JGR VI 1.10
Περὶ ἐκδικήσεως προικὸς καὶ τῶν βαρῶν αὐτῆς.
Abrir no leitor do IusCommune →1
pr.Συνεστῶτος τοῦ γάμου, ἐὰν ἡ προὶξ κατείχετο παρὰ τοῦ πενθεροῦ ἤ τινος, τῇ μὴ ἀπολλυούσῃ γαμετῇ δύναται ἡ προὶξ ἐκ τούτων καταβαλέσθαι τῶν αἰτιῶν· οἷον ἵνα αὑτὴν καὶ τοὺς ἰδίους θρέψῃ, ἵνα ἀγρὸν ἐπιτήδειον ἀγοράσῃ, ἵνα τὸν ἐξόριστον πατέρα θρέψῃ, ἢ τὸν ἄνδρα ἢ τοὺς ἀδελφοὺς πενομένους.
2
pr.Ὁ ἀνὴρ ἐπιτρέπων ἑτέρῳ τινὶ δοθῆναι τὴν προῖκα, αὐτὸς πιστεύεται αὐτὴν εἰληφέναι.
3
pr.Ὁ ἀνὴρ καὶ ἄπορος ὢν πᾶσαν τὴν προῖκα χρεωστεῖ.
4
pr.Ὁ πενθερὸς ὑπὸ τοῦ γαμβροῦ καὶ ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς ἀπαιτούμενοι ἣν ἐπερωτήθησαν προῖκα, πρὸς τὸ μέτρον τῆς αὐτῶν οὐσίας καταδικάζονται.
5
pr.Ὁ ἐπερωτηθεὶς τῷ γαμβρῷ αὐτοῦ προῖκα, καὶ πρὸ τοῦ ἐπιδοῦναι ταύτην ληγάτον εἶναι αὐτὴν τῇ θυγατρὶ αὐτοῦ διαθέμενος, οὐ ποιεῖ τοῖς δυσὶν ἔνοχον τὸν ἴδιον κληρονόμον, ἀλλ᾽ εἷς μόνος ἀπαιτεῖ, εἴτε ὁ γαμβὸς εἴτε ἡ θυγάτηρ, ὃς ἐὰν συναρέσῃ αὐτοῖς.
6
pr.Ἐὰν συμφωνηθῇ ἐξ ἀπαιδίας τὸν ἄνδρα κερδάναι τὴν προῖκα, καὶ ναυαγήσῃ ἡ γυνὴ μετὰ ἐνιαυσιαίου παιδίου, δοκεῖ προτελευτᾷν τῆς μητρὸς ὁ παῖς, καὶ κερδαίνει ὁ ἀνήρ΄.
7
pr.Ἐὰν ἡ γυνὴ κατὰ ἀψιμαχίαν λαβοῦσα τοὺς παῖδας ὑπαναχωρήσῃ τοῦ ἀνδρὸς, ὁ δὲ ὥσπερ ἀγοράζων τὴν φιλίαν αὐτῆς συμφωνήσῃ μὴ ἀπαιτῆσαι τὴν προῖκα εἴγε πρὸς αὐτὸν ὑποστρέψῃ, οὐκ ἔῤῥωται ἡ τοιαύτη συμφωνία.
8
pr.Ἐάν τις συνεφώνησε πρὸς τὸν πενθερὸν, ἵνα, ἐὰν συμβῇ αὐτὸν ἐν τῷ γάμῳ τελευτῆσαι παίδων ὑπόντων, τὸ ἥμισυ τῆς προικὸς μόνον ἀποδοθῇ, ἄχρηστόν ἐστι τὸ συμφωνηθέν '.
9
pr.Ἐὰν ὁ ἀνὴρ συμφωνήσῃ πρὸς τὴν γυναῖκα, ἵνα τελευτῶσαν αὐτὴν κληρονομήσῃ, τὸ σύμφωνον τοῦτο ἄχρηστόν ἐστιν. οὐδὲ γὰρ δυνατὸν διὰ συμφώνου τυποῦσθαι τὰ περὶ τῆς ἡμετέρας κληρονομίας· ἐξωτικὸς γὰρ ἄνθρωπος διαθήκης χωρὶς ἕτερον οὐ δύναται κληρονομῆσαι. ἡ γὰρ κληρονομία τοῖς ἐξωτικοῖς ἐν διαθήκῃ δίδοται.
