IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.21

Περὶ λύσεως κοινωνίας, περὶ πάκτου ἤτοι συμφώνων καὶ διαλύσεως καὶ περὶ τῶν ἐν προστασίᾳ διδομένων.

Abrir no leitor do IusCommune →

1

pr.Αύεται ἡ κοινωνία φθειρομένων τῶν προσώπων ἢ τοῦ πράγματος ἢ τῆς γνώμης ἢ τῆς ἀγωγῆς. προσώπων μὲν, ἡνίκα καταδικασθῇ θανάτῳ ἢ ἐξορίᾳ καὶ δημεύσει εἷς τῶν κοινωνῶν ἢ καὶ τελευτήσῃ κοινῷ θανάτῳ. φθείρεται δὲ τὸ πρᾶγμα, ὅταν ἢ παντελῶς οὐχ ὑπεστιν ἢ τὴν κατάστασιν ἐνήλ λαξεν ἀνιερωθὲν ἢ δημευθέν. γνώμῃ λύεται, ὅταν ἀπαγορεύσωσιν ἢ ἰδιαζόντως ἕκαστος ἑαυτῷ ἄρξηται πραγματεύεσθαι. ἀγωγῇ δὲ λύεται, ὅταν ἢ δι᾽ ἐπερωτήσεως ἢ διὰ δικαστηρίου ἐναλλαγῇ ἡ αἰτία τῆς κοινωνίας. καὶ ὁ γὰρ [ἐπὶ] διαλύσει τῆς κοινωνίας ἐνάγων ἀπαγορεύει αὐτῆς.

2

pr.Διάλυσίς ἐστιν ἀμφιβαλλομένου πράγματος τομής.

3

pr.Διάλυσις ἐγγράφως δι᾽ ὑπογραφῆς γ΄ μαρτύρων γίνεται.

4

pr.Εἴ τις μείζων τῶν κε΄ ἐτῶν ὢν διὰ φόβον ἐξουσίας χειρὶ καὶ δόλῳ οἱῳδήποτε εὑρεθῇ πεκοιηκώς διάλυσιν, καὶ τοῦτο ἀποδειχθῇ, τὴν τοιαύτην διάλυσιν ἀνατρέπεσθαι δεῖ καὶ ἐξ ἀπαρχῆς τὸ κατ᾿ αὐτοῦ ζητεῖσθαι κεφάλαιον.

5

pr.[Ὁ] διαλυόμενος ὡσανεὶ περὶ πράγματος ἀμφιβόλου καὶ δίκης ἀδήλου διαλύεται, ὁ δὲ εἰρήνης χάριν καταβάλλων τὶ κατὰ δωρεὰν πρᾶγμα δῆλον καὶ ἀναμφίβολον ὡς φιλοτίμως συγχωρεῖς.

6

pr.Ὁ νομίμως διαλυόμενος καὶ ποινὴν ἐκ παραβάσεως πρὸς τὸ ἐῤῥῶσθαι τὴν διάλυσιν ὁμολογεῖν ἀπαιτεῖται.

7

pr.Τοῦ ἑνὸς κοινωνοῦ εἰς ὁλοκληρίαν δημευθέντος λύεται ἡ κοινωνία· ἀντὶ τεθνεῶτος γάρ ἐστιν.

8

pr.Ἐὰν τέλειος ὢν ὑπέσχετο πρός τινα προφάσει τοῦ κληρονομῆσαι αὐτὸν, οὐ δύναται ἀποτυχὼν ἀνατρέπειν τὴν καλῶς γενομένην ὑφ᾽ ἑαυτοῦ διάλυσιν.

9

pr.Ὁ θέλων παραβῆναι τὰς ἐχούσας ὅρκον διαλύσεις ζημιοῖται πάντα τὰ χάριν αὐτῶν κερδανθέντα αὐτῷ, καὶ τῆς ἰδίας ἀγωγῆς ἐκπίπτει, καὶ ποινὴν δίδωσιν, ἐὰν μείζων ἐστὶ τῶν κε΄ ἐνιαυτῶν· ἐὰν ὅλως ὤμοσε κατὰ τοῦ θείου ἢ κατὰ τοῦ βασιλέως.

10

pr.Ἐὰν λυθείσης τῆς κοινωνίας ὁ κοινωνὸς εἰς τὸ κοινὸν πρᾶγμα δαπανήσῃ, οὐκ ἔχει τὴν περὶ κοινωνίας ἀγωγὴν, ἀλλὰ τὸ περὶ διαιρέσεως τῶν ἐπικοίνων δικαστήριον. μένει γὰρ ἡ διαίρεσις καὶ μετὰ λύσιν τῆς κοινωνίας.

