IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.1

Περὶ συναινέσεως μνηστείας.

Abrir no leitor do IusCommune →

1

pr.Μνηστεία ἐστὶ μνήμη καὶ ἐπαγγελία τῶν μελλόντων γάμων. καὶ ἐγγράφως καὶ ἀγράφως συνίσταται μνηστεία.

2

pr.Οἱ συναινοῦντες τῷ γάμῳ καὶ τῇ μνηστείᾳ συναινοῦσιν. ἀεὶ δὲ συναινεῖν ὁ πατὴρ δοκεῖ τῇ θυγατρὶ, εἰ μὴ ῥητῶς ἐναντιοῦται.

3

pr.Παρὰ γνώμην τῆς ὀρφανῆς ὁ ἐπίτροπος οὐ συνίστησιν αὐτῇ μνηστείαν, οὔτε διαλύει τὴν γενομένην.

4

pr.Ὁ πατὴρ τῆς ὑπεξουσίας δύναται διαλύειν τὴν μνηστείαν, οὐ μὴν καὶ τῆς αὐτεξουσίας.

5

pr.Διχονοοῦντος τοῦ ὑπεξουσίου οὐ γίνεται μνηστεία ὀνόματι αὐτοῦ.

6

pr.Ὡς ἐπὶ τῶν γάμων, οὕτως καὶ ἐπὶ τῆς μνηστείας οἱ συναπτόμενοι συναινοῦσιν. τότε γὰρ λέγομεν συνίστασθαι μνηστείαν, ὅτε τοῖς μνηστευομένοις συναινοῦσιν οἱ τούτων γονεῖς. δεῖ οὖν καὶ τοὺς ὑπεξουσίους συναινεῖν. δοκοῦσι δὲ τοῖς γονεῦσι συναινεῖν οἱ μὴ ἀντιλέγοντες. τότε δὲ μόνον ἀντιλέγειν δύνανται, ὅτε τοῖς τρόποις αἰσχροὺς καὶ ἀναξίους αὐτοῖς μνηστεύονται. αἰσχρῶν δὲ καὶ ἀναξίων τῶν προσώπων μὴ ὄντων, κἂν ἀποκλήρους ἑαυτοὺς τὰ τέκνα βούλοιντο ποιεῖν ἐπὶ τῷ μὴ τὴν γονικὴν, ἀλλὰ τὴν ἰδίαν γνώμην ἐκνικῆσαι, ἀνίσχυρον αὐτῶν εἶναι θεσπίζομεν διὰ παντὸς τὸ βούλημα. τὰ γὰρ ἐπὶ ἰδίᾳ καταστροφῇ καὶ ἀπωλείᾳ τῶν νέων ὁρμήματα παντὶ τρόπῳ κωλύειν οἱ νόμοι ἐγνώκασιν. διχονοούντων δὲ τῶν γονέων πρὸς ἀλλήλους περὶ τῆς ἐκλογῆς ἡ τοῦ πατρὸς γνώμη κρατεῖ '.

7

pr.Καὶ ψιλῇ συναινέσει συνίσταται μνηστεία, καὶ μεταξὺ ἀπόντων, ἐὰν μέντοι γινώσκωσιν οἱ ἀπόντες ἢ δεκτὸν ἡγήσωνται.

