JGR VI 1.15
Περὶ πράσεως καὶ ἀγορασίας.
Abrir no leitor do IusCommune →1
pr.Πρᾶσις καὶ ἀγορασία συνίσταται, ἡνίκα περὶ τοῦ τιμήματος ἑκάτερον συναινέσαν μέρος ὁ μὲν τὴν καταβολὴν ποιήσηται τοῦ τιμήματος, ὁ δὲ παραδώσει τὸ πιπρασκόμενον· οὐ μόνον δὲ ἀλλὰ κἂν ὁ ἕτερος τούτων ἢ τὴν καταβληθεῖσαν τι- μὴν ἀναλάβῃ ἢ τὸ διαπραθὲν πρᾶγμα παραλάβῃ, ἐφ᾽ ᾧ τὴν πρᾶσιν ἀδιάλυτον προβῆναι, καὶ οὕτω τὰ τῆς πράσεως ἐῤῥῶσθαι '.
2
pr.Τὸ δὲ ἀῤῥαβῶνος χάριν παρεχόμενον ἔλεγχός ἐστι καὶ ἀπόδειξις πράσεως καὶ ἀγορασίας συστάσεως, οὐ μὴν αὐτὸ σύστασις. ταῦτα δὲ περὶ πράσεως καὶ ἀγορασίας λέγομεν τῆς ἀγράφως γινομένης. ἐπὶ δὲ τῆς ἐγγράφως γινομένης οὐχ ἑτέρως τὸ τέλειον προσγενήσεσθαι λέγομεν τῇ πράσει καὶ τῇ ἀγορασίᾳ, εἰ μὴ καὶ τὰ συμβόλαια τῆς πράσεως συγγραφῇ, ἢ οἰκείᾳ χειρὶ τοῦ πιπράσκοντος, ἢ ὑπὸ ἑτέρου μὲν γραφῇ, ὑπογράψῃ δὲ ὁ πιπράσκων. εἰ δὲ διὰ ταβελλίονος γένηται, καὶ κόμπλα παρακολουθήσει προταχθείσης ὑπογραφῆς καὶ τοῦ συμβολαίου.
3
pr.Τὸ δὲ δι᾽ ἀῤῥαβῶνος γινόμενον [ἐν] ὑστεροβουλίᾳ κείμενον διαλυομένης τῆς πράσεως, εἰ μὲν ἀγοραστὴς εἴη ὁ διαλύων καὶ ὑποχωρῶν, ἀπόλλυσι τὸν ἀῤῥαβῶνα· εἰ δ᾽ ὁ πράτης, τὸ διπλοῦν παρασχεῖν ἀναγκάζεται, τουτέστιν αὐτὸ τὸ δοθὲν καὶ ἕτερον τοσοῦτον.
4
pr.Τὰ ἐκ τῶν προικιμαίων χρημάτων ἀγορασθέντα προικιμαῖά εἰσιν.
5
pr.Δοκεῖ πως τοῦτο ἐναντίον τῷ ἐν τῷ ε΄ βι. τοῦ κώδ. ὑπὸ θαλελαίου λεγομένῳ, ὅτι τὸ ἐκ τῶν προικιμαίων χρημάτων ἀγοραζόμενον οὔκ ἐστι τῆς δεσποτείας τῆς γυναικός. καί φασιν, ὅτι τοῦτο μὲν, ἡνίκα ὁ ἀνὴρ εὐπορεῖ· χρεωστῶν γὰρ τὰ νομίσματα, δίδωσιν αὐτὰ καὶ οὐ τὸ ἐκ τούτων ἀγορασθέν· τὸ δὲ ἕτερον, ἡνίκα παντελῶς ἀπορήσει ὁ ἀνὴρ θεματίζεται· μὴ γὰρ εὐπορῶν ἀναδοῦναι τὸ χρήματα, ὑπὸ τὴν τῆς γυναικὸς δεσποτείαν ὅσα ἐξ αὐτῶν ἠγοράσθησαν καταλιμπάνει.
6
pr.Οὐδεὶς ἐκ τοῦ παρ᾽ αὐτοῦ ἐγχειριζομένου ὀφφικίου ἀγοράζειν τὶ δύναται κινητὸν ἢ ἀκίνητον ἢ δι ἑαυτοῦ ἢ δι᾽ ἑτέρου. καὶ γὰρ τοῦ πράγματος ἐκπίπτει καὶ τὸ δοθὲν τίμημα οὐ λαμβάνει. ὅπερ κρατεῖ καὶ ἐπὶ τοῦ προκουράτορος τοῦ βασιλέως, εἰ μὴ παρὰ τοῦ δημοσίου.
