IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.12

Περὶ λύσεως γάμου καὶ τῶν αἰτιῶν αὐτοῦ.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπειδὴ πολλὰς ἐν τοῖς παλαιοῖς νόμοις εὕρομεν αἰτίας, ἐξ ὧν εὐχερῶς αἱ τῶν γάμων διαλύσεις γίνονται, τούτου ἕνεκα συνείδομεν ἐκ τούτων περιελεῖν τινας, αἵπερ ἡμῖν ἀνάξιαι πρὸς τὸ διαλύειν γάμους ἐφάνησαν, καὶ ταύτας μόνον ὀνομαστὶ τῷ παρόντι ἐντάξαι νόμῳ, ὑπὲρ ὧν εὐλόγως τοὺς γάμους δίχα ποινῆς ἔξεστι διαλύειν '.

2

pr.Διαλύεται γάμος κατὰ πρόφασιν ἀναγκαίαν τε καὶ οὐκ ἄλογον, ὅταν τὶς οὐχ οἷός τε εἴη συνιέναι τῇ γυναικὶ καὶ τὰ παρὰ τῆς φύσεως ἀνδράσι δεδομένα πράττειν, ἀλλὰ τριετία μὲν παραδράμῃ ἐκ τοῦ τῶν γάμων καιροῦ, ὁ δὲ ὅτι ταῖς ἀληθείαις ἐστὶν ἀνὴρ οὐ δείκνυσι. πάρεστι γὰρ τῇ γυναικὶ ἢ τοῖς γε αὐτῆς πατρᾶσι διαζευγνύναι τὸ συνοικέσιον καὶ στεῖλαι διαζύγιον, κἂν εἰ μὴ βούλοιτο τοῦτο ὁ συνοικῶν. κἀνταῦθα ἡ μὲν προὶξ, ἥτις ἐστὶν ὅλως ἐπιδεδομένη, ἀκολουθήσει τῇ γυναικὶ καὶ ἀποδώσει ταύτην ὁ ἀνὴρ, εἴγε τύχοι λαβών. ἡ δὲ διὰ τῶν γάμων ἤτοι πρὸ τῶν γάμων δωρεὰ μένει παρὰ τῷ ἀνδρὶ, οὐδὲν οἴκοθεν ζημιουμένῳ. καὶ εἰ μὲν αὐτεξουσία ἐστὶν ἡ κόρη, πρὸς αὐτὴν ἡ προὶξ ἀποδίδοται μόνον· εἰ δὲ ὑπεξουσία, κοινὴ αὐτῆς καὶ τοῦ πατρός ἐστιν. εἰς δεύτερον δὲ γάμον ἐρχομένης τῆς κόρης οὐ δύναται ὁ πατὴρ ἐλαττοῦν ἣν προδέδωκε προῖκα '.

3

pr.Ὁ διὰ τὸ μονάσαι λύων τὸν γάμον μιμεῖται τὸν τελευτῶντα, καὶ διὰ τοῦτο ἁρμόσει ὁ ἀπὸ τελευτῆς κάσσος.

4

pr.Οὐ δύνανται οἱ παῖδες διαλύειν τοὺς ὑπὲρ αὐτῶν γάμους εἰς βλάβην καὶ ζημίαν τῶν ὑπὲρ αὐτῶν τὰς προῖκας ἢ τὰς προγαμιαίας δωρεὰς δεδωκότων.

5

pr.Θεσπίζομεν καὶ τῶν ἐν αἰχμαλωσίᾳ διαλύεσθαι τοὺς γάμους, οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ᾽ ἕως μέν ἐστι φανερὸν περιεῖναι ἢ τὸν ἄνδρα ἢ τὴν γαμετὴν μένειν ἄλυτα τὰ συνοικέσια συγχωροῦμεν, καὶ οὐκ ἐλεύσονται πρὸς δευτέρους γάμους οὔτε γυναῖκες οὔτε ἄνδρες, εἰ μὴ βούλοιντο δοκεῖν κατὰ προπέτειαν τοῦτο πρᾶξαι καὶ ὑποπεσεῖν ταῖς ποιναῖς, ὁ μὲν τῇ τῆς προγάμου δωρεᾶς φαμεν ἐκτίσει, ἡ δὲ τῇ τῆς προικός. εἰ δὲ ἄδηλον, πότερον περίεστιν ἢ μὴ τὸ εἰς τοὺς πολεμίους ἀφικόμενον πρόσωπον, τηνικαῦτα πενταετίαν μενετέον εἴτε τῷ ἀνδρὶ εἴτε τῇ γυναικὶ, μεθ᾽ ἣν εἴτε σαφῆ γένοιτο τὰ τῆς τελευτῆς εἴτε ἄδηλα μένοι, γαμεῖν ἔξεστιν ἀκινδύνως, ὥστ᾽ ἐνταῦθα οὐδὲ διαισίου γίνεται καιρὸς, οὕτω τῶν προσώπων διεστώτων ἀλλήλων. καὶ οὐδεὶς ἐνταῦθα κερδαίνει, οὔτε ὁ ἀνὴρ τὴν προῖκα οὔτε ἡ γυνὴ τὴν προγαμιαίαν δωρεάν, ἀλλ᾽ ἕκαστος ἐπὶ τῶν οἰκείων μενέτω.

6

pr.Ἐπειδὴ δὲ καὶ κατὰ συναίνεσιν ἢ διὰ σωφροσύνην λύεται ὁ γάμος, θεσπίζομεν μὴ ἄλλως πως ἢ παρευθὺ τὰ ἑκάτερα μέρη προσέρχεσθαι τῷ μονήρει βίῳ, ἀζημίων δηλονότι φυλαττομένων αὐτῶν.

7

pr.Τὰς δ᾽ αἰτίας, ἐξ ὧν ὁ ἀνὴρ χωριζόμενος τὴν προῖκα τῆς γυναικὸς ἀποκερδαίνειν δύναται φυλαττομένης τῆς ἐπ᾽ αὐτῇ· δεσποτείας τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισὶν, ἢ παίδων οὐκ ὄντων ἀπολαμβάνειν αὐτὸν καὶ τῆς δεσποτείας, ταύτας εἶναι διατυποῦμεν.

8

pr.Εἰ συμβῇ ἕνα ἐξ αὐτῶν μετὰ τὸν γάμον ὑπὸ δαίμονος κυριευθῆναι, τούτους ἐκ τῆς τοιαύτης αἰτίας ἀπ᾿ ἀλλήλων μὴ χωρίζεσθαι. ἄνευ γὰρ αἰτιῶν τῶν γνωριζομένων μὴ δύνασθαι ἀνδρόγυνον διαλύεσθαι, κατὰ τὸ γεγραμμένον· οὓς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.

9

pr.Εἰ κατὰ τῆς βασιλείας βουλευομένοις τισὶ σύνοιδεν ἡ γυνὴ καὶ τῷ ἰδίῳ ἀνδρὶ μὴ φανερώσει. εἰ δ᾽ ὁ ἀνὴρ τοῦτο προσαγγελθὲν παρὰ τῆς γυναικὸς σιωπήσει, ἐξέστω τῇ γυναικὶ διὰ οἱουδήποτε προσώπου τοῦτο προσαγγέλλειν τῇ βασιλείᾳ, ὥστε τὸν ἄνδρα μηδεμίαν ἐκ ταύτης τῆς αἰτίας λύσεως γάμου εὑρεῖν πρόφασιν.

10

pr.Εἰ περὶ μοιχείας ὁ ἀνὴρ νομίσας δύνασθαι τὴν ἑαυτοῦ γαμετὴν ἐλέγχειν, προσήκει τὸν ἄνδρα πρότερον ἐγγράφεσθαι τὴν γυναῖκα ἢ καὶ τὸν μοιχὸν· καὶ εἴπερ ἡ τοιαύτη κατηγορία ἀληθὴς ἀποδειχθῇ διὰ ἀξιοπίστων καὶ ἐντίμων μαρτύρων καὶ δηλονότι ὀμνυόντων ἰδεῖν ὀφθαλμοῖς οἰκείοις τὴν μοιχείαν ἐπιτελουμένην, τηνικαῦτα χωρισμοῦ γινομένου ἔχειν τὸν ἄνδρα πρὸς τῇ προγάμου δωρεᾷ καὶ τὴν προῖκα, καὶ πρὸς τούτοις, εἰ παῖδας μὴ ἔχοι, τοσοῦτον λαμβάνειν ἐκ τῆς ἄλλης τῆς γυναικὸς περιουσίας, ὅσον τῆς προικὸς τὸ τρίτον μέρος εἶναι γινώσκεται· ὥστε τῇ αὐτοῦ δεσποτείᾳ καὶ τὴν προῖκα καὶ τὴν παρ᾽ ἡμῶν ὁρισθεῖσαν ποινὴν προσκυροῦσθαι. εἰ γὰρ παῖδας ἔχει ἐκ τοῦ αὐτοῦ συνοικεσίου, κελεύομεν καὶ τὴν προῖκα καὶ τὴν ἄλλην τῆς γυναικὸς περιουσίαν κατὰ τοὺς ἔμπροσθεν ὡρισμένους νόμους τοῖς παισὶ φυλάττεσθαι. καὶ οὕτως τὸν μοιχὸν νομίμως ἐλεγχόμενον ἅμα τῇ γυναικὶ τιμωρεῖσθαι κελεύομεν τὰς ποινὰς, ἃς οἱ νόμοι διατυποῦσιν, ἀλλὰ καὶ τοὺς ὑπούργους τοῦ τοιούτου ἐγκλήματος. εἶθ᾽ οὕτως εἰ μὲν ἔχει ὁ μοιχὸς γυναῖκα, λαμβάνειν αὐτὴν τὴν ἰδίαν προῖκα, εἰ προικῷα συμβόλαια παρηκολούθησαν τέως, καὶ τὴν διὰ τοὺς γάμους δωρεάν, ὥστε εἰ παῖδας ἔχοιεν, μόνην τὴν γυναῖκα τῆς χρήσεως ἀπολαύειν τῆς τε δωρεᾶς καὶ τῆς προικὸς, τῆς δεσποτείας καὶ κυριότητος κατὰ τοὺς νόμους τοῖς παισὶ φυλαττομένης. τὴν δ᾽ ἄλλην τοῦ ἀνδρὸς περιουσίαν τοῖς παισὶν αὐτοῦ δωρούμεθα. παίδων δὲ μὴ ὑπόντων τὴν μὲν τῆς προγαμιαίας δωρεᾶς δεσποτείαν τῇ γυναικὶ διαφέρειν θεσπίζομεν, τὴν δ᾽ ἄλλην τοῦ ἀνδρὸς ὅλην περιουσίαν τῷ δημοσίῳ φίσκῳ κατὰ τοὺς παλαιοὺς νόμους προσκυροῦσθαι.

11

pr.Εἰ δέ γε γυναῖκα μὴ ἔχοι ὁ τοιοῦτος μήτε παῖδας, ἐπείπερ κουφότερον δοκεῖ πως μᾶλλον αὐτῷ τὸ τῆς μοιχείας διαπεπράχθαι, τῆς μὲν ἄλλης ποινῆς οὐκ ἀθωωθήσεται; οὐ μέντοιγε καὶ τῆς ἰδίας· ἐξελαθήσεται ὑποστάσεως '.

12

pr.Ὁμοίως καὶ ἡ γυνὴ ἡ μοιχαλὶς ταῖς προσηκούσαις ὑποβαλλομένη ποιναῖς μοναστηρίῳ ἐμβάλλεται, καὶ ἄδειαν ἔχει ὁ ἀνὴρ εἴσω διετίας αὐτὴν ἀναλαβεῖν, μὴ βλαπτομένου τοῦ γάμου ἐκ τῶν ἐν μέσῳ. εἰ δὲ παρέλθῃ ὁ χρόνος ἢ ὁ ἀνὴρ τελευτήσῃ μὴ ἀναλαβὼν αὐτὴν, κελεύομεν κουρεύεσθαι αὐτὴν καὶ τὸ μοναχικὸν σχῆμα λαμβάνειν. καὶ εἰ μὲν ἔχει παῖδας, λαμβάνουσι τὰς ἡ΄ οὐγγίας καὶ τὸ μοναστήριον τὰς δ΄· εἰ δὲ μόνους ἀνιόντας ἔχει μὴ συνεργήσαντας τῷ τοιούτῳ ἀτοπήματι, λαμβάνουσι τὰς δ᾽ οὐγγίας, τὸ δὲ μοναστήριον τὰς ἡ΄ εἰ δὲ συνήργησαν, ἢ μηδόλως εἰσὶν ἀνιόντες ἢ κατιόντες, λαμβάνει πάντα τὸ μοναστήριον, τῶν ἐν τοῖς προικώοις συμφώνοις ἐπὶ πάντων τῶν θεμάτων τῷ ἀνδρὶ φυλαττομένων.

