μετὰ τῆς ἱερᾶς εὐλογίας καὶ κατὰ τὸν ὡρισμένον καιρὸν συντελεσθεῖσαι γνωρίζονται, αἱ δὲ κατὰ τὴν πρεσβυτέραν νομόθεσίαν γινόμεναι ὡς ἀνθρώπων ἀρέσκειαι κατησφαλισμέναι δι᾽ ἐπερωτήσεων τὸ ἐνεργὸν ἔχειν ἀφείθησαν, καὶ μόνος ὁ παλαιγενὴς ἀφείθη νόμος ἐπὶ τούτων κρατεῖν, ὃς ὡρισμένα τὰ κεκωλυμένα ἐπὶ τὴν ἀποζυγεῖσαν μνηστὴν εἰσέρχεσθαι πρόσωπα διετάξατο· δεῖ καὶ νῦν προσθεῖναι τῷ παρόντι θεσπίσματι τῆς χριστιανοῖς πρεπούσης εὐκοσμίας ἐχόμενον. ἐπεὶ γὰρ οὐ κατὰ τὸν ἀκριβῆ καὶ προσήκοντα λόγον τὰ τῆς πα λαιᾶς τε καὶ νέας νομοθεσίας ἐπράττετο, ἀλλ᾽ ὁ μὲν πολὺς ὄχλος τῆς πρεσβυτέρας τῶν νόμων αὐθεντίας ἐχόμενος μετὰ τὸν ἑπταετῇ χρόνον τελεσιουργῶν τὰς μνηστείας ἀνυποστόλως ἐτύγχανε, καὶ ἀδεῶς ἐπὶ τὰς μνηστευομένας εἰσήρχοντο ἕκαστοι τῇ συνεχεῖ συνηθείᾳ καὶ τῷ ἐλευθερίῳ τῆς εἰς ὁμιλίαν συνόδου τὸ τοῦ ἔρωτος φλεγμαῖνον προσανακαίοντες, ἡ δὲ ἱερωτέρα μερὶς τῇ νεαρᾷ τοῦ βασιλέως ἀκολουθοῦσα διαταγῇ διαστολὴν μὲν μνηστείας καὶ γάμου ἐτίθετο, τὰς ἐπὶ τοῖς μνήστροις εὐχὰς πρῶτον καὶ οὕτω τὰς ἐπὶ τῷ γάμῳ τοῖς συναπτομένοις ἐπᾴδουσα· ταῦτα δὲ ἡνωμένως ἅμα καὶ κατὰ ταὐτὸν ἐτελεῖτο, καὶ μνηστεία καὶ γάμος ἑνὶ διαστήματι χρόνου περιεγράφετο ἀκαριαίως τινὸς ἐν τῷ μεταξὺ συνεμπίπτοντος· διορθουμένη τοῦτο ὡς ἀβασανίστως γινόμενον ἡ ἡμετέρα εὐσέβεια θεσπίζει διὰ τοῦ παρόντος γενικοῦ διατάγματος, τὰ μὲν κατὰ τὸν ἑπταετῆ τῶν συμβαλλόντων χρόνον καὶ εἰς τὰ ἑξῆς ἄχρι τοῦ ιδ΄ ἢ τοῦ ιβ΄ τῆς ἡλικίας ἐνιαυτοῦ γινόμενα ὡς ἐν τύπῳ μνηστείας σύμβολα μὴ τάξιν ὅλως μνηστείας ἐννόμου ἀσφαλῶς ἀποφέρεσθαι, ἀλλ᾽ ὡς ἐπερωτήσεις μόνον ἠσφαλισμένας κρίνεσθαί τε καὶ ἐνεργεῖν κατὰ τὴν φύσιν τῶν ἄλλων συναλλαγμάτων, καὶ οὗτως αὐτὰ παρὰ πᾶσι τοῖς ὑφ᾽ ἡμᾶς πολιτεύεσθαι· τοῦ παλαιοῦ νόμου, ὃς ἐπὶ τῶν μνηστειῶν ἐξεφωνήθη, τὸ ἐνεργὸν εἰς τὰ κεκωλυμένα ἐπὶ τὴν ἀποζευχθεῖσαν μνηστὴν εἰσέρχεσθαι πρόσωπα ἔχειν ὀφείλοντος τέλεον διὰ τὸ περιούσιον τῆς παρα χριστιανοῖς πρεπούσης ἐμπολιτεύεσθαι καταστάσεως. εἰ γὰρ καὶ μὴ μνηστεία ἐστὶ κατὰ τὸ ἀκριβὲς ἐντελὴς τὸ γινόμενον, ἀλλ᾽ ὅτι σκοπὸν ἔχειν μνηστείας δοκεῖ τὸ πραττόμενον, καὶ θεμέλιος γάμου ἐντεῦθεν προκαταβάλλεσθαι ἄρχεται, πολὺ ἂν εἴη τὸ εὔλογον, τὰ κεκωλυμένα τῷ νόμῳ πρόσωπα καὶ αὖθις ἔχειν τὸ κώλυμα, καὶ μηδένα θαῤῥεῖν νεανιεύεσθαι ἀναιδῶς, ὡς εἰς γυναῖκα λαμβάνειν ἀποτολμᾷν, ἣν ὁ παλαιὸς νόμος μνηστήν τινος γενομένην οὐκ ἀφῆκεν ἑτέρῳ λυομένων τῶν μνήστρων κατὰ γάμον συνέρχεσθαι. ἱκνουμένου μέντοι τοῦ χρόνου, ὃν εἰς μνηστείαν ἅμα καὶ γάμον ἁρμοδίως εἶναι γνωρίζομεν (ἤγουν τῆς μὲν θηλείας τὸν δωδεκαετῆ χρόνον διατρεχούσης, τοῦ ἄῤῥενος δὲ τὸν τεσσαρεσκαιδέκατον ὑπερβαίνοντος), τηνικαῦτα τὴν μνηστείαν πρώτως μετὰ τῆς ἱερᾶς τῶν εὐχῶν ἐπιῳδῆς ἐκτελεῖσθαι καὶ τῶν συνήθων ταύτης παρατηρήσεων, ἤγουν τοῦ ἀῤῥαβῶνος καὶ τοῦ φιλίου τοῖς μνηστῆρσι φιλήματος· καὶ οὕτω βραχέος ἢ πλείονος καιροῦ διαλείποντος, καθὼς ἂν δόξῃ τοῖς συναλλάττουσιν, ἀπαραιτήτως καὶ τὸν ἔννομον γάμον προβαίνειν, καὶ μὴ κατὰ ταὐτὸν συμπίπτειν ἐν ἡμέρᾳ μιᾷ ἢ πολλάκις καὶ ὥρᾳ πραγμάτων διηρημένων ἐκ πλείονος ἀποτέλεσμα. οὕτω γὰρ τῆς ἀκολουθίας προβαινού σης ἐν γάμοις ὅ τε παλαιὸς νόμος φυλαχθήσεται, ὃς κεκωλυμένων προσώπων ἀπαρίθμησιν ἐποιήσατο, μὴ ἐφιεὶς ταῦτα εἰς τὴν ἀποζευχθεῖσαν μνηστὴν τοῦ ἐγγίζοντος προσώπου εἰσέρχεσθαι· καὶ τὸ νεαρὸν τοῦ φιλοσόφου διάταγμα κοσμίως ἐν ἅπασι δόξει κρατοῦν καὶ πολιτευόμενον· καὶ τὰ συμβάλλοντα πρόσωπα τῶν ἀώρων καὶ ἀπρεπῶν κωλυόμενα συνελεύσεων ἁγνεύουσαν ποιήσονται τὴν ἀναστροφὴν ἐν εὐθέτῳ καιρῷ μεθ᾽ ἱερᾶς ἐπικλήσεως εἰς ἄλληλα συνερχόμενα, ὁπηνίκα δέοι μνηστείαν καὶ γάμον αὐτοῖς καταρτίζεσθαι. καὶ εἴ τις παρὰ τὰ διηγορευμένα τῇ παρούσῃ τοῦ κράτους ἡμῶν διατάξει τολμήσειε διαπράξασθαι μνηστείαν, καὶ μὴ ταύταις γενικῶς καὶ κατὰ πάντων ἐκφωνηθείσαις καὶ εἰς τὸ ἑξῆς ὀφειλούσαις κρατεῖν φανείη ἑπόμενος ἐπ᾿ αὐτῆς τῆς πρώτης ἡμέρας τοῦ εἰσιέναι μέλλοντος Ἰουλίου μηνὸς τῆς ἐνεστώσης ζ΄ ἐπινεμήσεως τοῦ ςφιβ΄ ἔτους, καὶ ἀῤῥαβῶνας πρὸ τοῦ νενομισμένου καιροῦ καὶ τῆς ἱερᾶς εὐλογίας