7
pr.Ὁ κατὰ τόπον ἄρχων εἰ διὰ χαριστικῆς ἀπό τινος τῶν ὑπὸ χεῖρα δεσπότης κτήματός τινος ἀναφανῇ ἢ διὰ πράσεως, οὐδὲν ἀπὸ τῶν τοιούτων πράξεων κερδανεῖ, οὐδὲ χρόνῳ ἡ ἀπὸ χαριστικῆς ἢ ἀπὸ διαπράσεως γεγενημένη αὐτῷ διακατοχὴ τὸ βέβαιον λαμβάνει, ἀλλὰ καὶ ἄρχοντος αὐτοῦ καὶ τῆς ἀρχῆς παυομένου, ὅσος ἂν ῥυῇ χρόνος, τοῦ προτέρου δεσπότου ἔγκλησιν ποιοῦντος ἢ τῶν αὐτοῦ κληρονόμων, ὁ μὲν στερεῖται οὗ διὰ πράσεως ἢ χαριστικῆς δεσπότης ἐνομίσθη, ὁ δὲ πρότερον ἀληθῶς γεγονὼς κύριος ἐγκαλῶν ἀναλαμβάνει τὸ ἴδιον, οὐδενὶ χρόνῳ πρὸς τὴν ἀνάληψιν τοῦ ἰδίου κτήματος κωλυόμενος '.
8
pr.Ὁ δικαίωμα ἔχων εἴτε πράσεως εἴτε ἀγορασίας εἴτε κρίσεως, ἔπειτα τούτων οὐδὲν ἐπὶ κρίσεως παραστὰς ἐμφανίσει, εἰ μὲν γινώσκων ἔχειν αὐτὰ οὐ προεκόμισεν, εἶτα κατεδικάσθη, οὐ δύναται ἐν ἐκκλήτῳ προσάγειν αὐτά· ὁ γὰρ τῶν ἰδίων ὀλιγωρήσας δικαιωμάτων αὐτὸς πρὸ τῶν ἄλλων τὴν ἐκείνων ἀσθένειαν ἐλέγχεται συνειδώς. εἰ δ᾽ ἀγνοῶν, ὅτι ταῦτα ἔχει, διὰ τοῦτο οὐ προκομίσειεν, ὅρκῳ τὴν ἄγνοιαν βεβαιῶν δύναται ταῦτα καὶ μετὰ τὴν ψῆφον τὴν δικαστικὴν ἐπὶ τῆς ἐκκλήτου προάγειν καὶ τὸ ἴδιον διεκδικεῖν δίκαιον.
9
pr.Ὁ ἀποκρύπτων χάρτην ἐκλαβῆς αὐτοῦ ὡς ἐπηρεάζων τὸν πρωτότυπον, ἐκπίπτει τῆς διακατοχῆς τοῦ ἐκδεδομένου.
10
pr.Μετὰ τὸ πραθῆναι καὶ ἀγορασθῆναί τι κατὰ τοὺς ὡρισμένους χαρακτῆρας τῆς τε ἐγγράφου καὶ τῆς ἀγράφου πράσεως καὶ ἀγορασίας, ὁ κίνδυνος τοῦ πεπραμένου πράγματος εὐθέως τὸν ἀγοραστὴν ὁρᾷ, εἰ καὶ τὰ μάλιστα μήπω τὸ πρᾶγμα παραδέδοται.
11
pr.Τοιγαροῦν εἴτε οἰκέτης ἐστὶν ὁ πεπραμένος, καὶ τελευτήσει ἢ μέρος τὶ βλαβῇ τοῦ σώματος, πόδα ἢ χεῖρα ἢ ὀφθαλμὸν, ἢ οἰκία οὖσα ἡ πεπραμένη ἢ πᾶσα ἢ ἐκ μέρους πυρὶ δαπανηθῇ, ἢ ἀγρὸς βίᾳ ποταμῶν ὅλος ἢ ἐκ μέρους ἀπόληται, εἴτε τῇ πλημμύρᾳ τοῦ ὕδατος ἢ δένδρων ἐξ ἀνέμου καταπεσόντων πολλῶν ἥττων ἢ καὶ χείρων γένηται ὁ ἀγρὸς, ἐπὶ τούτων πάντων ἡ ζημία τὸν ἀγοραστὴν ὁρᾷ.