13

pr.Ζήτει καὶ τὴν λβ ' νεαρὰν τοῦ σοφοῦ κυροῦ λέοντος, ῥινῶν ἐκτομῇ τὸν μοιχὸν καὶ τὴν μοιχαλίδα κολάζουσαν· κερδαίνειν δὲ τὸν ἄνδρα τῆς μοιχαλίδος τὴν προῖκα ταύτης, τὴν δὲ ἐν μοναστηρίῳ περιορίζεσθαι καὶ ἄκουσαν μὴ ἀποκείρεσθαι· τὰ μέντοι προσόντα αὐτῇ ἴσως πράγματα ἐπέκεινα τῆς προικὸς οἰκονομεῖσθαι καθὼς διορίζει ἡ αὐτὴ νεαρά.

14

pr.Εἰ δὲ οὐκ ἐμοίχευσε μὲν, δι᾽ ἄλλην δέ τινα αἰτίαν ἢ τῶν δίχα ποινῆς ἢ τῶν μετὰ ποινῆς τοῦ ἀνδρὸς ἡ γυνὴ διαζευχθείη, ἐπὶ μὲν τῶν μετὰ ποινῆς αἰτιῶν αὐτὴ τὴν αἰτίαν παρασχομένη τῆς λύσεως ἀπόλλυσί τε τὴν προῖκα ὡς εἴρηται καὶ μέχρι πενταετίας κωλύεται πρὸς ἕτερον γάμον ἐλθεῖν· εἰ γὰρ εἴσω τῆς πενταετίας ἑτέρῳ συναφθείη ἀνδρὶ, καὶ αὐτὴ ἀτιμοῦται καὶ ὁ γάμος οὔκ ἐστι γνήσιος, ἀλλ᾽ ὑπὸ τοῦ βουλομένου παντὸς κατηγορούμενος ὡς παράνομος. ἐπὶ δὲ τῶν δίχα ποινῆς αἰτιῶν διαζευγνυμένη τοῦ ἀνδρὸς, ἀλλὰ καὶ ἐπὶ τῶν μετὰ ποινῆς ὅτε οὐκ αὐτῆς εἴη τὸ τῆς διαζεύξεως αἴτιον, ἐνιαυτὸν ἀναμένουσα μόνον ἀκωλύτως ἑτέρῳ συνάπτεται '.

15

pr.Ἡ τοῦ ἱερέως γυνὴ αἰχμαλωτισθεῖσα εἰ καὶ μολυνθῇ, οὔτε διαζυγίου αὐτῇ τοῦτο γίνεται αἴτιον, οὔτε τῷ ἱερεῖ τὸ τῆς παραδοχῆς καὶ συνοικήσεως πρόφασις καθαιρέσεως.

16

pr.Τὴν δέ γε μοιχευθεῖσαν παρὰ πολεμίοις καὶ ὑποστρέψασαν κατηγορεῖσθαι παρὰ τοῦ ἀνδρὸς οὐ δίκαιον, εἰ βίᾳ τοῦτο πέπονθε, καὶ τοιουτοτρόπως συγγινώσκει τὴν βιασθεῖσαν καὶ τὸν γάμον οὐ διασπᾷ. ἀλλ᾽ ὁ ἐκκλησιαστικὸς νόμος τὴν ὅλως ὑπὸ βαρβάρων μολυνθεῖσαν μὴ καθαριεῦσαι δι᾽ ἐπιτιμίου οὐκ ἀνέξεται. ὡς βι. ξ ' τί. λη ' κεφ. ιβ΄.

17

pr.Ανάγνωθι καὶ τὴν ργ ' νεαρὰν τοῦ κυροῦ λέοντος τοῦ σοφοῦ βασιλέως περὶ τὸ τέλος ταῦτα λέγουσαν· οὐδαμῶς οὖν θεσπίζομεν ἔτι πρὸς συνάφειαν ἑτέρου τὸν ἀπείρατον μεμενηκότα τῆς αἰχμαλωσίας ἔρχεσθαι, καὶ ἐφεξῆς.

18

pr.Αναιρεῖ ἡ τοιαύτη νεαρὰ τὴν ἰουστινιάνειον ριζ ' νεαρὰν τὴν οὖσαν ἐν βι. κη΄ τί. ζ ' καὶ λέγουσαν ἐστὶν ὅτε λύεσθαι τὸν τοιοῦτον γάμον. πλὴν δὲ ἡ τοιαύτη νεαρὰ χώραν ἔχει, ὅταν ἡ αἰχμαλωτισθεῖσα οὐκ ἐμιάνθη παρὰ τῶν βαρβάρων· τοιούτου δέ τινος γεγονότος χώραν ἔχουσι τὰ ἐν τῷ ῥηθέντι κεφαλαίῳ τοῦ ξ΄ βις.

19

pr.Ἐὰν οἱῳδήποτε τρόπῳ ἡ γυνὴ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπιβουλεύσῃ ἢ ἄλλοις τοῦτο ποιοῦσι συνειδυῖα τῷ ἀνδρὶ μὴ φανερώσῃ.

20

pr.Ἐὰν ἀνδράσι μὴ βουλομένου τοῦ ἀνδρὸς ἐξωτικοῖς συμποσιάζῃ ἢ συλλούηται.

21

pr.Ἐὰν μὴ βουλομένου τοῦ ἀνδρὸς ἔξω τοῦ οἴκου μείνῃ, εἰ μήτοιγε τυχὸν παρὰ τοῖς ἰδίοις γονεῦσιν.

22

pr.Ἐὰν ἱππικοῖς ἢ θεάτροις ἢ κυνηγεσίοις παραγένηται ἐπὶ τὸ θεωρῆσαι, ἀγνοοῦντος ἢ κωλύοντος τοῦ ἀνδρός.

23

pr.Ἐὰν δὲ συμβῇ τινα δίχα μιᾶς τῶν προειρημένων αἰτιῶν τὴν ἑαυτοῦ γαμετὴν τοῦ ἰδίου οἴκου ἐξωθῆσαι, ὥστε ἐκείνην μὴ ἔχουσαν γονεῖς πρὸς οὓς δύναται μένειν ἐξ ἀνάγκης ἔξω τὴν νύκτα διάγειν, κελεύομεν μηδεμίαν εἶναι τῷ ἀνδρὶ ἄδειαν διὰ ταύτην τὴν αἰτίαν χωρισθῆναι τῆς γυναικὸς, ὅτι αὐτός ἐστιν ὁ αἴτιος τούτου.

