IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.24

Περὶ διαθήκης ἀπελευθέρων καὶ περὶ προνομίων πατρώνων καὶ περὶ διακατοχῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἡ συγγένεια ὄνομά ἐστι γενικὸν καὶ καθολικόν· διαιρεῖται δὲ εἰς ἀνιόντας, εἰς κατιόντας καὶ τοὺς ἐκ πλαγίου. ἀλλ᾽ αὗται αἱ τρεῖς συγγένειαι ἐπὶ εὐγενῶν σκοποῦνται, ἐπὶ δὲ τῶν ἀπελευθέρων ἀνιόντας οὐκ ἴσασιν οἱ ἀρχαῖοι· πῶς γὰρ ὁπότ᾽ ἐν δουλείᾳ ἐτέχθησαν; οὔτε τοὺς ἐκ πλαγίου. ὁ γὰρ μὴ ἔχων ἀνιόντας οὔτε τοὺς ἐκ πλαγίου κέκτηται· ἐξ ἐκείνων γὰρ οὗτοι καταλαμβάνονται. μόνην γὰρ ἔχουσι τὴν τῶν κατιόντων συγγένειαν τουτέστι τῶν συλληφθέντων καὶ τεχθέντων αὐτοῖς παίδων καὶ ἐγγόνων καὶ ἐφεξῆς. ὅθεν ἐὰν ἀπελεύθερος ἀδιάθετος τελευτήσῃ, εἰ μὲν ὑπεστιν αὐτῷ παῖς συλληφθεὶς ἢ μετὰ τὴν ἐλευθερίαν ἢ πρὸ τῆς ἐλευθερίας, ὁ καὶ συνελευθερωθεὶς αὐτῷ ἢ προελευθερωθεὶς ἢ μετὰ τὸ προελευθερωθῆναι αὐτὸν ἐλεύθερος τεχθεὶς, ὅπερ ἡμεῖς πρῶτοι καὶ μόνοι νενομοθετήκαμεν, οὗτος κληθήσεται ἐπὶ τὸν κλῆρον· τούτου δὲ μὴ ὑπόντος, τὸν πάτρωνα ἤτοι τὸν ἐλευθερωτὴν ἐπενόησεν ὁ νόμος. εἰ δὲ διαθέμενος μηδὲν κατέλιπε τῷ πάτρωνι ἄπαις ὢν, ἢ ἔχων παῖδας ἢ ἐγγόνους, ἀποκλήρους δὲ αὐτοὺς ποιήσας, ἐτελεύτησε, καὶ μὴ δυνηθῶσιν οὗτοι οἱ παῖδες ἀνατρέψαι τὴν διαθήκην, τότε ὁ πάτρων τὸ τρίτον μέρος λήψεται, ὥστε ληγάτον ἐκ τούτου μὴ ἀναγκάζεσθαι αὐτὸν καταβαλεῖν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐκ πλαγίου.