8

pr.Ὁ τὸ γινόμενον νοῶν καλῶς μνηστεύεται, τουτέστιν ὁ μὴ ὢν ἥττων τῶν ζ᾽ ἐτῶν. τοῦτο ἀνετράπη διὰ τῆς τοῦ κυροῦ ἀλεξίου τοῦ βασιλέως νεαρᾶς διοριζομένης τελείων ιβ ' χρόνων εἶναι τὴν μνηστευομένην, καὶ τὴν οὕτω γινομένην μνηστείαν ἔχειν τὸ ἄλυτον· ἐξ ὧν ὁ τέλειος λύεται αἰτιῶν, ἐκ τούτων λύεσθαι τὴν αὐτήν. εἰ μέντοι τῆς μνηστείας γεγενημένης ἔσωθεν τοῦ ιγ ' χρόνου τολμήσειέ τις τοῖς μνηστευσαμένοις τὴν λεγομένην εὐλόγησιν ἢ τὸ στεφάνωμα περιθεῖναι, ὡς τῶν θείων νόμων παραβαθέντων αὐτίκα ἡ μὲν προαπελθοῦσα μνηστεία ἅμα τῇ δοκούσῃ συναφείᾳ διαλύεται, καὶ τὰ παρ᾽ ἑκατέρου μέρους ἐν τῇ μνηστείᾳ συμβληθέντα πρόστιμα ὑπὲρ τοῦ τολμήματος ζημίαν ὑπέχοντες τῷ δημοσίῳ εἰσκομίζουσι· μηδὲ τοῦ τολμῶντος ἱερέως ἐπὶ τῇ τοιαύτῃ παρεῖναι πράξει ἀνευθύνου καθεστηκότος, ἀλλὰ τῇ αὐστηρίᾳ τῶν ἱερῶν κανόνων ὑποκειμένου.

9

pr.Ὁ μνηστευσάμενος κόρην ἔφηβον, καὶ μὴ συμφωνήσας χρόνον ἐν τῇ μνηστείᾳ, ὀφείλει ταύτην, εἰ μὲν ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγῃ, εἴσω διετίας γαμεῖν· εἰ δὲ ἐν ἀπουσίᾳ, εἴσω τριετίας. εἰ δὲ ὑπέρθηται χωρὶς εὐλόγου αἰτίας, δύναται ἡ κόρη ἑτέρῳ συνάπτεσθαι.

10

pr.Μνηστείας ἡγησαμένης, ἐξ εὐλόγου αἰτίας καὶ περαιτέρω τετραετίας ὑπερτίθεται ὁ τῶν ἐφήβων γάμος, τυχὸν διὰ νόσον τοῦ μνηστῆρος ἢ τῆς μνηστῆς, ἢ θάνατον γονέων, ἢ διὰ κεφαλικὰ ἐγκλήματα, ἢ μακρᾶς ἀποδημίας ἐξ ἀνάγκης γενομένης.

11

pr.Μνηστεύεταί τις καὶ παρὼν δι᾽ ἑαυτοῦ, καὶ διὰ μέσου, καὶ δι᾽ ἐπιστολῆς.

12

pr.Οὐ δύναται ὁ ἐπίτροπος τὴν ἐπιτροπευθεῖσαν παρ᾽ αὐτοῦ λαμβάνειν εἰς θυγατέρα.

13

pr.Ὁ γενόμενος ἐπίτροπος οὐ δύναται γαμεῖν τὴν ὀρφανὴν ἢ ἀνήλικον, οὔτε παιδίον αὐτοῦ ταύτῃ ζευγνύναι. τὸ αὐτὸ καὶ περὶ μνηστείας ἐπικρατεῖ.

14

pr.Ἐπίτροπος, ὁ ἀντὶ πατρὸς καὶ μητρὸς τῆς ἐπιτροπευομένης παιδὸς ὢν, φθορεὺς ἀναφανεὶς ἐξορίζεται καὶ τῆς ὑπάρξεως αὐτοῦ ἀποστερεῖται. τοῦτο δὲ ἡ νεαρὰς καινίζει, τὸ μὴ τὸ δημόσιον τὴν ὕπαρξιν ἐγκολποῦσθαι τοῦ φθορέως.

15

pr.Ἡ μανία ἐμποδίζει τὴν μνηστείαν· ἐπιγινομένη δὲ οὐ λύει τὴν συστᾶσαν.

16

pr.Τὸ πένθος τοῦ ἀνδρὸς οὐ κωλύει τὴν γυναῖκα μνηστευθῆναι.

17

pr.Οἱ τῶν μαινομένων παῖδες, κἂν ὑπεξούσιοι ὦσιν, οὐ δέονται τῆς τῶν πατέρων αὐτῶν συναινέσεως γάμον συναλλάσσοντες· δηλονότι καὶ μνηστείαν. ἀλλ᾽ ἐν μὲν κωνσταντινουπόλει ἐπιφανῶν μὲν τῶν προσώπων ὄντων γνώμῃ τῆς ἡμετέρας βασιλείας, ταπεινοτέρων δὲ κρίσει τοῦ ἐπάρχου τῆς πόλεως, ἐν δὲ ταῖς ἐπαρχίαις κρίσει τοῦ ἄρχοντος ἢ τοῦ ἐπισκόπου, παρουσίᾳ τοῦ κουράτορος τοῦ ἰδίου πατρὸς, τὸν γάμον ἀποτελοῦσιν.