24

pr.Ἐὰν ἡ γυνὴ εὑρεθῇ μαγγανεύουσα ἢ φόνον ἐξαμαρτάνουσα ἢ ἀνδραποδισμὸν ἢ τυμβωρυχίαν ἢ ἱερόσυλος οὖσα ἢ συσπεύδουσα λῃσταῖς ἢ παραποιήσεως ἔνοχος, ἢ ἐὰν τὰς τολμηρὰς αὐτῆς χεῖρας τῷ ἀνδρὶ ἐπιβάλῃ, ἢ μηχανῆσαι τὸ ἐξεπίτηδες ἀμβλῶσαι καὶ τὸν ἄνδρα λυπῆσαι καὶ ἀφελέσθαι τῆς ἐπὶ τοῖς παισὶν ἐλπίδος, ἢ καὶ ἕως συνέστηκε τὸ πρὸς αὐτὸν συνοικέσιον πρὸς ἑτέρους περὶ γάμων ἑαυτῆς διαλέγοιτο '.

25

pr.Τὰς αἰτίας δὲ, δι᾽ ὧν εὐλόγως δύναται ἡ γυνὴ τοῦ ἀνδρὸς χωρισθῆναι, ἐξ ὧν δύναται καὶ λαμβάνειν τήν τε προῖκα καὶ τὴν προγαμιαίαν δωρεάν, ὁμοίως τοῖς παισὶ φυλαχθησομένης τῆς ἐπὶ τῇ δωρεᾷ δεσποτείας, ταύτας εἶναι μόνας διατυποῦμεν.

26

pr.Ἐὰν κατὰ τῆς βασιλείας αὐτὸς ἢ βούληταί τι, ἢ τοῦτό τισι βουλομένοις συνειδὼς μή φανερώσῃ τῇ βασιλείᾳ ἢ δι᾽ ἑαυτοῦ ἢ διὰ οἱουδήποτε προσώπου.

27

pr.Ἐὰν οἱῳδήποτε τρόπῳ ὁ ἀνὴρ ἐπιβουλεύσῃ τῇ ζωῇ τῆς γυναικὸς, ἢ ἄλλων τοῦτο βουλομένων εἰδὼς μὴ φανερώσῃ τῇ γυναικὶ καὶ σπουδάσει κατὰ νόμους ἐκδικῆσαι αὐτήν.

28

pr.Ἐὰν ὁ ἀνὴρ τῇ τῆς γυναικὸς σωφροσύνῃ ἐπιβουλεύων ἄλλοις αὐτὴν εἰς τὸ μοιχευθῆναι ἐπιχειρήσῃ προδοῦναι.

29

pr.Ἐὰν ὁ ἀνὴρ περὶ μοιχείας τῆς αὐτοῦ γυναικὸς ἐγγράψηται καὶ τὴν μοιχείαν μὴ ἀποδείξῃ, ἐξεῖναι τῇ γυναικὶ βουλομένῃ καὶ ὑπὲρ ταύτης τῆς αἰτίας χωρίζεσθαι τοῦ ἀνδρὸς, καὶ ἀπολαμβάνειν μὲν τὴν ἰδίαν προῖκα καὶ τὴν προγαμιαίαν δωρεὰν, καὶ ὑπὲρ τῆς τοιαύτης συκοφαντίας, εἰ παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, τοσοῦτον λαμβάνειν αὐτὴν ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας, ὅσον τῆς προγαμιαίας δωρεᾶς τὸ τρίτον μέρος εἶναι γινώσκεται. εἰ δὲ παῖδας ἔχοι, κελεύομεν πᾶσαν τοῦ ἀνδρὸς περιουσίαν τοῖς παισὶ φυλάττεσθαι, βεβαίων μενόντων τῶν περὶ τῆς προγαμιαίας δωρεᾶς τοῖς ἄλλοις περιεχομένων νόμοις, οὕτω μέντοιγε, ὥστε καὶ διὰ τὴν ἐπαχθεῖσαν τῆς μοιχείας κατηγορίαν καὶ μὴ ἀποδειχθεῖσαν κἀκείναις τὸν ἄνδρα ταῖς τιμωρίαις καθυποβληθῆναι, ἃς ἔμελλε παθεῖν ἡ γυνὴ, εἴπερ ἄν ἡ τοιαύτη ἀπεδείχθη κατηγορία.

30

pr.Ἐὰν ὁ ἀνὴρ ἐν τῷ αὐτῷ οἴκῳ, καθ᾽ ὃν μετὰ τῆς αὐτοῦ γυναικὸς συνοικεῖ, περιφρονῶν αὐτὴν μεθ᾽ ἑτέρας εὑρίσκηται ἐν τῷ αὐτῶ οἴκῳ μένων, ἢ καὶ κατὰ τὴν αὐτὴν πόλιν διάγων ἐν ἑτέρῳ οἴκῳ μετ᾿ ἄλλης γυναικὸς συνεχῶς μένων ἐλέγχηται, καὶ ἅπαξ καὶ δὶς ἐγκληθεὶς παρ᾿ αὐτῆς ἢ διὰ τῶν αὐτοῦ γονέων ἢ διὰ τῶν τῆς γυναικὸς ἢ καὶ δι᾽ ἑτέρων τινῶν ἀξιοπίστων μαρτύρων τῆς τοιαύτης ἀσελγείας μὴ ἀπόσχηται, ἐξεῖναι τῇ γυναικὶ καὶ ὑπὲρ ταύτης τῆς αἰτίας διαλύειν τὸν γάμον καὶ ἀναλαμβάνειν τὴν προῖκα αὐτῆς καὶ τὴν προγαμιαίαν δωρεὰν, καὶ ὑπὲρ τῆς τοιαύτης ὕβρεως τὸ τρίτον μέρος τῆς διατιμήσεως, ἣν ἡ προγαμιαία δωρεὰ ποιεῖ, ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας λαμβάνειν. οὕτω μέντοιγε ὥστε εἰ παῖδας ἔχει τῆς χρήσεως μόνης ἀπολαύειν τὴν γυναῖκα τῶν πραγμάτων, ἅπερ ἐκ τῆς προγαμιαίας [δωρεᾶς] καὶ τῆς ποινῆς τοῦ τρίτου μέρους τῆς τοῦ ἀνδρὸς περιουσίας λάβῃ, τῆς δεσποτείας τοῖς κοινοῖς παισὶ φυλαττομένης. εἰ δὲ παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, ἔχειν αὐτὴν τὴν τῶν τοιούτων πάντων πραγμάτων δεσποτείαν κελεύομεν '.

