IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.23

Περὶ διαθήκης ὑπεξουσίων καὶ στρατιωτικῶν διαθηκῶν καὶ τίνες αὐτῶν μαρτυροῦσι καὶ περὶ κανστρεσίων καὶ περὶ διαθήκης δηγνυμένης ὑπὸ ἀμνημονεύτων παίδων.

Abrir no leitor do IusCommune →

1

pr.Τὸ πεκούλιον ἐν τοῖς ὑπεξουσίοις ὁρᾶται. ὅθεν τῶν πεκουλίων τὰ μὲν ἐστιν ἰδιόκτητα, τὰ δὲ παγανικά. καὶ ἰδιόκτητα μέν ἐστιν, ὅσα ἰδικῶς ἐξ οἰκείου ἐπιτηδεύματος ἢ στρατείας ἢ βαθμοῦ τοῦ οἱουδήποτε ἢ κλήρου κέκτηται· παγανικὰ δὲ, ἅπερ παρὰ τῶν γονέων αὐτοῖς ὑπηρεσίας λόγῳ καὶ χρείας ἐδόθησαν ἢ καὶ ἐκ τῶν δοθέντων ἐπεκτήθησαν.

2

pr.Πολλαὶ δὲ διαφοραὶ παγανικοῦ καὶ ἰδιοκτήτου πεκουλίου. καὶ πρώτη μὲν αὕτη· ὅτι εἰς μὲν τὸ ἰδιόκτητον πεκούλιον ὁ ὑπεξούσιος διατίθεται, εἰς δὲ τὸ παγανικὸν οὐ δύναται.

3

pr.Δευτέρα διαφορά· ὅτι ὁ πατὴρ ἀγανακτήσας κατὰ τοῦ ὑπεξουσίου τὸ μὲν παγανικὸν ἀφαιρεῖσθαι δύναται πεκούλιον, τὸ δὲ ἰδιόκτητον οὐκέτι.

4

pr.Τρίτη διαφορά· ἐὰν πολλοῖς ἐποφείλων τὶς ὑποστῇ διάπρασιν ὑπὸ τῶν ἑαυτοῦ δανειστῶν, τὸ μὲν παγανικὸν τοῦ παιδὸς συνδιαπιπράσκεται πεκούλιον, τὸ δὲ ἰδιόκτητον οὐδαμῶς.

5

pr.Ἐστὶ καὶ τετάρτη διαφορά· ἐάν πολλῶν παίδων ὄντων [δ] πατὴρ τελευτήσῃ, συμβῇ δὲ ἕνα ἐξ αὐτῶν παγανικὸν ἔχειν πεκούλιον καὶ ἰδιόκτητον, τὸ μὲν παγανικὸν κοινὸν ἔσται πάντων τῶν ποτε παίδων ὑπεξουσίων, τὸ δὲ ἰδιόκτητον μόνου τοῦ κτησαμένου.

6

pr.Τὰ ἀπὸ μακρᾶς ἀποδημίας καὶ χειμερινῆς καὶ καυσώδους ὁδοιπορίας, τουτέστι τὰ ἀπὸ ταξειδίων ἐπιγενόμενα πεκούλια τοῖς ὑπεξουσίοις, ἰδιόκτητά ἐστιν, καὶ δύνανται ἐν τούτοις διατίθεσθαι. εἰ γὰρ κατέβαλον οἱ γονεῖς ὑπὲρ αὐτῶν τι, τότε ὀφειλέται εἰσὶν οἱ ὑπεξούσιοι τὸ ἱκανὸν ἀντιδοῦναι αὐτοῖς καὶ εἰς τὸ λεῖπον διατίθεσθαι. ὁμοίως δὲ καὶ τὰ ἀπὸ συνεδρείας καὶ συνηγορίας καὶ παντὸς ἐπιτηδεύματος αὐτοῖς ἐπικτηθέντα ἰδιόκτητά εἰσιν '.

