JGR VI 1.11
Περὶ δωρεῶν μεταξὺ ἀνδρὸς καὶ γυναικός.
Abrir no leitor do IusCommune →1
pr.Μεταξὺ ἀνδρὸς καὶ γυναικὸς οὐκ ἔῤῥωται δωρεὰ διὰ τὸν ἔρωτα, καὶ τὸ μὴ ἔχειν αὐτοὺς πρόφασιν διαζυγίου ἐκ τοῦ μὴ δωρεῖσθαι, καὶ διὰ τὸ μὴ γενέσθαι τὸν εὔπορον ἄπορον καὶ τὸν ἄπορον εὔπορον. τοῦτο δὲ οὐκ ἐπὶ τῶν συνεστώτων μόνον γάμων, ἀλλὰ καὶ ἐπὶ τῶν κεκωλυμένων ἀνίσχυροί εἰσιν αἱ δωρεαί.
2
pr.Οἱ συνυπεξούσιοι τῶν γεγαμημένων, ἐλεύθεροί τε καὶ δοῦλοι, κωλύονται δωρεῖσθαι· καὶ ὑπεξούσιοι τοῖς ὑπεξουσίοις. ὅθεν ἡ γυνή μου τῷ ὑπεξουσίῳ μου υἱῷ οὐκ ἐῤῥωμένως δωρεῖται, εἰ μὴ ἐπὶ τὰ κάστρα ἀπιόντι. ἰδιόκτητον γὰρ αὐτοῦ γίνεται. καὶ ὁ ὑπεξούσιός μου ἐκ τοῦ ἰδιοκτήτου πεκουλίου καλῶς δωρεῖται τῇ γαμετῇ μου. ὁ οὖν ἔχων υἱὸν ὑπεξούσιον καὶ τῇ ἰδίᾳ γαμετῇ καὶ τῇ νύμφῃ κεκώλυται δωρεῖσθαι.
3
pr.Ἡ πενθερὰ τῇ νύμφῃ καὶ ἡ νύμφη τῇ πενθερᾷ δωρεῖται. οὐ γὰρ ὑπάρχει λόγος ὑπεξουσιότητος '.
4
pr.Εἰ μὲν μὴ ἔχων πρόθεσιν ὁ ἀνὴρ πωλῆσαι πέπρακε τῇ γυναικὶ διὰ τὸ δωρεῖσθαι αὐτῇ, ἄκυρος ἡ πρᾶσις. εἰ δὲ πωλῆσαι βουλόμενος ὀλίγου πέπρακε, εἰς ὃ γέγονεν ἡ γυνὴ πλουσιωτέρα ἀκυροῦται. τυχὸν γὰρ δοῦλον ιε΄ νομισμάτων ἄξιον ἐπώλησεν εἰς ε΄ νομίσματα καὶ νῦν ἄξιός ἐστι ί νομισμάτων. τὰ πέντε δίδωσιν εἰς ὃ νῦν ἐστι εὐπορώτερος.
5
pr.Ἐπὶ τῶν κεκωλυμένων γάμων εἰ μὲν τὰ δωρηθέντα φαίνεται, ἐκδικεῖται. εἰ δὲ δεδαπάνηται, ἀπαιτεῖται ὁ δεξάμενος μέχρις οὗ γέγονεν εὐπορώτερος.
6
pr.Καλῶς ἀλλήλοις θανάτου αἰτίᾳ δωροῦνται· εἰς καιρὸν γὰρ ἀναφέρεται ἐν ᾧ ὁ γάμος παύεται, καὶ τῷ θανάτῳ τοῦ δωρησαμένου γίνεται τοῦ λαβόντος, ἐν δὲ τῷ μεταξὺ τοῦ δωρησαμένου ἐστί. πᾶσα δὲ δωρεὰ θανάτου αἰτίᾳ μεταξὺ τῶν συνοικούντων ἔῤῥωται.
7
pr.Διαζυγίου γενομένου ἡ θανάτου αἰτίᾳ δωρεὰ οὐκ ἔρῥωται ἀλλὰ ἀκυροῦται.
8
pr.Αἱ πρὸ τοῦ γάμου δωρεαὶ ἰσχύουσι κἂν ἐν αὐτῇ τῇ ἡμέρᾳ γαμηθῶσιν.
