JGR VI 1.17
Περὶ χρέους, περὶ δανείου, τόκου, ἐνεχύρων, καὶ περὶ ἐγγυητοῦ καὶ συμβολαίων.
Abrir no leitor do IusCommune →1
pr.Χρέος ἐστὶ λῆψις καὶ ἀναδοχὴ ἐξ αἰτίας τοῦ ἐν χρείᾳ τῆς τοῦ χρήματος καταβολῆς γεγονότος, διὸ καὶ χρέος καλεῖται, ὀφειλόμενον καὶ ἀντιχρεωστούμενον μετ᾿ εὐχαριστίας καὶ εὐγνωμοσύνης τῷ καταβάλλοντι, δι᾽ οὗ οἱ ἐν τῇ πολιτείᾳ τὴν ἀνισότητα καὶ ἀνωμαλίαν τοῦ βίου δοκοῦσί πως εἰς ἰσότητα μεταῤῥυθμίζειν, πάλαι μὲν τούτου τοῖς ἀνθρώποις εἰσοικισθέν– τος, ἔπειτα δὲ καὶ νόμοις γνωρισθέντος καὶ διαιτηθέντος '.
2
pr.Οἱ ἐκ τοῦ ἐνεχύρου ληφθέντες καρποὶ ψηφίζονται εἰς τὸ χρέος, καὶ ἐὰν ἱκανοὶ γένωνται πρὸς τὸ ὅλον χρέος, λύεται ἡ ἀγωγὴ καὶ ἀποδίδοται τὸ ἐνέχυρον. εἰ δὲ καὶ πλείονές εἰσι τοῦ χρέους οἱ καρποὶ, ἀποδίδονται οἱ περιττεύοντες.
3
pr.Οἱ καρποὶ τοῦ ἀγροῦ ψηφίζονται εἰς τὸ χρέος, οὐ μόνον οὓς ἔλαβεν ὁ δανειστὴς, ἀλλὰ καὶ οὓς ἠδύνατο λαβεῖν· εἰ δὲ καὶ ἔβλαψε τὸν ἀγρὸν, ἐνάγεται καὶ περὶ τούτου.
4
pr.Ἴσμεν, ὡς τῶν ὑποτεθέντων ἐνεχύρων ἀγρῶν τοὺς καρποὺς καὶ τῶν οἰκημάτων τὰ ἐνοίκια καὶ καμάτους τῶν δούλων ψηφίζεσθαι εἰς τὸ χρέος ὁ παλαιὸς ἐνομοθέτει νόμος, καὶ ἐξισουμένων πρὸς τὸ χρέος ἀπέλυε τὸν δανειστὴν τοῦ δανείου ἀναδιδοὺς αὐτῷ καὶ τὸ ἐνέχυρον· ἑτέρᾳ δέ τινι βαρυτέρᾳ τοῦτον δουλείᾳ ἤτοι ζημίᾳ συνεχωρήθη πιέζεσθαι, φημὶ τῇ καταβολῇ τῶν τόκων. ἡμεῖς δὲ διὰ ταύτης ἡμῶν τῆς νομοθεσίας καὶ αὐτὸ τὸ τοῦ τόκου ὄνομα τῆς πολιτείας ἀπελαύνοντες, οὔτε τοὺς καρποὺς ἁπλῶς οὔτε τοὺς καμάτους τῶν δούλων οὔτε τὰ ἐνοίκια συγχωροῦμεν εἰς χρέος λογίζεσθαι, ἀλλὰ νέμεσθαι μὲν τὸν δανειστὴν τῶν ἐνεχυρασθέντων ἀγρῶν τοὺς καρποὺς καὶ τῶν οἰκημάτων τὰ ἐνοίκια καὶ τοὺς καμάτους τῶν δούλων ἄχρις ἂν ἡ ἐκεῖθεν εἰσφορὰ τῷ τρίτῳ μέρει τοῦ δανείου ἐξισωθείη, μετὰ τοῦτο δὲ εἴ τις ἂν ἐκ τῶν ἀγρῶν ἢ δούλων ἢ τῶν οἴκων πρόσοδος κομίζοιτο, ταῦτα ψηφίζεσθαι καὶ λογίζεσθαι εἰς τὸ χρέος. εἰ μέντοι κατὰ τὸν καιρὸν τοῦ δανείσματος τοιοῦτον προβῇ σύμφωνον, ὥστε ἐξ ἀρχῆς τῶν ἐνεχυρασθέντων τοὺς καρποὺς ἢ τὰ ἐνοίκια ἢ τοὺς καμάτους εἰς ἀναπλήρωσιν τοῦ χρέους λογίζεσθαι, καὶ τοῦτο γίνεσθαι συγχωροῦμεν. εἴ τι γὰρ ἂν ὁ δανειστὴς ἐπὶ τὸ φιλανθρωπότερον πράξει, ἀκώλυτον εἶναι σὺν ἐπαίνῳ θεσπίζομεν. τοὺς μέντοι τόκους, ὡς προείρηται, περιελόντες, ἐπὶ μόνων τῶν ὀρφανῶν καὶ ἀνηλίκων συγχωροῦμεν αὐτοὺς καταβάλλεσθαι. ἐνεχυράζειν δὲ γεωργικὸν πρόσωπον ἀγρὸν παντελῶς ἀποκλείομεν· οὐ γάρ ἐστιν ὡς ἀληθῶς εἰπεῖν ἐνεχυράζειν ἀγρὸν τοῦτο, ἀλλ᾽ ἐκείνου τῆς ζωῆς διαφθορὰν ἀπεργάζεσθαι '.
5
pr.Ὁ δανειστὴς ἀντὶ τόκων συμφωνήσας καταμένειν ἐν τοῖς οἰκήμασι τοῦ χρεώστου, καὶ οἰκήσας ἐν τῷ οἴκῳ, οὐ μὴν ἑτέρῳ μισθώσας αὐτὸν, οὐχ ὑπομένει ζήτησιν ὡς πλείονα ποσότητα διὰ τοῦ ἐνοικίου λαβὼν τῶν νενομισμένων τόκων. εἰ καὶ τὰ μάλιστα γὰρ ἠδύνατο πλείονος μισθωθῆναι τὰ οἰκήματα, οὐ διὰ τοῦτο δοκεῖ ἀθέμιτον τόκον εἰληφέναι, ἀλλὰ μᾶλλον ἐλάττονος ποσότητος τὸν οἶκον μισθώσασθαι.
6
pr.Χρῆσις καρπῶν φθείρεται τῇ τελευτῇ τοῦ τὴν χρῆσιν ἔχοντος, οὐ τῇ τελευτῇ τοῦ τὴν δεσποτείαν ἔχοντος.
7
pr.Ἐπιτρέπων ὁ δανειστὴς πραθῆναι τὸ ἐνέχυρον ἐκπίπτει αὐτοῦ.
8
pr.Ἐὰν ἡ μήτηρ σου ἐπὶ τούτῳ τῷ ὅρῳ κατενεχυρίασε τὸν ἀγρὸν αὐτῆς, ἵνα τοὺς καρποὺς αὐτοῦ ἀντὶ τοῦ τόκου λάβη ὁ δανειστὴς, οὐ δύνασαι μέμφεσθαι αὐτῷ ὡς πλείονα τοῦ νομίμου τόκου διὰ τῶν καρπῶν λαμβάνοντι· ἐπειδὴ ἄδηλόν ἐστι τὸ τῶν καρπῶν ἀποτέλεσμα καὶ συμβαίνει γενομένης ἀφορίας μηδὲ τοὺς νομίμους τόκους ἀπολαμβάνειν αὐτόν.
