IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.13

Περὶ τῶν ἐν ζωῇ δωρεῶν.

Abrir no leitor do IusCommune →

1

pr.Τῶν δωρεῶν αἱ μὲν εἰσιν ἐν ζωῇ γινόμεναι καὶ πρὸς ζωὴν τὴν χάριν καὶ τὴν εὐεργεσίαν γνωρίζουσαι καὶ τὴν εὐγνωμοσύνην ἐπιζητοῦσαι· αἱ δὲ ἐν αἰτί: θανάτου γινόμεναι καὶ μετὰ τὸν ὡς εἰπεῖν αἴτιον ταύτης τῆς δωρεᾶς θάνατον τὴν περαίωσιν καὶ τὴν βεβαίωσιν ἔχουσαι. πρὸ γὰρ τοῦ τελευτῆσαι τὸν δωρησάμενον οὐδὲν ἕξει ὁ τὴν δωρεὰν κατέχων ἐκ τοῦ δωρηθέντος κτήματος, διότι πρόσκειται τὸ μετὰ θάνατον.

2

pr.Τῶν ἐν ζωῇ δωρεῶν αἱ μέν εἰσιν ἐξ αὐτῆς τῆς ὥρας καὶ τοῦ καιροῦ τὴν περαίωσιν δεχόμεναι καὶ ὡς εἰπεῖν ἀπεντεῦθεν ἤδη τὴν παράδοσιν ποιούμεναι καὶ τῆς δεσποτείας καὶ τῆς χρήσεως τοῦ δωρουμένου κτήματος ἢ χρήματος, τουτέστι κινητοῦ ἢ ἀκινήτου πράγματος, μηδενὸς ἔξωθεν ἄλλου λογισμοῦ παρακολουθοῦντος ἢ προσκειμένου ἢ προσδιοριζομένου, ἀλλ᾽ εὐθὺς τοῦ πράγματος ἀπὸ προσώπου εἰς πρόσωπον μεταβαίνοντος, ἤγουν ἀπὸ τοῦ τὴν δωρεὰν ποιοῦντος εἰς τὸν τὴν δωρεὰν δεχόμενον, ἄνευ τῆς οἱασοῦν προφάσεως ἢ αἱρέσεως. αἱ δέ εἰσιν ὑπὸ αἵρεσιν διδόμεναι, διαφόροις τρόποις καὶ χρόνοις εἰδοποιούμεναι, καὶ ὡς ἂν ὁ δωρούμενος ἐπείπῃ καὶ προσδιορίσηται '.

3

pr.Μετὰ θάνατον δωρεά ἐστιν, ὅτε τὶς ἑαυτὸν θέλει μᾶλλον ἢ τὸν λαμβάνοντα ἔχειν, τὸν δὲ λαβόντα πλέον τοῦ ἰδίου κληρονόμου.

4

pr.Τρία ἐστὶν εἴδη τῶν ἐν αἰτίᾳ θανάτου δωρεῶν. ἓν μὲν, ὅτε μηδενὸς ἐπηρτημένου φόβου δωρεῖται διὰ μόνην ἐλπίδα φυσικοῦ θανάτου. δεύτερον δὲ, ὅτε τὶς διὰ τὸν ἐπηρτημένον ἔξωθεν καὶ οὐκ ἐκ τοῦ λαμβάνοντος θάνατον δωρεῖται, ἐφ᾽ ᾧ παραχρῆμα δεσπόσαι τὸν λαβόντα. τρίτον, ὅτε δι ἀποδημίας κίνδυνον δίδοται, ἐφ᾽ ᾧ τὸν λαβόντα μὴ δεσπόσαι ἕως ἂν ὁ δεδωκὼς ἀποθάνῃ· οἷον ὁ κίνδυνον λῃστῶν ἢ πολεμίων ἢ ναυάγιον ἢ τόπους ἐπιβουλευομένους εὐλαβούμενος, ἀλλὰ καὶ ὁ νοσῶν, καὶ ὁ ἄνδρα δυνατὸν ἢ γῆρας εὐλαβούμενος. ταῦτα γὰρ πάντα κίνδυνον ἐνεστῶτα σημαίνουσιν.