12
pr.Καθόλου γὰρ ἴσθι, ὅτι δίχα δόλου ἢ ῥαθυμίας τοῦ πράτου εἰ συμβῇ τῷ πράγματι τοιοῦτόν τι, ἕξει τὸ ἀμέριμνον ὁ πράτης.
13
pr.Ὥσπερ ἡ ἐκ τύχης ἐλάττωσις ἤτοι ἀπώλεια τοῦ· πε πραμένου πράγματος εἰς τὸν ἀγοραστὴν ἀνατρέχει, οὕτω καὶ εἴ τι προσγέγονε κέρδος τῷ πεπραμένῳ πράγματι, τὸν ἀγοραστὴν ὠφελήσει. ὅθεν εἰ καὶ διὰ προσκλύσεως ἢ προσχώσεως ποταμοῦ μείζων γέγονεν ὁ ἀγρὸς μετὰ τὸ συστῆναι τὴν πρᾶσιν, τοῦ κέρδους ὁ ἀγοραστὴς ἀπολαύσει. χρὴ γὰρ ἐκεῖνον ἔχειν τὸ κέρδος, ὃς καὶ κινδυνεύει διὰ τῆς τούτου μειώσεως '.
14
pr.Ἡ πρᾶσις καὶ ἀπεντεῦθεν ἤδη, ἤγουν εὐθέως καὶ παραυτὰ χωρίς τινος προσδιορισμοῦ ἢ αἱρέσεως καὶ χρόνου ἀναβολῆς, τελειοῦσθαι δύναται, ὡς ὅταν δώης τὸ σὸν ἐπὶ τῷ λαβεῖν τόδε. καὶ ὑπὸ αἵρεσιν γίνεται· οἷον ὁ δεῖνα ὁ οἰκέτης, εἴγε εἴσω μηνὸς ἀρέσει σοι, ἔστω σοι πεπραμένος νομίσμασι δέκα.
15
pr.Ἐὰν ἐν τῷ πραθέντι οἴκῳ τὸ ἀποτεθειμένον ὑπό τινος χρυσίον κατὰ πλάνην ἀπομεῖναν ἐν αὐτῷ εὑρεθῇ, μένει τοῦ πάλαι δεσπόζοντος.
16
pr.Ὁ βλέπων πιπρασκόμενον ὑφ᾽ ἑτέρου ἴδιον αὐτοῦ πρᾶγμα καὶ μὴ ἀντιλέγων, αὐτὸς δοκεῖ πιπράσκειν αὐτό.
17
pr.Ἐὰν κελευσθεὶς ὁ δοῦλός μου τοὺς ὅρους ὑποδεῖξαι τοῦ πραθέντος ἀγροῦ πλέον ὑποδείξῃ κατὰ δόλον ἢ ἄγνοιαν, οὐ καταδικάζει με. τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ παραδόσεως νομῆς ἀργούσης.
18
pr.Ἐάν τις εἱρκτῇ τινα βαλὼν παρασκευάσῃ τὶ πρᾶξαι, ἀνίσχυρόν ἐστιν.
19
pr.Ἐπίτροπος οὐ δύναται ὀρφανικὸν ἀγοράσαι πρᾶγμα. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων, κουρατόρων καὶ προκουρατόρων.
20
pr.Δύναται πολλάκις καὶ αὐτὸς ὁ ἐπίτροπος καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν πραγμάτων τοῦ ἀνήβου τῶν πιπράσκεσθαι δυναμένων πίστει ἀγαθῇ φανερῶς ἀγοράσαι. καὶ γάρ τοῖς νομίσμασι τοῦ ἀνήβου λαθραίως μὲν κεχρῆσθαι κεκώλυται, φανερῶς δὲ ταῦτα δανείσασθαι οὐκ ἀπηγόρευται. ἐὰν δὲ ἀκίνητα ᾖ, οὐ δύναται δίχα δεκρέτου ταῦτα ἀγοράζειν. θεμάτισον δὲ δύο εἶναι ἐπιτρόπους, ἵνα τοῦ ἑνὸς αὐθεντοῦντος ὁ ἕτερος ἀγοράσῃ· ἐπεὶ αὐτὸς ἑαυτῷ αὐθεντῶν οὐ δύναται ἀγοράζειν ὁ ἐπίτροπος.