18

pr.Οὐ χρὴ τοὺς ἄρχοντας ἐξ ἐκείνης τῆς ἐπαρχίας, ἧς ἄρχουσι, μνηστεύεσθαι· εἰ δὲ τοῦτο ποιήσουσιν, ἀπόλλουσι τοὺς ἀῤῥαβῶνας, οὓς δεδώκασιν.

19

pr.Ἐὰν εἷς τῶν μνηστευσαμένων τελευτήσῃ μηδὲν ἐμποδίσας τῷ γάμῳ, ἀναδίδοται ἀνελλιπῶς ὁ δοθεὶς ἀῤῥαβών. ὡς γάρ φησιν ἡ ε΄ διάτ. τοῦ παρόντος τί. καὶ ε΄ διάτ. τοῦ γ ' τί '. ἐὰν ἐμπόδιον ἐποίησε τῷ γάμῳ ὁ τελευτήσας, ζημιοῦται τὸ κατ᾿ αὐτὸν μέρος τοὺς ἀῤῥαβῶνας.

20

pr.Οἱ τῶν αἱρετικῶν παῖδες, ἐὰν γένωνται χριστιανοί, ἀναγκάζουσι τοὺς ἰδίους γονεῖς τρέφειν αὐτοὺς καὶ ἐνδύειν, καὶ προῖκα ἢ προγάμου δωρεάν ὑπὲρ αὐτῶν διδόναι κατὰ τὸ μέτρον τῆς οὐσίας αὐτῶν.

21

pr.Καὶ ἡ μὴ συναφθεῖσα τῷ ἀνδρὶ ἀλλ᾽ ἔτι παρθένος οὖσα πενθεῖν χρεωστεῖ τὸν ἄνδρα. τοῦτο νόησον ὡς ἐν γάμῳ τὴν γυναῖκα καὶ οὐχὶ ἐν μνηστείᾳ.

22

pr.Μνηστῆς πορνευθείσης δύναται ὁ ἀνὴρ μοιχείαν κατηγορεῖν.

23

pr.Μνηστείας μὴ γενομένης, κἂν ἐπερωτηθῶσι διδόναι προῖκα ὑπὲρ τῆς κόρης, τοῦτο μνηστείαν οὐ ποιεῖ, ὅτι ἀπὸ ψιλοῦ συμφώνου ἀγωγὴ οὐ τίκτεται.

24

pr.Σημείωσαι τὰ περὶ γάμων δεσμωτικὰ ἔγγραφα, εἰ μὲν παρὰ μόνων τῶν μελλόντων συναφθῆναι γεγόνασιν, εἰσὶν ἀνίσχυρα ὅσον εἰς τὸ ποινὴν ἐκ παραβασίας τούτων ἀπαιτηθῆναι. εἰ δὲ παρ᾽ ἑτέρων τινῶν, ἔχουσι τὸ ἰσχυρόν.

