JGR VI 1.16
Περὶ ἐμφυτεύσεως.
Abrir no leitor do IusCommune →1
pr.Τὰς ἐμφυτεύσεις παρὰ τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς βασιλίδος πόλεως καὶ τοῦ ὀρφανοτροφείου καὶ τῶν ξενώνων καὶ τῶν νοσοκομείων καὶ τῶν πτωχείων γίνεσθαι κελεύομεν ἐπί τε τῷ προσώπῳ αὐτοῦ τοῦ λαμβάνοντος καὶ ἄλλων δύο ἐφεξῆς κληρονόμων '.
2
pr.Οἱ εὐαγεῖς τόποι μὴ εὐποροῦντες ἀλλαχόθεν πληροῦν τὰ δημόσια καλῶς πωλοῦσι καὶ κτήσεις, δηλονότι ἐξεταζομένης τῆς ἐκποιήσεως παρὰ τῷ μητροπολίτῃ συνόντων καὶ τῶν ἐπισκόπων καὶ τῶν κληρικῶν, προκειμένων τῶν θείων λογίων· καὶ εἰ μὴ εὑρεθῇ ἄλλος πόρος ἐξ οὗ δοῦναι τὰ δημόσια δυνηθῶσι, βεβαιούσθω τῶν ἀκινήτων ἡ πρᾶσις ἐπὶ τοῦ δεκρέτου καὶ διδόσθω τὸ τίμημα τῶν πραθέντων τῷ δημοσίῳ καὶ ἀπόδειξις τῶν καταβληθέντων.
3
pr.Ἐὰν ἰδιώτης παρά τινος χρεωστῇται ἐκκλησίας, ἀναγκάζεται λαβεῖν καὶ ἀντὶ τοῦ χρέους ἀκίνητον πρᾶγμα, μὴ ὑπόντος τινὸς πόρου ἐξ οὗ τὸ χρέος λυθείη, μηδὲ ἄλλου εὑρισκομένου ἀγοραστοῦ, μηδὲ τὰ κάλλιστα τῶν κτημάτων ἐκλεγομένου τοῦ δανειστοῦ ἀλλὰ τὰ μέσα τῶν εὐπόρων καὶ ἀπόρων ἀναγκαζομένου λαβεῖν, ἀλλὰ καὶ τῆς δεκάτης μοίρας τῆς δικαίας τοῦ κτήματος διατιμήσεως προστιθεμένης ἐν τῷ τιμήματι, ἀλλὰ καὶ ἐπὶ κ ' ἡμέρας διαγινωσκομένου πρὸς ἅπαντας ὅτι τὸ κτῆμα πιπράσκεται, κατὰ τὴν ρκ΄ νεαρὰν, ἧς ἐστὶ τὸ κεφάλαιον.
4
pr.Αἱ ἐκκλησίαι καὶ οἱ λοιποὶ σεπτοὶ οἶκοι καλῶς μισθοῦσι καὶ ἐμφυτεύουσιν, οὐ μὴν ἀλλὰ καὶ τοῖς ἰδίοις κληρικοῖς χωρὶς τῶν κεκωλυμένων ἔξεστι τοῦτο ποιεῖν.
5
pr.Αἱ ἐκκλησίαι κωνσταντινουπόλεως ὑποτιθέτωσαν καὶ ἀκίνητον πρᾶγμα προφάσει τῶν δημοσίων καὶ τῶν ἀναγκαίων χρειῶν, παρέχουσαι τέταρτον τῆς ἑκατοστῆς μοίρας τόκον.
6
pr.Διὰ μόνον ἀνάῤῥυσιν αἰχμαλώτων πωλοῦνται καὶ ὑποτίθενται τὰ ἱερὰ σκεύη.
7
pr.Ἐὰν παρὰ τὰ εἰρημένα πραθῇ ἢ ἄλλως ἐκποιηθῇ πρᾶγμα ἐκκλησιαστικὸν, ἀναδίδοται μετὰ τῶν καρπῶν αὐτοῦ, καὶ εἴ τι ἐδόθη διὰ τὸ συνάλλαγμα, μένει παρὰ τῇ ἐκκλησίᾳ.
8
pr.Τὰ ἐρείπια τῆς ἐκκλησίας κωνσταντινουπόλεως διηνεκῶς ἐμφυτευέσθωσαν ἐπὶ τῇ τρίτῃ μοίρᾳ τῶν ἐῤῥωμένων τῆς κτίσεως ἐνοικίων ἢ ἐπὶ τῷ ἡμίσει τῶν μετὰ τὴν ὑπὸ τοῦ ἐμφυτευτοῦ γενομένην ἐπανόρθωσιν τῶν ἐνοικίων '.