10
pr.Ἐὰν γένηται σύμφωνον, ἵνα προτελευτώσης τῆς γυναικὸς ἡ προὶξ ἀπομείνῃ παρὰ τῷ ἀνδρὶ, ἐὰν παρὰ τοῦ πατρὸς δεδομένη ἐστὶν ἡ προὶξ, ἔῤῥωται τὸ σύμφωνον καὶ ἀποκλείεται ὁ πατήρ. δυνατὸν γὰρ βλάπτεσθαι ἀπὸ συμφώνου τὴν προῖκα ὅτε μόνος ὁ πατὴρ μέλλει περὶ αὐτῆς ἐνάγειν.
11
pr.Ἡ γυνὴ τοῦ γάμου συνεστῶτος ἐν ἀπορίᾳ τοῦ ἀνδρὸς τὰ ὑποκείμενα πράγματα τοῦ ἀνδρὸς ὑπὲρ τῆς προγάμου δωρεᾶς καὶ τῆς προικὸς καὶ τῶν ἐξωπροίκων ἐκδικήσασα ἤγουν κατέχουσα οὐ δύναται ταῦτα ἐκποιεῖν, ἀλλ᾽ ἐξ αὐτῶν ἀναγκά ζεταὶ καὶ τὸν ἄνδρα καὶ τοὺς παῖδας ἀποτρέφειν.
12
pr.Ἐὰν ἐνεγράφη μὲν ἐν τῷ προικῴῳ συμβολαίῳ ποσότης προικὸς, μὴ ἐπεδόθη δὲ, ἔξεστι τῷ ἀνδρὶ καὶ τοῖς κληρονόμοις αὐτοῦ καὶ τῷ τοῦ ἀνδρὸς πατρὶ καὶ τοῖς λοιποῖς κληρονόμοις αὐτοῦ καὶ ἁπλῶς παντὶ προσώπῳ τὴν προῖκα αἰτουμένῳ ἀντιτιθέναι τῇ γυναικὶ καὶ τοῖς αὐτῆς κληρονόμοις ἀναργυρίαν εἴσω ἐνιαυτοῦ ἀριθμουμένου συναπτῶς μετὰ τὴν λύσιν τοῦ γάμου.
13
pr.Δύναται ὁ ἀνὴρ εἴσω δεκαετίας ἐπιμέμφεσθαι καὶ λέγειν μὴ ἐπιδοθῆναι αὐτῷ τὴν συμπεφωνημένην καὶ ἣν ἐχειρογράφησε προῖκα, μετὰ δὲ δεκαετίαν οὐδαμῶς. τοῖς δὲ κληρονόμοις αὐτοῦ ἐνιαυτὸς εἰς τὸ τὴν ἀναργυρίαν ἀντιτιθέναι. ἐὰν δ᾽ εὑρεθῶσι τὰ πράγματα πρὸς εἶδος ἐν τῇ ἀποληπτικῇ τῆς προικὸς, οὐδόλως δέχεται ἡ τῆς ἀναργυρίας παραγραφή.
14
pr.Περὶ τῆς προικὸς λεγομένης ἀναργυρίας ἑτέρως ἡ ρ ' νεαρὰ διαλαμβάνει, κελεύουσα, εἰ μὲν εἴσω διετίας ὁ γάμος διαλυθείη ἢ θανάτῳ ἢ ῥεπουδίῳ ἤτοι ἐν ζωῇ διαλύσει, ἔχειν καὶ τὸν ἄνδρα καὶ τοὺς αὐτοῦ κληρονόμους τέλειον ἐνιαυτὸν ἀριθμούμενον συναπτῶς ἀπὸ τῆς τοῦ γάμου λύσεως εἰς τὸ μέμψασθαι τοῖς ὑποσχομένοις τὴν προῖκα, ὅτι οὐκ ἐπέδωκαν αὐτήν· εἰ δὲ ὑπερβὰς τὴν διετίαν ὁ γάμος μέχρι δεκαετίας διαλυθῇ, τότε καὶ ὁ ἀνὴρ καὶ οἱ κληρονόμοι αὐτοῦ τρίμηνον ἄλλο μετὰ τὴν λύσιν τοῦ γάμου λαμβάνουσιν· εἰ δὲ ὑπερβῇ ἡ δεκαετία, οὔτε ὁ ἀνὴρ οὔτε οἱ κληρονόμοι αὐτοῦ ἕτερόν τινα χρόνον λαμβάνουσιν. μέμψιν δέ φησιν οὐ τὴν ἁπλῶς καὶ ὡς ἔτυχεν γενομένην, ἀλλὰ τὴν ἢ ἐγγράφως ἐπὶ μαρτύρων τελουμένην ἢ ἐν δικαστηρίῳ γενομένην ἔγκλησιν. καὶ ταῦτα μὲν, εἴγε καὶ ὁ ἀνὴρ τέλειός ἐστιν καὶ οἱ αὐτοῦ κληρονόμοι. εἰ γὰρ εἴτε ὁ ἀνήρ ἐστιν ἀφῆλιξ, μέχρι τοῦ κζ ' ἐνιαυτοῦ δύναται μόνον σιωπήσας κινεῖν, ὃν ὑπερβὰς ἔφ᾽ ὅλον σεσιγηκὼς μετὰ τῶν αὐτοῦ κληρονόμων ἀποκλείεται· εἴτε οἱ κληρονόμοι τοῦ ἀνδρός εἰσιν ἀφήλικες, ἡνίκα ἢ τὸν ἐνιαυτὸν ἢ τὸ τρίμηνον λαμβάνωσιν, ὅσου ἄν ὦσι χρόνου ὀλίγου, πενταετίαν ἔχουσι μόνην. εἴσω δὲ τοῦ κζ ' ἐνιαυτοῦ τελευτῶντος τοῦ ἀφήλικος ἀνδρὸς καὶ κατὰ μηδὲν μεμψαμένου, τέλειον ἐνιαυτὸν οἱ αὐτοῦ κληρονόμοι λαμβάνουσι τέλειοι ὄντες· εἰ δὲ καὶ αὐτοὶ ὦσιν ἀτελεῖς πάνυ, πάλιν τὴν πενταετίαν κἀνταῦθα. ἐν κεφαλαίῳ οὖν ἔστιν εἰπεῖν, ὅτι διετίας εἴσω τοῦ γάμου διαλυθέντος καὶ τοῦ ἀνδρὸς σεσιγηκότος καὶ μηδὲν μεμψαμένου κατὰ τὸν χρόνον τῆς διετίας καὶ λαμβάνοντος μετὰ τὴν λύσιν τὸν ἐνιαυτὸν καὶ μηδὲ κατὰ τοῦτον ἐνάγοντος, ἢ τῶν αὐτοῦ κληρονόμων τὸν ἐνιαυτὸν λαμβανόντων καὶ μηδὲ αὐτῶν κατὰ τοῦτον ἐναγόντων, ἢ τοῦ γάμου μέχρι δικαετίας λυομένου καὶ κατὰ πάντα τοῦτον τὸν χρόνον σιγῶντος τοῦ ἀνδρὸς καὶ ἐν τῷ τριμήνῳ αὐτοῦ τε καὶ τῶν αὐτοῦ κληρονόμων οὐ μεμφομένων καὶ ἁπλῶς ἐπὶ τοῖς προτεθειμένοις διὰ τὴν ἀνηλικιότητα αὐτῶν, καθάπερ εἴρηται, χρόνοις οὔτε ἐγγράφως μεμψαμένων καὶ πρόσφωνησάντων τοῖς ὑποσχομένοις τὴν προῖκα, ὅτι οὐκ ἀπέδωκαν αὐτοῖς, οὔτε μὴν ἐν δικαστηρίῳ ἐναγωγὴν ποιησαμένων· οὔτε ὁ ἀνὴρ μετὰ ταῦτα οὔτε οἱ κληρονόμοι αὐτοῦ δύνανται τὴν οἱανοῦν κίνησιν ποιεῖσθαι κατὰ τῶν χρεωστούντων τὴν προῖκα, ἀλλ᾽ αὐτοὶ ὡς εἰληφότες αὐτὴν χρεωστοῦσι τῇ γυναικὶ καὶ ταύτην ἀναδιδόασιν. καὶ ταῦτα οὐχ ὡς δοκεῖ τοῖς πολλοῖς ἁπλῶς ἀεὶ καὶ ἀπροσδιορίστως, ἀλλ᾽ ὡς ὑπεμφαίνει ἡ νεαρὰ, ἢ περιόντος τοῦ ὑποσχομένου καὶ φάσκοντος ἐπιδεδωκέναι, ἢ τελευτήσαντος καὶ ἀδήλου ὄντος, εἴτε ἔδωκεν εἴτε οὐκ ἔδωκεν, τὰ εἰρημένα τρακταΐζεται· τότε γὰρ ἡ χρονία σιγὴ τοῦ ἀνδρὸς τῶν ὑποσχομένων αὐτῷ τὴν προῖκα τὴν εὐπορίαν τῶν ἀποδείξεων, ὡς φησιν ἡ νεαρὰ, διαχέουσα ὑπεύθυνον αὐτὸν καὶ τὸ αὐτοῦ μέρος τῇ γυναικὶ ἀπεργάζεται. εἰ γὰρ ἄλλως ὁμολογούμενον εἴη, τυχὸν αὐτοῦ τοῦ ὑποσχομένου