7

pr.Τὸ κανστρίσιον διαιροῦσιν οἱ παλαιοὶ εἰς δύο. τὸ μὲν γὰρ λέγουσι κανστρίσιον κυρίως ὅπερ ἀπὸ μόνης στρατιωτικῆς αἰτίας προσγίνεται, τὸ δὲ κουασικανστρίσιον, ἀντὶ τοῦ ὡσανεὶ κονστρίσιον. οὐ γὰρ μόνον ὃ ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἐπικτᾶταί τις, ἀλλὰ καὶ τὰ ἀπὸ μητρικῆς ἢ ἀδελφικῆς ἢ ἀλλαχόθεν ἐκ διαθήκης ἤ ἐξ ἀδιαθέτου κληρονομίας ἢ ἀπὸ γαμικοῦ κέρδους, καὶ ἁπλῶς ὅσα οὐκ εἰσι παγανικά, πάντα νομίζονται ἰδιόκτητα, καὶ νομίμως ἐπ᾿ αὐτοῖς δύνανται οἱ ὑπεξούσιοι διατίθεσθαι.

8

pr.Ἰδιόκτητον πεκούλιόν ἐστι καὶ τὸ ἀπὸ ῥόγας κληρικῷ τινι καὶ ἱερατικῷ ὑπάρχοντι ἐπιγινόμενον, καὶ δύναται ἐν τούτῳ ὑπεξούσιος ὢν διατίθεσθαι.

9

pr.Ιδιόκτητον πεκούλιόν ἐστι καὶ τὸ τοῖς χαρτουλαρίοις ἢ ἄλλοις τοῖς ἔν τισι βαθμοῖς ὑπάρχουσιν ἀπὸ ῥόγας ἐπιγινόμενον ἢ τῶν λεγομένων συνηθειῶν, καὶ δύνανται καὶ οὗτοι ἐν τούτοις ὑπεξούσιοι ὄντες διατίθεσθαι, εἰ μὴ ἄρα οἱ γονεῖς αὐτῶν ὑπὲρ αὐτῶν τι ἔδωκαν ἐν τῷ εἰσάγεσθαι αὐτοὺς ἐν τοῖς τοιούτοις βαθμοῖς. εἰ γὰρ κατέβαλον οἱ γονεῖς ὑπὲρ αὐτῶν τι, τότε ὀφειλέται εἰσὶν οἱ ὑπεξούσιοι τὸ ἱκανὸν ἀντιδοῦναι αὐτοῖς καὶ εἰς τὸ λοιπὸν διατίθεσθαι.

10

pr.Ὁ ὑπεξούσιος οὔτε κελεύσει τοῦ πατρὸς εἰς τὰ παγανικὰ πεκούλια διατίθεται.

11

pr.Ὁ ὑπεξούσιος εἰς τὰ στρατιωτικὰ καὶ τὰ ἰδιόκτητα πεκούλια καθαρῶς διατίθεται.

12

pr.Οὐ δύναται διατίθεσθαι ὁ ὑπεξούσιος. ἐπὶ τοσοῦτον δὲ κεκώλυται, εἰ καὶ ὁ πατὴρ οἷα φιλεῖ γίνεσθαι θεραπεύων αὐτὸν ἐπιτρέψει αὐτῷ ὅσον βούλεται μέρος τῆς αὐτοῦ διαθέσθαι περιουσίας, οὐκ ἔῤῥωται τὸ παρ᾽ αὐτοῦ γενόμενον, εἰ μὴ ἄρα καὶ μετὰ τὸν θάνατον τοῦ παιδὸς ὁ γονεὺς ἐν τῇ αὐτῇ διαμείνῃ γνώμη.

13

pr.Τοῦ στρατιώτου ἡ διαθήκη καὶ ἀτελὴς μείνασα ἔῤῥωται, καὶ ἀνατρέπει τὴν πρὸ αὐτῆς διαθήκην.

14

pr.Στρατιώτης κατάκριτος γενόμενος οὐ δύναται διατίθεσθαι, εἰ μὴ αἰτήσει βασιλικῇ '.

15

pr.Ἐὰν εἷς τῶν μαρτύρων εὑρεθῇ ἐπὶ μοιχείᾳ κατακεκριμένος, οὔτε κατὰ τῶν πολιτικῶν οὔτε κατὰ τῶν πρακτόρων ἔῤῥωται ἡ διαθήκης.

