IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.0

Abrir no leitor do IusCommune →

1

pr.Λέοντος ' κωνσταντίνου καὶ βασιλείου, τῶν σοφῶν φιλευσεβῶν βασιλέων, ἀπὸ τῶν ἰνστιτούτων, τῶν διγέστων, τοῦ κώδικος, τῶν νεαρῶν τοῦ μεγάλου ἰουστινιανοῦ διατάξεων ἐκλογὴ τῶν νόμων καὶ ἐπιδιόρθωσις ἐκτεθεῖσα εἰς τὸ φιλανθρωπότερον ἐν μηνὶ μαρτίῳ ἰνδ. θ ' ἀπὸ κτίσεως κόσμου ἔτει ζσμζ΄.

2

pr.Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος αὐτοκράτορες καίσαρες βασίλειος, κωνσταντῖνος καὶ λέων, νικηταὶ, τροπαιοῦχοι, εὐσεβεῖς, ἀεισέβαστοι, πιστοὶ, αὔγουστοι. Τὸν μέγαν φύσει καὶ ἀληθῆ θεὸν καὶ σωτῆρα ἡμῶν ἰησοῦν χριστὸν διὰ παντὸς ἐπικαλούμενοι σπουδὴν ἐμμελῆ καὶ πόθον ἐγκάρδιον ἔχομεν, ὡς ἂν τὰ πρὸς ὠφέλειαν καὶ λυσιτέλειαν τῶν παρὰ θεοῦ πεπιστευμένων ἡμῖν ὑπηκόων καθεκάστην ἐφευρίσκωμεν, καὶ μάλιστα ἐν οἷς τὸ θεῖον θεραπεύεται, ὧν πάντων ἐστὶ πρῶτον καὶ μέγιστον ἡ δικαιοσύνη, δί᾽ ἣν ἔθνος ὑψοῦται κατὰ τὸν σοφὸν σολομῶντα· δικαιοσύνη γάρ φησιν ὑψοῖ ἔθνος, ὡς δι᾽ αὐτῆς πρόῤῥιζον πάσης ἀδικίας ἐξαιρουμένης κατὰ τὸν ἅγιον ἠσαΐαν· παύσασθε γάρ φησιν ἀπὸ τῶν πονηριῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν· ἐκζητήσατε κρίσιν· ῥύσασθε ἀδικούμενον· κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος· εἶτα τὸ ἔπαθλον· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χίονα λευκανῶ, καὶ ὅσα ἑξῆς· οὐδενὶ γὰρ οὕτω θεὸς θεραπεύεται ὡς δικαιοκρισίᾳ κατὰ τὸν αὐτόν· ἀπαριθμησάμενος γὰρ νη στείαν καὶ ταπείνωσιν ψυχῆς ἐπήγαγεν· οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας· διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων· ἐπεὶ καὶ νόμον εἰς βοήθειαν ἔδωκεν, ὃν εἴ τις τοῦ ἀνθρωπίνου βίου ἀφέληται, ἔσται πτωχὸς εἰς ἁρπαγὴν καὶ χήρα εἰς προνομὴν, καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Τοιγαροῦν καὶ ἡμεῖς, ἵνα τὰ καθ'᾽ ἕκαστον, ὅσα τῇ θείᾳ γραφῇ διηγόρευται περὶ τῶν νόμων, παραδραμόντες τῆς συντομίας φροντίσωμεν, τὴν ἐπ᾿ αὐτῶν ὠφέλειαν ἰδόντες, ὅση τῷ ὄντι τοῖς ἀνθρώποις ἐγγίνηται, ὡς πάντων ἡμῶν τῶν πραγμάτων ἀρχήν τε καὶ τέλος τὸν θεὸν ποιούμενοι, τὸ περὶ τοὺς νόμους ἔργον σπουδαίως ἐπιδέξασθαι προεθυμήθημεν. καὶ γὰρ διὰ τὸ ἄπειρα εἶναι τὰ συμβαίνοντα εἰς πλῆθος ἄπειρον ἡ τῶν νόμων