JGR VI 1.18
Περὶ μισθώσεως καὶ ἐκμισθώσεως.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν συμφωνηθῇ τοὺς μισθωσαμένους οἶκον ἀβλαβὲς ἔχειν πῦρ, καὶ τυχηρὰ γένηται καῦσις, οὐκ ἐνέχεται ὁ μισθωσάμενος· εἰ δὲ κατὰ ῥᾳθυμίαν αὐτοῦ συνέβη, ἐνέχεται '.
2
pr.Ἐὰν συμφωνηθῇ μὴ ἔχειν πῦρ, καὶ σχῇ, ἐνέχεται, εἰ καὶ κατὰ τύχην ἐμπρησμὸς γένηται.
3
pr.Ὁ μισθωσάμενος ἀγέλην οὐκ ἐνέχεται, ἐὰν δειχθῇ, ὅτι χωρὶς ἀπάτης αὐτοῦ λῃσταὶ αὐτὴν ἀφείλοντο· ἀναλαμβάνει δὲ τοὺς μισθοὺς, οὓς ὑπὲρ τοῦ λειπομένου χρόνου δέδωκεν '.
4
pr.Ὁ ποιμὴν καὶ ὁ ῥάπτης καὶ ὁ κναφεὺς ἀπὸ ῥαθυμίας καὶ ἀπὸ ἀπειρίας ἐνέχονται.
5
pr.Ἐὰν ναύκληρος μὴ δυνάμενος εἰσελθεῖν ἐν τῷ λιμένι μεταγάγῃ τὰ φορτία εἰς πλοῖϊόν σου, καὶ ναυαγήσῃ τὸ σὸν, ἐνέχεται ὁ πρῶτος ναύκληρος, ἐὰν παρὰ γνώμην τῶν δεσποτῶν τὰ φορτία μετήγαγεν ἢ παρὰ καιρὸν ἢ εἰς ἀνεπιτήδειον πλοῖον. εἰ δὲ μὴ ἐποίησε ῥαθυμίαν, οὐκ ἐνέχεται.
6
pr.Ἐὰν πλοῖον ναυαγήσῃ διὰ τὸ μὴ σχεῖν κυβερνήτην, ἐνέχεται τοῖς ἐπιβάταις ὁ ναύκληρος, καὶ ἀποδίδωσι τὰ ναῦλα, ἅπερ ἔλαβεν ἐν προχρείᾳ, ὡς μὴ μετακομίσας.
7
pr.Ἐὰν λάβῃ τὶς ἐπὶ τῷ ἐγκλεῖσαι ἢ γλύψαι λιθέαν καὶ κλασθῇ, εἰ μὲν ἐξ ἀπειρίας τοῦ τεχνίτου, ἐνέχεται· εἰ δὲ ἀπὸ αἰτίας τῆς ὕλης, οὐκ ἐνέχεται, εἰ μὴ τὸν κίνδυνον ἀνεδέξατο.
8
pr.Ἐὰν μυόβρωτον γένηται τὸ δοθὲν τῷ κναφεῖ, ἐνέχεται· καὶ ἐὰν ἑτέρῳ τὸ ἑτέρου παράσχῃ, κἂν ἐν ἀγνοίᾳ.
9
pr.Εἰ μισθώσομαι βαλανεῖον ἐπὶ ἐνιαυτὸν καὶ πέσῃ τῷ τρίτῳ μηνὶ, ἀναλαμβάνω τὸ περιττὸν τοῦ μισθοῦ.
10
pr.Εἰ καὶ ἐν ἀγνοίᾳ μισθώσω πίθους κεκλασμένους, καὶ ἐκχυθῇ ὁ οἶνος, εἰς τὸ διαφέρον ἐνέχομαι.
11
pr.Εἰ τόπον εἰς βοσκὴν μισθώσω, καὶ ἐκ τῶν ἐν αὐτῷ κακῶν βοτανῶν βλαβῶσιν ἢ φθαρῶσι τὰ θρέμματα, εἰ μὲν ᾔδειν, εἰς τὸ διαφέρον ἐνέχομαι· εἰ δὲ ἠγνόουν, οὐκ ἀπαιτῶ τὸν μισθόν.