2

pr.Πάντες οἱ ἄνθρωποι ἢ ἐλεύθεροί εἰσιν ἢ δοῦλοι. καὶ οἱ μὲν ἐλεύθεροι οὐδένα ἔχουσι τὸν ἐξουσιάζοντα αὐτῶν· οἱ δὲ δοῦλοι τοῖς δεσπόταις καὶ τῇ τούτων ἐξουσίᾳ ὑπόκεινται. καὶ οὗτοι μὲν οἱ δοῦλοι ἓν εἶδός εἰσιν, ἤτοι θεραπευταὶ τῶν δεσποτῶν. οἱ δὲ ἐλεύθεροι διαιροῦνται εἰς δύο. ἢ γὰρ εἰγενεῖς εἰσιν ἀπὸ γεννήσεως, καὶ καθεξῆς ἐλευθέρας τύχης ὑπάρχοντες· ἢ ἀπελεύθεροι, ἤτοι ἀπὸ δούλων γενόμενοι ἐλεύθεροι, καὶ καλοῦνται δυσγενεῖς. ἡ δὲ τοιαύτη διαίρεσις οὐκ ἀσκόπως γέγονεν, ἀλλὰ διὰ τὸ ἔχειν ἕκαστον τούτων ἰδικὸν προνόμιον. καὶ γὰρ ὁ μὲν ἐλεύθερος καὶ ἄπαις ὢν διατίθεται ὡς βούλεται, μὴ ἀναγκαζόμενος παρά τινος ἐξωτικοῦ καταλιπεῖν αὐτῷ τι, πλὴν γονέων ὡς ὀφειλομένων φαλκίδιον· ἀλλὰ μήτε ἐν ζωῇ δουλεύειν ἢ σέβεσθαι, ὅνπερ οὐ βούλεται. ὁ δὲ ἀπελεύθερος χρεωστεῖ τιμὴν καὶ προσκύνησιν τῷ πάτρωνι καὶ τῷ τούτου υἱῷ, καὶ τῇ γυναικὶ, καὶ ὑπηρετεῖν αὐτοῖς εἰς τὰς προχείρους δουλείας· καὶ διατιθέμενος, ἐὰν μὴ ἔχῃ παῖδας, ὀφείλει χρεωστικῶς καταλιμπάνειν τὸ τρίτον τῆς οὐσίας αὐτοῦ τῷ πάτρωνι· εἰ δ᾽ οὐ ποιήσει τοῦτο, ἐγκαλεῖ ὁ πάτρων, καὶ δικαιοῦται εἰς αὐτό. εἰ δ᾽ ἄπαις καὶ ἀδιάθετος λειτουργήσει τὸ χρεὼν ὁ ἀπελεύθερος, δέχεται ὁ πάτρων τὴν τούτου ἅπασαν κληρονομίαν, εἰ τάχα καὶ συγγενὴς αὐτοῦ οὐκ ἐστί '.

3

pr.Οὐ μόνον δὲ ὁ πάτρων καὶ ἡ πατρώνισσα καὶ οἱ τούτων κατιόντες καλοῦνται κατὰ νόμους ἐπὶ τὴν τοῦ ἀπελευθέ-· ρου κατὰ τὰ εἰρημένα κληρονομίαν, ἀλλὰ καὶ οἱ ἐκ πλαγίου αὐτῶν μέχρι ε΄ βαθμοῦ.

4

pr.Εἰ δὲ τοῦ αὐτοῦ πάτρωνος ἤ τῆς πατρωνίσσης ἢ δύο πατρώνων ἢ δύο πατρωνισσῶν ἢ καὶ πλειόνων ὕπεισι παῖδες, ὁ ἐγγύτερος τῷ βαθμῷ εἰς τὰ τοῦ ἀπελευθέρου κληθήσεται πράγματα.

5

pr.Εἰ δὲ ἑνὸς πάτρωνος εἰσὶ δύο παῖδες, ἄλλου δὲ τρεῖς, εἰς πέντε μερισθήσεται ἡ κληρονομία. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐκ πλαγίου.

6

pr.Περὶ τῶν ἀπελευθέρων ὁ κῶδιξ οὕτως λέγει βι. ς ' τί. δ΄ διατ. η΄ς. ᾿Απελεύθερος ἔχων οὐσίαν ἥττονα τῶν ρ ' νομι- σμάτων ὡς θέλει διατίθεται εἰς αὐτὴν, κἂν ἔχῃ κἂν μὴ ἔχῃ παῖδας. εἰ δὲ μείζονα τῶν ρ ' νομισμάτων κέκτηται ὑπόστασιν, εἰ μὲν παῖδας ἔχῃ καὶ διάθηται [τὰ] κατ᾿ αὐτὸν, οὐκ ἀναγκάζεταί [τι] καταλιπεῖν τοῖς οἰκείοις πάτρωσιν· εἰ δὲ μὴ διάθηται εἰς τοὺς παῖδας αὐτοῦ, ἀλλ᾽ εἰς ἐξωτικοὺς, τότε ὀφείλει ἐάσαι τὸ τετραούγκιον τοῖς πάτρωσιν ἢ τοῖς διαδόχοις αὐτῶν ἕως τοῦ ε΄ βαθμοῦ. ἐὰν δὲ γράψῃ αὐτοὺς τοὺς πάτρωνας κληρονόμους εἰς πλεῖον τῶν δ᾽ οὐγκιῶν, οὐκ ὀφείλει μειῶσαι λεγάτοις τὰς κεχρεωστημένας αὐτοῖς δ ' οὐγκίας. ἐὰν δὲ ἀδιάθετος τελευτήσῃ ὁ ἀπελεύθερος καὶ ἄτεκνος, οἱ πάτρωνες αὐτοῦ λαμβάνουσι πάντα τὰ ὑπάρχοντα αὐτῷ. εἰ δὲ παῖδας κατέλειψεν, οὐ λήψονται οἱ πάτρωνες πλέον τῶν δ᾽ οὐγκιῶν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ τότε, ἐὰν ἡ οὐσία ὑπερβαίνῃ τὰ ρ΄ νομίσματα· εἰ γὰρ ἐλάττων ᾖ, οὐδὲν ὅλως λαμβάνουσιν.