31

pr.Ἐὰν ἡ γυνὴ τὸν συνοικοῦντα δεῖξαι ἰσχύσειεν ἢ ἔνοχον καθεστῶτα φόνου, ἢ μαγγανείαις τε καὶ ἀγυρσίαις ἐσχολακότα, ἢ καταδικασθέντα παραποιήσεως, ἢ τάφους διορύξαντα, ἢ ἔκ τινος τῶν ἱερῶν οἴκων τὶ σεσυληκότα, ἢ ληστρικὸν ἐπανῃρημένον βίον, ἢ τοὺς ληστεύοντας ἀποδεχόμενον, ἢ ἕνα τῶν ἀπελατῶν, οἷς ἐστι φροντὶς τοῖς ἀλλοτρίοις ὑφεδρεύειν ὑποζυγίοις ἢ βοσκήμασι καὶ ταῦτα μεθιστᾶν ἑτέρωθι, ἢ ἐλέγξειεν ἀνδραποδιστὴν καθεστῶτα, ἢ καὶ μάστιξιν ἐπ᾿ αὐτὴν σφοδραῖς χρῶτο· εἰ τοίνυν ἡ γυνὴ τοιοῦτό τι δεῖξαι δυνηθείη, ἄδειαν αὐτῇ δίδωσιν ὁ νόμος, καὶ διαισίῳ χρῆσθαι καὶ ἀφίστασθαι τοῦ γάμου καὶ τὴν προῖκα λαμβάνειν καὶ τὴν προγαμιαίαν δωρεὰν ἅπασαν.

32

pr.Εἴτε στρατιῶται εἶεν εἴτε.φυδεράτοι εἴτε σχολάριοι εἴτε ἄλλοι τινὲς ὑφ᾽ ἑτέραν οἱανοῦν στρατείαν ἔνοπλον καταλεγόμενοι, κελεύομεν ὁσουσδήποτε ἐνιαυτοὺς ἐν ἐξπεδίτῳ μένουσι περιμένειν τὰς τούτων γαμετὰς, κἂν μὴ γράμματα ἢ ἀπόκρισίν τινα παρὰ τῶν ἰδίων ἀνδρῶν δέξωνται. εἰ δέ τις ἐκ τῶν τοιούτων γυναικῶν τὸν ἴδιον ἄνδρα ἀκούσει τετελευτηκέναι, οὐδὲ τότε εἰς ἑτέρους αὐτὴν ἐλθεῖν γάμους ἐπιτρέπομεν, εἰ μὴς πρότερον παραγένηται ἡ γυνὴ δι᾽ ἑαυτῆς ἢ διὰ τῶν ἰδίων γονέων ἢ δι᾽ ἄλλου οἷουδήτινος προσώπου πρὸς τοὺς χαρτουλαρίους καὶ λεγαταρίους καὶ τριβούνους τοῦ ἀριθμοῦ, ἐν ᾧ ταύτης ὁ ἀνὴρ ἐστρατεύετο, καὶ ἐρωτήσει, εἰ ταῖς ἀληθείαις ἐτελεύτησεν ὁ αὐτῆς σύζυγος, ὥστε ἐκείνους τῶν ἁγίων εὐαγγελίων προκειμένων ἐπὶ πράξεως ' ὑπομνημάτων καταθέσθαι, εἰ ταῖς ἀληθείαις ὁ ταύτης ἀνὴρ τετελεύτηκε. καὶ μεθ᾽ ὃ λάβῃ ταῦτα τὰ ὑπομνήματα ἡ γυνὴ ὑπὲρ τῆς ἰδίας μαρτυρίας [μένειν αὐτὴν] ἑνὸς ἐνιαυτοῦ διάστημα, ὥστε μετὰ τὴν τοῦ ὅλου ἐνιαυτοῦ παραδρομὴν ἐξεῖναι τῇ αὐτῇ νόμιμον συναλλάττειν γάμον. εἰ δὲ παρὰ ταύτην τὴν παρατήρησιν ἡ γυνὴ τολμήσει εἰς ἕτερον ἐλθεῖν γάμον, καὶ αὐτὴ καὶ ὁ ἀγαγόμενος αὐτὴν εἰς γάμον ὡς μοιχοὶ τιμωρείσθωσαν.

33

pr.Εἰ δὲ οἱ ἐπὶ πράξεως ὑπομνημάτων μεθ᾽ ὅρκου καταθέμενοι ἐλεγχθῶσι μετὰ ταῦτα πλαστῶς καταθέμενοι, αὐτοὶ μὲν τῆς στρατείας γυμνούμενοι δέκα λιτρῶν χρυσίου ποινὴν συνελαθήσονται καταβαλεῖν ἐπ᾽ ἐκεῖνον, ὃν ἐψεύσαντο τετελευτηκέναι· αὐτὸς δὲ ἄδειαν ἐχέτω εἰ βουληθείη τὴν ἰδίαν γαμετὴν ἀναλαμβάνειν.

34

pr.Μετὰ πολλῆς δὲ ἀκριβείας τὸ περὶ μοιχείας ζητείσθω κεφάλαιον, καὶ ἐπιτηρείτωσαν οἱ ἀκροαταὶ τοὺς κατηγόρους. καὶ εἰ μέν ἐστιν ὁ ἴδιος ἀνὴρ ἢ ὁ πατὴρ ἢ ἡ μήτηρ αὐτῆς ἢ ἀδελφὸς ἢ θεῖος ὁ κατηγορῶν, εὐπιστοτέρα ἡ πρόφασις τῆς ζητήσεως γίνεται· εἰ δὲ ξένοι εἰσὶν οἱ κατηγοροῦντες, δέον κανονίζεσθαι τὰ πρόσωπα ποίας πολιτείας εἰσὶν, καὶ τούτους κατασφαλίζεσθαι, καὶ ἀπαιτεῖν αὐτοὺς τὴν περὶ τούτου ἀπόδειξιν. καὶ εἰ μὲν ἀποδείξουσι τὴν μοιχείαν, ῥινοκοπείσθωσαν ὅ τε μοιχὸς καὶ ἡ μοιχαλὶς, μὴ χωριζομένου τοῦ μοιχοῦ ἀπὸ τῆς γυναικὸς αὐτοῦ. εἰ δ᾽ οὐκ ἀποδείξουσιν, ἀλλ᾽ ἐλεγχθῶσιν, ὅτι δι᾽ ἔχ θραν εἶπον, τὴν ταὐτοπάθειαν ὡς συκοφάνται ὑπομενέτωσαν.