25

pr.Γίνωσκε δὲ ὅτι πολλάκις ἐζητήθη, εἰ δύναται ὁ δεσμωτικὰ τοιαῦτα περὶ γάμων θέμενος μετά τινος γυναικὸς ἔγγραφα ἢ τὴν παράνομον μνηστείαν, λαβεῖν ἑτέραν γυναῖκα καὶ εἰς πρεσβυτέρου τόπον ἀναχθῆναι. σὺ γοῦν εἰπὲ, ὡς εἰ μὲν τὸ πρόσωπον τὸ κατεγγυηθὲν τῷ θέλοντι ἱερωθῆναι μετὰ τὴν ἀθέτησιν τῶν δεσμωτικῶν ἐγγράφων ὑπερέβη τὸν ἕκτον χρόνον, οὐ παραχωρηθήσεται ὁ τὰ ἔγγραφα ἐκθέμενος ἢ καὶ τὴν παράνομον μνηστείαν ἑτέρᾳ συναφθῆναι γυναικὶ καὶ οὗτως ἱερωθῆναι, ὡς δίγαμος λογιζόμενος διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸ εἶναι δεκτικὴν ἔρωτος τὴν γυναῖκα. εἰ δὲ ἧττον τῶν ἓξ χρόνων ἦν τὸ τοιοῦτον πρόσωπον, ὅτε ἡ ἀθέτησις τῶν συμφώνων ἐγένετο, ἐνδυνάμως καὶ ἑτέρᾳ γυναικὶ ὁ τοιοῦτος συζευχθήσεται καὶ ἔκτοτε ἱερωθήσεται. κατασκεύασον δὲ ταῦτα καὶ ἀπὸ τῆς νεαρᾶς τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ, τῆς διοριζομένης ἀλύτους εἶναι τὰς μνηστείας ἐννόμους οὔσας. καὶ ἀνάγνωθι ταύτην καταστρωθεῖσαν εἰς τὸν δ΄ τίτλον.

26

pr.Λύεται ἡ μνηστεία, ἐὰν μετὰ ταύτην ἡ γυνὴ φωραθῇ ἐγκυμονοῦσα ἐκ προϋποδοχῆς ἀλλοτρίων σπερμάτων κατὰ τὴν φγ ' νεαρὰν τοῦ σοφοῦ βασιλέως κυροῦ λέοντος.

27

pr.Ἡ ἄλλῳ μνηστευθεῖσα καὶ ἄλλῳ γαμηθεῖσα μήπω τῆς μνηστείας διαλυθείσης ἀτιμοῦται, ἀλλὰ καὶ ἀπὸ τοῦ ςη΄ και νόνος τῆς ς ' συνόδου τῷ περὶ μοιχείας ἐγκλήματι ὑπόκειται.

28

pr.Ἐρώτησις. Ἐμνηστεύσατό τις κόρην οὐ μετὰ τῶν συνήθων ἱερῶν εὐχῶν, ἀλλὰ διὰ συναινέσεως μόνης καὶ συμβολαίων γραφῆς. ἔξεστιν αὐτῷ συζευχθῆναι τῇ αὐταδέλφῃ τῆς τοιαύτης κόρης ὡς τεθνηκυίας, ἢ οὔ;

29

pr.Ἕτερος δέ τις τὸν αὐτὸν τρόπον γυναῖκα μνηστευσάμενος ἄλλην ἠγάγετο, θανούσης ἐκείνης. ἆρα οὖν οὗτος ὡς δίγαμος λογισθήσεται, ἢ οὔ;

30

pr.Λύσις. Περὶ ὧν ἡ ἐρώτησις, ὁ μὲν πρῶτος, εἰ μὲν ἑπταετὴς ἦν ἡ κόρη ἢ ἐπέκεινα, ὁπότε κατὰ συναίνεσιν μόνην ἡ μέσον τούτων προέβη μνηστεία, κωλυθήσεται τὴν αὐταδέλφην αὐτῆς κατὰ τὸν νόμον εἰς γυναῖκα λαβεῖν, θανούσης δηλονότι ἐκείνης. εἰ δὲ ἔλαττον ἐτύγχανε τῶν ἑπτὰ, (ἐν τοιαύτῃ γὰρ ἡλικίᾳ οὐδὲ διὰ μόνης συναινέσεως μνηστεία ὅλως συνισταμένη ἐπιγινώσκεται,) ἀμέμπτως καὶ ἀκατηγορήτως αὐτῇ συζευχθήσεται. τοὺς χρονικοὺς γὰρ ὅρους τῶν νόμων οὔτε καινίζειν οὔτε ὑπερβαίνειν δυνάμεθα.

