JGR VI 1.22
Περὶ διαθήκης αὐτεξουσίων.
Abrir no leitor do IusCommune →1
pr.Διαθήκη ἐστὶ δικαία βούλησις, ὧν τις θέλει μετὰ θάνατον αὐτοῦ γενέσθαι.
2
pr.Ὁ διατιθέμενος ὀφείλει τὸν νοῦν, οὐ μὴν τὸ σῶμα ἐῤῥῶσθαι.
3
pr.Ὁ ἄῤῥην πληρώσας τὰ ιδ᾽ ἔτη διατίθεται, ἡ δὲ θήλεια τὰ ιβ΄΄.
4
pr.Αἱ διαθῆκαι ἐκ τριῶν νομίμων τὴν σύστασιν ἔχουσιν, ἐκ τοῦ πολιτικοῦ καὶ τῶν διατάξεων καὶ τοῦ πραίτωρος. ἐκ μὲν γὰρ τοῦ πολιτικοῦ κατάγεται τὸ παρόντων τῶν μαρτύρων μιᾷ ὑφῇ συναπτῶς τὴν διαθήκην πληροῦσθαι· ἐκ δὲ τῶν διατάξεων αἱ τοῦ διατιθεμένου καὶ τῶν μαρτύρων ὑπογραφαί· ἐκ δὲ τοῦ πραίτορος αἱ σφραγίδες καὶ τῶν μαρτύρων ὁ ἀρι θμός. πᾶσα δὲ ἡ τοιαύτη παραφυλακὴ διὰ τὸ κακουργίας πάσης ἀπηλλάχθαι τὴν τῶν διαθηκῶν ποίησιν καὶ παντὸς αὐτὰς καθαρεύειν δόλου. προστέθειται ὥστε τὸν διατιθέμενον οἰκείᾳ χειρὶ τὸ τοῦ κληρονόμου ὄνομα δηλῶσαι, γράφοντα ὅτι τόνδε ἐνεστησάμην κληρονόμον· τοῦτο δὲ αὐτοῦ μὴ ποιή σαντος ἀνάγκη τοῖς μάρτυσι λέγεσθαι τὸ τοῦ κληρονόμου ὄνομα΄.
5
pr.Ἐπειδὴ εἰρήκαμεν, τοὺς μάρτυρας χρῆναι σφραγίδα ἐπιτιθέναι, ὀφείλεις εἰδέναι, ὅτι καὶ ἑνὶ δακτυλιδίῳ ἤτοι βουλλωτηρίῳ δύνανται σφραγίζειν τὴν διαθήκην.
6
pr.Καὶ ἐν νυκτὶ σφραγίζεται καὶ ὑπογράφεται διαθήκης.
7
pr.Ὁ γραφεὺς τῆς διαθήκης καλῶς ἐν αὐτῇ μαρτυρεῖ.
8
pr.Ὁ ἐν ἀσθενείᾳ σώματος παραφρονήσας οὐ διατίθεται ἐν τῇ παραφροσύνῃ· ἐν τοῖς διαλείμμασι δέ.
9
pr.Ἐὰν διάθηται ὑπεξούσιος ἢ ἄνηβος ἢ δοῦλος, οὔκ ἔρῥωται, κἂν ὁ μὲν αὐτεξούσιος ἀποθάνῃ, ὁ δὲ ἔφηβος, ὁ δὲ ἐλεύθερος.
10
pr.Ἄλαλος ἢ κωφὸς οὐκ ἀεὶ διατίθεται. λέγομεν δὲ περὶ κωφοῦ τοῦ παντελῶς μὴ ἀκούοντος οὐ μὴν τοῦ βραδέως ἀκούοντος· οὗτος γὰρ διατίθεται.