τολμήσειε διαπράξασθαι, ἢ καὶ εἰς θέαν ἀλλήλοις ἐφήσει τὰ συναλλάττοντα συνέρχεσθαι πρόσωπα καὶ ἀδιαφορίαν ἔχειν ἐν ἑαυτοῖς· ὁ μὲν συμβολαιογράφος ὁ τὸ ἀῤῥαβωνικὸν συμβόλαιον ἐκτιθέμενος τῆς ἰδίας στατίωνος μετακινηθήσεται, οἱ δὲ τὴν μνηστείαν πρὸ ὥρας κατεργαζόμενοι ἀνθρωπίνῳ καὶ θείῳ ἴστωσαν ἑαυτοὺς ἐνοχοποιοῦντες μηνίματι. ὁ μὲν γὰρ δημόσιος διὰ τοῦ σεκρέτου τῶν οἰκειακῶν τὸ τοῖς συμβολαίοις ἐγκείμενον ἐξ ἐπερωτήσεως πρόστιμον ἐφ᾽ ἑκάστῳ αὐτῶν εἰσπράξεται καθ᾽ ὁλόκληρον διὰ τὴν τοῦ παρόντος διατάγματος περιφρόνησιν· πιστεύομεν δὲ καὶ αὐτὸν τὸν θεὸν κατὰ τούτων διαναστήσεσθαι, ὅτι πορνείαν κατὰ προαίρεσιν ἄντικρυς ἐπὶ μέσον τῶν νέων εἰσαγαγεῖν οὐκ ἐνάρκησαν. εἰ γὰρ ὁ παλαιὸς νόμος κατήργηται καὶ μνηστείας τελείας οὐ δύναται καταπράξασθαι, τὰ δὲ τῆς νεωτέρας νομοθεσίας εἰς ἔργον ἐξαγαγεῖν οἱ συναλλάττοντες ἀπαναίνονται, τί ἄλλο ποιοῦσιν, ἢ ἀνθρώπους οὐδὲν ἀλλήλοις κατὰ νόμους προσήκοντας ἑαυτοῖς συγχωροῦσι παρὰ τὸν νόμον συμφθείρεσθαι, ἔρωτας ἀσελγεῖς ταῖς τῶν νέων ψυχαῖς διὰ τῆς ἀνιέρου κατεργαζόμενοι συναναστροφῆς ';
21
pr.Ωσαύτως ἀπελύθη καὶ ἑτέρα νεαρὰ τοῦ αὐτοῦ βα σιλέως χάριν τῆς αὐτῆς νομοθεσίας οὕτω δυνάμεως ἔχουσα· Ἴσμεν κατὰ τὸν ἰούλιον μῆνα τῆς ζ΄ ἰνδ. τοῦ ςφςβ΄ ἔτους νομοθετήσαντες περὶ γάμου τε καὶ μνηστείας, ὅσα τῇ τε τοιαύτῃ νομοθεσίᾳ καὶ τῇ ἀναφορᾷ περιείληπται, καὶ τούτων οὐδὲν παρακινηθῆναι ἀνεχόμεθα, ἀλλὰ μένειν ἀπαρεγχείρητα βουλόμεθα καὶ ἀναλλοίωτα μέχρι παντὸς, καὶ τήν τε σύστασιν τῆς μνηστείας καὶ τοῦ γάμου ὥσπερ εἴρηται γίνεσθαι, τόν τε χρόνον τηρεῖσθαι ἀκαινοτόμητον, καὶ τῶν συναρμοζομένων τὸν μὲν τῶν ιδ΄ ἐτῶν εἶναι μείζονα, τὴν δὲ τῶν ιβ΄. ἐπεὶ δὲ οὐδὲν τότε διατετύπωται, εἴτε λυόμεναι προστίμων ἔσονται καταβολαῖς αἱ τοιουτοτρόπως συνιστάμεναι μνηστεῖαι εἴτε καὶ ἀδιάλυτοι μένουσι τὸ παράπαν, καὶ διὰ τοῦτο καὶ περὶ τούτου αὐτὸς ἠρώτησας, θεσπίζομεν, τὰς τοιαύτας μνηστείας, αἳ κυρίως μνηστεῖαι τυγχάνουσι, ἀμετακινήτους μένειν καὶ ἀμεταπτώτους καὶ τὸ ὅλον ἀλύτους, ἅτε