31

pr.Ὁ δέ γε δεύτερος, ἐπειδὴ τῇ συναινέσει τῆς μνηστείας ἡ συνήθης ἱεροτελεστία, ὡς ἡ ἀφήγησις, οὐκ ἐπηκολούθησεν, οὐδαμῶς ὡς δίγαμος λογισθήσεται. γάμον γὰρ οὐ λογοπραγία συνίστησιν, ἀλλ᾽ οὐδὲ φανερὰ ἢ λαθραία συνάφεια· πορνεία γάρ ἐστιν αὕτη· εὐχῶν δὲ ἱερῶν ἐπῳδαὶ καὶ τὰ ταύταις ἀκόλουθα. πῶς δὲ καὶ λογισθήσεται δίγαμος ἢ ὀνομασθήσεται ὁ μὴ γάμου πεπειραμένος τοιούτοις προνομίοις ἐγκοσμουμένου; καθόλου δὲ τὰ τῶν συναινέσεων μόνων ὡς ἐν κεφαλαίῳ εἰπεῖν ἐπί τε συστάσει μνηστείας καὶ ἐπὶ γάμου λύσει τὸ ἄπρακτον ἐκ τῶν διαληφθεισῶν νεαρῶν διατάξεων ἀπηνέγκαντο, εἰ καὶ ἐπὶ τῶν πρεσβυτέρων νομοθεσιῶν τὸ κράτος ἐκέκτηντο. 321. Κόρη τὶς πέμπτον ἄγουσα ἔτος τῆς ἐν ἀνηβότητι ἡλικίας μνηστεύεταί τινι ἀνδρὶ, ὃς καλῶς ποιῶν διὰ τὴν τῆς μνηστευθείσης ἀνηβότητα ἀφίσταται αὐτῆς. ἡ δὲ πάλιν ἐν τῷ ἑβδόμῳ χρόνῳ τῆς ἡλικίας αὐτῆς μνηστεύεται ἀνδρὶ ἑτέρῳ, ὃς δὴ πάλιν τὰ ἶσα τῷ προτέρῳ φρονήσας ἀποῤῥήγνυται αὐτῆς. εἶτα τί; τρισκαιδέκατον ἐλαύνουσα χρόνον βούλεται νομίμως ἀνδρὶ ἑτέρῳ συναφθῆναί τε καὶ ἱερολογηθῆναι. ταῦτα διηγηματικῶς ἐκθεὶς ἐζήτεις μαθεῖν, εἰ κεκώλυται ἢ μὴ κεκώλυται.

33

pr.Καὶ λέγομεν μὴ κεκωλύσθαι ταύτην, διά τε τὸ παρ᾿ ἡλικίαν μνηστευθῆναι, καὶ μὴ συναριθμεῖσθαι ὅλως τὰς τοιαύτας μνηστείας ταῖς ἐγνωσμέναις τῇ νεαρᾷ νομοθεσίᾳ μνη- στείαις, καὶ προσέτι δὲ διὰ τὸ τοὺς προηγησαμένους μνηστῆρας, εἴγε μνηστῆρας δεῖ καλεῖν τοὺς τὴν κλῆσιν διαψευσαμένους διὰ τὸ ἔκθεσμον, — δικαίως ἤδη διαστῆναι αὐτῆς. καίτοι εἰ καί τις ἐκείνων τῆς μνηστείας ἀντεποιεῖτο, ἱκανὸν / τῇ κόρῃ βοήθημα πρὸς ἀθέτησιν ἐκείνου τὸ μὴ δοκεῖν συναινεῖν διὰ τὴν ἀνηβότητα.

34

pr.Κόρη τὶς δ΄ ἢ ε΄ ἐτῶν κατηγγυήθη ἀνδρὶ, ὃς καὶ μὴ ἀναμείνας τὸν ἔνηβον αὐτῆς χρόνον ἑτέρᾳ συνεζύγη· ἡ δὲ κόρη τὴν ἔννομον φθάσασα ἡλικίαν ἀνδρὶ συνήφθη ἑτέρῳ, ὃς καὶ ἱερωθῆναι ζητήσας ἐπετράπη παρὰ τῆς συνόδου, μηδοπωσοῦν ἐμποδισάσης τῆς ἐν παντελεῖ ἀνηβότητι κατεγγυήσεως τῆς κόρης, ὡς εἴρηται.