11
pr.Καὶ ἄλαλον πάλιν ἐκεῖνόν φαμεν, οὐ τὸν βραδέως λαλοῦντα, ἀλλὰ τὸν παντελῶς μὴ φθεγγόμενον. τὸ δὲ οὐκ ἀεὶ πρόσκειται, ὅτι πολλάκις τὶς εἰδὼς γράμματα καὶ πεπαιδευμένος συμφορᾶς ἐπιγενομένης τῆς ἀκοῆς ἢ τῆς γλώττης ἐστερήθη· δύναται οὖν οὗτος διατίθεσθαι. εἰ δέ τις διαθέμενος νόσου συμβάσης ἢ ἐκ τιμωρίας ἀρχοντικῆς ἢ ἐξ ἄλλης οἱασδήποτε περιστάσεως ἄλαλος ἢ κωφὸς γέγονεν, ἡ προγενομένη διαθήκη τὴν ἰδίαν ἰσχὺν ἔχει.
12
pr.Τοῦ ἀποστόλου πρὸς γαλάτας. ᾿Ανθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
13
pr.Πρὸς ἑβραίους. — Διαθήκη ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διατιθέμενος.
14
pr.Διαθῆκαι ἐπ᾿ ὠφελείᾳ γράφονται τῶν δωρεᾶς ἀξίων, ὥστε σύμβολον εἶναι διαθήκην χάριτος.
15
pr.Ὁ παρὰ τοῖς πολεμίοις ὢν οὐ καλῶς διατίθεται παρ᾿ αὐτοῖς εἰ καὶ συμβαίη τοῦτον εἰς τὴν ἡμετέραν πολιτείαν ἐλ θεῖν. τὴν δὲ παρ᾽ ἡμῖν γενομένην διαθήκην ἐῤῥῶσθαί φαμεν, κἂν μετὰ ταῦτα γένηται αἰχμάλωτος. εἴτε γὰρ ὑπέστρεψεν ἐκ τῆς αἰχμαλωσίας ἡ τοιαύτη διαθήκη τὸ βέβαιον ἔχει, εἴτε παρὰ τοῖς πολεμίοις ἐτελεύτησεν.
16
pr.Τὰ ἐν διαθήκῃ μὴ νοούμενα ἀντὶ μὴ γεγραμμένων εἰσίν '.
17
pr.Αδειαν ἐχέτω ὁ τυφλὸς, εἴτε ἐκ γεννητῆς εἴτε ἀπὸ νόσου, ἔγγραφον διαθήκην ποιεῖν ζ΄ ἢ ε΄ μάρτυρας συγκαλῶν, καὶ λέγων τὸν κληρονόμον μετὰ σημείων, διὰ τὸ μὴ πλανηθῆναι.
18
pr.Ὁ ἄσωτος οὔτε διατίθεται οὔτε μαρτυρεῖν ἐν διαθήκῃ δύναται, οὔτε ὁ διὰ φάμουσον καταδικασθείς.
19
pr.Εἰ καὶ κοινὰ ἔχουσι τὰ πράγματα οἱ ἀδελφοὶ, ὅμως οὐδεὶς αὐτῶν κωλύεται διατίθεσθαι, εἰς ὃ βούλεται, οὐδὲ ἐμποδίζονται διὰ τὸ ἀδιαίρετα εἶναι τὰ πράγματα.
20
pr.Οἱ μάρτυρες τῆς διαθήκης προσκεκλημένοι εἶναι ὀφείλουσιν.
21
pr.᾿Απὸ σχεδαρίου διαθήκης οὔτε λεγάτον ἀπαιτεῖται κἂν σχῇ λεγάτου ῥήματα.
22
pr.Μὴ κρατείτω διαθήκη ἑνὸς τῶν μαρτύρων χωριζομένου εἰ μὴ πάντων ὁρώντων τοῦ διατιθεμένου κατὰ τὸν αὐτὸν τόπον σφραγιζόντων ἐν ἰδίῳ ἢ ἀλλοτρίῳ δακτυλιδίῳ. εἰ δ᾽ ἀγράφως τὶς διατίθεται, πάντως ἐπὶ τῶν αὐτῶν μαρτύρων ἐν ἑνὶ τόπῳ καὶ καιρῷ τὴν διαθήκην ποιείτω ἀκουόντων τῶν μαρτύρων.