35

pr.Ταῖς δὲ εἰρημέναις αἰτίαις συνείδομεν καὶ ταύτας ὀνομαστὶ προσθεῖναι ἐξ ὧν τοὺς γάμους ἔστι δίχα ποινῆς διαλύειν. καὶ αὐτίκα ἐπιφέρει καὶ τὰς αἰτίας· τὴν τῆς ἀσκήσεως δηλαδὴ, τὴν ἐπὶ τριετίαν ἀσύναπτον ὁμοζωΐαν καὶ τὴν τῆς αἰχμαλωσίας. πλὴν ἀπὸ μὲν τῶν δύο αἰτιῶν χωρὶς ποινῆς καὶ δόσεως οἱασδήτινός φησι λύεσθαι τὸ συνοικέσιον, ἀπὸ δὲ τοῦ μονάσαι θάτερον μέρος τῶν ὁμοζύγων φησὶ ταῦτα· τηνικαῦτα γὰρ κελεύομεν παῤῥησίαν εἶναι καὶ ἀνδρὶ καὶ γυναικὶ πρὸς τὴν ἐπὶ τὰ κρείττω μεταβαίνειν ὁδὸν καὶ διαλύειν τὸ συνοικέσιον καὶ ἀναχωρεῖν μετά τινος βραχείας ὑπολιμπανομένης τῷ καταλελειμμένῳ παραμυθίας. ὅπερ γὰρ συμφω νήσειαν οἱ συμβάλλοντες ἀπὸ τελευτῆς γενέσθαι κέρδος, τοῦτο ἔχειν δεῖ τὸν καταλελειμμένον παρὰ θατέρου, εἴτε ἀνὴρ εἴτε γυνὴ καθεστήκει. διότι καὶ οὗτος, τό γε ἐπὶ τῷ συνοικήσαντι, δοκεῖ τελευτᾷν, ἑτέραν ἀνθ᾽ ἑτέρας βίου πορείαν ἑλόμενος.

36

pr.Ἀλλὰ καὶ ἡ ρκγ ' νεαρὰ τοῦ ἰουστινιανοῦ φησι τὸν ἐν τῷ κόσμῳ περιλειφθέντα ἐκ τῶν ὁμοζύγων λαμβάνειν ἀπὸ τοῦ μέρους τοῦ ἀποκαρέντος, εἴ τι ἐκ τῆς τελευτῆς τούτου ἀπὸ συμφώνου ἔμελλε προσαρμόσαι αὐτῷ, ὅπερ καὶ βραχείαν παραμυθίαν ὠνόμασεν ἡ κβ ' νεαρὰ τοῦ αὐτοῦ βασιλέως, πάντως πρὸς τὴν ἐκ τῶν ἑτέρων αἰτιῶν διδομένην ποινὴν ἀποβλέψασα· τὸ γὰρ ἀπὸ συμφώνου οὐδὲ ποινὴ λογίζεται.

37

pr.Ἐρωτῶ δὲ τῆς ριζ ' νεαρᾶς τοῦ φιλοσόφου βασιλέως κυροῦ λέοντος λεγούσης ἐξ ἀποκάρσεως τοῦ ἀνδρὸς μὴ δίδοσθαι ὑπόβολον τῆ γυναικὶ, τῆς δὲ ριζ΄ νεαρᾶς τοῦ ἰουστινινιανοῦ διοριζομένης τὰ ῥηθέντα ἄνωθεν, ἀπαιτηθήσεταί τι παρὰ τῆς γυναικὸς χάριν ὑποβόλου ἐκ τοῦ ἀποκαρέντος ἀνδρὸς ἢ οὔ;.

38

pr.Τὸ παλαιὸν οὐκ ἀπὸ συμφώνου ἐδίδοτο τὸ ὑπόβολον, ἀλλὰ ἀπὸ τοῦ νόμου. εἴ τι γὰρ ἡ γυνὴ ἐδίδου χάριν προικὸς, τοσοῦτον καὶ ὁ ἀνὴρ ὑποβάλλειν ποσὸν εἰς τὴν κοινὴν περιουσίαν ἠναγκάζετο· ὅθεν καὶ ὑπόβολον ὠνομάσθη. καὶ σήμερον τοιοῦτον ὑπόβολον ὁ ἀνὴρ οὐ δίδωσιν, ἀλλὰ ἀπὸ συμφώνου τὶ μέρος ὅσον συμφωνήσει ἐκ προτελευτῆς τῇ γυναικί. εἰ δὲ [μὴ] συμφωνήσει τὶ περὶ ὑποβόλου, οὐκ ἀναγκασθήσεταί τι δοῦναι. νομίζω οὖν ὅτι ἡ μὲν νεαρὰ τοῦ σοφοῦ περὶ τοῦ ὑποβόλου φησὶ τοῦ ἐκ τοῦ παλαιοῦ νόμου ἐπιγινωσκομένου καὶ ἐξ ἀνάγκης διδομένου, ἡ δὲ νεαρὰ τοῦ ἰουστινιανοῦ περὶ τοῦ κέρδους τοῦ ἐκ προτελευτῆς κατὰ τὸ [σύμφωνον] διδομένου. τὸ γοῦν ἐκ προτελευτῆς ἑνὸς τῶν ὁμοζύγων συμφωνηθὲν δίδοσθαι ποσὸν πρὸς τὸν ἐναπομείναντα ἀπαιτήσει πάντως μετὰ τὴν τοῦ ἑτέρου ἀπόκαρσιν ὁ εἰς τὸν βίον περιλειφθεὶς, οἷον ἐὰν ἢ καὶ ὅπως ἂν καλῆται, καὶ συμβαίνει τοιουτοτρόπως ἐὰν ἀποκαρῇ ἡ γυνὴ ἀπαιτεῖν τὸν ἄνδρα τὸ ἐκ προτελευτῆς ἐκείνης συμφωνηθὲν δοθῆναι τῷ περιόντι ποσὸν, κἂν ὑπόβολον καλῇται καταχρηστικῶς.