5

pr.Ἐὰν ὁ ὑπεξούσιος κελεύσει ἢ βουλήσει πατρὸς δωρήσηται, δοκεῖ αὐτὸς ὁ πατὴρ δωρεῖσθαι. καὶ ἐάν τις τὸ σὸν πρᾶγμα βουλήσει τῇ σῇ δωρήσηταί τινι ὡς ἴδιον, δοκεῖς σὺ τοῦτο δωρεῖσθαι.

6

pr.Αἱ ἐμπεφανισμέναι δωρεαὶ οὐ δέονται τῆς τῶν γειτόνων μαρτυρίας. ἐμπεφανισμένας δὲ δωρεὰς παρίστησι τὸ νόμιμον τὰς ἐμφανιζομένας δικαστῇ.

7

pr.Τὰς δωρεὰς ἐμφανεῖς ἐπὶ πράξεως ὑπομνημάτων γίνεσθαι παρεκελεύσαντο οἱ πάλαι βεβασιλευκότες, εἴγε δωρεά μείζων ἦν τῶν σ ' νομισμάτων. ὁ δὲ ἰουστινιανὸς ἐθέσπισε, μέχρι φ ' νομισμάτων καὶ ἀνεμφανίστων οὐσῶν ἐῤῥῶσθαι τὴν δωρεάν, ὡς μηδὲ δεῖσθαι πράξεως ὑπομνημάτων, εἰ καὶ τῶν φ ' νομισμάτων ὑπερβαίνοιεν τὴν ποσότητα, ἀλλ᾽ ἔχειν αὐτὰς τὸ ἰσχυρὸν ἐκέλευσεν.

8

pr.Αἱ ἐν γάμῳ γενόμεναι δωρεαὶ τοῦ προτελευτῶντος ἐπὶ τῆς αὐτῆς γνώμης τοῦ δωρησαμένου μενούσης βεβαιοῦνται '.

9

pr.Ἐὰν γυνὴ τὰ δωρηθέντα αὐτῇ παρὰ τοῦ ἀνδρὸς αὐτῆς δαπανήσῃ περὶ συνηθείας προκοπῆς συγγενῶν αὐτῆς, ἔῤῥωται ἡ δωρεάς.

10

pr.Οὐκ ἔῤῥωται δωρεὰ διὰ τὸν ἔρωτα, καὶ διὰ τὸ μὴ γίνεσθαι τὸν εὔπορον ἄπορον καὶ τὸν ἄπορον εὔπορον. τοῦτο μὲν ἐν γάμῳ ἐπὶ τῆς αὐτῆς γνώμης τελευτώντων ἐῤῥῶσθαι, ἐπὶ δὲ διαζυγίου μὴ ἐῤῥῶσθαι.

11

pr.Ἐὰν ἡ δωρεὰ πρᾶσις γένηται, οὐ συνίσταται ἡ πρᾶσις, ἀλλ᾽ ἡ δωρεὰ μένει ἐῤῥωμένη.

12

pr.Τὰς βασιλικὰς δωρεὰς ἐν ὑπομνήμασιν ἢ εἰς βασιλέα γενομένην δωρεὰν οὐκ ἐῤῥῶσθαι.

13

pr.Ἐὰν δωρήσωμαι τῇ γαμετῇ μου ἐφ᾽ ᾧ δοῦναί μοι αὐτὰ ἐν προικὶ καὶ προτελευτήσω, βεβαιοῦται.

