JGR VI 1.19
Περὶ παρακαταθήκης, καὶ πραγμάτων, ὧν ἡ δεσποτεία φιλονεικεῖται.
Abrir no leitor do IusCommune →1
pr.Παρακαταθήκη ἐστὶ τὸ ἐπὶ φυλακῇ τινι διδόμενον.
2
pr.Ἐπὶ τῶν ἀπὸ θορύβου ἢ ἐμπρησμοῦ ἢ συμπτώσεως ἢ ναυαγίου παρατιθεμένων κατὰ μὲν τοῦ λαβόντος εἰς τὸ διπλοῦν ἀγωγὴ ἁρμόζει, κατὰ δὲ τῶν κληρονόμων ἀπὸ μὲν δόλου τοῦ διατιθεμένου εἰς τὸ διπλοῦν, ἀπὸ δὲ οἰκείου εἰς τὸ ἁπλοῦν. ἐπὶ δὲ τῶν λοιπῶν παρακαταθηκῶν εἰς τὸ ἁπλοῦν ἡ ἀγωγὴ δίδοται.
3
pr.Ἐὰν ὁ δανειστὴς συναινέστῃ τῷ χρεώστῃ αὐτοῦ πωλοῦντι τὸ ἐνέχυρον ἢ ἐναλλάττοντι ἢ δωρουμένω ἢ εἰς προῖκα ἐπιδιδόντι, λύεται τὸ ἐνέχυρον, εἰ μὴ τὸ ἴδιον ἐφύλαξε ἐνέχυρον. τὸ αὐτὸ κἂν δεκτὸν ἡγήσηται. εἰ δὲ αὐτὸς ὁ δανειστὴς πωλήσει, ἐφ᾽ ᾧ μὴ ἀποστῆναι τοῦ ἐνεχύρου, ἕως ἂν τὸ ἱκανὸν ὑποστῇ, οὐ βλάπτεται διὰ τῆς παραγραφῆς.
4
pr.Ὁ διαμαρτυρούμενός τινα μὴ ἀποκαταστῆσαι τὴν οὖσαν παρ᾿ αὐτῷ παρακαταθήκην, πᾶσαν τυχηρὰν τῶν πραγμάτων ἐπιγινώσκει περίστασιν καὶ τόκον, κἂν χρήματα ὦσιν, ἀπὸ καιροῦ τῆς παραγγελίας, καὶ πᾶσαν ζημίαν καὶ βλάβην.
5
pr.Ὁ νεμόμενος ἀλλότριον ἀκίνητον πρᾶγμα καὶ ἡττηθεὶς ὀφείλει ἀποκαθιστᾶν αὐτὸ τῷ νενικηκότι. εἰ δὲ πρὸ τῆς καταδίκης ἐξεποίησεν αὐτὸ, εἰ εὔπορός ἐστι, πεμπέσθω ὁ νενικηκὼς ἐπὶ νομῆς τοῦς πράγματος.
6
pr.Ὁ ἀλλότρια διακατέχων, ἐὰν τὴν ἀρχὴν ἀρνήσηται, μετὰ δὲ ταῦτα εἴπῃ· ἔχω μὲν τὸ πρᾶγμα, νομίμως δὲ ὑπόκειταί μοι, πρότερον ἀναγκάζεται τὸ πρᾶγμα τέως ἀποκαθιστᾶν αὐτῷ ὡς ἀρνησάμενος, καὶ τότε εἰ νομίμως ὑπόκειται, κινήσει οἷς θέλει δικαιώμασιν.
7
pr.Εἴτε ὁ τὴν παρακαταθήκην δεξάμενος εἴτε ὁ κληρονόμος αὐτοῦ ἐναχθῇ, καὶ φυσικῶς τὸ πρᾶγμα πρὸ ψήφου φθαρῇ (τυχὸν γὰρ δοῦλος ἦν καὶ ἀπέθανεν), ἐλευθεροῦται εἴγε καὶ παρὰ τῷ ἐνάγοντι ἀποκαταστὰν ἀπόλλοιτο.