11

pr.Ὁ κοινωνὸς ἀπὸ ἀμελείας καὶ ῥᾳθυμίας ἐνέχεται. οὐ χρεωστεῖ δὲ μεγάλην ἐπιμέλειαν, ἀλλ᾽ οἵαν ἐν τοῖς ἰδίοις πράγμασιν.

12

pr.Καὶ ὁ κουράτωρ τοῦ μαινουμένου ἀπαγορεῦσαι δύναται τοῖς τοῦ μαινομένου κοινωνοῖς, καὶ οἱ κοινωνοὶ δὲ τοῦ μαινομένου δύνανται τῷ κουράτορι αὐτοῦ περὶ τῆς κοινωνίας ἀπαγορεῦσαι '.

13

pr.Ὁ λέγων ὅτι οὐ κατὰ δόλον τοῦ διαδίκου μου, ἀλλὰ κατὰ δόλον ἐμὸν διελυσάμην, καὶ διὰ τοῦτο ἀνατρέψαι θέλων τὴν διάλυσιν, οὐ μόνον ἀδίκως, ἀλλὰ καὶ ἐπικινδύνως τὴν τοιαύτην δικαιολογίαν προΐσχεται, ὡς ὁμολογῶν ἑαυτὸν πεποιηκέναι τὸν δόλον.

14

pr.Διαλύσεως γενομένης εἰ καὶ παραχρῆμα μεταμεληθῇ τις, οὐ δύναται ἀνατρέπειν αὐτήν. οὐ γὰρ ἔχει χρόνον, οὗ ἐντὸς δύναταί τις ἀναπαλαίειν τὴν διάλυσιν.

15

pr.Ἐὰν ὑπὸ πλαστῶν συμβολαίων γέγονεν ὅλη ἢ μέρος αὐτῆς· τὸ γὰρ γενόμενον πλαστῶς ἀναλύεται.

16

pr.Οὐδεὶς δύναται περὶ τῶν ἐν διαθήκῃ ἠρτημένων διαλύεσθαι κεκλεισμένης ἔτι τῆς διαθήκης.

17

pr.Ἐπὶ τῆς ὕβρεως διάλυσις ἐπ᾿ αὐτὴν γενομένης ἀναιρεῖται.

18

pr.Ὁ γενικῶς διαλυόμενος περὶ τῶν ἐν διαθήκῃ καταλειφθέντων αὐτῷ, κινεῖν οὐ δύναται περί τινος τῶν ἐν αὐτῇ. οὐκ ἀποκλείεται δὲ τῶν ἐν κωδικέλλοις αὐτῷ καταλειφθέντων καὶ ὕστερον περιενεχθέντων.

19

pr.Ἐὰν διαλύσωμαι πρὸς τούς ποτε ἐπιτρόπους μου περὶ τοῦ ἐμοῦ μέρους, οὐ κωλύομαι κινεῖν αὐτοῖς ἐκ προσώπου τοῦ ἀδελφοῦ μου κληρονομῶν αὐτόν.

20

pr.Ανατρέπεται καὶ ἡ ἐννομωτάτη διάλυσις, ἐὰν ὑπὸ πλαστῶν συμβολαίων γέγονεν ὅλη ἢ μέρος αὐτῆς. τὸ γὰρ γινόμενον πλαστῶς ἀναλύεται.

21

pr.Ἡ μὲν κατὰ φόβον γινομένη διάλυσις, ἐν ᾧ τυχὸν σωτηρίας ἀπήρτηται κίνδυνος ἢ σώματος αἰκισμὸς, ἢ κολακεία ἢ ἐὰν ἴσως προδοσία γένηται, οὐκ ἔῤῥωται. εἰ δὲ μηδὲν τοιοῦτον, ἔῤῥωται τὰ δόξαντα.

22

pr.Ὁ τὸν λογισμὸν ἐῤῥωμένος κἂν τῷ σώματι ἀσθενῇ βεβαίως διαλύεται καὶ οὐ δύναται προτεινόμενος τὴν τοῦ σώματος ἀσθένειαν ἀνατρέπειν τὴν διάλυσιν.

23

pr.Ἡ παρὰ τοῦ πατρὸς γενομένη διάλυσις ἐπὶ πράγματι τοῦ αὐτεξουσίου παιδὸς οὐκ ἀντίκειται τῷ παιδί.

24

pr.Οὐ μόνον ἄνευ δόσεως ἀλλὰ καὶ μετὰ δόσεως τῆς εἰρήνης παρεχούσης καὶ ἀνενοχλησίας γίνεται διάλυσις.

25

pr.Πᾶσα διάλυσις ἐπὶ μόνοις κρατεῖ τοῖς συναρέσασιν.

26

pr.Ὁ νομίμως διαλυόμενος καὶ ποιῶν ἐκ παραβασίας πρὸς τῷ ἐῤῥῶσθαι τὴν διάλυσιν ὁμόλογον ἀπαιτεῖται.

