JGR VI 1.20
Περὶ συστάσεως κοινωνίας.
Abrir no leitor do IusCommune →1
pr.Συνίσταται κοινωνία ἢ ἕως οὗ ζῶσιν οἱ κοινωνοὶ, ἢ πρὸς καιρὸν, ἢ ἀπὸ καιροῦ, ἢ ὑπὸ αἵρεσιν.
2
pr.Καὶ ὁ βλάψας τὴν κοινωνίαν ἢ ἀπὸ δόλου ἢ ἀπὸ ἀμελείας ἐνέχεται.
3
pr.Οὐ δυνατὸν συμφωνεῖν τὸν μὲν μόνον τὴν ζημίαν, τὸν δὲ τὸ κέρδος οἰκειοῦσθαι.
4
pr.Ἐν τῇ συστάσει τῆς κοινωνίας οὐδὲν δεῖ περὶ τῆς ἀπαγορεύσεως συμφωνεῖν· κατὰ φύσιν γὰρ τῆς κοινωνίας ὁ παρὰ καιρὸν ἀπαγορεύσας ἐνέχεται.
5
pr.Ἐὰν ῥητῶς πάντων τῶν πραγμάτων γένηται κοινωνία, καὶ κληρονομία καὶ ληγάτα καὶ δωρεαὶ καὶ πᾶν κέρδος τῇ κοινότητι προσπορίζεται.
6
pr.Ἐὰν συμφωνήσωμεν κοινὴν εἶναι τὴν ὡς εἰκὸς ἐρχομένην εἰς ἕνα ἕκαστον ἡμῶν δικαίαν κληρονομίαν, οὐ περὶ τῆς ἐκ διαθήκης δοκοῦμεν λέγειν, ἀλλὰ περὶ τῆς νομίμου.
7
pr.Συνίσταται κοινωνία καὶ ἐπὶ πᾶσι τοῖς πράγμασι, καὶ ἐπὶ πραγματείᾳ, καὶ ἐπὶ τέλει, καὶ ἐφ᾽ ἑνὶ πράγματι, καὶ μεταξὺ τῶν ἄνισον οὐσίαν ἐχόντων. ὁ γὰρ πενέστερος ὡς ἐπίπαν τὸ λεῖπον ἐν χρήμασι διὰ τῆς σπουδῆς ἀντεισάγει.
8
pr.Ἐὰν πάντες οἱ κοινωνοὶ ἀπαγορεύσωσι, λύεται ἡ κοινωνία. εἰ δ᾽ ἀπαγορεύσει δόλῳ εἷς· τί γάρ; ὅτι ἡ κληρονομία ἐπ᾿ αὐτὸν κατεφέρετο· εἰ μὲν ἐπικερδὴς εἴη, συνεισφέρει αὐτήν· εἰ δὲ καὶ διὰ τὸ μόνον ἀγοράσαι τὸ πρᾶγμα ἐφ᾽ ᾧ ἐκοινώνησαν ἀπαγορεύσει, κατέχεται. εἰ δὲ καὶ διαφέρει τῇ κοινωνίᾳ μὴ ἀπαγορεῦσαι αὐτὸν, κατέχεται, οὐ μὴν εἰ ἑνὶ τῶν κοινωνῶν οὐ συνέφερε. ταῦτα εἰ μηδενὶ συνεφωνήθη. εἰ δὲ καὶ πρὸ τοῦ ὁρισθέντος χρόνου ἀπαγορεύσει ἄνευ ἀνάγκης, τοῦ κέρδους οὐ κοινωνεῖ, ἀλλὰ τῆς ζημίας.
9
pr.Συνίσταται κοινωνία πράγματι καὶ ῥήματι καὶ δι᾽ ἀγγέλου, καὶ διαλύεται πάλιν ἀπαγορεύσει, θανάτῳ καὶ ἀπορίᾳ.
10
pr.Ἐὰν ἁπλῶς γένηται κοινωνία καὶ μὴ λεχθῇ ἐπὶ τίνι, δοκεῖ συνίστασθαι ἐπὶ τῷ περιγινομένῳ πόρῳ καὶ κέρδει ἀπὸ πράσεως καὶ ἀγορασίας, μισθώσεως καὶ ἐκλήψεως. πόρος γὰρ ὁ ἀπὸ καμάτου τινὶ γενόμενος· κληρονομίαι δὲ καὶ ληγάτα καὶ δωρεαὶ οὐ περιέχονται. αἱ γὰρ δωρεαὶ ὡς μισθός τινος ἡγησαμένου περιγίνονται ἡμῖν.
11
pr.Εἰ καὶ συνεφωνήθη εἴσω δήλου καιροῦ μὴ λυθῆναι τὴν κοινωνίαν, ἐξ εὐλόγου αἰτίας λύεται. τί γάρ; ὅτι ἡ αἵρεσις ἐφ᾽ ᾗ συνέστη οὐκ ἐγένετο, ἢ ὑβριστὴς καὶ ἐπιζήμιός ἐστιν ὁ κοινωνὸς, ἢ οὔκ ἐστι καρπίζεσθαι τὸ πρᾶγμα, δι᾽ ὃ συνέστη ἡ κοινωνία.
12
pr.Ἐὰν ἀπαγορεύσω τῷ ἀπολιμπανομένῳ μου κοινωνῷ, ὅσα μὲν κτήσομαι ἕως οὗ μάθῃ κοινὰ γίνεται, ἡ δὲ ζημία μόνον ἐμὲ ὁρᾷ. τὸ δὲ κέρδος αὐτοῦ μόνου ἐστὶ, καὶ ἡ ζημία κοινή.
13
pr.Ὁ κοινωνὸς τοῦ κοινωνοῦ μου οὔκ ἐστί μου κοινωνός.
14
pr.Τὰ ἐξ οἰκείας ἀμελείας συμβαίνοντα ἐπιγινώσκει ὁ κοινωνὸς, κἂν ἐν πολλοῖς ἑτέροις ὠφέλησεν.
15
pr.Τὰ συστάντα χρέη τῷ καιρῷ τῆς κοινωνίας ἐκ τοῦ κοινοῦ δίδοται καὶ ἐὰν πρὸ τῆς καταβολῆς τοῦ χρέους (ἴσως γὰρ αἱρετική ἐστιν) ἡ κοινωνία λυθῇ, περὶ τῆς καταβολῆς ἀλλήλους ἀσφαλίζονται '.
16
pr.Ἐὰν χρήματα συναγάγωμεν ἐπὶ κοινῇ πραγματείᾳ καὶ ἀπώλονται τὰ ἐμὰ, τῇ κοινότητι ἀπώλοντο εἴγε οὐκ ἀπώλοντο εἰ μὴ συνέστη ἡ κοινωνία. εἰ δὲ μετὰ τὸ ἀφορίσαι μὲ καὶ μήπω συνεισαγαγεῖν ἀπώλοντο, μόνος ζημιοῦμαι.
17
pr.Ἡ κατὰ δόλον καὶ ἀπάτην γενομένη κοινωνία οὐκ ἔρῥωται· τούτοις γὰρ ἡ ἀγαθὴ πίστις ἐναντιοῦται.
18
pr.Ὁ κοινωνός μου ἐπὶ τῷ κοινῷ πράγματι καὶ τῇ τῆς κλοπῆς ἀγωγῇ καὶ τῇ τῆς κοινωνίας ἐνέχεταί μοι, καὶ οὐκ ἀναιρεῖ τὴν ἑτέραν ἡ ἑτέρα.
19
pr.Τὰ τυχηρὰ ὁ κοινωνὸς οὐκ ἐπιγινώσκει. ὅθεν τὰ δοθέντα διατετιμημένα θρέμματα, εἰ μὲν ἀπὸ λῃστῶν ἀφαιρεθῶσι, κοινὴ γίνεται ἡ ζημία· εἰ δὲ κλαπῶσι, μόνος ὁ ἐσχηκὼς αὐτὰ ζημιοῦται. χρεωστεῖ γὰρ ἀκριβεστάτην ἀσφάλειαν ὁ δεξάμενος διατετιμημένα· καὶ ἁρμόζει ἡ περὶ κοινωνίας ἀγωγὴ, ἐὰν ἐπὶ κοινωνίαν ἐδόθησαν βόσκεσθαι καὶ τὰ μάλιστα διατετιμημένα.
20
pr.Ἐὰν ὁ κοινωνὸς ἐπὶ κοινῇ ἀποδημήσας ἐμπορίᾳ περιέπεσε λῃσταῖς καὶ ἀπώλεσεν ἴδια πράγματα ἤ χρήματα, ἅτινα εἰ μὴ διὰ τὴν ἐμπορίαν οὐκ ἐλάμβανε, τὸ μέρος τῆς ζημίας ἐπιγινώσκει ὁ κοινωνὸς καὶ τῶν περὶ τὴν ἰατρείαν δαπανῶν. τὸ αὐτό ἐστι, κἂν πλέων μετὰ τῆς πραγματείας ἐναυάγησε καὶ ἐζημιώθη, ὅτε χωρὶς θαλάσσης οὐκ εἰώθει ἡ πραγματεία φέρεσθαι.