23
pr.Διαθῆκαι ἐν πάσῃ πόλει καὶ ἐν πᾶσι τοῖς κάστροις τοῖς ῥωμαϊκοῖς, ἔνθα καὶ γραμμάτων ἐστὶν εἴδησις καὶ νόμων, κατὰ τὴν εἰρημένην παρατήρησιν ὀφείλουσι γίνεσθαι. ἐν δὲ τοῖς τόποις ἐν οἷς σπανίως ἔμπειροι γραμμάτων εὑρίσκονται, τὴν τοῦ τόπου συνήθειαν ἀντὶ νόμου δεχόμεθα. ἐὰν γὰρ ὦσιν ἐν ἐκείνῳ ἔμπειροι γραμμάτων, ὑπογραφέτωσαν· ἔνθα δὲ οὐκ εἰσι, τότε καὶ ἀγράφως δεχόμεθα τὰς μαρτυρίας.
24
pr.Εἴ τις γράμματα ἐπιστάμενος μεταξὺ τῶν ἑαυτοῦ παίδων βούλοιτο διατύπωσιν ποιήσασθαι, πρῶτον μὲν αὐτῆς προγράφειν δεῖ τὸν χρόνον, εἶτα καὶ τὰ τῶν παίδων ὀνόματα οἰκείᾳ χειρὶ, καὶ πρός γε τοὺς οὐγγιασμοὺς εἰς οὓς γράφει κληρονόμους αὐτοὺς, μὴ τοῖς συμβόλοις τῶν ἀριθμῶν. σημαινομένους, ἀλλὰ δι᾽ ὅλων γραμμάτων δηλουμένους, ἅστε πανταχόθεν σαφεῖς τε καὶ ἀναμφισβητήτους καθεστάναι. εἰ δὲ πραγμάτων βούλοιτο ποιήσασθαι διαίρεσιν, ἤ τισι πράγμασι ῥητοῖς ἢ πάσας ἤ τινας τῶν ἐνστάσεων περιστῆσαι, καὶ τὰ τούτων ἐγγραφέτω γνωρίσματα, ὥστε τοῖς αὐτοῖς γράμμασι πάντα δηλούμενα μηδεμίαν ἔτι φιλονεικίαν τοῖς παισὶ καταλιμπάνειν. εἰ μέντοιγε ἢ τῇ γαμετῇ ἢ ἐξωτικοῖς τισι προσώποις βούλεται καταλιπεῖν λεγάτα ἢ φειδικόμισσα ἢ ἐλευθερίας, καὶ ταῦτα οἰκείᾳ χειρὶ γραφόμενα, λεγόμενά τε παρὰ τῶν διατιθεμένων ἐπὶ τῶν μαρτύρων, ὡς ἅπαντα ἐφεξῆς τὰ ἐν τῇ διατυπώσει κείμενα αὐτοὶ καὶ ἔγραψαν καὶ βούλονται κρατεῖν, ἔστω ἰσχυρὰ, μηδὲν ἐλαττούμενα ἐκ τοῦ δοκεῖν ἐν χάρτῃ γεγράφθαι τὴν λοιπὴν παρατήρησιν τῶν διαθηκῶν μὴ δεξάμενα, ἀλλὰ τοῦτο μόνον διαταττέτω τὸ τὴν αὐτοῦ δεξιάν τε καὶ γλῶτταν ἔχειν τὴν πᾶσαν ἰσχὺν τῷ χάρτῃ παρεχομένην. καὶ εἴπερ μέχρι τελευτῆς μένει τοῦτο τὸ σχῆμα, οὐδεὶς ὕστερον παράξει μαρτυρίας, ὡς βουληθέντι τυχὸν τὴν τοιαύτην γνώμην ἀμεῖψαι ἢ ἐναλλάξαι ἤ τι τοιοῦτον ποιῆσαι· ᾧγε ἐξῆν διαῤῥῆξαι τὸ γενόμενον καὶ ἑτέραν ποιήσασθαι βούλησιν, δηλοῦσαν τὴν τελευταίαν αὐτοῦ γνώμην, ἣν προσήκει κρατεῖν. τοῦτο γὰρ ἐφίεμεν αὐτῷ πράττειν, αὐτὸ τοῦτο ῥητῶς ἐπισημαινομένῳ ἢ παρουσίᾳ μαρτύρων ζ΄ ἢ ε΄, ὡς πεποίηται τὴν τοιαύτην βούλησιν, οὐ μὴν κρατεῖν αὐτὴν βούλεται, ἀλλ᾽ ἑτέραν ποιήσασθαι. καὶ ταῦτα μὲν ἢ ἐν τελείᾳ διαθήκῃ ποιείτω πάντα τὰ τῶν διαθηκῶν ἐχούσῃ σύμβολα, ἢ ἐν ἀγράφῳὶ τελείᾳ βουλήσει, ὥστε ἐπ᾽ ἐγγράφῳ βουλήσει ἢ ἀγράφῳ δοκεῖν αὐτὸν τελευτῆσαι, τῶν προτέρων ἀκύρων ἐκ τῆς δευτέρας αὐτοῦ κατὰ τὴν τελείαν διαθήκην ἢ βούλησιν διατυπώσεων γινομένων.
25
pr.Ἐλάττονες τῶν ε΄ μαρτύρων οὐκ ὀφείλουσιν ἐν διαθήκῃ εἶναι. καὶ σημείωσαι ὅτι ἐν μυστικῇ διαθήκῃ ἀγράμματοι οὐ δέχονται μάρτυρες· ἀλλ᾽ οὐδὲ μυστικὴ διαθήκη ἔρῥωται, εἰ μὴ καὶ παρὰ τοῦ διατιθεμένου ὑπογεγραμμένη ἐστὶ. διὰ τοῦτο οὐδὲ γυναῖκες ποιοῦσι μυστικὴν διαθήκην οὔτε ἀγράμματοι.
26
pr.Ἡ προγενεστέρα διαθήκη ἀνατρέπεται ὑπὸ τῆς μεταγενεστέρας τελείας οὔσης, κἂν ἐστὶν ἡ πρώτη ἔγγραφος
27
pr.Ἡ μεταγενεστέρα διαθήκη, εἴτε ἔγγραφος εἴτε ἄγραφος εἴη, δύναται τὴν προγενεστέραν, κἂν ἔγγραφος εἴη, παραγράφεσθαι, δηλονότι τὸν τῆς διαθήκης τύπον διασώζουσας.
28
pr.Ἐὰν ἀποδειχθῇ βουληθέντα τὸν διατιθέμενον πλείονας εἰπεῖν κληρονόμους φιμωθῆναι, οὐδὲ οἱ παρ᾽ αὐτοῦ λεχθέντες κληρονομοῦσιν '.
29
pr.Ἐὰν μέντοιγε ὁ διατιθέμενος μὴ βούληται γνῶναι τὰ γεγραμμένα καὶ τυπωθέντα καὶ ὁρισθέντα τοὺς μάρτυρας, εἰληθεῖσαν ἕως τῶν γεγραμμένων ἢ καὶ σφραγισθεῖσαν ὑπ᾽ αὐτοῦ προσφερέτω τοῖς μάρτυσιν ἵνα ὑπογράψωσι, καὶ λεγέτω τοῖς μάρτυσιν ἰδίαν εἶναι τὴν διαθήκην. λοιπὸν δὲ ἐν ἑνὶ καιρῷ ὑπογραφέτωσαν καὶ σφραγιζέτωσαν αὐτὴν, καὶ κρατείτω ἰσχυρῶς. οὐ μόνον δὲ ἑπτὰ ἀλλὰ καὶ πέντε παραλαμβανόμενοι μάρτυρες ἔν τε ἐγγράφῳ πάσῃ καὶ ἀγράφῳ διαθήκῃ βεβαίαν ταύτην παριστῶσιν. ἐν δὲ κατὰ τοὺς ἀγροὺς γενομέναις διαθήκαις μὴ συνευρισκομένων ε΄ τὸ ἀριθμὸν, καὶ ἐπὶ γ΄ μαρτύρων ἡ διαθήκη συνίσταται.