12
pr.Ὁ μισθωσάμενος ἄλογον ἐπὶ τῷ βαστάσαι τὶ δῆλον, καὶ βαρύτερον ἐπιθεὶς, βλαπτομένου αὐτοῦ ἐνέχεται, ὁστισδήποτε ἔβλαψεν.
13
pr.Ἐὰν μετὰ τὸ πληρωθῆναι τὸν χρόνον τῆς μισθώσεως συναινοῦντος ἑκατέρου μέρους ὁ μισθωτὸς ἐπιμείνῃ, ἀνανεοῦται εἰς ἐκεῖνον μόνον τὸν ἐνιαυτὸν ἡ μίσθωσις, οὐ μὴν καὶ εἰς τὸν λειπόμενον χρόνον ὅλον, εἴγε εἰς πενταετίαν τυχὸν ἦν ἡ προτέρα μίσθωσις. ὅπερ καὶ ἐπὶ τῶν πολιτικῶν ἐστι μισθώσεων. εἰ δὲ καὶ τὸν δεύτερον ἐπιμείνῃ, ἐνέχεται εἰς αὐτὸν, καὶ ἐπὶ τῶν ἑξῆς ὡσαύτως.
14
pr.Ἐάν τις ἑνὶ ἐνιαυτῷ συγχωρήσῃ τῷ μισθωσαμένῳ διὰ τὴν ἀφορίαν, καὶ εὐφορία ἐν τοῖς ἑξῆς ἐνιαυτοῖς γένηται, λαμβάνει τὸ συγχωρηθέν. εἰ δὲ ἐν τῷ ὑστέρῳ ἐνιαυτῷ γέγονεν ἡ ἀφορία καὶ ἡ συγχώρησις τῶν πρώτων εὐφορησάντων, ἐὰν οἶδεν ὁ μισθωτὸς, [οὐ] συλλογίζεται '.
15
pr.Εἰ συνεφώνησεν ὁ μισθωσάμενος μὴ ἔχειν ἐν τῷ οἴκῳ χόρτον, καὶ σχῇ, εἶτα δοῦλος αὐτοῦ ἢ ξένος εἰσαγάγῃ πῦρ καὶ καύσῃ, ἐνέχεται.
16
pr.Ἐὰν δίαιταν εἰς ἐνιαυτὸν μισθωσάμενος ὅλον παράσχω τὸν μισθὸν, καὶ πέσῃ ἢ καυθῇ τῷ ἕκτῳ μηνὶ, ἀναλαμβάνω τὸ λοιπόν.
17
pr.Ὁσάκις ἐπὶ τῷ γενέσθαι τὶ δίδοταί τι, μίσθωσίς ἐστιν.
18
pr.Ἡ μίσθωσις ἀπὸ τῆς κατὰ συναίνεσιν ἀγωγῆς καὶ αὐτὴ ἐνάγεται. ἐστὶ δὲ, ὅταν τις ἴδιον οἶκον ἢ ἀγρὸν πακτεύσῃ πρός τινα ἐφ᾽ ᾧ λαμβάνειν ἐτήσιον πάκτον, ἢ ὅταν δώσει ὕλην χαλ-: κόν τινα ἢ ἄργυρον τεχνίτῃ ἐπὶ τῷ κατασκεύασαι αὐτῷ ἔργον τὶ ἐπὶ μισθῷ· καὶ ὡσαύτως ἐπὶ κατασκευῆς οἴκου καὶ λοιπῆς ὑπηρεσίας ἐπὶ μισθῷ γενομένης μίσθωσις ὁρίζεται.
19
pr.Ὅσα ἂν συμφωνήσωσιν ὁ μισθώσας καὶ ὁ μισθωσάμενος περὶ τοῦ ἐκμισθωθέντος πράγματος, κρατεῖ· οἷον ἵνα τὴν τυχηρὰν βλάβην ἐπιγινώσκῃ ὁ μισθωτὸς, εἴτε τὰ δημόσια τέλη κατέχει εἴτε καὶ μή. εἰ δὲ μὴ συμφωνήσει, ὁ τυχηρὸς κατὰ φύσιν κίνδυνος τῷ δεσπότῃ τοῦ πράγματος ὁρᾷ· οἷον ἐὰν σεισμῷ συγχωσθῇ ὁ ἀγρὸς ἢ διὰ ποταμοφορίας κατακλυσθῇ ἤ ὑπὸ πολεμίων καταδρομῆς δέξηται βλάβην ἢ τοὺς καρποὺς ἄρδην περιαιρεθῇ, ἢ ὁ οἶκος τυχὸν κατακλασθῇ. εἰ δ᾽ ἐξ ἀμελείας ἢ δόλου βλάβη γένηται εἰς τὸ πρᾶγμα παρὰ τοῦ μισθωτοῦ, ὁ αὐτὸς μισθωτὸς τὸ ἱκανὸν ποιεῖ τῷ δεσπότῃ.