9
pr.Τὰς δὲ μισθώσεις παρὰ τῶν εἰρημένων εὐαγῶν οἴκων κατὰ δύο τρόπους γίνεσθαι συγχωροῦμεν, ἢ μέχρι τοῦ τῆς ζωῆς χρόνου τοῦ ἐμφυτευσαμένου, ἢ εἰς ὅσον ἄν τοῖς συναλλάττουσι συναρέσῃ, μὴ ὑπερβαινούσας δηλαδὴ τὸν τριακονταετῆ χρόνον.
10
pr.Τοῖς οἰκονόμοις καὶ ὀρφανοτρόφοις καὶ τοῖς τῶν λοιπῶν εὐαγῶν οἴκων διοικηταῖς, ἔτι γε μὴν καὶ τοῖς πάντων χαρτουλαρίοις, καὶ τοῖς τούτων γονεῦσί τε καὶ παισὶ καὶ τοῖς ἄλλοις τοῖς κατὰ γένος αὐτοῖς ἢ ἐκ γαμικοῦ δικαίου συναπτομένοις, ἀπαγορεύομεν ἐμφυτεύσεις τε καὶ μισθώσεις ἤγουν ὑποθήκας πραγμάτων τοῖς αὐτοῖς εὐαγέσιν οἴκοις προσηκόντων ἢ δι᾽ ἑαυτῶν ἢ διὰ παρενθέτων προσώπων λαμβάνειν· γινωσκόντων, ὡς, εἰ τοιοῦτόν τι γένηται, καὶ τοῦτο ἀνίσχυρον ἔσται, καὶ ἐκπίπτειν μὲν τὸν ἐμφυτευσάμενον καὶ ἐκμισθω-. σάμενον τοῦ ἐμφυτευθέντος πραγμάτος, ζημιοῦσθαι δὲ καὶ τὴν καταβληθεῖσαν εἰς αὐτὸ τιμὴν. τοὺς δὲ τοιαύτην ἐμφύτευσιν διαπραξαμένους οἰκονόμους καὶ χαρτουλαρίους καὶ διοικητὰς τοσοῦτον ἅμα ζημιοῦσθαι καὶ προσκυροῦσθαι τῷ οἴκῳ, ὅσην καὶ ὁ ἐμφυτευσάμενος τῆς καταβληθείσης τιμῆς ὑπέστη ζημίαν.
11
pr.Ἐὰν ἐπὶ τριετίαν ὁ ἐμφυτευτὴς τοῦ λαϊκοῦ μὴ καταβάλῃ τὸν ἐμφυτευτικὸν κανόνα, ἐκπίπτει τῆς δεσποτείας καὶ τῆς κυρίοτητος τοῦ πράγματος.
12
pr.Ἡ ἐμφύτευσις οὔτε ἐκμισθώσεως οὔτε ἐκποιήσεως εἶδός ἐστιν, ἄλλ᾽ ἴδια νόμιμα ἔχει. καὶ γὰρ δύναταί τις ἐμφυτευτικῶς τὸ ἴδιον πρᾶγμα ἐκδιδόναι εἰς τὸ διηνεκές, ὅπερ ἡ μίσθωσις οὐκ ἔχει· ἐπεὶ δὲ τέλος λαμβάνει ἐτήσιον ὁ ἐκδιδοὺς τὸ πρᾶγμα ἐμφυτευτικῶς, οὐδ᾽ ἐκποίησίς ἐστι τὸ γενόμενον ἢ δοκεῖ. ἐπειδὴ καὶ ἐὰν ὁ ἐμφυτευτικάριος μέλλει πρὸς ἕτερον μεταφέρειν τὸ πρᾶγμα, ὀφείλει διαμαρτύρασθαι πρότερον τῷ δεσπότῃ τοῦ πράγματος, ἵνα, ἐὰν ἐκεῖνος βούληται τοῦτο ἀγοράσαι, προτιμηθῇ διδοὺς τὸ παρ᾽ ἑτέρου καταβαλλόμενον τίμημα.