21
pr.Οὐδενὶ χρόνῳ κυροῦται τὸ βίαιον.
22
pr.Ὁ ποιήσας τὴν βίαν ἀναγκάζεται ἀποκαταστῆσαι, κἂν ἕτερος ἔχῃ τὸ πρᾶγμα΄.
23
pr.Ἔχοντί μοι πράσιμον πρᾶγμα ἐνήγαγες περὶ τῆς αὐτοῦ δεσποτείας, καὶ παρελθόντος τοῦ καιροῦ, καθ᾽ ὃν αὐτὸ χρησίμως ἠδυνάμην πωλῆσαι, τῆς δίκης ἀπέστης. ἔχω κατά σου ἐπὶ τῷ ἀζημίῳ τὴν ἐπὶ τῷ πράγματι ἀγωγήν.
24
pr.Τὰς πράσεις καὶ τὰς δωρεὰς καὶ τὰς διαλύσεις, αἵτινες κατὰ βίαν ἐξεβιβάσθησαν, προστάττομεν ἀσθενεῖν.
25
pr.Ἐπίτροπος πιπράσκων οὐχ ὑπόκειται δεφενσίωνι, εἰ μὴ ῥητῶς ὁμολογήσει. δεσπότης δὲ ὑπόκειται, εἰ μὴ ῥητῶς ἀποτάξηται.
26
pr.Οὐχ ἕπεται τῷ πραθέντι δούλῳ τὸ πεκούλιον αὐτοῦ. ὅθεν ἐὰν ὁ δοῦλος κλέψῃ τὶ τοῦ πεκουλίου καὶ περιέλθῃ εἰς τὸν ἀγοραστὴν, καὶ ὅσα μετὰ τὴν πρᾶσιν προστίθεται τῷ πεκουλίῳ, ἀποδίδοται τῷ πράτῃ, τυχὸν τοκετοὶ καὶ τὰ ἀπὸ τῶν ἔργων τῶν ἐκ τοῦ πεκουλίου δούλων.
27
pr.Ὁ φυγάδα οἰκέτην ἢ κλέπτην πωλῶν, εἰ μὲν ᾔδει, εἰς τὸ διαφέρον κατέχεται· εἰ δ᾽ ἠγνόει, ἐπὶ μὲν τοῦ φυγάδος τὸ τίμημα ἀπαιτεῖται, ἐπὶ δὲ τοῦ κλέπτου οὐδέν. εἰ μέντοι ἀγνοῶν κλέπτην εἶναι τὸν οἰκέτην πιστὸν εἶπεν αὐτὸν, ὡς εἰδὼς κατέχεται. τὸ δὲ διαφέρον καὶ εἰς τοὺς ὑπονοθευθέντας καὶ εἰς τὰ κλαπέντα ἀναφέρεται·
28
pr.Ἐκεῖνο δ᾽ ἔτι προσθεῖναι τῷ νόμῳ δίκαιον ᾠήθημεν, ὅτι ὁ πιπράσκων δοῦλον, καὶ γινώσκων αὐτὸν ἢ κλέπτην ἢ δαιμονῶντα ἢ μαινόμενον, ἵνα προσφωνῇται περὶ τούτου τῷ ἀγοραστῇ· εἰ γὰρ μὴ τοῦτο ποιήσει αὐτὸς μὲν λήψεται τὸν δοῦλον, τὸ δὲ τίμημα διπλοῦν ἀποστρέψῃ τῷ ἠγορακότι, ἀπαιτούμενος καὶ εἴ τινα ζημίαν εἰργάσατο ἐν τῷ οἴκῳ τοῦ ἠγορακότος.
29
pr.Τὴν μὲν περὶ τοῦ φυγάδος ἀγωγὴν ἐντὸς ἓξ μηνῶν κινεῖσθαι μόνον, τὴν δὲ περὶ τῶν λοιπῶν κεφαλαίων ἐντὸς ἐνιαυτοῦ. καὶ ὅτι ὁ κινῶν περὶ τοῦ φυγάδος ὀφείλει παραστῆσαι αὐτόν.