θεοῦ μέσον τῶν συναπτομένων εἰσαγομένου καὶ τὴν τοιαύτην συναρμογὴν διὰ τῆς τῶν εὐχῶν ἱεροτελεστίας κρατύνοντος, καὶ μηδέποτε ταύτας προστίμων ἀναλύεσθαι δόσεσιν, ἅτε οὐδὲ τοῖς συμβολαίοις τὸ λοιπὸν ἐγγραφήσονται, ὅτι μηδὲ παρ᾽ αὐτῶν αἱ μνηστεῖαι κρατύνονται ἀλλὰ διὰ τῆς τοῦ θεοῦ ἐπικλήσεως, αἵπερ καὶ ἄλυτοι τὸ παράπαν μενοῦσι μόνοις λυόμεναι ταῖς αἰτίαις αἷς καὶ οἱ γάμοι, οἷς ἰσοδυνάμους εἶναι ταύτας νενομοθέτηται. καὶ τὰ κεκωλυμένα δὲ συγγενικά πρόσωπα πρὸς γάμον ἢ μνηστείαν κατὰ τὸ δόξαν ἕξει τὴν κώλυσιν, καὶ παρὰ τὰ διηγορευμένα τῇδε τῇ διατάξει ὑπ᾽ οὐδενός τι διαπραχθήσεται, εἰ μήπου βασιλεὺς οἰκονομικῷ τινι λόγῳ τήν τε μνηστείαν καὶ τὴν ἐξ ἱερολογίας συναρμογὴν ἐντὸς τῶν ὁρισθέντων ἐτῶν ἐπιτρέψειε· βασιλεῦσι γὰρ ἔξεστιν ὑπέρτερον ἢ κατὰ νόμους οἰκονομεῖν, ὥσπερ ὁ σοφός τε εἴρηκε βασιλεὺς καὶ τῶν νομοθεσιῶν αἱ πρεσβύτεραι. καὶ αὐτοί τε τὸν χρόνον συντέμνοντες οὐχὶ καὶ τὴν φυσικὴν ἐφήσουσι σύνοδον, ἕως τῶν συναρμοζομένων ὁ μὲν τὸν ιδ΄ ἐνιαυτὸν, ἡ δὲ τὸν ιβ΄ ὑπερβῇ· τῶν γονέων ἐπιμελῶς τίθεσθαι φυλακὴν ὀφει λόντων τοῦ μήτι πρὸ τοῦ ῥηθέντος πραχθῆναι χρόνου, ὡς τοῦ τε διαπραξομένου τὴν ἄωρον μίξιν καὶ τῶν γεννητόρων αὐτῶν τοῖς κατὰ τῶν φθορέων νόμοις ὑποκειμένων. καὶ ὅτε δὲ βασιλεὺς μνηστείας ἢ γάμου κοινοτομοίη καιρὸν, εἰ θανάτῳ διασταῖεν οἱ ἁρμοζόμενοι πρὸ τοῦ ὁρισθέντος τῷ πράγματι χρόνου, ἕξει καὶ οὕτω τὴν κώλυσιν τὰ κωλυόμενα πρόσωπα, καὶ οὐκ ἔσται τούτοις εὐάφορμον πρὸς τὸ τολμᾷν τὰ ἀτόλμητα τὸ πρὸ τοῦ δοκοῦντος ταῖς ἡμετέραις διατάξεσι χρόνου τὴν μνη στείαν ἢ τὸν γάμον τὴν λύσιν θανάτῳ δέξασθαι. τὸ γὰρ ἐλλεῖπον τοῦ τελείου χρόνου τῆς μνηστείας ἢ τοῦ γάμου ἡ τοῦ βασιλέως ἀναπληροῦσα οἰκονομία ἀπαράβατον τηρήσει τοῖς κεκωλυμένοις τὴν κώλυσιν, καὶ οὐδαμῶς θήσουσι συνάλλαγμα κωλυόμενον, ἀλλ᾽ ὅσα ἐξ ἀκριβοῦς μνηστείας ἢ τελείου γάμου κωλύονται συναλλάγματα, ταῦτα καὶ ὑπὸ τῶν ἐντὸς τοῦ νενομισμένου χρόνου τὴν σύστασιν οἰκονομικῶς καὶ τὴν λύσιν φυσικῶς δεξαμένων εἰρχθήσονται '.