20
pr.Ὁ λαβὼν μισθὸν ἐπὶ φυλακῇ πράγματος, ἐγκινδυνεύει περὶ τὴν αὐτοῦ φυλακήν.
21
pr.Ἡ μὲν τυχηρὰ περίστασις οὐ κινδυνεύεται τῷ λαβόντι τὴν παραθήκην· μόνον γὰρ δόλον καὶ μεγάλην ἀμέλειαν ἀπαιτεῖται, ἐν ᾧ μηδὲν ἰδικώτερον συνεφωνήθη. εἰ δὲ νεμόμενος τὰ πράγματα ὁ κληρονόμος τοῦ λαβόντος τὴν παραθήκην κρύπτει αὐτὴν ἢ δόλῳ ἐπαύσατο νέμεσθαι, κατέχεται τῇ περὶ παραθήκης ἀγωγῇ καὶ τῇ περὶ ἀποκρυβέντων πραγμάτων ἀγωγῇ.
22
pr.Ἄδειά ἐστι τῷ δεσπότῃ ἐξεοῦν τὸν μισθωτὸν καὶ ἐντὸς τῶν τῆς πακτώσεως χρόνων, ἐὰν μὴ τὸ μίσθωμα καταβάλῃ ἐμπροθέσμως ἢ ἀμελῶς περὶ τὸν ἀγρὸν διάγῃ.
23
pr.Ὁ καταλιπὼν τὸν ἀγρὸν καὶ ὑποχωρήσας χωρὶς εὐλόγου αἰτίας πρὸ συμπληρώσεως τοῦ συμπεφωνημένου χρόνου, δίδωσι τοῦ ὅλου χρόνου τὸ μίσθωμα.
24
pr.Ὁ ἐπὶ χρήμασι μισθωσάμενος τὴν συμβαίνουσαν τοῖς καρποῖς ἄμετρον βλάβην ἐκ τῆς λεγομένης θεομηνίας οὐκ ἐπιγινώσκει, ἀλλὰ τὴν μετρίαν. ὁ δὲ τοὺς καρποὺς μεριζόμενος μισθωσάμενος, ὡσανεὶ δικαίῳ κοινωνίας καὶ τὸ κέρδος καὶ τὴν ζημίαν συμμερίζεται τῷ δεσπότῃ.
25
pr.Ἐάν τις ἐπὶ τῷ μετακομίσαι μισθώσηται κίονα, καὶ κλασθῇ ἐν τῷ κουφίζεσθαι ἢ βαστάζεσθαι ἢ ἀποτίθεσθαι, οὐκ ἐνέχεται, εἰ μὴ ἀπὸ ῥᾳθυμίας οἰκείας καὶ τῶν ὑπουργούντων αὐτῷ. ἐστέρηται δὲ ῥᾳθυμίας, εἰ πάντα γέγονεν ἐπιμελέστατα ὡς ἔπρεπε. τὸ αὐτὸ καὶ περὶ πίθων καὶ ξύλων καὶ τῶν ἄλλων πραγμάτων.
26
pr.Ὁ κλέπτων τὸν μισθωθέντα αὐτῷ δοῦλον ἐνέχεται ὡς κλέπτης.
27
pr.Ἐὰν ὁ μισθώσας ὁμολογήσῃ ποινὴν διδόναι τῷ μισθωσαμένῳ, εἴπερ αὐτὸν ἐξώσηται πρὸ συμπληρώσεως τῆς πενταετίας, ἀζημίως αὐτὸν ἐξεοῦται μὴ καταβάλλοντα τὸν μισθὸν ἐμπροθέσμως ἢ μὴ γεωργοῦντα χρησίμως.