39

pr.Ὁ μονάσας ἀζημίως λύει τὴν πρὸς αὐτὸν συστᾶσαν μνηστείαν. εἰ δὲ γήμας μονάσει, τῷ ἀπὸ τελευτῆς ὑπόκειται κάσσῳ. ἀμφοτέρων δὲ μονασάντων, ἀζημίως ὁ γάμος λύεται.

40

pr.Ὁ μέλλων μονάζειν τοῖς μὲν παισὶ τὸ ἐκ νόμων ἐποφειλόμενον ἐπιδιδότω ἢ προσαναπληρούτω μέρος, τῇ δὲ γαμετῇ τὴν προῖκα καὶ τὰ ἀπὸ τελευτῆς ἁρμόζοντα.

41

pr.Ὁ δι᾽ ἄσκησιν λύων τὸν ἴδιον γάμον τῷ ἀπὸ τελευτῆς ὑπόκειται.

42

pr.Οὐ δύναται ὁ ἀνὴρ διαζύγιον πέμπειν τῷ πατρὶ τῆς θυγατρὸς, οὔτε ὁ πατὴρ ὁ συναινέσας τῷ γάμῳ μὴ συναινούσης αὐτῷ τῆς θυγατρὸς εἰ μὴ ἄρα ἀπὸ μεγάλης καὶ εὐλόγου αἰτίας γένηται. εἰ δὲ συναινούσης αὐτῆς διαλυθῇ ὁ γάμος, οὐ δύναται ἀναγκάζειν αὐτὴν ἐν τῷ ὑποστρέφειν τὸν ἄνδρα.

43

pr.Ἐὰν οὖν παρὰ τὰς γεγραμμένας αἰτίας τὰς νομίμους ὁ ἀνὴρ στείλῃ ῥεπούδιον, ἀπόλλυσι τὴν δωρεὰν καὶ ἄλλο τρίτον αὐτῆς. εἰ δὲ ἡ γυνὴ στείλῃ ἄλογον ῥεπούδιον, ἀπόλλυσι τὴν προῖκα, καὶ πρὸς τούτοις ἐν μοναστηρίῳ ἐμβάλλεται διὰ πάσης τῆς ζωῆς αὐτῆς, καὶ τὰ πράγματα αὐτῆς διαιροῦνται. καὶ εἰ μὲν παϊδές εἰσιν, λαμβάνουσιν οὐγγίας η΄, τὸ δὲ μοναστήριον οὐγγίας δ΄. εἰ δ᾽ οὐκ εἰσι παῖδες, ἀλλὰ γονεῖς μὴ συναινέσαντες τῷ ῥεπουδίῳ, αὐτοὶ μὲν λαμβάνουσιν οὐγγίας δ΄, τὸ δὲ μοναστήριον οὐγγίας η΄. εἰ δὲ συνήνεσαν, ὅλην τὴν οὐσίαν τὸ μοναστήριον λαμβάνει. δυνατὸν γὰρ ταῦτα λέγειν καὶ ἐπὶ ἀνδρὸς ῥεπουδιατεύοντος ἐκ τῆς ρκζ ' νεαρᾶς, τῆς λεγούσης ἴσας εἶναι τὰς ποινὰς τῶν ἀλόγων ῥεπουδίων καὶ τὸν ἄνδρα ὁμοίως ὑποκεῖσθαι τοῖς κατὰ γυναικὸς ὁρισθεῖσιν.

44

pr.Ἐπειδὴ δέ τινες τὸν ἡμέτερον νόμον παραβαίνειν σπουδάζουσιν, ἐν ᾧ ἰδικῶς τὰς αἰτίας ἀπηριθμησάμεθα, ἐξ ὧν μόνον ῥεπούδιον δύναται πέμπεσθαι ἢ ἐκτοῦ ἀνδρὸς ἢ ἐκ τῆς γυναικὸς, κελεύομεν παρ᾽ ἐκείνας τὰς αἰτίας μηδενὶ τρόπῳ ῥεπούδιον γίνεσθαι ἢ κατὰ συναίνεσιν τοὺς γάμους διαλύειν καὶ συγχωρεῖν ἀλλήλοις τὰ ἁμαρτήματα. εἰ δὲ παρὰ τὰς ὑφ᾽ ἡμῶν διωρισμένας αἰτίας τολμήσουσί τινες διαλύειν τὸν γάμον, κελεύομεν, εἰ μὲν κατιόντας ἔχοιεν, εἴτε ἐξ αὐτοῦ εἴτε ἐξ ἄλλου γάμου, τὰς οὐσίας αὐτῶν ἐκείνοις δίδοσθαι, καὶ τόν τε ἄνδρα τήν τε γυναῖκα εἰς μοναστήριον ἐμβάλλεσθαι ἐπὶ πάντα τὸν τῆς ζωῆς αὐτῶν χρόνον, καὶ ἐκ τῆς ἑκατέρου περιουσίας ἀνὰ δ ' οὐγγίας τοῖς μοναστηρίοις ἐν οἷς ἐμβάλλονται ἀφορίζεσθαι· τοῦ ἀνδρὸς δηλαδὴ μηδὲ χρῆσιν ἔχοντος τοῦ διδομένου τοῖς παισὶ μέρους. εἰ δὲ κατιόντας μὴ ἔχοιεν, ἀλλ᾽ ἀνιόντας, τὸ τρίτον μέρος τῆς οὐσίας λαμβάνειν αὐτοὺς, εἰ μὴ τῇ ἀσεβείᾳ τῆς λύσεως τοῦ γάμου συνήνεσαν, τὰ δὲ δύο μέρη τοῖς μοναστηρίοις ἀφορίζεσθαι· εἰ δὲ οἱ ἀνιόντες τῇ λύσει συνήνεσαν, κελεύομεν πᾶσαν τὴν οὐσίαν τοῖς μοναστηρίοις δίδοσθαι. τιμωρεῖσθαι δὲ τοὺς ὑπουργοῦντας καὶ τοὺς τὰ συμβόλαια τῆς λύσεως συντιθέντας ταῖς εἰς σῶμα ποιναῖς καὶ ἐξορίαις. εἶτα ἐπάγει, ὡς, εἰ βούλοιντο πρὶν ἐμβληθῶσι μοναστηρίοις οἱ τὸν γάμον ἐπιχειρήσαντες λύειν συναφθῆναι πάλιν ἀλλήλοις, εἶναι αὐτοῖς ἄδειαν καὶ συγχώρησιν τῶν ποινῶν, εἰ δὲ βουλομένου τοῦ ἑνὸς μὴ συναινοίη ὁ ἕτερος, κατὰ τοῦ [μὴ] βουλομένου κρατεῖν τὰς ποινάς. καὶ ταῦτα μὲν ὁ ἰουστινιανός. ὁ δὲ μετ᾿ αὐτὸν ἰουστῖνος ἐξεῖναι καὶ δίχα ποινῶν κατὰ συναίνεσιν λύεσθαι τοὺς γάμους κελεύει ἐν ἰδίᾳ διατάξει, ἥτις κατὰ τὸ σύνταγμα ρμ ' τῶν νεαρῶν ἀριθμεῖται.