9
pr.Οὐ λαμβάνει ὁ ἀνὴρ, εἴ τι ἐδαπάνησεν εἰς τοὺς τεχθέντας ἐκ τῶν προικιμαίων δούλων, ἢ δέδωκεν εἰς μάθησιν αὐτῶν ἢ εἰς διατροφάς· τῇ γὰρ ὑπηρεσίᾳ αὐτῶν κέχρηται. τὸ δὲ δοθὲν ταῖς τροφαῖς αὐτῶν λαμβάνει, ὡς ἐπὶ σωτηρίᾳ δοθὲν, ὃν τρόπον εἰ παρὰ λῃστῶν τοὺς προικιμαίους ἀναῤῥύσεται δούλους.
10
pr.Ὁ πενθερὸς τῷ γαμβρῷ καὶ τῇ νύμφῃ, ὅτε οὐχ ὑπεστι λόγος ὑπεξουσιότητος, καλῶς δωρεῖται. ὡσαύτως καὶ ἡ πενθερὰ ἑκατέρῳ προσώπῳ, ἀλλὰ καὶ ἡ νύμφη καὶ ὁ γαμβρὸς τῷ πενθερῷ καὶ τῇ πενθερᾷ, καὶ ἔῤῥωνται αἱ μεταξὺ αὐτῶν δωρεαί.
11
pr.Ἐὰν δὲ τῆς γυναικὸς ἀγορασάσης ἢ δανεισαμένης ὁ ἀνὴρ ὑπὲρ αὐτῆς καταβαλὼν ἐλευθερώσῃ αὐτὴν, τὸ ὅλον αὐτὴν ἀπαιτεῖ ὡς γενομένην εὐπορωτέραν.
12
pr.Ἐὰν ἥττω τῶν ιβ΄ ἐνιαυτῶν ἀγαγόμενός τις γαμετὴν δωρήσηται αὐτῇ, εἰ μὲν προϋπῆν μνηστεία, μένει καὶ ὡς πρὸς μνηστὴν ἡ δωρεὰ ἔῤῥωται. εἰ δὲ μὴ προϋπῆν μνηστεία, ἄκυρος ἡ δωρεά. οὐ γὰρ πρὸς ἐξωτικὴν ἀλλ᾽ ὡς πρὸς γαμετὴν ἐγένετο.
13
pr.Ἐὰν δωρεᾶς γενομένης ἐν γάμῳ συμβῇ συναποθανεῖν τὸν ἄνδρα καὶ τὴν γυναῖκα, οὐδεὶς ἑτέρῳ ἐνάγει, ἐπεὶ οὐδεὶς αὐτῶν ἐπέζησε τῷ ἑτέρῳ.
14
pr.Κἂν τὰ ἐξώπροικα τῆς γυναικὸς ὁ ἀνὴρ δαπανήσῃ, εἰ μὲν δωρησαμένης ἐκείνης, οὐκ ἐνάγεται ὁ κληρονόμος αὐτοῦ, εἰ μὴ εἰς ὃ γέγονε πλουσιώτερος· εἰ δὲ παρὰ γνώμην αὐτῆς, τέλεια πάντα τὰ ἐξώπροικα ἀναγκάζεται ἀποδοῦναι.
15
pr.Καλῶς δωροῦμαι τῇ γαμετῇ μου τὸ ἀρκοῦν πρὸς ἀνανέωσιν τοῦ καυθέντος αὐτῆς οἴκου ἢ τοῦ ἀφανισθέντος ἀγροῦ ἢ ἄλλου τινὸς τοιούτου ἐκ τῆς ἰδίας ὑποστάσεως. ἔῤῥωται γὰρ ἡ δωρεὰ καὶ οὐδὲν ἡ γυνὴ ὑπὲρ τῶν τοιούτων δαπανημάτων τῷ ἀνδρὶ καταβαλεῖται. εἰ τάχα δὲ καὶ δωρεὰ μεταξὺ τῶν συνεύνων οὐκ ἔῤῥωται, ἀλλ᾽ ἐὰν σιωπήσῃ ὁ δωρησάμενος μέχρι τῆς τελευτῆς, ἕτερος ἀνατρέπειν τὴν δωρεὰν οὐ δύναται ἤγουν κληρονόμος αὐτοῦ.
16
pr.Ἐὰν μὴ δείκνυται πόθεν ἔσχεν ἡ γυνὴ, ἐκ τοῦ ἀνδρὸς ἢ τῶν ὑπεξουσίων, αὐτὴ δοκεῖ αὐτὰ ἐσχηκέναι. καὶ σημαίνει, ὅτι προλήψει πάντα τοῦ ἀνδρός ἐστιν, εἰ μὴ δείξει ἡ γυνὴ ὅθεν ηὐπόρησεν.