30
pr.Ὁ ἐν ἀγνοίᾳ πωλῶν ὑπαίτιον κατέχεται, ὅσον ἥττονος ἠγόρασεν ἂν, εἰ ᾔδει ὁ ἀγοραστής· ὁ δὲ ἐν εἰδήσει, εἰς πᾶν τὸ διαφέρον· δηλονότι τελευτήσαντος· εἰ γὰρ ζήσαντα, στρέφεται καὶ τὸ τίμημα ἀναδίδοται.
31
pr.Εἰ πρὸ παραδόσεως φύγῃ ὁ πραθεὶς δοῦλος ἢ καὶ κλαπῇ ὑπό τινος, [ὡς] μὴ δόλον ἢ ῥᾳθυμίαν ἐλέγχεσθαι περὶ ταῦτα τοῦ πράτου, σκοπήσωμεν εἰ ὁ πράτης ἐκ τούτων ὀφείλει ζημιοῦσθαι. καὶ δεῖ οὕτως διαστίξαι· εἰ μὲν εἰς ἑαυτὸν ὁ πράτης ἀνεδέξατο τὴν τοῦ πεπραμένου οἰκέτου φυλακὴν, ἕως τῆς παραδόσεως χρεωστεῖ ἀκριβεστάτην καὶ ὑπερβάλλουσαν παραφυλακὴν, καὶ αὐτὸς ἐπιγνώσεται τὴν ἐντεῦθεν ζημίαν· εἰ δὲ μὴ ἀνεδέξατο εἰς ἑαυτὸν, ἕξει τὸ ἀμέριμνον. τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ζώων. πάντως δὲ χρεωστεῖ ὁ πράτης τῷ ἀγοραστῇ τὴν διαυθέντευσιν καὶ ἐκδίκησιν '.
32
pr.Ἐὰν εὑρεθῇ τὸ πραθὲν ὑπαίτιον ἢ ἐμπαθὲς, οἷον δοῦλος φυγὰς ἢ ῥεμβὸς ἢ κλέπτης ἢ δαιμονιζόμενος, ἢ εἴτε τὸ ἄλογον πνεύμονα ἔχον ἢ κεκλασμένον ὦμον ἢ ἕτερον αἴτιον, εἰ μὲν πρὸς ἔπαινον αὐτοῦ εἴπῃ ὁ πράτης καὶ συμφωνήσει τοῦτο ἀπαθὲς, ἔχει ὁ ἀγοραστὴς ἐξουσίαν εἴσω ἑξαμήνου ἀντιστρέφειν τοῦτον· μετὰ δὲ τὸ ἑξάμηνον οὐχὶ, ἀλλ᾽ ἕως πληρουμένου ἐνιαυτοῦ κινεῖν τὴν μειοῦσαν τὸ τίμημα ἀγωγήν. εἰ δὲ μὴ εἴπῃ πρὸς ἔπαινον τοῦ πωλουμένου σώματος ὁ πράτης, εἴσω μὲν δύο μηνῶν ἔχει τὴν ἀντιστρέφουσαν τὸ πρᾶγμα ἀγωγὴν ὁ ἀγοραστὴς, μετὰ δὲ τοὺς δύο μῆνας ἄχρις ἑξαμήνου τὴν μειοῦσαν τὶ τίμημα. ὀφείλει γὰρ ὁ πράτης προλέγειν τὰ πάθη τῷ ἀγοραστῇ καὶ τὰ αἴτια τοῦ πωλουμένου.
33
pr.Ἐὰν ἐκνικηθῇ τὸ πραθὲν πρᾶγμα ἐξ αἰτίας προηγουμένης τῆς πράσεως, ἐὰν μετὰ δεφενσίωνος ὁ πράτης ἐπώλησεν, ἀπαιτεῖται τὸ διπλοῦν τοῦ τιμήματος· εἰ δὲ χωρὶς δεφενσίωνος, ἁπλοῦν τὸ τίμημα.
34
pr.Δύνανται οἱ συναλλάσσοντες μέχρι τοῦ ἡμίσεος τοῦ τιμήματος περιγράφειν ἀλλήλους καὶ περιγράφεσθαι. εἰ δ᾽ ἐπέκεινα γένηται ἡ περιγραφὴ, ἢ τὸ πλέον ἀποδίδοται ἢ ἡ πρᾶσις ἀναλύεται.
35
pr.Ὁ ἀπὸ τοῦ δημοσίου ἀγοράσας εὐθὺς ἔχει τὸ ἀφρόντιστον, μηδεμιᾷ τὸ καθόλου ἀγωγῇ ἐναγόμενος.
