IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.14

Περὶ ἀνατροπῆς δωρεῶν.

Abrir no leitor do IusCommune →

1

pr.Αἱ μετὰ θάνατον δωρεαὶ λεγάτοις ἐοίκασιν. ὡς οὖν ἐκεῖνα βουλομένου τοῦ τελευτήσαντος λύονται καὶ ἀκυροῦνται, οὕτω καὶ αἱ μετὰ θάνατον δωρεαὶ, εἰ μὴ ἄρα ὁ δωρούμενος ἀμεταμέλητον εἶναι τὴν ἑαυτοῦ γνώμην ὁμολογήσει καὶ ἰσχυρίσεται '.

2

pr.Ἐν τῇ κβ ' νεαρᾷ περὶ μητρὸς δευτερογαμησάσης καὶ προδωρησαμένης τῷ ἐκ τοῦ πρώτου γάμου παιδὶ λέγεται μὴ ἄλλως ἀνατρέπειν τὴν δωρεάν, πλὴν εἰ μὴ ἐπιβουλεύοντα περὶ τὴν ζωὴν αὐτῆς ἢ χεῖρας αὐτῇ ἀσεβεῖς ἐπάγοντα ἢ πρὸς ἀφαίρεσιν τῆς ὅλης αὐτῆς οὐσίας πράττοντά τι τὸν λαβόντα τὴν δωρεὰν αὐτὴ ἀποδείξειεν.

3

pr.Ὁ πατὴρ ἔτι νήπιον ὄντα τὸν παῖδα καὶ τῷ ἄγαν τῆς ἡλικίας ἁπαλῷ μηδὲ φθεγγόμενον ἀλλὰ καὶ μηδεμίαν ἔχοντα αἴσθησιν ἢ νόησιν τῶν πραττομένων αὐτεξούσιον ποιήσας, ἐὰν δωρήσασθαι αὐτῷ τι βουληθῇ, ὡς ἐπὶ τελείου πάντα ποιείτω δωρεαστικὸν συντάττων γραμματεῖον, οὐ πρὸς αὐτὸν μέντοι τὸν ἴμφαντα παῖδα ἀλλὰ πρὸς ἕνα ἀξιόπιστον καὶ εὐνούστατον αὐτοῦ οἰκέτην ὑποδεχόμενον τὴν δωρεὰν ὀνόματι αὐτοῦ καὶ προσπορίζοντα αὐτῷ '.

4

pr.Ἐάν τις μὴ ἔχων υἱὸν πᾶσαν αὐτοῦ τὴν οὐσίαν ἢ μέρος αὐτῆς ἰδίῳ ἀπελευθέρῳ δωρήσηται, σχῇ δὲ παῖδας μετὰ ταῦτα, πᾶσα ἀκυρούσθω ἡ δωρεὰ καὶ παλινδρομείτω πάλιν πρὸς τὸν δωρησάμενον ἐξουσίαν ἔχοντα ὡς βούλεται ταῦτα διοικεῖν.

5

pr.Τὸ ἐν ἀγνοίᾳ ἢ κατὰ πλάνην διδόμενον ἀπαιτεῖται. ὁ δὲ ἐν γνώσει διδοὺς τὸ μὴ χρεωστούμενον δωρεῖται.

6

pr.Οὔτε ἄνηβος οὔτε ἄνους δύναται δωρεῖσθαι· ἐν οὐδενὶ γὰρ τούτων ἐστὶ βούλησις.

7

pr.Αἱ γινόμεναι χάριτες τῶν δωρεῶν εἰς ἀχαριστίαν ἀνατρεπέσθωσαν.

8

pr.Δεῖ τὴν δωρεὰν ἄχρι φ ' νομισμάτων ἐῤῥῶσθαι κἂν μὴ ἐμφανισθῇ. ἐξῃρημένων τῶν βασιλικῶν δωρεῶν καὶ τῶν εὐσεβείας λόγῳ γινομένων καὶ τῶν εἰς μνηστὴν διδομένων.

9

pr.Οὐ μόνον ὁ νοσῶν δύναται δωρεῖσθαι, ἀλλὰ καὶ ὁ κίνδυνον λῃστῶν ἢ πολεμίων εὐλαβούμενος ἢ ἄνδρα δυνατὸν ἢ ναυάγιον ἢ γῆρας· ταῦτα γὰρ πάντα κίνδυνον ἐνεστῶτα σημαίνουσιν.

10

pr.Ἐὰν ὁ θάνατος μὴ ἐπακολουθήσῃ, τέλειον οὐκ ἔχει ἡ θανάτου αἰτίᾳ δωρεά.

11

pr.Ἐὰν ὁ τὴν δωρεὰν εἰληφὼς ἀχάριστος ὀφθῇ περὶ τὸν δωρησάμενον σκαιαῖς κατὰ τούτου χρησάμενος ὕβρεσιν, ἢ χεῖρας ἀδίκους ἐπαγάγῃ ἢ ζημίαν περιβάλῃ μεγίστην ἐξ οἰκείας ἐπιβουλῆς, ἢ περὶ τὴν ζωὴν ἐπιβουλεύσῃ, ἢ τὰ ἐν τῇ δωρεᾷ πάκτα, εἴτε ἐγγράφως ἢ ἀγράφως γεγονότα μὴ πληρώσῃ ταῦτα, μία γὰρ ἐκ τούτων τῶν αἰτιῶν ἐὰν ἐν δικαστηρίῳ κατὰ σύστασιν φανερῶς ἀποδειχθείη, ἀνατρεπέσθωσαν αἱ γινόμεναι δωρεαί.