16

pr.Κωλύονται διατίθεσθαι οἱ ἐν παραφορᾷ ὄντες· καὶ οἱ ἀνήλικοι, τουτέστιν οἱ μὲν ἄῤῥενες ἥττονες τῶν ιε΄ ἐτῶν, ἡ δὲ θήλειαι ἥττονες τῶν ιγ΄ οὖσαι· οἱ διὰ παντὸς μαινόμενοι· καὶ οἱ ὑπεξούσιοι ἄνευ τῶν ἰδιοκτήτων αὐτῶν πραγμάτων, εἰς δὲ τὰ ἐκ τῶν γονέων ἐπιδοθέντα αὐτοῖς ὀνόματι προικὸς μὴ ἔχειν αὐτοὺς ἄδειαν διατίθεσθαι· οὔτε οἱ ἐν αἰχμαλωσίᾳ ὄντες· καὶ οἱ ἐκ γενετῆς κωφοὶ καὶ ἄλαλοι· οἱ δὲ ἔκ τινος ἀσθενείας τοιοὐτοις νοσήμασι περιπίπτοντες, γράμματα γινώσκοντες, ὑπογράφοντες οἰκειοχείρως διατιθέσθωσαν.

17

pr.Τὰ μέντοι πεκούλια ἀφαιρεῖσθαι πολλάκις δύναται παρὰ τοῦ πατρὸς, τὸ δὲ ἰδίοκτητον οὐκέτι '.

18

pr.Ἐάν τις τελευτήσῃ μήτε τὴν ἰδίαν μοῖραν γνωρίσας μήτε διακατοχὴν αἰτήσας ἀλλὰ τυχὸν ἀγνοῶν [ὅτι] ἥρμοσεν αὐτῷ μέρος κληρονομίας, οὐ παραπέμπει ἐπὶ τοὺς ἰδίους κληρονόμους τὸ ἀνῆκον αὐτῷ μέρος, δίχα πατρός.

19

pr.Ὁ κληρονόμος οὐ δύναται μαρτυρεῖν. ὁ δὲ λεγατάριος καὶ ὁ διδόμενος ἐπίτροπος ἐν διαθήκῃ μαρτυροῦσιν.

20

pr.Ὁ κατὰ δόλον κωλύσας τοὺς μάρτυρας μὴ εἰσελθεῖν ἐκπίπτει τοῦ κλήρου.

21

pr.Ἐάν τις ἀρνῇται τὴν ἰδίαν σφραγίδα, ὕποπτος μέν ἐστιν ἡ διαθήκη, ἀνοίγεται δέ.

22

pr.Εάν τις διαθέμενος τὸν δεσπότην χριστὸν γράψῃ κληρονόμον ἢ ἐξ ὁλοκλήρου ἢ ἐκ μέρους, πιστεύεται τῇ ἐκκλησίᾳ τῇ ἐν τῇ πόλει ἢ τῇ κώμῃ τῇ διακειμένῃ, καὶ οἱ οἰκονόμοι τῆς ἐκκλησίας ἀπαιτεῖν ὀφείλουσι τὸ καταλειφθὲν καὶ περὶ τοὺς πτωχοὺς ταῦτα δαπανᾷν.

23

pr.Οἱ ἀποστάται μήτε κληρονομείτωσαν παρά τινος, μήτε διατιθέσθωσαν. ἡ δὲ αὐτῶν περιουσία τοῖς ὀρθοδόξοις ἔσται χριστιανοῖς, κάντε συγγενέσι κάντε ἄλλοις.

24

pr.Ἀπὸ κανστρεσίου πεκουλίου καλῶς ἐνάγει τῷ πατρὶ ὁ ὑπεξούσιος, ὅτι ἐν τοῖς κανστρεσίοις πεκουλίοις ἀντὶ αὐτεξουσίων εἰσὶν οἱ ὑπεξούσιοι.

25

pr.Ὁ ἀγοράζων δοῦλον ὑπεξούσιος ἐκ τῶν αὐτοῦ πεκουλίων καλῶς ἐλευθεροῖ, καὶ αὐτὸς κτᾶται ἐπ᾿ αὐτὸν τὸ πατρωνικὸν δίκαιον.