ὁμολογοῦντος, ὅτι οὐδέπω τὴν προῖκα ἀπέδωκα, πῶς ἂν εἴη δίκαιον, ὡς τινές φασι, μὴ τὸν ὑποσχόμενον καὶ ταῦτα εὐποροῦντα, κἂν ὁπόσος ἂν ῥυῇ χρόνος, ἀπαιτηθῆναι τὴν προῖκα, ἀλλὰ τὸν μηδὲ λαβόντα ἄνδρα, εἰ τυχὸν δι᾽ ἐπιείκειαν καὶ τὴν περὶ τοὺς γονεῖς εὐλάβειαν ἐσιώπησε, ταύτην εἰσπράττεσθαι; εἰ μέντοι ἐν τῷ μεταξὺ ὁ ὑποσχόμενος ἀπορήσειεν, ἐστὶν ἕτερος νόμος περὶ αὐτοῦ.
15
pr.Ἐπὶ τούτοις ζητεῖται, εἰ καταδικαζόμενος ὁ ἀνὴρ δοῦναι τὴν προῖκα καὶ προγάμου δωρεὰν ἀναγκασθείη δοῦναι.
16
pr.Ἐστὶ τὸ μὲν ἐνταῦθα κεφάλαιον ἐκ τῆς νεαρᾶς εἰς τινα παραλλάττον, τὸ δὲ ἄλλο τοῦ δ΄ βι. τοῦ κώδ. ὃ παντελῶς ἀνῃρέθη. κατὰ τὸν κώδικα γὰρ ὅσος ἂν παραδράμῃ χρόνος ἐν συνεστῶτι τῷ γάμῳ, πάλιν μετὰ τὴν λύσιν ἕτερος ἐδίδοτο ἐνιαυτός. ταῦτα οὖν καινίζουσα ἡ νεαρὰ τὴν εἰρημένην τῶν χρόνων ποσότητα καὶ διαίρεσιν ἐποιήσατο καὶ συνέταξεν.
17
pr.Τῆς προικὸς μὴ ἐπιδοθείσης ἐν συνεστῶτι τῷ γάμῳ, εἰ μὲν πρὸ τριετίας τελευτήσει ὁ ἀνὴρ, οὐδεμίαν μέμψιν ἔσχε μὴ ἐπιζητήσας τὴν προῖκα· εἰ δὲ ἐπέζησε τῷ γάμῳ ἐνήλικος ὢν ἕως δεκαετίας, αὐτὸς ὑπόκειται ἐκ τῶν ἰδίων καὶ ὅθεν δύναται πληροῦν τῇ γυναικὶ τὴν προῖκα. εἰ δ᾽ ἀνήλικος ᾖ ἐν συνεστῶτι τῷ γάμῳ, μετὰ τὴν ἐνηλικιότητα ἐχέτω δεκαετίαν, καὶ εἰ μηδὲ τότε ἀπαιτήσει τὴν προῖκα, πάλιν αὐτὸς ὑποκείσθω τῇ γυναικί· εἰ δὲ μήτε κατὰ τὴν δεκαετίαν ἐν ὅλῃ τῇ συστάσει τοῦ γάμου ἐνήλικος ὢν, [μήτε] μετὰ τὴν ἐνηλικιότητα καὶ τὴν προσθήκην τῆς δεκαετίας μηδὲν ἀπαιτήσας τελευτήσει, πρὸς τοὺς κληρονόμους αὐτοῦ ἔστω ἡ ζημία· ἐλλιποῦς δὲ τοῦ χρόνου ὄντος εἴτε τοῦ ἀπὸ τῆς ἀρχῆς τοῦ γάμου ἐνήλικος ὄντος εἴτε τοῦ ἀπὸ τῆς ἀνηλικιότητος προκόψαντος εἰς τὸν ἐνήλικον χρόνον, συμπληρούσθωσαν μετὰ θάνατον αὐτοῦ οἱ εἰρημένοι χρόνοι, καὶ τότε οἱ κληρονόμοι αὐτοῦ, εἰ μὲν ἐνήλικοί εἰσι, τριμήνου διάσκεψιν λαβόντες καταβαλλέτωσαν τῇ γυναικὶ τὴν προῖκα· εἰ δὲ ἀνήλικοί εἰσι, τελειούμενοι καὶ αὐτοὶ κατὰ τὴν ἡλικίαν ἐχέτωσαν πρὸς διάσκεψιν διετίας χρόνον, καὶ εἶθ᾽ οὕτως χρεῶσται καὶ ὑποκείμενοι διδόναι τὴν προῖκα τῇ γυναικὶ καταλογιζέσθωσαν.