27

pr.Ἐὰν ἐπὶ πράσει ἢ μισθώσει συστῇ κοινωνία, καὶ ἡ μετὰ θάνατον τοῦ ἑνὸς γινομένη ζημία καὶ τὸ κέρδος κοινόν ἐστιν.

28

pr.Ὁ μείζων τῶν κε΄ χρόνων εἴτε διαλύσεται πρός τινα εἴτε τὰ χρεωστούμενα αὐτῷ δωρήσεται δίχα τινὸς αἱρέσεως, οὐ δύναται μετὰ ταῦτα λέγειν, ὅτι ἐλπίδι τοῦ μέλλειν σὲ κληρονομεῖν διελυσάμην ἢ ἐδωρησάμην σοί.

29

pr.Εἰ περὶ μιᾶς αἰτίας ἐνάγων τὶς καὶ διαλυόμενος, εἰ καί ῥητῶς ἐπαγάγῃ μηδέν τι πλέον ἀπαιτεῖν, καὶ μηδὲ προσθήσῃ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας, ὅμως ἐῤῥωμένας ἔχει τὰς ἐξ ἄλλων αἰτιῶν ἁρμοζούσας αὐτῷ κατ᾿ ἐκείνου πρὸς ὃν διελύσατο ἀγωγάς. τί γάρ; ὅτι περὶ παρακαταθήκης διελύσατο, εἶχε δὲ περὶ δανείου ἀγωγήν.

30

pr.Τὰ παράμομα ἤτοι παρὰ τὰς διατάξεις ἢ παρὰ τὰ καλὰ ἔθη γινόμενα σύμφωνα οὐδεμίαν ἰσχὺν ἔχει.

31

pr.Ἐὰν διδούς τις προῖκα σύμφωνον πεποίηκεν, ἔῤῥωται τοῦτο, οὐδὲ γὰρ νοῦδόν ἐστι πάκτον, τουτέστι ψιλὸν, ἔνθα χρήματα ἐδόθη καὶ ἀνάδοσις συνεφωνήθη.

32

pr.Ἐὰν ἀγρὸν εἰς προῖκα δεδωκυῖα γυνὴ συνεφώνησε τῷ ἀνδρὶ, τοὺς τόκους παρέχειν τοῖς δανεισταῖς, οἷς ὑπέκειτο δ ἀγρὸς, εἰ καὶ ἐπερωτήθη, οὐκ ἔῤῥωται, εἰ μὴ ἄρα διατετιμημένος ἦν. τότε ἕξει τὴν ἐξ [βένδιτο] ἀγωγήν.

33

pr.Τὰ μεταγενέστερα πάκτα ἤτοι σύμφωνα ἰσχυρότερα τῶν προγενεστέρων εἰσίν.

34

pr.Ἐὰν ἀγράφως γίνηται πάκτον ἤτοι σύμφωνον, καὶ δύναται δειχθῆναι τοῦτο, ἔῤῥωται.

35

pr.Παρανόμως ποιοῦσιν οἱ συμφωνοῦντες ἀλλήλοις ἰδιῶται κληρονομεῖν, οὐδὲ εἰς μόρτις καῦσα δωρεάν δυνάμενον ἀναφέρεσθαι. εἰ δὲ στρατιῶται τοῦτο συμφωνήσαιεν, ἔῤῥωται τὸ πάκτον '.

36

pr.Αἱ δεσποτεῖαι τῶν πραγμάτων οὐ διὰ ψιλῶν πάκτων, ἀλλὰ διὰ παραδόσεως καὶ χρήσεως μεταφέρονται.

37

pr.[Ὁ] ἐπὶ διαιρέσει πραγμάτων διαλυσάμενος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, εἰ νέμεται, ἔχει τὸ ἀσφαλὲς ἐπὶ τῷ αὐτοῦ μέρει ἀπὸ τοῦ πάκτου. εἰ δὲ οὐ νέμεται, οὐκ ἔχει ἀγωγὴν, εἰ μὴ ἄρα καὶ ἐπερωτήσει. ὅμως οὐδὲ [δ] ἀντίδικος αὐτοῦ χρήσεται τῇ διαλύσει, μὴ ἀκολουθῶν αὐτῇ μηδὲ τὰ συνδεδογμένα διαπράξασθαι βουλόμενος.

38

pr.Ὁ μὴ ἔχων τὰ δόξαντα πράγματα κἂν οὐκ ἀνατρέπῃ τὴν διάλυσιν, ἀλλ᾽ οὖν κινεῖ ἐπὶ τοῖς συμφωνηθεῖσιν.