36
pr.Ὁ κατὰ βίαν πρᾶγμα ἢ ἀγρὸν πεπρακὼς δύναται ἀναδιδοὺς ὅπερ ἔλαβε τίμημα τὴν κατὰ βίαν γενομένην πρᾶσιν ἀνατρέπειν, καὶ οὐ μόνος αὐτὸς, ἀλλὰ καὶ οἱ κληρονόμοι αὐτοῦ.
37
pr.Ἐάν τις τὸ ἴδιον πρᾶγμα ἐλαχίστου τιμήματος πωλήσῃ, δύναται τὸ τίμημα ἀναδιδοὺς λαμβάνειν τὸ ἴδιον πρᾶγμα. ἐλάχιστον δὲ τίμημά ἐστι τὸ μηδὲ εἰς ἡμίσειαν διατίμησιν ἀναφερόμενον. ἐὰν δὲ ὁ ἀγοραστὴς ἐπιλέξηται τὸ λεῖπον τῷ τιμήματι δοῦναι, ἔχειν αὐτὸν τὸ πεπραμένον πρᾶγμα. τὸ αὐτὸ δὲ δίκαιον καὶ ἐπὶ τοῖς παισὶ τοῦ πράτου προβαινέτω '.
38
pr.Τὰ τοῦ αἰχμαλώτου πράγματα ἕως ἂν ἐπιστρέψῃ οὐ πιπράσκονται.
39
pr.Ἐὰν ὁ δημόσιος διὰ δημόσια χρέα πωλήσῃ πράγματα τοῦ χρεώστου, οὐδὲ αὐτὸς ὁ χρεώστης οὐδὲ ὁ δανειστὴς αὐτοῦ δύναται προσαγαγεῖν τὸ χρέος καὶ ἐκδικῆσαι τὰ πράγματα· πάντων γὰρ προτιμότερός ἐστιν ὁ δημόσιος.
40
pr.Ποτὲ καταλλαγὴ ἦν πραγμάτων ἀντιδιδομένων, ὕστερον δὲ γέγονεν ἡ πρᾶσις ἐπινοηθέντων τῶν ἀργυρίων· χωρὶς γὰρ ἀργυρίων οὐ συνίσταται πρᾶσις. συνίσταται δὲ ἡ πρᾶσις καὶ ἐγγράφως καὶ ἀγράφως. καὶ ἡ μὲν ἔγγραφος συνίσταται ἅμα τῷ τελεσθῆναι τὸ συμβόλαιον· ἡ δ᾽ ἄγραφος ἅμα τῷ ὁρισθῆναι καὶ τῷ τυπωθῆναι τὸ τίμημα.
41
pr.Ἐάν τινες ἐπίκοινον πρᾶγμα ἔχοντες συμφωνήσωσι μηδέτερον αὐτῶν ἐξεῖναι πωλεῖν ἑτέρῳ τινὶ, ἀλλὰ πρὸς ἀλλήλους γίνεσθαι τὴν πρᾶσιν, εἶτα εἷς ἐξ αὐτῶν ἕλοιτο πωλῆσαι τὸ μέρος αὐτοῦ, ὀφείλει πρότερον διαμαρτύρασθαι τῷ κοινωνῷ, εἰ πρόθεσιν ἔχοι τοῦ ἀγοράσαι, καὶ εἰ μὴ βούλοιτο, ἀκωλύτως ὁ προελόμενος πωλῆσαι τηνικαῦτα τῷ τυχόντι πιπράσκει.
42
pr.Σημείωσαι, ὅτι ὁ ἥττονος τοῦ δικαίου τιμήματος ὠνούμενος κτῆμα ἐντὸς τῆς τετραετίας κινουμένης τῆς δίκης ἐπιλογὴν ἔχει ἢ τὸ ὅλον τίμημα καταβαλεῖν καὶ τοὺς τόκους τοῦ μὴ καταβληθέντος τιμήματος καὶ παρακατέχειν τὸ πρᾶγμα, ἢ ἀντιστρέφειν τὸ κτῆμα, ἀναλαμβάνειν δὲ τὸ τίμημα ὃ κατεβάλετο, ἀποδιδοὺς ἐκ τοῦ τιμήματος πρὸς τὸν πράτην καθαροὺς καρποὺς τοῦ περιττῶς κατεχομένου παρ᾽ αὐτοῦ μέρους τοῦ κτήματος καὶ τὴν τιμὴν τῶν ἴσως παρ᾿ αὐτοῦ γεγονυιῶν καινοτομιῶν.