18
pr.Εἰ συναφθεῖέν τινες ἀλλήλοις ἐπὶ προικὸς καὶ προγαμιαίας δωρεᾶς συμβολαίοις, εἶτα φανῇ παρ᾽ ὅλον τὸν τοῦ γάμου καιρὸν ἡ προὶξ μὴ δοθεῖσα τῷ συνοικήσαντι, ἀλλὰ ἀνασχόμενος ἐκεῖνος τῶν τοῦ γάμου βαρῶν, καὶ ὁ γάμος θανάτῳ τοῦ ἀνδρὸς διαλυθείη· οὐκ ἂν εἴη δικαία παντελῶς ἡ γυνὴ προῖκα μὴ δοῦσα τῷ συνοικήσαντι τὴν προγαμιαίαν λαβεῖν δωρεάν. εἰ δὲ καὶ μὴ εἰς ὁλόκληρον δοίη, καὶ αὐτὴ κατὰ τοσοῦτον ἀπαιτείτω τὴν δωρεάν, καθ᾽ ὅσον ἐπιδοίη τὴν προῖκα. ἰσότητος γάρ ἐσμεν καὶ δικαιοσύνης ἐρασταὶ, καὶ ταύτην ἐν ἅπασί τε τοῖς ἄλλοις καὶ πρός γε τοῖς συνοικεσίοις αἱρούμεθα κρατεῖν, ὥστε ἡ μηδ᾽ ὁτιοῦν ἐπιδοῦσα μηδ᾽ ὁτιοῦν λαμβανέτω. εἰ δὲ ἡ μὲν δοῦναι βουληθῇ τὴν προῖκα ἢ ὁ ὑπὲρ ταύτης παρεχόμενος αὐτὴν ἢ ὅστις ποτ᾽ ἂν εἴη, ὁ δὲ ἀνὴρ ἢ ὁ τούτου πατὴρ τυχὸν ἢ ὁ πάππος μὴ ὑποδέξασθαι αὐτὴν βουληθῇ, τὸ δὲ τῆς γυναικὸς ἐκμαρτύρεται μέρος καὶ ἑτοίμως ἔχει ταύτην καταβαλεῖν, ἢ καί τι μεῖζον πράξειε καὶ προσαγάγοι τυχὸν, καὶ εἴγε κινητὴ καθεστήκοι καὶ σφραγίδας ἐπιθείη καὶ κατὰ τὸν νόμον ἀπόθοιτο, ἢ καὶ κατὰ μίαν μοῖραν εἰσβάλλων εἰς δικαστήριον ἀξιοῖ ταῦτα γενέσθαι, καὶ διαβάντες ἐκ τοῦ δικαστικοῦ τινες ἀπήγγειλαν ταῦτα πρὸς τὸ τοῦ ἀνδρὸς μέρος, ἐπιμείνοι δὲ καὶ οὕτως ἀναβαλλόμενον, μὴ δύνασθαι διαλυθέντος τοῦ γάμου τὴν τῆς προγαμιαίας δωρεᾶς ἔκτισιν ἐκκλίνειν ὡς δὴ προικὸς οὐκ ἐπιδοθείσης· ὁ γὰρ δοῦναι βουληθεὶς, ἐν ᾧ τὴν λῆψιν ὁ λαμβάνειν ἠξιωμένος παραιτεῖται, παραπλησιός ἐστι τῷ δεδωκότι '.