26

pr.Τὸ κανστρέσιον πεκούλιον οἱ αὐτεξούσιοι τοῖς ὑπεξουσίοις οὐ συνεισφέρουσι. κἂν ὑπεξούσιοι ἦσαν οἱ ταῦτα κτησάμενοι, ἐξαίρετα ταῦτα λαμβάνουσι. κοινωνοὶ δὲ καὶ ταῦτα συνεισφέρουσιν ἀλλήλοις.

27

pr.Πατρὸς δημευθέντος οὐ συνυπάγεται τῇ δημεύσει τὸ κανστρέσιον πεκούλιον τῶν ὑπεξουσίων αὐτοῦ παίδων· οὐδὲ [τὶ] ἐν προικὶ ἐπερωτηθὲν, ἀλλ᾽ ἐκδικεῖται παρὰ τοῦ γαμβροῦ.

28

pr.Βασιλικὴ φιλοτιμία κανστρέσιόν ἐστι, καὶ διὰ τοῦτο αἱ στρατεῖαι οὐ συνεισφέρονται.

29

pr.Ἐὰν ὑπαγορεύσῃ στρατιώτης διαθήκην καὶ μὴ φθάσῃ γραφῆναι, δεχόμεθα τὰ σημεῖα εἰς διαθήκην, ἐὰν μέντοι νομίμως ἀποδειχθῇ, οὕτω ταῦτα γεγενῆσθαι.

30

pr.Ἐὰν υἱὸς ἀμνημόνευτος ἐαθῇ, οὐκ ἔῤῥωται ἡ διαθήκη, κἂν πρὸ τοῦ πατρὸς ἀποθάνῃ· οὔτε ῥήγνυται ἡ προγενομένη.

31

pr.Τοὺς ὑπεξουσίους δεῖ γράφειν κληρονόμους ἢ ἀποκλήρους, ἐπεὶ ἀμνημόνευτοι γενόμενοι ῥήσσουσι τὴν διαθήκην, εἰ μὴ ἄρα ἐν αἰχμαλωσίᾳ εἰσίν.

32

pr.Ἐὰν ὑπεξούσιος κυοφορούμενος ἀμνημόνευτος ἐαθῇ ἐν διαθήκῃ, καὶ τεχθῇ μὲν, φωνὴν δὲ μὴ ἀφήσῃ, ἢ ὅλως γεννηθῇ ζῶν, κἂν ἅμα τῷ πεσεῖν ἐν τῷ ἐδάφει ἐτελεύτησεν ἢ ἐν ταῖς χερσὶ τῆς ἰατραίνης, ῥήγνυσι τὴν διαθήκην.

33

pr.Ἐάν τις ἔχων ἓν γνήσιον τέκνον, καὶ πρὸς πλῆξιν τῶν γονέων ἐργάσηταί τι καὶ ἐν τῷ γήρει ἀπρονοήτους ἐῶν αὐτοὺς προσδράμῃ πρόσωπον ἕτερον ἐξυπηρετοῦν αὐτοῖς, ὡς ὑπ᾿ αὐτοῦ εὐεργετηθέντες κληρονόμον αὐτὸν ἐγκαταλείπειν τῆς οἰκείας θελήσωσιν ὑποστάσεως, ἐῤῥωμένην αὐτῶν ὑπάρχειν τὴν βούλησιν.

34

pr.Εἰ μετὰ τὴν τῆς διαθήκης ποίησιν ἐπιγεννηθῇ αὐτοῖς βρέφος ἐγκυμονούμενον, αἱ μὲν ἐλευθερίαι καὶ τὰ λεγάτα κατὰ τὴν τῆς τοιαύτης διαθήκης κρατείτωσαν δύναμιν, τὸ δὲ γεννώμενον συνεισερχέσθω τοῖς λοιποῖς ἀδελφοῖς καὶ συγκληρονομείτω '.