17
pr.Ἐὰν δωρούμενος ἀποστείλω σοὶ πρᾶγμα, καὶ πρὶν δοθῆναί σοι ἀποθάνῃς, οὐ γίνεται σόνο.
18
pr.Ἐὰν ὁ ἀνὴρ βουλόμενος δωρήσασθαι τῇ γυναικὶ τοιαύτην εὗρε μέθοδον, ἵνα ἀγοράσῃ πρᾶγμα καὶ γένηται ἔγγραφον ὡς δῆθεν τῆς γυναικὸς ἀγορασάσης, οὐ πιστεύομεν τῷ ἐγγράφῳ, ἀλλὰ τῇ ἀληθείᾳ, καὶ δύναται ὁ ἀνὴρ ὡς ἀπὸ δωρεᾶς ἀνυποστάτου τὸν ἀγρὸν ἐκδικῆσαι παρὰ τῆς γυναικός.
19
pr.Ἐὰν ἐν συνισταμένοις τοῖς γάμοις ὁ ἀνὴρ ὡς δωρούμενος τῇ γυναικί τινα προσέθηκε τῇ προικὶ καὶ ἐτελεύτησεν ἐφησυχάσας τῇ δωρεᾷ, ἐνάγονται οἱ κληρονόμοι ἀναγκαζόμενοι παρασχεῖν, ἅπερ ὁ ἀνὴρ ἐδωρήσατο. ἴσχυσε γὰρ τῷ θανάτῳ τοῦ ἀνδρὸς ἡ δωρεά.
20
pr.Ὁ ὁμολογῶν ἐγγράφως ἢ ἀγράφως ὑποδέξασθαι προῖκα καὶ μὴ πληρούμενος αὐτὴν, μείζων ὢν τῶν κε΄ ἐτῶν ἄδειαν ἔχει μετὰ τὸν γάμον μέχρι πενταετούς χρόνου καὶ μόνον ταύτην ἐπιζητεῖν καὶ ἐντελῶς κομίζεσθαι, εὐπορούντων τῶν γονέων τῆς κόρης τὰ ὑποσχεθέντα αὐτῷ ἀποπληρῶσαι· εἰ δὲ τοῦτο μὴ ποιήσει καὶ ἀμελήσει ταῦτα ἀποπληρωθῆναι, ὑποκεῖσθαι αὐτὸν τῷ μέρει τῆς γυναικὸς κατὰ δύναμιν τῶν παρ᾽ αὐτοῦ ὁμολογηθέντων. ἥττων δὲ ὑπάρχων μετὰ τὴν ἐκπλήρωσιν τῶν κε΄ ἐτῶν καὶ ἑτέρων ε΄ χρόνων δύναται ἐπιζητεῖν τὴν ὑποσχεθεῖσαν αὐτῷ προῖκα κατὰ τὴν αὐτοῦ ὁμολογίαν. περαιουμένης γὰρ μετὰ τὸν ἐντελῆ χρόνον τῆς ὡρισμένης προθεσμίας μὴ ἔχειν αὐτὸν ἄδειαν κινεῖν περὶ τὴν ἀναργυρίαν τῆς τοιαύτης καὶ παρ᾿ αὐτοῦ ὁμολογηθείσης προικὸς, ἀλλ᾽ ὑποκεῖσθαι αὐτὸν καθὰ εἴρηται τῷ μέρει τῆς γυναικὸς κατὰ τὰ παρ᾽ αὐτοῦ ὁμολογηθέντα.
21
pr.Γυνὴ εἰσάγουσα προῖκα τῷ ἀνδρὶ αὐτῆς, ἐὰν συμβῇ ἀπὸ συμφορᾶς τινος τὸν ἄνδρα ὑποπεσεῖν εἰς ζημίαν ἢ χρέος εἴτε τῷ δημοσίῳ ἢ ἑτερῳδήποτε προσώπῳ καὶ τελευτήσει, μὴ ἔχειν ἄδειαν μήτε τὸν δημόσιον μήτε ἕτερον ἄνθρωπον ἐπιβῆναι εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐπάραι τὶ, μέχρις ὅτου ἡ γυνὴ τὴν ἰδίαν αὐτῆς προῖκα ἀποπληρωθῇ. μετὰ δὲ τὴν ταύτης πλήρωσιν τὰ περισσευόμενα κατὰ ἀναμοιρίαν οἱ χρεωφειλέται μεριζέσθωσαν.