39

pr.Τὸ τοῦ κουράτορος σύμφωνον οὐ βλάπτει τὸν νέον, ἀλλ᾽ οὐδὲ ἐπίτροποι συγχωροῦντες χρέα ἐλευθεροῦσι τοὺς χρεώστας τῶν νέων.

40

pr.Ὁ κατὰ ψιλὸν πάκτον ἐπαγγειλάμενος, εἶτα ἐπί τινας ἐνιαυτοὺς καταβαλὼν, οὐ δύναται λοιπὸν ἐνάγεσθαι, ἐν ᾧ μὴ ἐπερωτηθῇ.

41

pr.Τὰ ψιλῶς ἐπαγγελθέντα καὶ καταβληθέντα ἀπαιτεῖται μὲν, ἀλλ᾽ ἕως ὅτε θέλει ὁ καταβαλών, ἄκων γὰρ οὐκ ἀπαιτεῖται αὐτὰ, εἰ μὴ ἄρα καὶ ἐπερωτηθῇ, ἢ ἀνήρ ἐστι καὶ κατὰ χάριν ἐπερωτηθῇ αὐτὰ τῇ ἰδίᾳ γυναικί.

42

pr.Ἐάν τις ἐπὶ κληρονομίᾳ διαλυσάμενος ὡμολόγησε δοῦναί τι, εἰ μὲν κατέβαλεν, οὐ ῥεπετιτεύεται. εἰ δὲ μὴ κατέβαλεν, ἀπαιτεῖται, εἰ καὶ ψευδῶς διελύσατο.

43

pr.Ἐὰν νομίσας συγκληρονόμον μου εἶναι τὸν μὴ ὄντα συγκληρονόμον χωρὶς δικαστηρίου διέλωμαι πρὸς αὐτὸν τὴν κληρονομίαν, ἀπαιτῶ διὰ τοῦ κονδικτικίου τὰ ἐπιλαχόντα αὐτῷ. οὐ δοκεῖ γὰρ ὡς ἐκ διαλύσεως εἰληφέναι αὐτὰ, ἀλλ᾽ ἐκ τῆς ἐμῆς πλάνης.

44

pr.Ἡ νομίμως γενομένη διάλυσις ἰδικῇ πληρωθεῖσα ὑποθέσει οὐδὲ διὰ βασιλέως ἀνατρέπεται.

45

pr.Καλῶς δέ τις ἀναλαμβάνει, ἃ ἔδωκεν ἐπὶ διαλύσει δίκης, καὶ οὕτω τὰς κατ᾿ αὐτοῦ ἀγωγὰς ὑποδέχεται.

46

pr.Οὐκ ἀνατρέπει τὶς, ἣν ἐποίησε διάλυσιν, διὰ τὸ μὴ ἔχειν αὐτὸν τὰ ἴδια δικαιώματα ἐν τῷ καιρῷ τῆς ποιήσεως αὐτῆς, εἰ μὴ ἄρα ὁ ἀντίδικος αὐτοῦ ἢ ἄλλος δι᾽ ἐκείνου αὐτὰ παρυπεκράτησεν.

47

pr.Ἰσοδυναμεῖ τῇ ἀποφάσει ἡ διάλυσις. ὥστε οὖν διαμένειν αὐτήν. οὐδὲ γὰρ ἐν νυκτὶ γεγονυῖα ἄκυρός ἐστιν, ἐν ᾧ ὑγιής τις καὶ τέλειος ταύτην ἐποίησεν.

48

pr.Ἡ διὰ δωρεάν γενομένη διάλυσις ἔῤῥωται καὶ μὴ παρακολουθησάσης τῆς δωρεᾶς. ὅτι ἡ διάλυσις μὴ δοθέντος τινὸς ἢ ὑποσχεθέντος ἢ ὑποκρατηθέντος οὐ προβαίνει.

49

pr.Ἐάν τις τῶν ἐντελῶν χρόνων μὴ ὢν διάλυσιν ποιήσῃ πρός τινα καὶ διὰ τὴν τῶν χρόνων ἴσως ἀτέλειαν καταφρονηθῇ ἢ δι᾽ ἑτέραν αἰτίαν τὴν οἱανοῦν παραβλαβῇ, καὶ ἐντὸς τῶν κε΄ χρόνων ἐν τελείᾳ καταντῶν ἡλικίᾳ διαγνῷ τὴν προσγενομένην αὐτῷ βλάβην, ἄδειαν ἐχέτω παρὰ δικασταῖς κινεῖν τὰ τῆς ὑποθέσεως, καὶ τῆς ἀδικίας ἀποδεικνυμένης φυλαττέσθω τούτῳ τὸ δίκαιον· εἰ δὲ τὰ τῆς ἀδικίας ἀποδεῖξαι μὴ δυνηθῇ, βεβαίαν εἶναι τὴν τοιαύτην διάλυσιν.