22
pr.Καὶ τὰ μὲν τῶν νεαρῶν ταῦτα. γίνωσκε δὲ, ὅτι τῷ σεκρέτῳ τοῦ ἱεροῦ χαρτοφυλακίου σημείωμα κατέστρωται τοῦ ἁγίου πατριάρχου ἐκείνου κυροῦ νικολάου, τάδε κατὰ ῥῆμα διαλαμβάνον· Μηνί. προκαθημένου. συνεδριαζόντων ἀρχιερέων καὶ τὰ λοιπά. Ὁ θεοφιλέστατος μητροπολίτης κυζίκου συμεὼν συνεδριάζων τῇ ἡμῶν μετριότητι εἶπεν, ὡς κληρικὸς τῆς κατ᾿ αὐτὸν μητροπόλεως, ἰωάννης διαβατηνὸς ὀνομαζόμενος, ἐμνηστεύσατο μαρίαν τινὰ τοῦ θεοφίλου και λουμένην, ἡλικίας οὖσαν ἑπταετοῦς. μαθὼν δὲ τὴν μνηστείαν εἶναι παράνομον διὰ τὴν τῆς μνηστῆς ἀνηβότητα τότε μὲν ἀπόστη ταύτης· μετὰ δὲ χρόνους η΄ νομίμως ταύτην πρὸς γάμον ἠγάγετο. καὶ ταῦτα λέγων ἤθελε τὸ ποιητέον ἐπὶ τῷ κληρικῷ μαθεῖν. ἤκουσεν οὖν ἀπὸ τῆς ἡμῶν μετριότητος καὶ τῆς συνεδριαζούσης ἀδελφότητος, ὡς οὐκ ἐπὶ μόνου τοῦ γαμικοῦ συναλλάγματος ἀῤῥαβῶνας νενόμισται δίδοσθαι, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν συναλλαγμάτων, πλὴν οὐκ ἠναγκασμένως ἀλλ᾽ αὐθαιρέτως. ὥσπερ τοίνυν ἐπὶ τῶν ἄλλων συναλλαγμάτων οὐ λέγομεν ἄκυρον εἶναι τὸ γεγονὸς μὴ δοθέντων ἀῤῥαβώνων, οὕτω καὶ ἐπὶ τοῦ γαμικοῦ συναλλάγματος, κἂν ἀῤῥαβὼν ἤτοι μνηστεία οὐ προβῇ, βέβαιον ἔσται καὶ ἀδιάσπαστον. τῆς γοῦν προβάσης μνηστείας ὡς εἴρηται μέσον τοῦ κληρικοῦ καὶ τῆς μαρίας οὔσης ἀνυποστάτου, ἐσεῖται ὁ κληρικὸς ἔχων ἀδιασείστως τὴν διὰ μόνης γαμικῆς ἱερολογίας ἁρμοσθεῖσαν αὐτῷ σύζυγον ὡς διείληπται. πρὸ γάμου δὲ δωρεὰ, δι᾽ ἣν καὶ τὴν μνηστείαν νενομοθέτηται γίνεσθαι μέσον τῶν ὁμοζύγων ἢ τῶν μερῶν αὐτῶν, οὐ τρακταϊσθήσεται, ἀλλ᾽ ὥσπερ εἰ μηδὲ προέβη μνηστεία μηδὲ πρὸ γάμου παρηκολούθησε δωρεά, βέβαιος ὁ γάμος ἔσται καὶ ἀδιάῤῥηκτος. 233. Μνηστείας μεταξύ τινων κατὰ νόμον γενομένης εἴτε ὁ μνηστὴρ εἰς μοναστήριον εἰσέλθῃ, ἀναλαμβανέτω τὰ ὑπὲρ τῆς μνηστείας ἀῤῥαβώνων ὀνόματι δεδομένα, εἴτε ἡ μνηστὴ τὸν μοναχικὸν βίον ἐπιλέξηται, ἐκεῖνα μόνον ἀποδιδότω, ἅτινα ὁμοίως ἀῤῥαβώνων ὀνόματι ἔλαβε, τῆς ποινῆς ἑκατέρῳ μέρει συγχωρουμένης.
24
pr.Ἐάν τις γαμετὴν ἔχων ἀπατήσῃ γυναῖκα ἑτέραν ὡς δῆθεν οὐκ ἔχων γαμετὴν, καὶ μνηστεύσηται αὐτὴν καί τινα λόγῳ μνήστρων ἐπαγγείληται αὐτῇ διδόναι καὶ δῷ, μὴ παρακολουθούντων τῶν γάμων οὐ δύναται ταῦτα ἐπαναλαβεῖν. εἰ μὲν γὰρ μνηστεία συνέστη, ὁ δὲ γάμος οὐκ ἐγίνετο, χώραν ἐλάμβανεν ἡ τῆς ἀπαιτήσεως ἀγωγή· νῦν δὲ ἡ τοῦ πράγματος αἰσχρότης οὐ συνεχώρησε τὴν μνηστείαν συστῆναι, καὶ ὡς αἰσχρᾶς οὔσης τῆς τοῦ δεδωκότος αἰτίας· δέδωκε γὰρ ἐπὶ παρανόμῳ γάμῳ, ἐπὶ παρανόμων δὲ γάμων οὐ τρακταΐζεται ἀπαίτησις.