9
pr.Ὁ τὴν ἰδίαν συγγραφὴν ἢ τὴν ἐπ᾿ αὐτῷ γενομένην καταβολὴν ἀρνούμενος τὸ διπλάσιον μετὰ τοὺς ἐλεγμοὺς καταθήσει. ὁ δὲ παραυτὰ τοῦ ἀρνήσασθαι ἐξ ἐπιφορᾶς ὅρκου τὴν ἀλήθειαν φανερῶν, ἐκφεύξεται τὴν καταδίκην τοῦ διπλασίονος· βραδέως δὲ ὁμολογῶν καταθήσει τὰς δαπάνας τῆς δίκης, ὅρκῳ τοῦ ἀντιδίκου φανερουμένης τῆς ἐν τῇ δαπάνη ποσότητος.
10
pr.Ὁ τὴν οἰκείαν οἰκειόχειρον τοῦ χρέους συγγραφὴν ἀρνούμενος, ἢ καὶ τὰ οἰκεῖα μὲν γράμματα συντιθέμενος, ἀρνεῖται δὲ τὴν καταβολὴν τῆς ποσότητος, ὡς ἔνθεν ἀναγκασθῆναι τὰς συστάσεις ποιεῖν τῶν ἐποφειλομένων, μετὰ ἀπόδειξιν τῆς ἀληθείας διπλῇ ποσότητι ὁ ἀρνησάμενος τὸ χρέος καταδικαζέσθω.
11
pr.Ὁ δανειστὴς τὰς οἰκείας ἀρνησάμενος ἀποδείξεις διπλάσιον τὸ περιεχόμενον αὐτοῖς ποσὸν μετ᾿ ἐλέγχους καταλογιζέσθω τῷ χρεώστῃ '.
12
pr.Τῶν δούλων οἱ κάματοι καὶ τὰ ἐνοίκια τῶν ὑποτεθέντων οἰκημάτων εἰς τὸ χρέος λογίζονται· καὶ ἐὰν πολύ ἐστι τὸ συναγόμενον, λύεται ἡ ἀγωγή.
13
pr.Τῶν ἀρνουμένων χρεωστῶν οὐ λογισθήσονται αἱ μετὰ ταῦτα προσφερόμεναι τῶν καταβολῶν ἀποδείξεις, ἀλλὰ τὸ πᾶν ἀπαιτεῖται.
14
pr.Οὐ δοκεῖ πρᾶγμα ἀπόλλειν ὁ μὴ ὢν αὐτοῦ δεσπότης. τοῦτό μοι νόει ἐπὶ τῶν κατεχόντων ἐνέχυρα καὶ κίνδυνον ἐξ οἱασδήτινος αἰτίας παθόντων. ἡ γὰρ ζημία τούτων εἰς τοὺς δεσπότας ἀνατρέχει, οὐ μὴν δὲ καὶ εἰς τοὺς δανειστάς· οὗτοι γὰρ τὸ ἀκίνδυνον ἕξουσι, πλὴν εἰ μὴ κατὰ δόλον ἢ ῥαθυμίαν ἡ ζημία γέγονε τῶν κατεχόντων αὐτά. τότε γὰρ ζημιοῦνται αὐτοὶ ταῦτα καὶ τὸν ἐκ τούτων κίνδυνον ἐπιγινώσκουσι, κἂν μὴ ὦσι δεσπόται.
15
pr.Ἐὰν ὁ δανειστὴς μὴ παρ᾿ ἰδίαν αἰτίαν ἀπολέσῃ τὸ ἐνέχυρον, οὐκ ἐγκαλεῖται. χρὴ δὲ αὐτὸν ἀποδεῖξαι, ὅτι ἀπώλεσεν· τὰ γὰρ τυχηρὰ οὐ κινδυνεύεται τῷ δανειστῇ, ἀλλὰ δύναται κατὰ τύχην ἀπολέσας τὸ πρᾶγμα ἀπαιτεῖν τὸ αὐτῷ κεχρεωστημένον. ἐὰν δὲ μεταξὺ τῶν συναλλασσόντων προσώπων ἤρεσεν, ἵνα ἡ ἀπώλεια τῶν ἐνεχύρων ἐλευθερώσῃ τὸν χρεώστην, τοῦτο ἰσχὺν ἔχεις.
16
pr.Τὰ τυχηρὰ τῶν ἀλόγων καὶ τὸν χωρὶς ῥαθυμίας θάνατον καὶ τὴν φυγὴν τῶν μὴ φυλάττεσθαι εἰωθότων δούλων καὶ τὴν ἁρπαγὴν καὶ τὸν θόρυβον καὶ τὸν ἐμπρησμὸν καὶ τὰ πλήθη τῶν ὑδάτων καὶ τὴν ἐπέλευσιν τῶν λῃστῶν οὐδὲν ἐπιγινώσκει. ἐκ τούτων οὖν τῶν τυχηρῶν ὁ κατὰ χρῆσιν λαβὼν πρᾶγμα ἢ καὶ ἀδιατίμητον προῖκα οὐ κινδυνεύει, οὐδὲ ζημιοῦται τοῦ πράγματος τυχηρῶς φθαρέντος, εἰ μήπου διατετιμημένον ἔλαβεν αὐτό· ἀεὶ γὰρ ἡ διατίμησις αὔξει τὴν φύσιν τοῦ συναλλάγματος, καὶ εἰ φυσικῶς ἀπαιτεῖ τὸ συνάλλαγμα ἄκραν ἐπιμέλειαν, προστίθησιν αὐτῷ καὶ τὸν κίνδυνον τῶν τυχηρῶν. ἐν τούτοις νόει μοι καὶ τὴν διατετιμημένην προῖκα, ἐπεὶ οὐδὲ αὕτη κίνδυνον τυχηρὸν ὑφίσταται, ἀλλ᾽ ἀπαιτεῖται παρά τε τῆς γυναικὸς καὶ τῶν κληρονόμων αὐτῆς.
17
pr.Τὸ συμφωνῆσαι τὸν χρεώστην ἐν τῷ τὴν προθεσμίαν αὐτοῦ τῆς καταβολῆς ὑπερβαίνειν διάπρασιν γενέσθαι τοῦ ἐνεχύρου, οὐκ ἀναιρεῖ τὴν τοῦ ἐνεχύρου ἀγωγὴν, ὅταν ἐλάττονος πωλήσῃ ὁ δανειστής. ὑπόκειται γὰρ τότε ὁ δανειστὴς τῷ συμφώνῳ τῷ ἐν τῷ πλήθει πολιτευομένῳ ἐναχθῆναι.
18
pr.Ἐὰν οἱ καταβαλλόμενοι τόκοι συμψηφιζόμενοι περιστήσωσι διπλοῦν τὸ κεφάλαιον, παύεται τὸ χρέος.
19
pr.Οὔκ ἐστι τόκος ὑπὲρ κεφάλαιον.