19
pr.Δύο προικῶν ὑπό τινος χρεωστουμένων τὰ μὲν ἐξ αὐτῶν φαινόμενα πράγματα ἐκδικεῖται ὑπὸ τῶν τεχθέντων ἐκ τοῦ αὐτοῦ γάμου. εἰς δὲ τὰ μὴ φαινόμενα ἔχει προγενεσίαν ἡ πρώτη προὶξ ἀπαιτουμένη ὑπό τε τῆς γυναικὸς καὶ ὑπὸ τῶν κατιόντων αὐτῆς ἑκατέρας φύσεως.
20
pr.Πρώτης καὶ δευτέρας προικὸς ἀπαιτουμένης ὑπὸ τῆς γυναικὸς καὶ τῶν λοιπῶν κληρονόμων νικᾷ ἡ πρώτη εἰς τὸ λαβεῖν τὸ ἱκανόν. ἐπὶ δὲ τῶν φαινομένων πραγμάτων καὶ γνωριζομένων ἑκάστη προτιμᾶται κατὰ τοῦ μέρους τοῦ προσάγοντος ἕτερον.
21
pr.Ὅταν περὶ κέρδους ἀγωνίζωνταί τινες, προτιμᾶται ὁ περὶ τὸ κέρδος τῷ χρόνῳ πρωτεύων ἤγουν περὶ τὸν τόκον. ὑπέξελόν μοι ἐνταῦθα τὴν τῆς προικὸς ἀγωγήν.
22
pr.Ἡ γυνὴ προτιμάσθω περὶ τὴν προῖκα τῶν προτέρων δανειστῶν τοῦ ἀνδρός '.
23
pr.Οὐ προτιμᾶται δὲ ἡ γυνὴ τῶν προτέρων δανειστῶν περὶ τὴν προγάμου δωρεάν.
24
pr.Ἡ γυνὴ προτιμᾶται περὶ τὴν προῖκα τοῦ δημοσίου χρέους, εἰ μήπω προγενέστερον ὑπῆρχεν.
25
pr.Ἡ γυνὴ περὶ τὴν προγάμου δωρεὰν οὔτε τοῦ δημοσίου χρέους, κἂν μεταγενέστερον ᾖ, οὔτε τῶν προτέρων δανειστῶν τοῦ ἀνδρὸς προτιμᾶται, ἀλλὰ μόνον τῶν μεταγενεστέρων.
26
pr.Παντὸς χρέους, δημοσίου μὲν τοῦ μεταγενεστέρου μόνον, ἰδιωτικοῦ δὲ καὶ τοῦ προγενεστέρου καὶ τοῦ μεταγενεστέρου, καὶ πάσης ὑποσχέσως καὶ ἐνοχῆς τὴν γυναῖκα ζητοῦσαν τὴν προῖκα ἰσχυροτέραν εἶναι νομίζομεν. καὶ εἰ συμβῇ τὰ τοῦ ἀνδρὸς ἀπό τινος ὀργῆς βασιλικῆς ὡς πολλάκις συμβαίνει ἢ τῷ τῆς καθωσιώσεως ἁμαρτήματι διαταραχθῆναι καὶ διαφθαρῆναι, τῇ γυναικὶ τὴν προῖκα κελεύομεν δοθῆναι, καὶ εἶθ᾽ οὕτω τὰ λοιπὰ, ὡς τῷ δημοσίῳ ἔξεστι, διοικηθήτω.
27
pr.Ἡ κεχρεωστημένη προὶξ προτιμᾶται ὅλων τῶν δανειστῶν τοῦ ἀνδρός. ὅμως ἐάν τις δανείσῃ ἐπὶ τῷ τὸν ἄνδρα ἢ τοὺς παῖδας αὐτῆς στρατευθῆναι, καὶ συνεφώνησιν ἔγγραφον, ὥστε κυριώτερον αὐτὸν εἶναι τῆς προικὸς, κάσσου τινὸς συμβάντος τουτέστιν ἀτυχήματος, προτιμᾶται ὁ τοιοῦτος τῆς προικὸς, ἐὰν ὅλως πρόσκειται καὶ ἡ στρατεία εἰς τὸν οἶκον κατὰ τὴν κζ ' νεαράν.
28
pr.Ὁ κατὰ βίαν ἀφελόμενός τι τῷ χρεώστῃ αὐτοῦ, οὐχ ἕξει ὁ τοιοῦτος δίκαιον δανειστοῦ.