14

pr.Ἐὰν ἀνὴρ καὶ γυνὴ συνεστῶτος τοῦ γάμου ἀλλήλοις χαριζόμενοι εἰ καὶ τελευτῶντες τὴν δωρεὰν ἐπικυρώσουσιν, ἔῤῥωται, κἂν ὁσηδήποτέ ἐστι μὴ χρήζουσα πράξεως ὑπομνημάτων. εἰ δὲ προτελευτήσει ὁ τῆς δωρεᾶς τυχῶν, ἐπανατρέχει τὸ δωρηθὲν ἐπὶ τὸν χαρισάμενον. τὸ αὐτὸ καὶ ἐὰν ῥεπουδίῳ λυθῇ ὁ γάμος.

15

pr.Ὅτι τὰ πράγματα τῆς γυναικὸς οὐ συμβάλλονται τοῖς πράγμασι τοῦ ἀνδρὸς δημευομένου [ἢ] χρεωστοῦντος πριμήπηλον.

16

pr.Οὐκ ἀνακαλεῖταί τις ἃ δεδώρηται, λέγων ὅτι ἠπατήθην περὶ τὴν δωρεάν. ἀλλὰ κἂν ἐνδιαθήκως εἴπῃ, ὅτι κακῶς ἐδωρησάμην, οὐκ ἐκκαλεῖται ἃ ἐδωρήσατο. ὁ γὰρ δωρησάμενός ἐστιν ὁ μὴ δυνάμενος τὴν κατὰ ἀπάτην δωρεὰν ἀνατρέψαιθ.

17

pr.Ἄγραφος ἁπλῆ δωρεὰ συνίσταται, ὅταν τὶς τῶν ἐντελῶν χρόνων ὑπάρχων ἐπὶ πέντε ἢ τριῶν μαρτύρων δωρήσηταί τινα τῶν ἰδίων αὐτοῦ πραγμάτων· πέντε μὲν μαρτύρων εἰς τόπους συνισταμένους καὶ εὑρισκομένων ἀνθρώπων, τριῶν δὲ εἰς τόπους ἐρήμους καὶ μὴ εὑρισκομένου τοῦ μέτρου τῶν πέντε.

18

pr.Ἔγγραφος ἁπλῆ δωρεὰ συνίσταται, ὅταν ὑπὸ τοῦ τελείαν ἄγοντος ἡλικίαν συνταγῇ, ὑπογραφὴ καὶ κατὰ τὸν προειρημένον τρόπον ἐπὶ πέντε ἢ τριῶν μαρτύρων ἐπὶ τοῦτο προσκληθέντων ἐγγράφως μαρτυρηθῇ καὶ ἀπολυθῇ.

19

pr.Εἰ δέ τις ποιήσει δωρεάν εἴς τινα πρὸς τὸ μετὰ τὴν τελευτὴν αὐτοῦ λαβεῖν τὰ δωρηθέντα αὐτῷ πράγματα, καὶ ἀπεντεῦθεν ἤδη τὴν δεσποτείαν καὶ μόνον δωρήσηται αὐτῷ, καὶ τὴν τοιαύτην δωρεὰν ἐγγράφως ἐπὶ πέντε ἢ τριῶν μαρτύρων γίνεσθαι κατὰ τοὺς προειρημένους τρόπους.

20

pr.Ἡ διὰ προσδοκίαν θανάτου δωρεά, ἤτοι μετὰ ἀποβίωσιν τοῦ δωρουμένου τὴν σύστασιν ἔχουσα, γίνεται καὶ αὐτὴ, ὡς ἀνωτέρω δεδήλωται, διά τε τοῦ δωρουμένου καὶ ε΄ ἤ γ ' μαρτύρων ὑπογραφῆς συντηρουμένης.

21

pr.Εἰ δὲ αὐτὸς ὁ δωρούμενος διατάξηται ἐγγράφως ἐν τῇ αὐτῇ δωρεᾷ αὐτοῦ μὴ μεταμεληθῆναι ἢ διαστρέψαι τὴν τοιαύτην δωρεάν, ταύτην εἶναι κεκυρωμένην, μόνον ἵνα δηλωθῇ ἡ διάταξις αὐτοῦ καὶ ἐν τῷ ὕφει καὶ ἐν τῇ ὑπογραφῇ αὐτοῦ.