20
pr.Ὁ ἐμπρησμὸς οὐκ ἀπαλλάσσει τὸν δανειστὴν τοῦ χρέους. ἔγνως δὲ τοῦτο πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς δε ῥέβους, ὅτι κἄν συμβῇ τὰ πράγματα τοῦ χρεώστου ἐμπρησθῆναι, οὐκ ἐλευθεροῦται τοῦ χρέους.
21
pr.Ὁ δανειστὴς, ὅστις ἀγροὺς ἢ οἴκους εἰς ὑποθήκην ἔλαβε, τὴν ζημίαν τὴν ἐν τοῖς τεμνομένοις δένδροις καὶ τοῖς καταλυομένοις οἴκοις ἐξ αὐτοῦ γενομένην εἰς λόγον ἐνεγκεῖν ἀναγκασθήσεται. καὶ ἐὰν κατὰ δόλον ἢ πταῖσμα τὸ πρᾶγμα τὸ ὑποτεθὲν χεῖρον ἐποίησε, καὶ τούτου ἕνεκεν τῇ ἀγωγῇ ἐνάγεται, ἵνα τοιοῦτον ἀποκαταστήσῃ τὸ πρᾶγμα, ὁποῖον ἦν ἐν καιρῷ τῆς ὑποθήκης. ὁ δὲ δανειστὴς τὰ ἀναγκαῖα δαπανήματα, ἅπερ ἐποίησε περὶ τὸ ὑποτεθὲν πρᾶγμα, ἀπαιτεῖν οὐ κωλύεται.
22
pr.Τὰ ὑποτεθέντα πράγματα εἰς ἐνέχυρον ζητοῦσι προσωπικῶς οἱ χρεῶσται. οὐδὲ γὰρ ἔξεστι τῷ δανειστῇ χωρὶς συμφώνου καὶ ἀρχικῆς κελεύσεως ἀφαιρεῖσθαι τὰ πράγματα τοῦ χρεώστου, τουτέστι διαπιπράσκειν τὰ εἰς αἰτίαν ἐνεχύρου κατεχόμενα πράγματα.
23
pr.Οὔτε ὁ δανειστὴς οὔτε ὁ τούτου κληρονόμος μετὰ τὴν τοῦ χρέους καταβολὴν δύναταί τινα χρονίαν παραγραφὴν ἕνεκεν τοῦ ἐνεχύρου προσενεγκεῖν τῷ χρεώστῃ.
24
pr.Γνωστέον, ὅτι οὔτε γαμετὴ ὑπὲρ τοῦ ἀνδρὸς οὔτε ἀνὴρ ὑπὲρ γαμετῆς ἢ μήτηρ ὑπὲρ υἱοῦ ἢ υἱὸς ὑπὲρ πατρὸς ἢ πατὴρ ὑπὲρ υἱοῦ αὐτεξουσίου ἢ ἀπελεύθερος ὑπὲρ πάτρωνος ἐνέχεται. ἐφ᾽ οἷς γὰρ ἕκαστος τούτων συναλλάξει, ἐκεῖνος μόνος ἐνέχεται.
25
pr.Ὁ δανειστὴς καὶ ὁ τούτου κληρονόμος οὐκ ἔχει μακροῦ χρόνου παραγραφὴν εἰς τὸ μὴ ἀποδοῦναι τὸ ἐνέχυρον μετὰ τὸ πληρωθῆναι τὸ χρέος, τουτέστι τὴν τριακονταετίαν.
26
pr.Ἡ τριακονταετία ἀποκλείει τὴν περὶ χρέους ἀγωγὴν, καὶ ἐὰν ἐπὶ τοσοῦτον ὁ δανειστὴς μὴ κινήσῃ κατὰ τοῦ χρεώστου ἢ τόκον λάβῃ.
27
pr.Ὁ ὑποθήκην δούλους λαβὼν καταλογιζέσθω τοὺς κόπους αὐτῶν ἤτοι τοὺς καμάτους εἰς τόκον ὃν ἐποφείλεται, καὶ μετὰ ταῦτα εἰς τὸ κεφάλαιον, καὶ εἰ πληρωθῇ ἐξ αὐτῶν, ἀναδιδότω τῷ χρεώστῃ τὰς ὑπολοίπους.
28
pr.Ὁ δεσπότης προστησάμενος τὸν οἰκέτην αὐτοῦ πραγματείας τινὸς, τότε κατέχεται δανειζομένου αὐτοῦ, ὅτε ἐπέτρεψεν αὐτῷ καὶ δανείζεσθαι. εἰ δὲ μὴ δείκνυται ἐπιτρέψας, τότε ζητοῦμεν περὶ τοῦ πεκουλίου τοῦ δούλου, καὶ πληρουμένου κατὰ πρῶτον λόγον τοῦ δεσπότου, πληροῦται κατὰ δεύτερον λόγον καὶ ὁ δανειστής.
29
pr.Δανείζει τὶς οὐκ ἐπὶ τῷ λαβεῖν τὸ αὐτὸ, ἀλλ᾽ ἐπὶ τοῦ αὐτοῦ γένους· οἷον δανείζει νομίσματα οὐκ ἐπὶ τῷ λαβεῖν αὐτὰ μόνα, ἀλλ᾽ ἐπὶ τῷ λαβεῖν καὶ ἕτερα, πλὴν καὶ αὐτὰ νομίσματα.
30
pr.Οἱ συγχρησάμενοι τοῖς ἀργυρίοις τῶν νέων ἐπίτροποι ἑκατοστιαῖον τόκον ἀπαιτοῦνται.
31
pr.Ὅσα ἐκ τῆς ἐπιτροπῆς χρεωστεῖται, μετὰ τόκων ἑκατοστιαίων χρεωστεῖται.
32
pr.Τῆς δούλης οἱ κάματοι καὶ τὰ ἐνοίκια τῶν ὑποτεθέντων οἰκημάτων εἰς τὸ χρέος λογίζονται· καὶ ἐὰν πολύ ἐστι τὸ συναγόμενον, λύεται ἡ ἀγωγή.
33
pr.Οἱ ἄρχοντες τῶν ἐπαρχιῶν καὶ οἱ περὶ αὐτοὺς κεκώλυνται πραγματεύεσθαι καὶ δανείζειν καὶ τοκίζειν. οἱ δὲ ταξεῶται καὶ δανείζουσι καὶ τοκίζουσι. καὶ ὁ ἄρχων ἐντόκως δανείζεται.
34
pr.Οὐ χρὴ ζητεῖν ἡμᾶς ἐν τοῖς δανείοις, πόθεν ηὐπόρησέ τις ὅπερ ἐδάνεισεν, ἀλλὰ μόνον εἰ ταῖς ἀληθείαις ἠρίθμησεν.
35
pr.Ὁ δανείσας ἄρχοντι ἐπαρχίας, ἐὰν ἐν τῇ ἐπαρχίᾳ, ἧς ἄρχει, παραγένηται λαβεῖν παρ᾽ αὐτοῦ τὸ χρεωστούμενον, ὡς ἀγοραστὴς τῶν νόμων ἐξορίζεται. εἰ δὲ μέλλοντι αὐτῷ ἄρχειν δανείσει τὴν δόσιν τὴς ἀρχῆς, αὐτὸς καὶ ὁ ἄρχων ἐξοριζέσθω.