29
pr.Ἐὰν προσενέγκω τῷ δανειστῇ μου τὸ χρέος, ὁ δὲ μὴ δέξεται, ἀλλ᾽ ἐπαγγέλλεται μετὰ ι ' ἢ κ ' ἡμέρας δέχεσθαι, ἐν τῷ μέσῳ δὲ ἐναλλαγῇ τῶν νούμμων ἡ πολιτεία, οὐ ζημιοῦται ὁ δανειστὴς, ἀλλὰ πρὸς τὴν νέαν πολιτείαν ἀπαιτεῖ. εἰ δὲ καὶ ἐπίτροπος πρὸς τὸ εὐπίστως δανεῖσαι τὰ τοῦ πουπίλλου χρήματα τουτέστιν ἀνηλίκου φυλάξῃ, οὐ ζημιοῦται ἐκ τῆς τῶν νούμμων ἐναλλαγῆς.
30
pr.Ὁ δανείσας εἰς ἐπανόρθωσιν οἴκου προτιμᾶται ἢ πλοίου περιποίησιν, εἰ μόνον φανερῶς ἀποδειχθῇ ἡ καταβολὴ τοῦ δανείου. ἀλλὰ καὶ ὁ δανείσας ἐφ᾽ ᾧ τοῖς πρώτοις ἀποδοθῆναι δανεισταῖς εἰς τὸν τόπον αὐτῶν ὑπεισέρχεται.
31
pr.Ἐἰ μὲν ὁ ἀνὴρ παρὰ γνώμην τῆς ἰδίας γυναικὸς ὑπόθηται τὰ πράγματα αὐτῆς, οὐκ ἔῤῥωται ἡ ὑποθήκη. ἐὰν δὲ συναινούσης αὐτῆς ὑπόθηται, πάλιν ἐμποδίζει τὸ δόγμα εἰ ᾔδει ὁ πρὸς τὸν ἄνδρα συναλλάξας '.
32
pr.Εἰ μὲν ὁ ἀνὴρ ὡς ἴδια τὰ τῆς γυναικὸς ὑπόθοιτο, ἀγνοεῖ δὲ ὁ συναλλάσσων τὸ δρᾶμα, ἡ δὲ γυνὴ ὁρῶσα τὸν ἄνδρα τὰ ἴδια ὑποτιθέμενον ἐσιώπησεν ἐπίτηδες ὡς ἀπατῆσαι βουλομένη τὸν συναλλάσσοντα τῶν ἀνδρὶ, τότε οὐ βοηθεῖται. τοῖς γὰρ ἀπατωμέναις γυναιξὶ βοηθεῖ τὸ δόγμα οὐ ταῖς πανούργοις.
33
pr.Ἐὰν διὰ τὴν τοῦ ἀνδρὸς ἐνοχὴν παρενέβαλεν ἑαυτὴν ἡ γυνὴ ἐν τῷ δεσμῷ τοῦ ἀλλοτρίου συναλλάγματος καὶ διὰ τῆς ἰδίας ὑποστάσεως τοῦτον ἀπαλλάξαι τῆς ἐνοχῆς ἐμελέτησεν, εἰ μὲν ὑποσχομένη μὴ κατέβαλεν, οὐδὲ καταβαλεῖν ἔτι ἀπαιτηθήσεται· εἰ δὲ κατέβαλε, διεκδικεῖν τὸ καταβληθὲν οὐ δύναται, δηλονότι τῶν ἐντελῶν οὖσα.
34
pr.Εἴ τις γυνὴ ἐν δανειακῷ γραμματείῳ συναινέσει τῷ ἰδίῳ ἀνδρὶ ἢ ὑπογράψει καὶ τὴν οἰκείαν περιουσίαν ἢ καὶ αὑτὴν ἐνοχοποιήσει, οὐδὲν τοιοῦτον ἰσχύει ἢ κρατεῖ· εἴτε ἅπαξ εἴτε πολλάκις τοιοῦτον ὑπὲρ τοῦ αὐτοῦ πράγματος γένηται, εἴτε ἰδικὸν εἴτε δημόσιον εἴη τὸ χρέος· ἀλλ᾽ οὕτως εἶναι, ὡσανεὶ μηδὲ γεγραμμένον ἦν, εἰ μὴ φανερῶς ἀποδειχθῇ, ὅτι τὰ χρήματα εἰς ἰδίας αὐτῆς τῆς γυναικὸς χρείας ἐδανείσθησαν.