8
pr.Ὥστε οὖν διαφέρει τῆς φυσικῆς φθορᾶς ἡ κατὰ τύχην. δεῖ οὖν καὶ ταῦτα νοεῖν οὐκ ἐπὶ ἀρνήσεως, ἀλλ᾽ ἐπί τινος ἄλλης ἢ ἀναβολῆς ἀληθοῦς ἢ φαινομένης προφάσεως. ἀλλ᾽ εἰ καὶ φυσικῶς φθειρομένου τοῦ πράγματος ὁ ἐνάγων ζημιοῦται, οὐ πάντως ὁ ἐναγόμενος ἀθῶος ἀπολυθήσεται, ἀλλὰ καὶ τῆς δίκης τὰ δαπανήματα καταβαλεῖ τῷ ἐνάγοντι, καὶ ἄλλο εἴ τι παρὰ τῶν νόμων ἐπάγεται τοῖς δυσκολαίνουσιν ἐπιτίμιον ὑποστήσεται· ἃ νῦν σιγηθέντα διὰ τῆς ἀρχηστίας πολυπλασίους τὰς ἀγνωμοσύνας καὶ τὰς ἀμφισβητήσεις ἐποίησαν.
9
pr.Τῆς παρακαταθήκης καὶ οἱ καρποὶ καὶ οἱ τοκετοὶ καὶ πᾶν πρᾶγμα ἀπαιτεῖται καὶ ἀποκαθίσταται τῷ παραθεμένῳ,
10
pr.Ὁ παραθέμενος δύναται παραχρῆμα κινῆσαι τὴν περὶ παρακαταθήκης ἀγωγὴν, καὶ μὴ ἀποδιδοὺς ὁ δεξάμενος δόλον ποιεῖ, εἰ μὴ ἀλλαχοῦ ἐστιν, ἢ ἀποκέκλεισται ἐν τόπῳ τέως ἀνοιγῆναι μὴ δυναμένῳ, ἢ οὐκ ἐξῆλθεν ἡ αἵρεσις τῆς παρακαταθήκης '.
11
pr.Εἴτε περίεστιν ὁ παραθέμενος δοῦλος εἴτε ἀπέθανεν ἢ ἠλευθερώθη ἢ ἐξεποιήθη, ὁ δεσπότης ζητεῖ τὴν παρακαταθήκην, οὐ μὴν αὐτὸς ὁ ἐλευθερωθεὶς, οὔτε ὁ νέος αὐτοῦ δεσπότης. τῇ γὰρ ἀρχῇ προσεκτέον τοῦ συναλλάγματος.
12
pr.Ἐὰν ὁ δοῦλός μου κἂν ὁ καλῇ πίστει δουλεύων μοι ἢ ὁ τὴν χρῆσιν ἔχων παράθηται τὸ ἀνῆκόν μοι, ἔχω τὴν ἀγωγὴν τὴν περὶ παρακαταθήκης.
13
pr.Καὶ κληρονομιαίου δούλου παραθεμένου ὁ κληρονόμος ζητεῖ τὴν παρακαταθήκην.
14
pr.Δοῦλός σου παρέθετό μοι χρήματα ἐπὶ τῷ δοῦναί σοι ὑπὲρ τοῦ ἐλευθερῶσαι αὐτόν. εἰ μὲν διδοὺς ἐποίησά σε τῶν παρακολουθησάντων ἐν εἰδήσει, οὐκ ἐνέχομαι. εἰ δὲ ὡς ἴδια ἔδωκα, ὑπόκειμαι διδόναι ὡς παρακαταθήκην. ὁ γὰρ ὡς ἴδια δοὺς οὐκ ἀποδοῦναι δοκεῖ τὴν παρακαταθήκην.
15
pr.Ὁ μὴ τῆς παρακαταθήκης ὡς τῶν ἰδίων ἐπιμελούμενος δόλον ποιεῖ.