30
pr.Ὁ μέντοιγε ἐν πολέμῳ πληγεὶς καὶ ἐν ὁδῷ περιπατῶν καὶ πρὸς τὸ θανεῖν ἐγγίσας, ὁ τοιοῦτος οὐ μόνον ἐπὶ τριῶν δύναται διαθήκην ποιεῖν, ἀλλὰ καὶ δύο μόνα παρευρισκόμενα πρόσωπα διὰ τὴν συμβᾶσαν περίστασιν δύνανται τὴν ἐκείνου διαθήκην βεβαίαν παριστάνειν.
31
pr.Οἱ στρατιῶται οἱ ἐν τῷ στρατοπέδῳ διάγοντες ὡς βούλονται ἢ δύνανται διατιθέσθωσαν. εἴτε ἐν τῇ ξιφοενθήκη εἴτε ἐν τῇ ἀσπίδι τῷ ἰδίῳ αἵματι γράμμασιν ἐρυθραινομένοις σημειώσονται, εἴτε εἰς τὸν κονιορτὸν τουτέστιν εἰς τὴν γῆν ἐγγράψουσι τῷ ξίφει ἐν αὐτῷ τῷ καιρῷ, ἐν ᾧ ἐν τῷ πολέμῳ τῆς ζωῆς τὸν κλῆρον καταλιμπάνουσι, τὴν τοιαύτην βούλησιν ἰσχυρὰν εἶναι προσήκει.
32
pr.Ἔξεστι τοῖς δανεισταῖς μετὰ τὴν ποίησιν τοῦ ἰμβέντου τουτέστι τῆς καταγραφῆς πᾶσαν ἔρευναν ποιεῖν καὶ βασανίζειν τοὺς οἰκέτας καὶ ὅρκον ἐπάγειν τῷ κληρονόμῳ. ἐὰν λέγωσιν αὐτὸν κλέπτην καὶ δειχθῇ κλέπτης ἢ κρύψας, διπλοῦν ἀπαιτείτω. εἰ δὲ ἴμβεντον οὐκ ἐποίησεν, οὐκ ἐπιφέρεται αὐτῷ ὅρκος ὁ λεγόμενος ἰν λιτέμ.
33
pr.Εἴ τις μέχρι τῆς παρούσης διατάξεως τῇ οἰκείᾳ χειρὶ τὸ τοῦ κληρονόμου ὄνομα οὐκ ἔγραψεν, ἀλλ᾽ εἰ τὸ τετραούγγιον μόνον τοῖς παισὶ κατέλιπε, μὴ ἀκυρούσθω ἡ διαθήκη αὐτοῦ.
34
pr.Ἐὰν περὶ τὸν χρηματισμὸν ἢ τὴν πατρωνυμίαν ἢ τὴν προσηγορίαν τοῦ κληρονόμου γένηται πλάνη, δῆλον δέ ἐστι περὶ τίνος ὁ διαθέμενος ἐνενόησεν, ἔῤῥωται ἡ διαθήκη.
35
pr.Δύναταί τις ἐγγράφως μετὰ τὸ διαθέσθαι ἐναλλάξαι τὴν διατυπωθεῖσαν αὐτῷ πρότερον ἔγγραφον διαθήκην.