35
pr.Γυνὴ ἐγγύας διδοῦσα ὑπὲρ χρηματικῆς δίκης οὔτ᾽ εὐθύνεται οὔτ᾽ ἐνέχεται.
36
pr.Γυνὴ οὐκ ἐγγυᾶται, εἰ μὴ ἐντάξει ῥητῶς ἐν τῇ ἰδίᾳ συμφωνίᾳ οὗτωσίν· ὡς εἰ τάχα καὶ τὸ βελλιάνειον δόγμα, ὡς ὁ νόμος φησὶ, βοηθεῖ ἡμῖν τὸ ἑρμηνεῦον ῥητῶς οὗτωσὶν ὡς γυνὴ ἐγγυωμένη καὶ ἀπαιτουμένη βοηθεῖται, ἀλλ᾽ ἐγὼ ἀκριβῶς γινώσκουσα τὴν ἐκ τοῦ νόμου βοήθειαν ἀποβάλλομαι τὴν τοιαύτην βοήθειαν καὶ ἀποπέμπομαι καὶ μηδεμίαν ὠφέλειαν ἐκ ταύτης ἐν τῇ ὑποθέσει ταύτῃ ζητήσω, ὥστε εἶναί με καταδεδικασμένην καὶ ἐνοχοπεποιημένην εἰς τὰ συμφωνηθέντα, παραβαίνοντος δηλονότι καὶ ἀποροῦντος τοῦ ἐγγυηθέντος παρ ' ἐμοῦ τοῦ δεῖνος.
37
pr.Οὐκ ἐνέχεται ἡ γυνὴ ἐκ τῶν τοῦ ἀνδρὸς συναλλαγμάτων, κἂν ἐγγυήσηται αὐτὸν, ὡς ἐκ τοῦ βελλιανείου δόγματος βοηθουμένη, καὶ οὐδὲ δημευομένου τοῦ ἀνδρὸς συνυπάγονται τῇ δημεύσει τὰ πράγματα τῆς γυναικὸς, οὐδὲ τὰ ἐξώπροικα ὑπόκεινται ταῖς τοῦ ἀνδρὸς λειτουργίαις '.
38
pr.Ἡ γυνὴ κἂν ὑπὲρ ἄλλου δέδωκεν ἐνέχυρα, ὅμως οὐ δύναται ταῦτα πιπράσκειν ὁ δανειστὴς, εἰ μὴ ὑποτιθεμένου αὐτὰ τοῦ ἀνδρὸς αὐτῆς προσεποιεῖτο μὴ εἶναι ἴδια καὶ περιεγράψατο τὸν δανειστὴν ἀγνοοῦντα.
39
pr.Καὶ ὑπὲρ παιδὸς ἀντιφωνοῦσα γυνὴ κέχρηται τῇ παραγραφῇ.
40
pr.Γυνὴ τὸ ἴδιον ἀγνοήσασα δίκαιον συγγινώσκεται.
41
pr.Γυνὴ οὐ δύναται κινεῖν ἔγκλημα κατά τινος εἰ μὴ ἐπὶ ἰδίᾳ αἰτίᾳ.
42
pr.Ἐὰν ὁ πατὴρ ὁμολογήσῃ προῖκα τῷ γαμβρῷ αὐτοῦ καὶ λεγατεύσῃ προῖκα, ἀνίσχυρον τὸ λεγάτον· οὐ γὰρ ἐῤῥωμένως τὶς λεγατεύει τὸν χρεώστην αὐτοῦ· εἰ δὲ τῇ θυγατρὶ, ἔρῥωται. ἡ μὲν γὰρ προὶξ τῷ ἀνδρὶ ἀπὸ τῆς ἐπερωτήσεως διαφέρει, τὸ δὲ λεγάτον τῇ θυγατρὶ κεχρεώστηται, καὶ λαμβάνει ἑκάτερον ἡ θυγάτηρο.
43
pr.Οὐκ ἐξουσιάζει ὁ ἀνὴρ τῶν ἐξωπροίκων τῆς ἰδίας γυναικός. ὅθεν εἰ κατὰ γνώμην αὐτῆς δαπανήσει αὐτὰ, καταδικάζεται εἰς ὅσον εὐπορεῖ. εἰ δὲ χωρὶς αὐτῆς ἀναλώσει αὐτὰ, τὸ πᾶν ἀπαιτεῖται.