36
pr.Διαφέρει τὸ δάνειον τοῦ χρέους, ὅτι τὸ μὲν χρέος γενικόν ἐστι· χρέος γάρ ἐστι καὶ τὸ ἀπὸ τοῦ δανείου χρεωστούμενον καὶ τὸ ἀπὸ λεγάτου καὶ ἀπὸ τιμήματος πραθέντος πράγματος ἀπολιμπανόμενον καὶ τὸ ἀπὸ καταδίκης. δάνειον δὲ τὸ ἀπὸ καταβολῆς νομισμάτων χρεωστούμενον.
37
pr.Τὸ κληρονομιαῖον χρέος κατὰ ἀναλογίαν τῶν κληρονομιαίων μερῶν οἱ κληρονόμοι καταβάλλουσιν '.
38
pr.Ὁρίζει καὶ ποσότητα ῥητὴν τοῖς τόκοις ἡ διάταξις, ἵνα οἱ μὲν ἰλλούστριοι καὶ ἀνωτέρω δ΄ νομίσματα ἐπερωτῶσιν ὑπὲρ τῆς λίτρας τόκον καὶ μόνον, ἀργυροπράται δὲ καὶ ἔμποροι ἄχρι διμοίρου ἑκατοστῆς ἤτοι νομίσματα η΄, οἱ δὲ λοιποὶ πάντες νομίσματα ς΄. εἰ δὲ πρὸς εὐαγῆ οἶκον τὸ δάνειον εἴη, πάντας τούτους ἄχρι γ΄ νομισμάτων ἐπερωτᾷν.
39
pr.Ἡ ἀναργυρία διττή ἐστιν. ἢ γὰρ ἐχειρογράφησέ τις λαβεῖν νομίσματα καὶ οὐδόλως ἔλαβεν, ἢ εἰς πλείονα ἐχειρογράφησε καὶ ἥττονα ἔλαβε. καὶ δύναται κινεῖν ἐντὸς διετίας περὶ ἀναργυρίας ἢ τοῦ παντὸς ἢ τοῦ μέρους, καὶ ἀναγκάζεται δεικνύειν ὁ δανειστὴς εἴ τι κατεβάλετο.
40
pr.Οἱ ἀναισχύντως τοκίζοντες καὶ τόκους τόκων λαμβάνοντες ἀτιμοῦνται.
41
pr.Ἄτιμός ἐστιν ὁ τόκους τόκων ἀπαιτῶν, καὶ οὐκ ἐστι δεκτὸς εἰς μαρτυρίαν.
42
pr.Τοῖς χρεώσταις αἰτοῦσι δίδοσθαι προθεσμίαν δίδοται. τῶν δὲ μετὰ τὴν προθεσμίαν μὴ διδόντων ἐνέχυρα λαμβάνονται, καὶ εἰ ἐντὸς β΄ μηνῶν μὴ δῶσι, πιπράσκονται, καὶ εἴ τι περιττεύσει ἐκ τῆς τιμῆς, ἀναλαμβάνουσι.
43
pr.Καλῶς ἀπαιτεῖται τοὺς οἰκείους λόγους προσφέρειν ὁ δανειστὴς εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν, ὅτε ἀγράφως κατέβαλεν ὁ χρεώστης καὶ ὁ δανειστὴς ἐσημειώσατο ἐν τοῖς βρεβίοις αὐτοῦ. ἔξεστιν αἰτεῖν αὐτὸν καὶ ὅρκον.
44
pr.Εἴ τις διὰ περιγραφὴν κρύπτεται, τουτέστι διὰ τὸ λανθάνειν τὸν δανειστὴν, καὶ μὴ διαδεφενδεύεται, καὶ νομὴν καὶ διάπρασιν ἐπὶ τοῖς οἰκείοις ὑφίσταται.
45
pr.Ὁ προσποιησάμενος ἑαυτὸν αὐτεξούσιον καὶ δανεισάμενος, γενόμενος δὲ ἀποκληρονόμος ἢ αὐτεξούσιος, κἂν μὴ εὐπορῇ, ἀπαιτεῖται.
46
pr.Ἐὰν γυνὴ ἐπὶ περιγραφῇ δανειστῶν χρεωστοῦντι τῷ ἀνδρὶ ποιήσῃ ἔγγραφον ὀνόματι προικὸς, ὅλον τὸ χρέος ἀπαιτεῖται ὁ ἀνὴρ καὶ σβέννυται ἡ προίξ. [οὐδὲ γὰρ συνίσταται προὶξ] ἐπὶ περιγραφῇ δανειστῶν. διὰ τῆς ἀγωγῆς ταύτης..
47
pr.Οὐκ ἀναγκάζεται ὁ δανειστὴς μέρος ἐλευθερῶσαι τοῦ ἐνεχύρου, εἰ μὴ ὅλον ἀπολάβῃ τὸ χρέος.
48
pr.Οἱ χειρογραφήσαντες ὑπέρ τινος μέλλοντος δανείσασθαι, ἐὰν αὐτοῖς ἤ τισιν ἐξ αὐτῶν μὴ καταβληθῶσι τὰ δανειζόμενα, εἰ μήτε ἐγγυήσωνται τὸν δανειζόμενον, οὐ κατέχονται. ἔχουσι γὰρ τὴν τῆς ἀναργυρίας παραγραφὴν ἐντὸς τοῦ ὡρισμένου χρόνου, τουτέστι τῆς διετίας. ὅτι κἂν ὑπὲρ ἑαυτοῦ τις καὶ μὴ ὑπὲρ ἄλλου χειρογραφήσῃ, καὶ μὴ ἀπαριθμηθῇ αὐτῷ τὰ πράγματα, οὐκ ἐνέχεται, εἰ μὴ ἄρα μέρος καταβάλῃ.
49
pr.Ὁ δανειστὴς τὰ ἀναγκαῖα δαπανήματα, ἅπερ ἐποίησεν περὶ τὸ ὑποτεθὲν πρᾶγμα, ἀπαιτεῖν οὐ κωλύεται. χεῖρον δὲ τοῦτο ποιῶν, κἄντε ἀγρός ἐστι κάντε οἴκος, ἀναγκάζεται τοιοῦτον ἀποκαταστῆσαι τὸ πρᾶγμα, ὡς ἦν ἐν καιρῷ τῆς ὑποθήκης. εἰ δὲ καὶ ἔβλαψε τὸν ἀγρὸν, ἐνάγεται καὶ περὶ τούτου.
50
pr.Τὰ εἰς περιγραφὴν τῶν δανειστῶν ἐλάττονος πωλούμενα ἢ λεγατευόμενα ἢ δωρούμενα ἢ εἰς προῖκα διδόμενα καὶ ἁπλῶς [ἐκποιούμενα], εἴσω ἐνιαυτοῦ ἕξει τὴν ἀγωγὴν, ἐν ᾧ δύναται κινεῖν.
51
pr.Τὰ κληρονομιαία βάρη πρὸς τοὺς γεγραμμένους κληρονόμους καταβάλλεται τὸ χρέος, κἂν οἱ μὲν μείζονα ἐκληρονόμησαν, οἱ δὲ ἐλάττονα.