45

pr.Ἀλλὰ καὶ τὴν ἄπροικον γυναῖκα ἐκβάλλων ἀλόγως δίδωσιν αὐτῇ τὸ δ΄ τῆς περιουσίας αὐτοῦ τῆς καθαρᾶς. εἰ δὲ συμβῇ πλείονας εἶναι παῖδας τῶν τριῶν, οὐ τὸ δ΄ ἀλλὰ παιδὸς ἑνὸς ἀναλογίαν λαμβάνειν· οὐ δύναται γὰρ τὸ διδόμενον αὐτῇ ὑπερβαίνειν τὰς ρ΄ λίτρας τοῦ χρυσίου. οὐχ ὑπόκειται δὲ τούτοις ἡ ἄπροικος γυνὴ ἀλόγως τοῦ ἀνδρὸς ἀναχωροῦσα, ὡς ἡ νεαρὰ αὕτη λέγει.

46

pr.Τοσοῦτον δὲ ἀκώλυτός ἐστιν ἡ τῶν γάμων διάλυσις, ὅτι εἴρηται ἐν βι. με΄ τί. α΄, ὡς ἐάν τις τῶν συνοικούντων ὁμολογήσῃ ποινὴν ἐκ τοῦ ὑπ᾽ αἰτίαν αὐτοῦ λυθῆναι τὸν γάμον, οὐκ ἔῤῥωται· ἀρκεῖ γὰρ ἡ τῷ νόμῳ ἐπὶ τῶν τοιούτων ὡρισμένη ποινὴ, εἰ μὴ ἄρα καὶ ἡ ἐπερώτησις τοιαῦτα περιέχει.

47

pr.Ὅτι οὐ καλῶς ἐπερωτῶ τινα ποινὴν ἐκ τοῦ μὴ γαμηθῆναί μοι. οὔτε μὴν τὴν ἤδη γαμηθεῖσάν μοι ποινὴν ἐπερωτᾷν δύναμαι, ἐὰν λύσῃ τὸν γάμον.

48

pr.Τὰ αὐτὰ καὶ περὶ γυναικὸς ἐπερωτώσης ἄνδρα. ὅτι ἀνισχύρως τὶς πακτεύει μὴ ἐξεῖναι αὐτῷ λῦσαι τὸν γάμον, καὶ οὐκ ἔῤῥωται ἡ ἐπὶ τούτῳ ἐπερωτηθεῖσα ποινή.

49

pr.Εἴ τις τῶν διὰ σωφροσύνην λυσάντων τὸν γάμον ἄλλην ἀγάγηται γαμετὴν ἢ πορνεύσῃ, τὴν πᾶσαν αὐτοῦ περιου σίαν οἱ παῖδες λήψονται. εἰ δὲ παῖδας οὐκ ἔχουσιν οἱ πταίσαντες, τὸ δημόσιον διαδέξεται τὴν τούτων περιουσίαν '.

50

pr.Ἐπὶ ἀνδρογύνου εἰ μὲν κουρευθῇ ἡ γυνὴ παῖδας ἔχουσα, ἐξουσίαν ἔχει καταλιμπάνειν τὸ τρίτον τῆς προικὸς αὐτῆς τοῖς παισὶν, εἰ μήγε καὶ πλέον τοῦ τρίτου ἑκουσίως βούλεται αὐτοῖς διδόναι· τὸ γὰρ τρίτον ἐξ ἀνάγκης δίδωσι· τὸ δὲ δίμοιρον ἀναλαμβάνεται ἐκείνη. ἐκ δὲ τῶν τοῦ ἀνδρὸς πραγμάτων οὐδὲν λαμβάνει, εἰ μὴ τὸ θεώρετρον· τὸ γὰρ ὑπόβολον εἴτε ἡ γυνὴ κουρευθῇ εἴτε ὁ ἀνὴρ οὐ δίδοται.

51

pr.Τοῦτο δὲ γίνεται εἰ ἀγαθῇ χάριτι λυθῇ ὁ γάμος. εἰ δὲ τυχὸν ἀπὸ μοιχείας ἀποκατασταθῇ ἐν μοναστηρίῳ ἡ γυνὴ, ἄδειαν ἔχει ὁ ἀνὴρ εἴσω διετίας ἀναλαβεῖν αὐτὴν μὴ βλαπτομένου τοῦ γάμου ἐκ τῶν ἐν μέσῳ. εἰ δὲ παρέλθῃ ὁ χρόνος ἢ ὁ ἀνὴρ τελευτήσῃ μὴ ἀναλαβὼν αὐτὴν καὶ ἀποκαρῇ, εἰ μὲν ἔχει παῖδας, λαμβάνουσιν ἐκεῖνοι τὸ δίμοιρον, τὸ δὲ τρίτον δίδοται τῇ μονῇ ἐν ᾗ ἀποκείρεται· εἰ δὲ παῖδας οὐκ ἔχει, ἔχει δὲ γονεῖς καὶ οὐ συνέπραξαν ἐν τῇ μοιχείᾳ, τὸ τρίτον λαμβάνουσιν οἱ γονεῖς, τὸ δὲ δίμοιρον ἡ μονή. κερδαίνει δὲ ὁ ἀνὴρ τὸ συμφωνηθὲν ὑπόβολον καὶ ὅσον ἐξ ἀπαιδίας κερδάναι αὐτὸν συμπεφώνηται.

52

pr.Λύεται ὁ ἀνὴρ τῆς γυναικὸς καὶ ἐὰν λωβός ἐστιν· ὡσαύτως καὶ ἡ γυνὴ τοῦ ἀνδρός.