21
pr.Ὁ εἷς τῶν κοινωνῶν ἀργυροπρατῶν οὐ κοινοποιεῖ τὰ ἔξωθεν τῆς τραπέζης αὐτῷ περιποιηθέντα.
22
pr.Εἰ καὶ ἀδελφοὶ ἐπὶ κοινωνίᾳ τὰς τῶν γονέων οὐ διείλοντο κληρονομίας, οὐ κοινοποιοῦσι τὰ ἔξωθεν αὐτοῖς κτηθέντας.
23
pr.Ὁ κοινωνὸς ὑπερτιθεμένων τῶν ἄλλων ἐὰν ἀνανεώσῃ τὸν κοινὸν οἶκον, ἐπιλογὴν ἔχει ἢ τὰ δαπανηθέντα λαβεῖν εἴσω δ΄ μηνῶν μετὰ τὴν ἀνανέωσιν, καὶ ἔχει περὶ τὴν ἀπαίτησιν προνόμιον, ἢ καὶ τὸν οἶκον εἰς δεσποτείαν μετὰ τὸ τετράμηνον, ἢ μᾶλλον διὰ τῆς περὶ κοινωνίας ἀγωγῆς λαβεῖν τὸ δια- φέρον· ἴσως γὰρ οὐ βούλεται σχεῖν τὸν οἶκον. διὰ τοῦτο δὲ τετράμηνος περιωρίσθη, ἐπειδὴ μετὰ ταύτην ὁ νόμος τὴν δεσποτείαν δίδωσι τῷ ἀνανεώσαντι.
24
pr.Ὁ ἀποδημήσας διὰ κοινὴν ἐμπορίαν μόνος τὰς εἰς αὐτὴν γενομένας δαπάνας λογίζεται τῇ κοινότητι.
25
pr.Ἄλλο μέν ἐστιν ἡ κοινωνία καὶ ἄλλο ἡ κοινοπραξία. κοινωνία μέν ἐστιν, ὅταν συμφωνήσωσιν οἱ δύο πραγματεύεσθαι κοινῶς· κοινοπραξία δὲ, ὅταν μισθώσωνται πρᾶγμα δημόσιον κοινῶς,
26
pr.Κάλλιόν ἐστι λύειν ἐν τῷ πράγματι τὴν κοινωνίαν ἢ αὔξειν τὴν ἐκ τῆς κοινωνίας δυσχέρειαν, τουτέστι κοινωνὸς βλάπτων τὸ ἐπίκοινον πρᾶγμα κατέχεται.
27
pr.Ὅταν μὲν ἀπὸ συναινέσεως γένηται κοινωνία, χώρα τῇ περὶ κοινωνίας ἀγωγῇ. ὅτε δὲ χωρὶς συναινέσεως, κοινοπραξία ἐστίν.
28
pr.Τῷ δικαίῳ τῆς κοινωνίας ὁ κοινωνὸς οὐκ ἐνέχεται ὑπὲρ ὧν ὁ κοινωνὸς αὐτοῦ ἐδανείσατο, εἰ μὴ εἰς τὸ κοινὸν ἦλθε τὰ χρήματα.
29
pr.Συνίσταται κοινωνία ἐγγράφως ἢ ἀγράφως μεταξὺ δύο ἢ καὶ πλειόνων, ὁπόταν ἕκαστος αὐτῶν ἐξ ἰσότητος ἢ καὶ ὑπ᾽ ἔλαττον τὴν οἰκείαν συναγάγῃ μοῖραν, ἤ τινων μὲν ἐνθήκην, ἑτέρων δὲ τοὺς οἰκείους μόχθους καταβαλλομένων, τὸ δὲ περιποιούμενον αὐτοῖς κέρδος, μεθ᾽ ὑφαίρεσιν δηλονότι τῶν κεφαλαίων, κατὰ τὰ ἐν μέσῳ αὐτῶν στοιχηθέντα ἐπιμερίζεσθαι. εἰ δὲ συμβῇ ἐπὶ τῇ τοιαύτῃ κοινωνίᾳ τῇ ἐνθήκῃ προσγενέσθαι ζημίαν, ἕκαστον κοινωνὸν κατὰ τὴν τοῦ κέρδους μοῖραν καὶ αὐτὴν ἐπιγινώσκειν.