36
pr.Ὁ κατὰ φύσιν κωφὸς καὶ ἄλαλος οὐ διατίθεται. ὁ δὲ κατὰ πάθος γινόμενος, ἐὰν γράμματα εἰδὼς διαθήκην γράψῃ ἰδίᾳ χειρὶ, ἐῤῥώσθω τὸ γινόμενον. ταῦτα δὲ καὶ ἐπὶ θηλείας κρατείτω.
37
pr.Ἡ τοῦ αἰχμαλώτου διαθήκη ὡσὰν εἰ μὴ γέγονεν αἰχμάλωτος κρατείτω.
38
pr.Ἐὰν ἀλλάξαι τὶ θέλῃ μετὰ τὸ πληρῶσαι τὴν διαθήκην, ἅπασαν οὐκ ἀλλάττεται. εἰ δέ τι ἀσαφὲς ἐλέχθη ἢ ἀγράφως, δύναται διὰ προσθήκης αὐτὸ σαφηνίζειν.
39
pr.Καὶ τῷ γράψαντι τὸν βασιλέα κληρονόμον ἐναλλάσσειν τὴν διαθήκην ἔξεστι καὶ ἕτερον γράφειν κληρονόμον ὃν βούλεται.
40
pr.Ἐὰν παραγένωνται οἱ μάρτυρες καὶ τὴν ἰδίαν βούλησιν ὁ διαθέμενος εἴπῃ, ἔῤῥωται ἡ ἄγραφος διαθήκη καὶ χωρὶς τοῦ εἰπεῖν αὐτὸν, ὅτι ἐπὶ τούτῳ μετεκαλέσατο τοὺς μάρτυρας ἐπὶ τῷ ἀγράφως διαθέσθαι.
41
pr.Ἐάν τις ἐν ὑγείᾳ διέθετο, ὕστερον δὲ ἀπεχρήσατο ἑαυτὸν, οὐ συνειδήσει πταίσματός τινος ἀλλ᾽ ἢ ὡς τὴν ζωὴν ἀποστρεφόμενος ἢ ὑπὸ μανίας ἢ λύσσης κατεχόμενος, ἔῤῥωται ἡ διαθήκη αὐτοῦ. εἰ δὲ τῆς μελλούσης τιμωρίας ἑκουσίῳ θανάτῳ τὴν κόλασιν προανέτρεψε, βεβαίαν τὴν βούλησιν αὐτοῦ φυλάττεσθαι οἱ νόμοι κωλύουσιν.
42
pr.Ἐῤῥώσθω ἡ μεταξὺ τῆς μανίας ἐν τοῖς διαλείμμασι διαθήκη, εἰ μὴ ἄρα τὶς ἐν αὐτῷ τῷ διατίθεσθαι κατασχεθῇ.
43
pr.Ὁ ὑπεξούσιος καὶ ἡ ὑπεξουσία οἱουδήποτε βαθμοῦ ὄντες μηδὲ ἐν τοῖς ἀπροσπορίστοις διατυπούσθωσαν. ὅσοι δὲ ἰδιόκτητον ἔχουσι πεκούλιον, διατιθέσθωσαν εἰς αὐτὸ κατὰ τὴν ἡμετέραν διάταξιν, μήτε τὴν μέμψιν τῆς διαθήκης εὐλαβούμενοι.
44
pr.Εἰ μὴ τελείαν ποιήσει τὶς βούλησιν, οὐκ ἀκυροῖ τὴν πρώτην, ῳγε ἐξῆν διαῤῥῆξαι τὸ γενόμενον καὶ ἑτέραν ποιήσασθαι βούλησιν δηλοῦσαν τὴν τελευταίαν αὐτοῦ γνώμην.
45
pr.Ὅτι ὁ τὸ πλαστὸν κινήσας καὶ ἐξ ἀποφάσεως ήττηθεὶς ἀπόλλυσι τὸ καταλειφθὲν αὐτῷ ἐν ἐκείνῃ τῇ διαθήκη. ὁ δὲ ἀρξάμενος κινεῖν καὶ ἀποστὰς οὐδὲν ἀπόλλυσιν.