52
pr.Ὁ τὰ ἀλλότρια πράγματα οἰκείῳ προσώπῳ δανείζων καὶ ἐπερωτῶν αὐτὰ ἐπ᾿ αὐτὸν ἀποδοθῆναι, αὐτὸς κτᾶται τὴν ἐνοχὴν, οὐ μὴν ὁ κύριος τῶν χρημάτων, εἰ μὴ ἄρα [ὁ] ταῦτα δανείζων ἐκχωρήσει ἐπ᾿ αὐτὰς τὰς ἐπὶ τῷ χρέει ἀγωγάς.
53
pr.Ὁ περισσότερα ἀπαιτῶν ὧν ἐποφείλεται, καὶ τοῦ χρεωστουμένου ποσοῦ ἐκπίπτει καὶ ἄλλο διπλοῦν δίδωσι, εἰ μὴ ἄρα μετεμελήθη πρὸ κατάρξεως.
54
pr.Περαιτέρω τῶν ν ' ὑπερπύρων χειρόγραφον οὐκ ἔῤῥωται ἰδιόγραφον μὴ ἔχον τριῶν μαρτύρων ὑπογραφήν. σὺ δὲ γνῶθι ὡς φησιν ἡ νεαρὰ, μὴ ἐῤῥῶσθαι ἀμάρτυρον ἰδιόχειρον περαιτέρω τῆς μιᾶς λίτρας, εἴπερ ἐναγόμενος οὐ προσίεται τὴν αὐτοῦ πίστιν, δηλονότι ἔχον τριῶν μαρτύρων ὑπογραφήν.
55
pr.Ὁ ἔχων ἀναργυρίας παραγραφὴν καὶ μὴ δυνάμενος ἀντιθεῖναι αὐτὴν διὰ τὸν φόβον τοῦ ἰδίου διαδίκου, ποιείσθω διαμαρτυρίαν παρὰ τῷ ἄρχοντι ἢ τῷ ἐπισκόπῳ, καὶ διακόπτει τὸν τῆς διετίας καιρόν.
56
pr.Ἐν τῇ παραγραφῇ τῆς ἀναργυρίας ὁ δανειστὴς βαρεῖται τῇ ἀποδείξει. οὐ μόνον δὲ εἴσω τῶν δύο ἐτῶν δύναται τοῦτο δεῖξαι, ἀλλὰ καὶ διὰ παντὸς, τουτέστι διὰ τῆς τριακονταετίας, οὐ κωλύεται δεικνύειν, ὡς ἀπηρίθμησεν ὁ δανειστής τῷ χρεώστῃ τὰ νομίσματα΄.
57
pr.Ὁ χειρογραφῶν καὶ μηδὲν λαβὼν, ἐὰν καταβάλῃ μέρος τοῦ κεφαλαίου ἢ τοῦ τόκου, δοκεῖ τὸ πᾶν χρέος συγγνῶναι, καὶ οὐδὲ ἔχει τὴν τῆς ἀναργυρίας παραγραφήν.
58
pr.Ἐὰν ἁρπαγῶσι τὰ δανεισθέντα τοῖς πραγματευταῖς, κινείτω ὁ δανειστὴς κατὰ τῶν πραγματευτῶν καὶ μὴ κατὰ τῶν ἁρπασάντων. ἔγνως γὰρ πολλαχοῦ, ὡς ὁ κίνδυνος τῶν δανεισθέντων πραγμάτων εἰς τοὺς δανειζομένους ἀνήκει.
59
pr.Ὁ ἐμπρησμὸς οὐκ ἀπαλλάσσει τὸν χρεώστην τοῦ δανείου, ὅτι πᾶσι τοῖς τυχηροῖς τοῖς ἐπὶ δανεισθείση ποσότητι ὁ δανεισάμενος ὑπόκειται.
60
pr.Εΐς τις δανείσειε καὶ ἐγγυητὴν ἢ μανδάτορα ἢ ἀντι- φωνητὴν προσλάβοι, οὗτος μὴ τὴν πρώτην εὐθὺς κατὰ τοῦ μανδάτορος ἢ τοῦ ἐγγυησαμένου ἢ ἀντιφωνήσαντος χωρείτω, μηδὲ ἀμελήσας τοῦ δανεισαμένου τὰς παρενθήκας διενοχλείτω ἀλλὰ χωρείτω πρῶτον ἐπὶ τὸν τὸ χρυσίον εἰληφότα καὶ τὸ δάνεισμα πράξαντα, καὶ εἰ μὲν ἐκεῖθεν ἀπολάβοι, τῶν ἄλλων ἀπεχέσθω. εἰ δ᾽ οὐκ ἰσχύει παρὰ τοῦ δανεισαμένου λαβεῖν ἢ εἰς μέρος ἢ εἰς ὁλόκληρον, καθ᾽ ὅσον ἂν παρ᾽ αὐτοῦ μὴ δυνηθῇ λαβεῖν, κατὰ τοσοῦτον ἐπὶ τὸν ἐγγυητὴν ἢ τὸν ἀντιφωνητὴν ἢ τὸν μανδάτορα χωρείτω, καὶ παρ᾽ ἐκείνου τὸ λειπόμενον κομιζέσθω. καὶ ἐν μὲν παρόντες αὐτῷ τύχοιεν ἀμφότεροι, ὅ τε πρωτότυπος, ὅ τε ἐγγυησάμενος ἢ μανδατορεύσας ἢ ἀντιφωνήσας, τὰ προειρημένα ἐκ παντὸς φυλαττέσθω τρόπου. εἰ δ᾽ ὁ ἐγγυητὴς ἢ ὁ μανδάτωρ ἢ ὁ ἀντιφωνητὴς παρείη, τὸν δὲ πρωτότυπον ἀπεῖναι συμβαίη, δεικνύτω ὁ δανειστὴς τὸν ἐγγυητὴν ἢ ἀντιφωνητὴν ἢ μανδάτορα, καὶ ὁ τῷ πράγματι δικάζων διδότω καιρὸν τῷ ἐγγυητῇ, ταὐτὸν δ᾽ εἰπεῖν ἀντιφωνητῇ καὶ μανδάτορι, βουλομένῳ τὸν πρωτότυπον ἀγαγεῖν, ἐφ᾽ ᾧ ἐκεῖνον πρότερον ὑπομεῖναι τὴν ἐναγωγὴν, οὕτω τε δὲ αὐτοὺς τῇ καταλοίπῳ πεφυλάχθαι βοηθείᾳ, καὶ ἀμυνέτω γε τῷ ἐγγυητῇ καὶ ἀντιφωνητῇ καὶ μανδάτορι εἰς τὴν τοῦ ἐγγυηθέντος παράστασιν, ὥστε αὐτὸν ἀχθέντα τῆς ἐν τῷ τέως ἐναγωγῆς ἀπαλλάξαι τοὺς ὑπὲρ αὐτοῦ διενοχλουμένους. εἰ δ᾽ ὁ χρόνος ὁ ἐπὶ τούτῳ ταχθεὶς ἐξίκοιτο, τηνικαῦτα ὁ ἐγγυητὴς ἢ ὁ μαν δάτωρ ἢ ὁ ἀντιφωνητὴς ἀγωνιζέσθω τὴν δίκην καὶ τὸ χρέος ἐκτιννύτω, ὑπὲρ τοῦ ἐγγυηθέντος, ἢ ὑπὲρ οὗ τὰς ἐντολὰς ἔγραψεν ἢ τὴν ἀντιφώνησιν ὑπεισῆλθε, παρὰ τοῦ δανείσαντος ἐκχωρούμενος ἀγωγάς. οὐ μὴν οὐδὲ ἐπὶ τὰ πράγματα τοῦ δανεισαμένου, εἰ παρ᾽ ἑτέρου κατέχοιτο, χωρήσει πρότερον, πρὶν ἂν διελθεῖν τὴν ἐπὶ ταῖς προσωπικαῖς ὁδὸν κατά τε μανδατόρων καὶ ἐγγυητῶν καὶ ἀντιφωνητῶν· οὕτω τε ἐπὶ τὰ πράγματα ἐλθεῖν τοῦ πρωτοτύπου, εἴγε παρ᾽ ἑτέρων κατέχοιτο, καὶ τοὺς ἐπειλημμένους αὐτῶν ἐνοχλῆσαι. εἰ δὲ μὴ ἐκεῖθεν σχοίη τὸ ἱκανὸν, τηνικαῦτα χωρείτω κατὰ τῶν πραγμάτων τῶν ἐγγυητῶν καὶ τῶν μανδατόρων καὶ ἀντιφωνητῶν, ταὐτὸν δ᾽ ἔστιν εἰπεῖν καὶ εἴ τινας ἐγγυητὰς ἔχοιεν ἅπαντες οὗτοί σφισιν αὐτοῖς ὑπευθύνους καὶ ταῖς ὑποθηκαρίαις ἀγωγαῖς ἐνέχεσθαι δυναμένους. κατὰ μέντοι τοῦ πρωτοτύπου καὶ τῶν ὄντων παρ αὐτῷ πραγμάτων, εἴτε ταῖς προσωπικαῖς εἴτε ὑποθηκαρίαις εὐθὺς εἴτε ἀμφοτέραις χρήσασθαι βουληθείη, πᾶσαν αὐτῷ δίδομεν ἄδειαν, τὴν ἔμπροσθεν εἰρημένην ἡμῖν ὁδὸν καὶ τάξιν ἐπὶ τῶν ἄλλων προσώπων τε καὶ θεμάτων νομοθετήσαντες· καὶ οὐ τοῦτο μόνον ἐπὶ δανειστῶν φαμεν, ἀλλὰ καὶ εἴ τις ὠνήσαιτό τι παρά τινος '.
61
pr.Ὁ ἐγγυώμενος ἤ ἀντιφωνῶν ὑπέρ τινος καὶ αὐτὸς μὲν γίνεται ἔνοχος, κἀκεῖνον δὲ οὐκ ἐλευθεροῖ.
62
pr.Ὁ ἐγγυησάμενός τινα παριστᾶν εἴσω ῥητοῦ χρόνου ἢ καὶ ἀντιφωνήσας φανερὰν καταβαλέσθαι ποσότητα, μὴ ἀπαιτείσθω μετὰ παραδρομὴν εὐθέως τοῦ χρόνου, κἂν ἡ ἑξάμηνον ἢ πλεῖον χρόνου ἡ προθεσμία, ἀλλ᾽ ἐχέτω ἕτερον ἑξαμηνιαῖον χρόνον. παραδραμούσης δὲ καὶ τῆς δευτέρας προθεσμίας μηκέτι τὸν ἐγγυηθέντα παραγέτω, ἀλλὰ τὴν ποινὴν ἀπαιτείσθω.
63
pr.Πάσῃ ἐνοχῇ δύναται προστίθεσθαι ἐγγυητὴς, καὶ τῇ περὶ χρέους καὶ τῇ περὶ τῶν ἐν χρήσει δοθέντων καὶ τῇ περὶ τῶν παρατεθέντων ἐνοχῇ. καὶ ἐνέχεται ὁ ἐγγυητὴς μετὰ τὴν ἀπορίαν τοῦ πρωτοτύπου. εἰ δὲ μὴ συμφωνήσει ὁ ἐγγυητὴς, αὐτὸς ποιεῖ τὸ ἱκανὸν ἀντὶ τοῦ πρωτοτύπου.
64
pr.Εἴ τις δανείσειε χρυσίον τῇ τοῦ δανεισαμένου περιουσίᾳ πιστεύων, ὁ δὲ εἰς ἔκτισιν χρυσίου μὴ εὐποροίη, περιουσίαν δὲ ἀκίνητον ἔχοι, ὁ δανειστὴς δὲ ἐπικέοιτο καὶ χρυσίον πάντως ἐκζητοίη, τὸ δὲ οὐκ εἴη πρόχειρον, οὐδέ τις κινητὴ περιουσία, δίδομεν τῷ δανειστῇ βουλομένῳ καὶ ἀκίνητα πράγματα λαβεῖν ἀντὶ χρυσίου· εἰ δέ τις ὠνούμενος ἀκίνητα αὐτοῦ πράγματα παρείη, τοῦ δανειστοῦ πολλάκις θρυλλοῦντος, ὡς ὑπόκειται τὰ τοῦ δανεισαμένου πράγματα, καὶ ταύτῃ φοβοῦντος τοὺς προσιέναι βουλομένους ταῖς ἀγορασίαις, τηνικαῦτα ἐπὶ μὲν τῆς εὐδαίμονος ταύτης πόλεως οἱ ἐνδοξότατοι τῆς ἡμετέρας πολιτείας ἄρχοντες κατὰ τὴν ἑκάστῳ τεταγμένην ὑπὸ τοῦ νόμου καὶ ἡμῶν δικαιοδοσίαν, ἐν δὲ ταῖς ἐπαρχίαις οἱ τῶν θεμάτων ἡγούμενοι παρασκευαζέτωσαν, ἀκριβοῦς διατιμήσεως γενομένης τῶν πραγμάτων τοῦ χρεωστήσαντος, δίδοσθαι πρὸς ἀναλογίαν τοῦ χρέους κτῆσιν ἀκίνητον τοῖς δανεισταῖς μετὰ τοιαύτης ἀσφαλείας, μεθ᾿ ἧς ἂν ὁ χρεώστης δοῦναι δυνηθείη. τῶν μέντοι διδομένων ἀκινήτων ἡ ἐπιλογὴ τῷ δανειστῇ ἔσται. καὶ γὰρ οὐκ ἂν εἴη δίκαιον, τὸν δόντα μὲν χρυσίον, λαβεῖν δὲ χρυσίον μὴ δυνάμενον, ἀλλὰ ἀναγκαζόμενον καταδέξασθαι κτῆσιν ἀκίνητον, μὴ τὰ γοῦν καλλίονα τῶν τοῦ χρεώστου πραγμάτων, καὶ ἃ ἑκεῖνος αἱρεῖται, λαβεῖν καὶ ταύτῃ ἔχειν παραψυχὴν, ὅτιπερ εἰ καὶ χρυσίον οὐκ εἴληφεν, ἀλλ᾽ ἀντ᾽ ἐκείνου τὸ αἱρεθὲν αὐτῷ κατεκτήσατο.