35

pr.Ἔγγραφος γίνεται διαθήκη, ἑν ἐνὶ καὶ τῷ αὐτῷ καιρῷ ὑπὸ ἑπτὰ ἀξιοπίστων μαρτύρων ἐπὶ τούτῳ προσκληθέντων καὶ ἐν αὐτῇ κατὰ ταὐτὸν ὑπογραφόντων καὶ σφραγιζόντων, τοῦ διατιθεμένου ὀφείλοντος διὰ τῆς ἰδίας ὑπογραφῆς τὸ ὄνομα τοῦ κληρονόμου ἐν αὐτῇ ὑποσημειώσασθαι; μὴ ἐμφαίνοντος τοῖς μάρτυσι, εἴ βούλεται, τὰ τῆς διατυπώσεως αὐτοῦ.

36

pr.Ἄγραφος συνίσταται διαθήκη, ὅτε ἑπτὰ μαρτύρων ἅμα εὑρισκομένων τὴν αὐτοῦ ὁ διατιθέμενος πεποίηται βούλησιν. εἰ δὲ ἐν ᾧ τις διατίθεται τόπῳ ἐγγράφως ἢ ἀγράφως ζ΄ ἐπὶ τῷ αὐτῷ μὴ εὑρίσκονται μάρτυρες, καὶ ἐπὶ πέντε καὶ ἐπὶ τριῶν διατιθέσθω καθ᾽ ἑαυτόν. εἰ δὲ καὶ τρεῖς μὴ εὑρεθῶσιν, ἄκυρον τοῦ διατιθεμένου ὑπάρχειν τὴν βούλησιν.

37

pr.Τῆς δὲ διαθήκης καθὼς εἴρηται ἐντελῶς γινομένης, ἐὰν οἱ γονεῖς τὰ ἑαυτῶν γνήσια τέκνα ἢ καὶ ἓν ἐξ αὐτῶν ἐάσωσι ἀμνημόνευτον, τηρείτωσαν οἱ ἀκροαταὶ, καὶ εἰ πολλάκις εὑρεθῶσιν ἐνυβρίσαντα τοῖς γονεῦσιν ἢ ἕτερόν τι πρὸς πλῆξιν αὐτῶν ἐνδειξάμενα, μενέτω ἀπαρασάλευτος τῶν γονέων ἡ διατύπωσις· εἰ δὲ καὶ μετὰ τὴν τῆς διαθήκης ποίησιν ἐπιγεννηθῇ αὐτοῖς βρέφος ἐγκυμονούμενον, αἱ μὲν ἐλευθερίαι καὶ τὰ λεγάτα κατὰ τὴν τῆς τοιαύτης διαθήκης κρατείτωσαν δύναμιν, τὸ δὲ γεννώμενον συνερχέσθω τοῖς λοιποῖς ἀδελφοῖς, καὶ συγκληρονομείτω.

38

pr.Πᾶς κληρονόμος, εἴτε ἐς ἐγγράφου διατυπώσεως ἢ καὶ ἀγράφου παρασυρμὸν καὶ ὑπέρθεσιν μέχρις ἐνιαυτοῦ ποιῶν καὶ τὰ τῆς βουλήσεως μὴ πληρῶν, εἰ μὲν τέκνον ἢ ἔγγονος τοῦ τελευτήσαντος ὁ τοιοῦτος ὑπάρχει, τὴν ἐποφειλομένην αὐτῷ νόμιμον καὶ μόνον κομιζέσθω μοῖραν. ἡ δὲ νόμιμος μοῖρα ἐστὶν ἕως τεσσάρων παίδων τὸ γ΄ μέρος τῆς ὑποστάσεως, ἀπὸ δὲ ε΄ καὶ ἄνω τὸ ἥμισυ. εἰ δὲ ἕτερός τις συγγενής ἐστι, τῆς τοῦ διατιθεμένου παντελῶς ἐκπιπτέτω περιουσίας, καὶ ταῦτα εἰς τοὺς ἐαθέντας αὐτῷ συγκληρονόμους ἢ λεγαταρίους ἢ καὶ ἑτέρους συγγενεῖς περιέρχεσθαι. εἰ δὲ ξένον πρόσωπόν ἐστιν ὁ κληρονόμος ὁ τὰ τῆς τοιαύτης διατυπώσεως μὴ πληρῶν, τῆς ἁπάσης διακατοχῆς γινέσθω ἀλλότριος.