16
pr.Ἐὰν ἐξ ἐπιδρομῆς λῃστῶν ὁ τὴν παρακαταθήκην λαβὼν ἀπώλεσε τὰ παρατεθέντα αὐτῷ, οὐ κινδυνεύεται τοῖς κληρονόμοις αὐτοῦ ἡ ἀπώλεια. ὁ γὰρ παρακαταθήκην λαμβάνων δόλον μόνον καὶ ῥᾳθυμίαν ἀπαιτεῖται, εἰ μὴ ῥητῶς καὶ ἕτερόν τι συνεφωνήθη. ἐὰν δὲ ἀποκεχρημένος τῇ προφάσει τῆς αἰτίας ἢ ἄλλης τυχηρᾶς περιστάσεως καὶ ἔχων τὰ παρατεθέντα πράγματα ὁ κληρονόμος ἢ κατὰ δόλον παυσάμενος ἔχειν αὐτὰ μὴ ἀποκαθίστησιν, ἐνέχεται τῇ ἀγωγῇ τῆς παρακαταθήκης.
17
pr.Ἐὰν ἠρτημένης τῆς δίκης μετενέγκῃ εἰς ἕτερον ἢ τὰς ἀγωγὰς ἢ τὰ πράγματα οἱῳδήποτε τρόπῳ, εἰ μὲν οἶδεν ὁ λαβὼν ἐπίμαχον εἶναι, οὐ μόνον τὸ πρᾶγμα ἀναδίδωσιν, ἀλλ᾽ οὐδὲ τὸ τίμημα λαμβάνει. οὐ μὴν οὐδὲ ὁ πράτης αὐτὸ λαμβάνει, ἀλλὰ τῷ δημοσίῳ εἰσάγεται.
18
pr.Ὁ ἐγγυησάμενος τὸν λαβόντα παρακαταθήκην ἐνέχεται, κἂν δόλον μὲν οὐκ ἐποίησεν ὁ λαβὼν, ἔχει δὲ τὸ πρᾶγμα· τί γάρ; ὅτι μαίνεται ἢ ὀρφανὸς καὶ ἄνηβός ἐστιν ἢ ὁ διάδοχος ἐτελεύτησε; καὶ ἀναγκάζεται παρασχεῖν ὁ ἐγγυητὴς, ὅσα λόγῳ παρακαταθήκης εἴωθε γίνεσθαι '.
19
pr.Ὁ ἐγγυητὴς τοῦ λαβόντος τὴν παρακαταθήκην κατέχεται, κἂν δόλον μὲν οὐκ ἐποίησεν ὁ πρωτότυπος, ἀλλ᾽ ἔχῃ τὸ πρᾶγμα καὶ οὐκ ἀποκαθίστησιν, οὐ δόλῳ, ἀλλ᾽ ὅτι μαίνεται ἢ ἀνηβός ἐστιν ἢ δίχα κληρονόμου ἀπέθανεν.
20
pr.Ὁ παρ᾽ ἑκατέρου μέρους ἢ διαλύσεως συμβόλαια ἢ ἄλλα τινὰ δικαιώματα κατὰ παρακαταθήκην λαβὼν, ἀνάγκην ἔχει φυλάττειν τὰ σύμφωνα, ἐφ᾽ οἷς τὴν παρακαταθήκην ἔλαβεν.
21
pr.Ὁ λαβὼν πρᾶγμα εἰς παρακαταθήκην καὶ παραθέμεμενος αὐτὸ ἐγγράφως τινὶ ἑτέρῳ, οὐ καλῶς παραιτεῖται ἀποκαταστῆσαι ἅπερ ἔλαβεν ἐκ τοῦ προφέρειν τὸν χάρτην εἰς ἀπόδειξιν τοῦ, ὅτι ἑτέρῳ ταῦτα παρέθετο.
22
pr.Δίδονται εἰς χρῆσιν καὶ κινητὰ καὶ αὐτοκίνητα. καὶ χρεωστεῖ ὁ λαβὼν πρᾶγμα εἰς χρῆσιν μὴ ποιῆσαι δόλον ἢ ἀμέλειαν. τὰ γὰρ τυχηρὰ ὁ κατὰ φύσιν δεσπότης ἐπιγινώσκεις.
23
pr.Ἐὰν συμφωνήσῃ ὁ χρησάμενος καὶ ἐπὶ τοῖς τυχηροῖς ἐνέχεσθαι, στέργει ἡ συμφωνία.