43
pr.Ἡ τοιαύτη δίκη ἐκρίθη ἐξωνησαμένου τοῦ πρωτοβεστιαρίτου κτῆμα τῆς μονῆς δαβίδος εἰς λίτρας ε΄ καὶ τιμηθὲν ὕστερον λιτρῶν ιγ΄΄.
44
pr.Οὐ μόνον μετὰ τὴν παράδοσιν τοῦ ἀγορασθέντος, ἀλλὰ καὶ πρὸ τῆς παραδόσεως κινδυνεύει ἐπ᾿ αὐτῷ ὁ ἀγοραστὴς, δηλονότι εἰ μὴ ὑπερέθετο μεταφέρειν τὴν δεσποτείαν αὐτοῦ ὁ πράτης, ἢ αἱρετή ἐστιν ἡ πρᾶσις καὶ ἀπώλετο τὸ ἀγορασθὲν πρὸ τοῦ ἐκβῆναι τὴν αἵρεσιν· τότε γὰρ ὁ πράτης ζημιοῦται '.
45
pr.Ὁ ἐν εἰδήσει πωλῶν βίτιόν τινι τουτέστιν ἐπίψογον, οὐ μόνον εἰς τὸ τίμημα, ἀλλὰ καὶ εἰς πᾶσαν τὴν ἐκ τούτου ζημίαν κατέχεται.
46
pr.Ὁ μαινόμενος καλῶς πωλεῖ ὅτε νήφει, ἐὰν μέντοιγε μείζων ἐστὶ τῶν κε΄ ἐνιαυτῶν.
47
pr.Ὁ κατὰ νόμους πεκούλιον ἢ ἰδικὸν κτῆμα ἔχειν παραχωρούμενος ὑπεξούσιος καλῶς ἀγοράζει παρὰ τοῦ ἰδίου πατρός.
48
pr.Ἡ εἰκονικὴ πρᾶσις ἡ ἄνευ δηλονότι τιμήματος ὡς μηδὲ γενομένη λογίζεται, οὔτε δοκεῖ ἐκποιεῖσθαι τὸ πρᾶγμα.
49
pr.Τὴν εἰκονικὴν πρᾶσιν ἤγουν τὴν δίχα τιμήματος ἀντὶ μηδὲ γενομένης ὀφείλομεν παραλαμβάνειν· ὅθεν οὔτε ἐκποιεῖσθαι δοκεῖ τὸ πρᾶγμα ἐφ᾽ ᾧ γέγονε τὸ τοιοῦτον συνάλλαγμα.
50
pr.Εἰκονικὴ τοῦ πράγματος πρᾶσις μετὰ τὴν ἀπόδοσιν τοῦ τιμήματος βεβαία ἐστὶν '.
51
pr.Ὁ κατὰ ἄγνοιαν πωλήσας ἀλλότριον οὐκ ἐνέχεται εἰς τὸ διαφέρον, ἀλλ᾽ εἰς μόνον ὃ ἔλαβε τίμημα· ὁ δὲ κατὰ ἄγνοιαν ἀλλότριον δωρησάμενος οὐκ ἐνέχεται.
52
pr.Ἔγγραφος καὶ ἄγραφος πρᾶσις καὶ ἀγορασία ἐφ᾽ οἱῳδήποτε εἴδει καὶ πράγματι τῆς τιμῆς στοιχουμένης συνίσταται ἀδόλῳ τῶν συναλλασσόντων συμφωνίᾳ. ἡνίκα οὖν ἡ τιμὴ τῷ πράτῃ, τὸ δὲ εἶδος τῷ ἠγορακότι δοθῇ, τὴν τοιαύτην πρᾶσιν ἐκ μεταμέλου ἑνὸς αὐτῶν μὴ ἀνατρέπεσθαι. δεῖ γὰρ τὸν ἀγοραστὴν πρὸ τοῦ συναλλάγματος δι᾽ ἐρεύνης γίνεσθαι ἀκριβοῦς καὶ οὕτω συναλλάσσειν. εἰ δὲ ὡς εἰκὸς μετὰ τὴν πρᾶσιν εὑρεθῇ τὸ πραθὲν σῶμα ἐλεύθερον ἢ καὶ δαιμονιῶν, τοῦτο ἀναδίδοσθαι.