γραφὴ ἐλήλακε, καὶ ὄκνον ἐνεποίει τοῖς πολλοῖς, διότι τινὲς μὲν τὰ πλεῖστα πρὸς τὸ σαφέστερον ἤγαγον, ἄλλοι δὲ καί τινα τῆς προσηκούσης ἠξίωσαν διορθώσεως, τινὰ δὲ καὶ σιγῇ καθυπέβαλον. ἔδοξεν οὖν ἡμῖν λυσιτελές τι περὶ τούτων φροντίσαι, καὶ ἐγκύψαι εἰς τὸ πλῆθος τῶν νόμων, καὶ ἐξ ἑκάστου βιβλίου τὰ χρειώδη καὶ ζητούμενα ἀναλέξασθαι, καὶ κεφαλαιωδῶς ἐν τῷδε τῷ προχείρῳ νόμῳ ἐγγράψαι· καὶ τὸ μὲν πλάτος εἰς συμμετρίαν περιεστείλαμεν, τῶν δὲ ῥωμαϊκῶν λέξεων τὴν συνθήκην εἰς τὴν ἑλλάδα γλῶσσαν μετεποιήσαμεν, τῶν τε παραπεποιημένων νομίμων καινισμὸν ἐθέμεθα, καί τινα δεόμενα διορθώσεως πρὸς κρείττονα λυσιτέλειαν ἠγάγομεν· ἔτι δὲ καὶ περὶ ὧν οὐκ ἐγέγραπτο νόμος καινὴν ποιήσασθαι νομοθεσίαν ἐσπεύσαμεν, ὡς ἂν μετὰ τοῦ σαφοῦς καὶ συμμέτρου ἔχῃ καὶ τὸ ἀνελλιπές. καὶ ταῦτα ἀναλεξάμενοι ἐν ὅλοις τεσσαράκοντα τίτλοις τῆς νομοθεσίας διάκρισιν πεποιήκαμεν. εἰ δέ τι ἐλλιπὲς ἔχει, καὶ γὰρ ἀδύνατον ἀπείρων βιβλίων νοῦν ἐν βραχεῖ περιληφθῆναι, — ἐγκυπτέτω ὁ φιλοπόνος ἐν τῇ ἀνακαθάρσει τοῦ πλάτους, ἢ παρ ' ἡμῶν πεφιλοτίμηται, καὶ τοῦ ζητουμένου τὴν γνῶσιν μανθανέτω. Ἐπεὶ δὲ καί τινι τῶν πρὸ ἡμῶν βασιλέων τοιοῦτό τι γέγονεν, εἴποι ἄν τις, ὅτου χάριν μὴ ἐκείνῃ τῇ συντομίᾳ καὶ αὐτοὶ ἐστοιχήσαμεν. εἰδέναι οὖν χρὴ, ὡς οὐκ ἐκλογὴ μᾶλλον ἢ ἀνατροπὴ ὁ καλούμενός ἐστιν ἐγχειρίδιος τῶν καλῶς νομοθετηθέντων κατὰ βούλησιν τοῦ ἐκλεξαμένου, ὅπερ τῇ τε πολιτείν ἦν ἀλυσιτελὲς καὶ τὸ φυλάττειν παράλογον. τίς γὰρ ἂν τῶν εὐφρονούντων δίκαιον κρίνοι μεμνῆσθαι νόμου τοῦ τοσαύτην ἀνατροπὴν ἐργασαμένου νομοθεσιῶν εὐσεβῶν; διὸ ἀποτρόπαιος ἔδοξε καὶ τοῖς πρὸ ἡμῶν ὁ ἐγχειρίδιος, οὐχ ὅλος μέντοιγε ὁλικῶς, ἀλλ᾽ ὅσος᾽ ὤφειλεν. ὁ δέ γε νῦν παρ᾽ ἡμῶν συνταχθεὶς εἰς τε στάσιν τῶν καλῶς νομοθετηθέντων καὶ εὐχέρειαν τῆς αὐτῶν γνώσεως ἐπινενόηται. Εἰδέναι δὲ χρὴ, ὡς τὴν προμνημονευθεῖσαν ποιούμενοι ἀνακάθαρσιν, ἐν ἑνὶ τεύχει τὰ ἀνῃρημένα ἅπαντα συντεθείκαμεν, ὡς ἂν δήλη πᾶσιν ἡ τούτων ἀργία γνωρίζοιτο· τὰ μέντοι τῶν παλαιῶν νόμων ἐν τῷ οἰκείῳ σχήματι μένοντα ἐν ἑξήκοντα βιβλίοις καθυπετάξαμεν, τοῖς βουλομένοις τὴν τούτων γνῶσιν ἐκ τοῦ πλάτους σπουδῇ ἀναλέγεσθαι καταλιπόντες. Τῆς μέντοι παρούσης προχείρου πραγματείας ᾿ἀρχὴ τέθειται, ὁπόθεν καὶ ἡ καθ᾽ ἡμᾶς φύσις τὴν ἀρχὴν εἴληφεν.