24
pr.Ἡ παρακαταθήκη ἐπὶ μόνων κινητῶν καὶ αὐτοκινήτων πραγμάτων γίνεται. καὶ χρεωστεῖ ὁ λαβὼν τὴν παρακαταθήκὴν δόλον μόνον μὴ ποιῆσαι· ἀπὸ δὲ ἀμελείας οὐκ ἐνέχεται, εἰ μὴ συμφωνηθῇ.
25
pr.Ἐπὶ παρακαταθήκης δυνατὸν συμφωνεῖν τὸ καὶ ἀπὸ πταίσματος τοῦ τυχόντος περὶ τὴν βλάβην τῆς παρακαταθήκης μὴ ἐνέχεσθαι· τὸ δὲ ἀπὸ δόλου μὴ ἐνέχεσθαι οὐδεὶς συμφωνεῖ.
26
pr.Εἴτε τόκον ὁ τὴν παρακαταθήκην λαβὼν ἐκ τῶν παρατεθέντων αὐτῷ λάβῃ ἢ συγχρήσεται τοῖς παρατεθεῖσι, δίδωσι τόκους.
27
pr.Ἐὰν ὁ λαβὼν ἀργύριον ἢ σάκκον ἐσφραγισμένον παρ᾽ ἐμοῦ χρήσηται αὐτῷ παραγνώμην μου, ἐνέχεται τῇ περὶ παρακαταθήκης ἀγωγῇ καὶ τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ.
28
pr.Ἐὰν τοῦ παραθεμένου τὸ πρᾶγμα τελευτῶντος ἀνα φανῶσι δύο κληρονόμοι, καὶ ὁ εἷς αὐτῶν τὸ ἁρμόζον αὐτῷ μέρος λάβῃ, οὐ κινδυνεύει εἰς τὸ μέρος τοῦ ἰδίου συγκληρονόμου, κἂν ἀπολεσθῇ διὰ τὴν ἐκείνου ῥαθυμίαν. ὀφείλει γὰρ καὶ αὐτὸς ἀναλαβεῖν τὴν προσήκουσαν αὐτῷ μοῖραν '.
29
pr.Ἐὰν τὸ αὐτὸ πρᾶγμα ἐν διαφόροις χρόνοις δύο τισὶν ὑπετέθη, βελτίων ἐστὶ ὁ πρῶτος ἀριθμήσας καὶ λαβὼν τὸ ἐνέχυρον. οὐ καλῶς γὰρ ὁ δεύτερος δανειστὴς πιπράσκειν αὐτὸ δύναται, εἰ μὴ ὁ πρότερος τὸ ἱκανὸν ὑποστῇ.
30
pr.Ἐὰν θέλοντί μοι παραθέσθαι σοι πρᾶγμα ἐπιτρέψῃς αὐτὸ παρασχεῖν τῷ ἀπελευθέρῳ σου, εἰ μὲν ὡς σοῦ φυλάττειν μέλλοντος ἔδωκα, ὀφείλεις δοῦναι τὴν παρακαταθήκην· κατὰ σοῦ δὲ οὐ κινῶ, εἰ μὴ ἐνετείλω μοι κινδύνῳ σου αὐτῷ παρακαταθέσθαι.
31
pr.Ἐάν τις δι᾽ οἱανδήποτε πρόφασιν ἢ φόβον παραθήκην παράθηταί τινι καὶ συμβῇ ταύτην παραλαβόντα ἀρνήσασθαι, ζητουμένου τοῦ κεφαλαίου καὶ ἀποδεικνυμένου αὐτοῦ ψεύστου, εἰς τὸ διπλάσιον ἀποδιδότω αὐτὰ τῷ παραθεμένῳ. εἰ δὲ καὶ δεήσει συμφοράν τινα εἴτε ἀπὸ πυρκαϊᾶς ἢ καὶ ἀπὸ κλοπῆς ἐπελθεῖν αὐτῷ καὶ σὺν τοῖς ἰδίοις αὐτοῦ ἀπολεσθῆναι κἀκεῖνα, τηρείτωσαν οἱ ἀκροαταὶ καὶ ἀνέγκλητον τὸν τὴν τοιαύτην παρακαταθήκην ἐσχηκότα φυλαττέσθωσαν ὡς ἀκουσίως αὐτὰ ἀπολέσαντα.