13
pr.' Διηνεκεῖς ἐμφυτεύσεις ἀκινήτων δικαίων γίνονται ἐπὶ τελέσματι ἐνιαυσιαίῳ συμφωνουμένῳ καὶ ἐπιμελείᾳ τε καὶ διορθώσει τῶν ἐκδιδομένων. εἰ δέ τις ἐκ τῶν φροντιστῶν χαρτουλαρίων ἢ καὶ λοιπῶν πρὸς βλάβην ἢ περιγραφὴν τῆς πρωτοτύπου δεσποτείας φανῇ τι ἀπεργαζόμενος, οὗτος μὲν παρευθὺ ἐκπιπτέτω ἐκ τοῦ στρατεύματος αὐτοῦ, ἀκυρούσθω δὲ καὶ ἡ τοιαύτη ἔκδοσις.
14
pr.Τὸν διηνεκῶς ἐμφυτευσάμενον τὸ ἐνιαυσιαῖον ἀδιαστρόφως καταβαλλόμενον τέλεσμα, καὶ εἰς τὴν τοῦ ἀκινήτου ἀγωνιῶντα σύστασίν τε καὶ ἐπιμέλειαν, μὴ ἀποκινεῖσθαι ἐκ τῆς τοιαύτης ἐκδόσεως, ἀλλ᾽ ἐξεῖναι αὐτῷ τὸ δίκαιον τῆς τοιαύτης ἐμφυτεύσεως κληρονόμοις καταλιμπάνειν, δωρεῖσθαί τε καὶ ἐν προικὶ ἐπιδιδόναι ἢ καθ᾽ ἕτερον τρόπον μετεκχωρεῖν καὶ διαπιπράσκειν, προτίμησιν δηλονότι τῷ πρωτοτύπῳ δεσπότῃ πρὸ διαπράσεως παρέχοντι τὸν αὐτὸν τὸ τοιοῦτον ὠνήσασθαι δίκαιον. ἐκείνου δὲ μὴ βουλομένου, ἀπαρεμποδίστως μετὰ β΄ μῆνας τῆς τούτου [προ] τροπῆς πιπράσκειν αὐτὸν τοῖς μὴ κεκωλυμένοις προσώποις τά τε ἐμπονήματα καὶ τὸ τῆς τοιαύτης ἐμφυτεύσεως δίκαιον, ἀναγκαζομένου τοῦ πρωτοτύπου δεσπότου ἐπιτηδείους ὄντας τοὺς ἐπεισερχομένους ἐμφυτευτὰς ἐγγράφως εἰσδέχεσθαι. μὴ ποιοῦντα δὲ τοῦτο τὸν ἐμφυτευτὴν ἐκπίπτειν τῆς ἐμφυτεύσεως.
15
pr.Τοῦ διηνεκοῦς ἐμφυτευτοῦ, εἰ μὲν εὐαγοῦς οἴκου ἐστὶν, ἐπὶ τριετίαν ἀγνωμοῦντος τὸ ἐτήσιον τέλος ἢ καὶ χεῖρον ποιοῦντος τὸ ἐμφυτευθὲν πρᾶγμα, ἄδειαν ἔχει ἡ δεσποτεία τοῦτον ἐκ τοῦ τοιούτου ἀκινήτου ἐξῶσαι δικαίου, τὰ δὲ ὡς εἰκὸς παρ᾽ αὐτοῦ χρεωστούμενα παραχωρεῖν. εἰ δὲ ἑτέρων τινῶν ἐμφυτευτὴς ὑπάρχει, ἐπὶ τριετίαν ἀγνωμονῶν ἢ ἀμελῶν τοῦ ἐμφυτευθέντος ἀκινήτου δικαίου καὶ αὐτὸς ἐξεούσθω κατὰ τὸν ὅμοιον τρόπον.
16
pr.Ἡ τῆς βασιλίδος πόλεως ἁγιωτάτη ἐκκλησία καὶ οἱ τῆς περιοικίδος αὐτῆς σεπτότατοι οἶκοι, τό τε ὀρφανοτροφεῖον, τὰ πτωχεῖα, οἱ ξενῶνες, κεκώλυνται πάρεξ τῶν ἐρειπίων τόπων διηνεκῶς ἐκδιδόναι ἀκίνητον δίκαιον· βασιλικῷ δὲ οἴκῳ ἀνταλλάσσειν καὶ μόνῳ. αἱ δὲ ἐν ἐπαρχίαις οὖσαι σεπταὶ ἐκκλησίαι τε καὶ μοναστήρια, πρὸς δέ γε καὶ τὰ τῆς βασιλίδος πόλεως εὐαγῆ μοναστήρια ἄδειαν ἐχέτωσαν καὶ διηνεκεῖς ἐμφυτεύσεις ποιεῖν.