28
pr.Τῶν ἐνοίκων ἐπὶ πολὺν χρόνον, τουτέστιν ἐπὶ διετίαν, μὴ φαινομένων μήτε τὸ συμφωνηθὲν κατατιθέντων, ἔξεστιν οἷς διαφέρει ἀνοίγειν καὶ παρόντων δημοσίων προσώπων ἀπογράφεσθαι τὰ ἐκεῖ ὄντα.
29
pr.Ἐὰν πρὸ δοκιμασίας πέσῃ τὸ ῥεῖθρον, εἰ μὲν ἀπὸ αἰτίας τοῦ ἐδάφους, ὁ μισθώσας ζημιοῦται· εἰ δ᾽ ἐξ ἐλαττώματος ἔργου, ὁ μισθωσάμενος.
30
pr.Ἐὰν τὸ γινόμενον ἔργον ἀπὸ σεισμοῦ παρασαλευθῇ, τοῦ μισθώσαντός ἐστιν ὁ κίνδυνος.
31
pr.Ἐὰν χρήσω τινὶ ἐσθῆτα ἢ ἄργυρον ἢ ζῶον, εἶτα ὑπὲρ τῆς χρήσεως τούτου ῥητὸν χρυσίον λόγῳ μισθοῦ δοθῇ μοι ἢ ὁμολογηθῇ δίδοσθαι, ὁ λαβὼν τοσαύτην ἐπιμέλειαν περὶ τὴν τούτων παραφυλακὴν ἐποφείλει, ὅσην ὁ σφόδρα ἐπιμελέστατος περὶ τὰ οἰκεῖα παρέχει πράγματα.
32
pr.Ὁ τὸ ἴδιον πρᾶγμα ἐν ἀγνοίᾳ μισθωσάμενος μίσθωσιν ἀνυπόστατον συναλλάσσει.
33
pr.Ἐφ᾽ ὅσον ὁ τῆς μισθώσεως παρεκτείνεται χρόνος, οὐ δύναται ὁ δεσπότης αὐξῆσαι τὸν κανόνα ἢ ἐκβαλεῖν τὸν μι σθωσάμενον.
34
pr.Ἐὰν ἐπὶ πενταετίαν μισθώσω τινὶ τὸν ἐμὸν ἀγρὸν, ἐν δὲ τῷ δευτέρῳ τυχὸν ἢ τρίτῳ ἐνιαυτῷ τελευτήσῃ ὁ μισθωσά-. μενος, ὁ κληρονόμος αὐτοῦ ὑπεισελεύσεται τῇ μισθώσει μέχρι καὶ τῆς πενταετίας.
35
pr.Ἐὰν χωρὶς αἰτίας καταλίπῃ τὸν ἀγρὸν ὁ μισθωσάμενος πρὸ συμπληρώσεως τοῦ χρόνου, δίδωσιν ὅλου τοῦ χρόνου τὸν μισθόν.
36
pr.Αἱ μισθώσεις ἔγγραφοί τε καὶ ἄγραφοι ἐπὶ ὀνομαστῷ ἐνιαυσιαίῳ συμφωνουμένῳ τελέσματι καὶ αὐταὶ γενέσθωσαν, περαιτέρω τῶν κθ ' χρόνων μὴ ἐκτεινόμεναι, εἴτε ἐκληπτορικῶν εἴ τε τοῦ μέρους τοῦ δημοσίου ἢ βασιλικοῦ οἴκου ἢ εὐαγοῦς τόπου ἢ κτημάτων, χωρίων ἢ ἀγρῶν ἢ λοιπῶν αἱ τοιαῦται ἐκδόσεις γεγένηνται· καὶ πρὸς τὸ συμφωνηθὲν ἐκ τοῦ ἐκλαμβανομένου καὶ ὁμολογηθὲν ἐνιαυσιαῖον μισθωτικὸν τέλεσμα παρὰ τοῦ ἐκδεδωκότος μέρους εἰσπράττεσθαι. μὴ δυναμένων οὔτε τοῦ ἐκδεδωκότος οὔτε τοῦ ἐκλαμβάνοντος μετάμελον μετὰ τὴν μίσθωσιν ἐντὸς ἐνιαυτοῦ προτίθεσθαι, ἐὰν ἐκ συμφώνου περὶ τούτου ὀνομαστὶ ἀπετάξαντο.