35

pr.Ὁ πατὴρ τῆς ὑπεξουσίας δύναται πέμπειν διαζύγιον καὶ λύειν τὴν μνηστείαν. εἰ δὲ μετὰ τὴν μνηστείαν αὐτεξουσία γέγονεν ἡ θυγάτηρ, οὐ δύναται λοιπὸν ὁ πατὴρ τὴν ἤδη γενομένην καταλύειν μνηστείαν. ὅθεν κἄν τινα λόγῳ προικὸς ἐπιδέδωκεν ἐν τῇ τοιαύτῃ μνηστείᾳ, οὐδὲ ταῦτα ἀναλαμβάνεσθαι δύναται αὐτεξουσίας ὡς εἴρηται γενομένης τῆς κόρης. μετὰ γὰρ τὴν αὐτεξουσιότητα καὶ τελειότητα ἡ κόρη κατ᾿ οἰκείαν πράττουσα γνώμην καὶ τῷ μνηστευσαμένῳ συναπτομένη πρὸς γάμον προῖκα τὰ ἐπιδοθέντα ποιεῖ, καὶ ἀποπαύει τὸν πατέρα ταῦτα ἀναλαμβάνεσθαι.

36

pr.Συνίσταται μνηστεία ἐπὶ τοῖς ἐν πρώτῃ ἡλικίᾳ ἀπὸ ἑπταετοῦς χρόνου καὶ τῶν ἄνω ἔκ τε τῆς τῶν μνηστευομένων ἀρεσκείας καὶ τῆς ἐκ γονέων καὶ συγγενῶν αὐτῶν συναινέσεως, ἐὰν οἱ συναλλάσσοντες νομίμως συναλλάσσωσι καὶ μὴ ὦσιν ἐκ τῶν κεκωλυμένων, τουτέστι δι᾽ ἀῤῥαβώνων ἢ ὑποβόλων ἢ δι᾽ ἐγγράφων. εἰ δὲ δόξει τὸν διδόντα τὸν ἀῤῥαβῶνα διαστρέψαι καὶ μὴ συναλλάξαι, ἀπόλλει αὐτὸν τὸν ἀῤῥαβῶνα. εἰ δὲ τῆς κόρης τὸ μέρος θελήσει διαστρέψαι, τὸ αὐτὸ μέτρον, ὅπερ ἐκεῖνος ἐγγράφως ὡμολόγησε, παρεχέτω τῷ μνηστευσαμένῳ μετὰ καὶ τῆς παρ᾽ αὐτοῦ γενομένης ὁμολογίας καὶ ἀπαλ λασσέτω '.

37

pr.Εἰ δέ τις ἁρμόσηται κόρην καὶ ἴσως διὰ μύσος ἢ τρόπον οἱονδήποτε ὑπερτίθεται ποιῆσαι τὸν γάμον, ἕως δύο ἐτῶν ὑποκεῖσθαι τὴν κόρην ἐκδέχεσθαι αὐτόν· καὶ μετὰ τοῦτο ἵνα διαμαρτύρηται αὐτὸν τὸ μέρος τῆς κόρης τοῦ ποιῆσαι τὸν γάμον, καὶ εἰ μὲν καταδέξηται, [καλῶς εἶναι·] ἐπείτοιγε ἄδειαν ἔχειν τὴν κόρην συζευχθῆναι ᾧτινι βούλεται, ἐγκρατοῦσαν καὶ ἅπερ ἔλαβεν ἐκ τοῦ μνηστευθέντος αὐτῇ.

38

pr.Εἰ δὲ εἰσι παῖδες μὴ ἔχοντες γονεῖς εἴτε ἄῤῥην εἴτε θήλεια, καὶ ἐξ ὑποβολῆς τινων ἐποίησαν μνηστείαν καὶ ὕστερον μετενόησαν, ἕως τοῦ ιε΄ετοῦς χρόνου ἄδειαν ἔχειν ἀναλύσαι τὸ συνάλλαγμα ἀζημίως, ὡς ὀρφανῶν αὐτῶν ὄντων καὶ μὴ γινωσκόντων τὰ συμφέροντα αὐτοῖς. εἰ δὲ εἰς ἡλικίαν ἔλθωσιν, ὡς φρόνησιν ἔχοντες, εἴ τι ποιήσουσιν, οὐκ ἔχουσιν ἄδειαν τοῦ λοιποῦ διαστρέψαι.