65
pr.Εἰ καὶ πολλοῖς τοῖς πρὸ ἡμῶν ἔδοξε δεκτέαν εἶναι τὴν τῶν τόκων ἔκτισιν, ἴσως διὰ τὴν τῶν δανειστῶν δυσκληρίαν τε καὶ ὠμότητα, ἀλλ᾽ οὖν ὡς ἀναξίαν τῆς ἡμῶν τῶν χριστιανῶν πολιτείας ἀπευκταίαν εἶναι ταύτην κεκρίκαμεν, ἅτε παρὰ τῆς θείας νομοθεσίας κεκωλυμένην. διὸ κελεύει ἡ ἡμετέρα γαληνότης μηδενὶ μηδαμῶς ἐξεῖναι ἐν μηδεμιᾷ ὑποθέσει τόκον λαβεῖν, ἵνα μὴ νόμον ἀνθρώπων φυλάττειν οἰόμενοι νόμον θεοῦ παραβαίνωμεν· ἀλλὰ κἂν εἴ τις ὁσονδήποτε λάβῃ, εἰς τὸ χρέος λογισθήσεται. 65. Ὁ ἀπό τινος χρεωστούμενος, εἰ γραφῇ ὑπ᾽ αὐτοῦ εἰς μέρος κληρονόμος, κινεῖ κατὰ τῶν συγκληρονόμων κατὰ ἀναλογίαν ὑπὲρ ὧν ἐποφείλεται. εἰ δὲ [μόνος] κληρονόμος γένηται τοῦ χρεώστου, τῷ λόγῳ τῆς συγχύσεως καὶ ὁ ἐγγυητὴς ἐλευθε ροῦται. εἰ δεσπότης γὰρ γένοιτο τοῦ δανειστοῦ οὐκέτι σώζεται ἡ περὶ τοῦ χρέους ἀγωγὴ, ἀλλὰ σβέννυται διὰ τῆς συγχύσεως τῇ ἑνώσει τῶν δύο ὑποστάσεων τοῦ τε χρεώστου καὶ τοῦ δανειστοῦ.
67
pr.Ἐάν τις ἀπαριθμήσῃ νομίσματα καὶ ἄλλος ὑπὲρ αὐτοῦ ἐπερωτηθῇ, κατέχεται ὁ ἐπερωτηθεὶς, καὶ οὐ δύναται λέ γειν, ὅτι [ἐμοὶ] οὐκ ἀπηριθμήθη τὰ νομίσματα. εἰ δὲ μὴ ἐπερωτηθῇ ὁ ὑπογράψας, ἀλλὰ ψιλῶς ὑπέγραψεν ὑπὲρ ἄλλου, οὐ κατέχεται '.
68
pr.Ὁ πρὸ δικαστικῆς ψήφου σήμαντρα ἐπιθεὶς πρὸ τῶν θ ' ἡμερῶν τοῦ πένθους ἢ ὄχλησιν ἐπάγων τῷ τελευτήσαντι ἢ γαμετῇ ἢ παισὶν αὐτοῦ, τῆς τε δίκης ἐκπιπτέτω καὶ ἕτερον τοσοῦτον προσαπολλύτω.
69
pr.Κελεύομεν τὰς πράσεις καὶ ἀλλαγὰς καὶ δόσεις ἀῤῥαβώνων καὶ πάντα τὰ ἐγγράφως γινόμενα συναλλάγματα καὶ τὰς ἐγγράφους διαλύσεις μὴ ἄλλως ἐῤῥῶσθαι, ἐὰν μὴ καὶ εἰς καθαρὸν ἐνεχθῶσι καὶ ὑπογραφῶσι παρὰ τῶν εἰρημένων μερῶν· καὶ εἰ διὰ ταβελλίωνος γίνονται τὰ ἔγγραφα, λάβωσι καὶ τοῦ ταβελλίωνος τὸ τέλεσμα.
70
pr.Ὥσπερ οὐ χρὴ καυθέντων τῶν γραμματείων τοὺς χρεώστας ἀρνεῖσθαι, οὕτως ἄδικόν ἐστι καὶ δανειστὴν λέγοντα ἀπολέσαι τὸ γραμματεῖον πάντως πιστεύεσθαι. ὀφείλει οὖν ἄλλας προσφέρειν ἀποδείξεις.
71
pr.Κελεύομεν τὰς τῶν γραμματείων συγκρίσεις ἀπὸ ἀγοραίων γίνεσθαι συμβολαίων, καὶ μὴ ἀπὸ χειρογράφων, εἰ μὴ ἄρα τριῶν μαρτύρων ὑπογραφὴν ἔχουσι τὰ χειρόγραφα, καὶ αὐτοὶ οἱ μάρτυρες συνομολογήσουσιν, ὅτι ὑπέγραψαν, ἢ ἀρνούμενοι περὶ τοῦ ἰδιοχείρου ἀπὸ κρίσεως τῶν ἰδίων γραμμάτων ἐλεγχθῶσι· καὶ τότε τὴν σύγκρισιν μεθ᾽ ὅρκου γίνεσθαι· ταῦτα δὲ πάντα κρατεῖν θεσπίζομεν ἐν τοῖς ἐφεξῆς χρόνοις.
72
pr.Ἡ τῶν συμβολαίων ἀπώλεια οὐκ ἀναιρεῖ τὰς ἀγωγὰς, ἐν ᾧ δυνατόν ἐστιν ἑτέρως ἀποδειχθῆναι τὸ ἀληθές.
73
pr.Ἐὰν περὶ πίστεως συμβολαίων γένηται ζήτησις, καὶ ὁ ἕτερος τῶν δικαζομένων φήσῃ ἐν ἑτέροις τόποις ἔχειν τοὺς μάρτυρας τοῦ συμβολαίου, ἵνα ὁ δικαστὴς συνίδη, πέμπεσθαι ὀφείλ [ουσιν] οἱ πρωτότυποι ἢ ὁ προκουράτωρ αὐτῶν ἐν τοῖς τόποις ἐν οἷς οἱ μάρτυρες διάγουσι, καὶ ἢ βεβαιουμένου τοῦ συμβολαίου διὰ τῆς τῶν μαρτύρων καταθέσεως ἢ μὴ βεβαιουμένου ὑποστρέψωσι, καὶ τότε γίνεται ὁ ἀπόφασις περὶ τῶν γραμματείων.
74
pr.Ἐάν τις προαγάγῃ χάρτην, καὶ ἀποδείξῃ τοῦτον ἀληθῆ εἶναι ἢ διὰ μαρτυρίας πολλάκις ἢ συγκρίσεως, ἐκεῖνος δὲ, καθ ' οὗ ὑχάρτης προηνέχθη, μετὰ ταῦτα ὡς πλαστὸν αὐτὸν βούλεται διαβάλλειν, ὀμνυέτω μὲν πρὸ πάντων, ὅτι οὐ συκοφαντικῇ προαιρέσει τὸν χάρτην ἐπιζητεῖ προενεχθῆναι· καὶ ἐπειδὰν ὀμόσῃ, τότε ἀναγκαζέσθω ὁ τὸν χάρτην ἅπαξ προαγαγὼν καὶ πάλιν αὐτὸν προαγαγεῖν, εἰ μὴ ἄρα ὄμνυσιν αὐτὸς ἐκ τῶν ἐναντίων, ὅτι τὸν χάρτην οὐκ ἔχει, οὐδὲ κατὰ δόλον αὐτὸν ἀπώλεσεν. ἄχρι δὲ καταδίκης μόνον ἐξέστω διαβάλλειν τὸν προσενεχθέντα χάρτην πλαστόν. ἐὰν γὰρ καταδίκη γένηται, καὶ μὴ ἔκκλητος παρακολουθήσῃ, οὐκ ἔξεστι τὸν ἅπαξ δειχθέντα ἀληθῆ χάρτην ὡς πλαστὸν αἰτιᾶσθαι '.
75
pr.Ἐὰν ἐγγυήσηταί τις, ὅτι παρίστησιν ἐντὸς τοῦδε τοῦ χρόνου τόνδε, ἐπείτοιγε δίδωσι πρόστιμον, φαμὲν ὅτι κἂν μὴ παραστήσῃ ἐντὸς τῶν ς΄ μηνῶν, δίδοται αὐτῷ ἕτερος τοσοῦτος χρόνος. εἰ δὲ πλείων εἴη ὁ ἐξ ἀρχῆς, ἑξαμηνιαῖος μόνον εἰς ὑπέρθεσιν αὐτῷ δίδοται, οὗ ἐντὸς εἰ παραστήσει τὸν πρωτότυπον, οὐκ ἀπαιτεῖται τὸ πρόστιμον.
76
pr.Ἀπὸ συμφώνου τόκος οὐκ ἀπαιτεῖται. οἷον συνεφώνησα, ὅτι εἰς τὴν λίτραν ἵνα μοι διδῷς νομίσματα ζ΄, καὶ ἐστὶ τὸ σύμφωνον τοῦτο ἁπλοῦν. εἰ δὲ προστεθῇ, ὅτι ἐὰν οὐ δώσω τὸν τόκον, ἵνα ἀπαιτῶμαι πρόστιμον τόδε, ἢ ἐὰν οὐ φυλάξω πάντα τὰ ἀνωτέρω γεγραμμένα, τότε εὐθύνομαι καὶ ἀπαιτοῦμαι τὸν τόκον. ἀνεπερώτητος δὲ τόκος ἀπαιτεῖται ἐπὶ προικὸς καὶ ὀρφανικῶν χρημάτων καὶ χρεωστουμένου τιμήματος ἀπὸ πράσεως μετὰ προκάταρξιν τῆς δίκης, οἷον ὅτι χρεωστεῖ μοι καὶ οὐ δίδωσί μοι τὸ χρυσίον μου, καὶ ἄρχεται τρέχειν ὁ τόκος.
77
pr.Τὰ πρόστιμα τῶν χαρτίων οὐκ ἀπαιτοῦνται, εἰ μὴ ἐπὶ μόνων τῶν γαμικῶν συμφώνων, καὶ τῶν πράσεων καὶ τῶν ἀγορασιῶν, καὶ ἐπὶ τῶν αἱρετῶν δικαστῶν· ἀλλὰ τοῦτο κατὰ φιλάγαθον γνώμην τῶν δικαστῶν. ὁ γὰρ νομοφύλαξ πάντων τῶν συμφώνων τὰ πρόστιμα σήμερον ἀπαιτεῖ.
78
pr.Ἐάν τις ἐγγράφως ἢ ἀγράφως λογάριον ἢ ἀργύριον ἢ ἕτερον εἶδος τὸ οἱονοῦν ἐν τῇ γῇ ἢ ἐν τῇ θαλάσσῃ δανείσηται, κατὰ τὸ στοίχημα καὶ τὴν μεταξὺ αὐτῶν προθεσμίαν ἀπολαμβανέτω ὁ δανείσας τὰ ἴδια, μὴ ἔχοντος ἄδειαν τοῦ δανεισαμένου ἐχθρικὴν ἐπιδρομὴν ἢ ναυάγιον θαλάσσης ἢ καὶ ἑτέραν τὴν οἱανοῦν ἀφορμὴν πρὸς διαστροφὴν ἢ ἀναγωγὴν προτίθεσθαι τοῦ δανείσαντος. ἐὰν δὲ ὁ δανεισάμενος ἐνέχυρα τέ θεικεν, καὶ αὐτὸς μετὰ τὴν τοῦ χρέους ἀποπλήρωσιν ἀνελλιπῶς ἀναλαμβανέτω τὰ ἴδια, μὴ δυναμένου τοῦ τὰ τοιαῦτα κατεσχηκότος ἐνέχυρα λέγειν κατὰ τοῦ δανεισαμένου, ἢ ὅτι ἀπώλεσεν αὐτὰ ἢ ἑτέραν τινὰ προφέρειν πρόφασιν, εἰ μήπω ἀποδειχθῇ τοιαύτην ὡς εἰκὸς ἐπελθεῖν συμφορὰν ὅτι ἀπώλεσεν αὐτὰ καὶ σὺν τοῖς ἰδίοις ἀπολεσθῆναι καὶ τὰ ἀλλότρια, καθὼς λοιπὸν περὶ τούτου τηρήσουσιν οἱ ἀκροαταί.
79
pr.Εάν τις δανείσῃ τινὶ καὶ κατὰ τὴν οἰκείαν ὁμολογίαν ἐκπροθεσμήσας ὁ χρεώστης μὴ ἐκπληρώσῃ, προτρεπέσθω τοῦτον ἐκ διαβασίμου ὁ χρεωστούμενος, καὶ ἐὰν μετὰ δύο καὶ τρεῖς προτροπάς τε καὶ διαμαρτυρίας μὴ θελήσῃ ὁ χρεωστῶν παῤῥησιασθῆναι ἢ τὸ ἀπόχρεων ποιῆσαι, αὐθεντίαν ἐχέτω ὁ τὰ ἐνέχυρα κατέχων, ὑπὸ ἀκριβῆ δημοσίαν ἐκτίμησιν ἐγγράφως διὰ ταβουλαρίων ἢ καὶ ἐκδίκων ἐπισημειουμένων ταῦτα διαπιπράσκειν, καὶ ἐκ τῶν τιμημάτων τὰ κεχρεωστημένα αὐτῷ παρακρατεῖν καὶ τὸ ὡς εἰκὸς περιττευθὲν ἀποκαθιστᾶν τῷ χρεωστοῦντι. εἰ δὲ ἡ τῶν ἐνεχείρων δικαία διάπρασις οὐ σώζει τὴν ἐντελῆ τοῦ χρέους ἀπόδοσιν, ἀπαιτείτω τὸν χρεώστην τὸ λειπαζόμενον.
80
pr.Ὁ δανειστὴς ἐὰν ἐνέχυρα λάβῃ καὶ ἐπάρῃ τὰ τέκνα τῶν ἰδίων χρεωστῶν ἢ καὶ εἰς δουλικὴν ὑπηρεσίαν ταῦτα μισθώσηται, ἐκπιπτέτω τοῦ χρέους καὶ ἄλλην τοσαύτην ποσότητα τῷ κρατηθέντι ἢ καὶ τοῖς τούτου γονεῦσι καταβαλλέτω.
81
pr.Ἐάν τις ἔχων γυναῖκα δανείσηται ἔκ τινος καὶ μὴ εὐπορῇ τὴν τούτου ποιῆσαι ἀπόδοσιν, ἀνέγκλητος ἔστω ἡ γυνὴ αὐτοῦ ταῦτα ἐκ τῆς προικὸς αὐτῆς παρέχειν τῷ δανείσαντι, εἰ μήπω εὑρεθῇ ἑκουσίως ἐν τῷ τοιούτῳ χρέει συνομολογήσασα τῷ ἀνδρὶ αὐτῆς.