7

pr.Ὁ ἀμελῶν τοῦ ἰδίου ἀπελευθέρου ἀῤῥωστοῦντος, ἀπόλλυσι τὰ κατ᾿ αὐτὸν πατρωνικὰ δίκαια. ὁμοίως καὶ ὁ περιφρονηθεὶς οὗτος δοῦλος ἐλευθεροῦται '.

8

pr.Ὁ υἱὸς τοῦ πάτρωνος ἕλκων εἰς δουλείαν τὸν ἀπελεύθερον ἢ κατηγορῶν αὐτοῦ κεφαλικῶς ἀπόλλυσιν ἃ ἔχει κατ᾿ αὐτοῦ πατρωνικὰ δίκαια. εἰ δὲ ἐξ ἀχαριστίας, καλῶς καταδουλοῖ τὸν ἀπελεύθερον.

9

pr.Τιμᾷν ὀφείλει ὁ ἀπελεύθερος τὸν υἱὸν τοῦ ἰδίου πάτρωνος, οὐ καταδουλοῦται δὲ ἐξ αὐτοῦ, εἰ μὴ ἄρα ὤφθη παρ᾿ αὐτοῦ ἀχάριστος.

10

pr.Ὅτι ἐὰν οἱ ἀπελεύθεροι οὐχ ἧττον ἔχωσι περιουσίαν τῶν ρ ' νομισμάτων, οὐδεμία χώρα δίδοται τῷ πάτρωνι εἰς τὸ κληρονομῆσαι διαθήκης ὑποκειμένης.

11

pr.Ἐὰν υἱὸς ἀπαλείψῃ τὴν πατρῷαν διαθήκην καὶ ὡς ἐξ ἀδιαθέτου κληρονομήσῃ, κἂν τελευτήσῃ, ἀφαιρεῖται τοῦ κληρονόμου πᾶσα ἡ τοῦ πατρὸς κληρονομίας.

12

pr.Οὐδεὶς δύναται γράψας διαθήκην ἑαυτῷ προσγράψαι ληγάτον. ὁ δὲ συνομολογῶν ἀγνοεῖν τὸν νόμον, καὶ ἐπαγγειλάμενος μὴ λαμβάνειν τὸ καταλελειμμένον ἑαυτῷ οὐχ ὑποπίπτει τῇ ἀπὸ τοῦ περὶ πλαστογραφίας νόμου τιμωρίᾳ.

13

pr.Ὁ κινήσας τὴν κατὰ τῆς διαθήκης μέμψιν, καὶ ἡττηθεὶς, ἐκπίπτει τοῦ ἐκ τῆς διαθήκης καταλειφθέντος αὐτῷ.

14

pr.Οἱ σπούριοι κατὰ τῆς μητρώας διαθήκης κινοῦσι τὴν μέμψιν. ἐὰν δὲ καὶ μετὰ προκάταρξιν τῆς κατὰ τῆς διαθήκης μέμψεως γένηται διάλυσις, μένει ἡ διαθήκη ἐῤῥωμένη.

15

pr.Οἱ ἀδελφόπαιδες οὐ κινοῦσι κατὰ τῆς τῶν θείων διαθήκης μέμψιν. οὐδεὶς γὰρ τῶν ἐκ πλαγίου συγγενῶν ὑπεξῃρημένου ἀδελφοῦ ἢ ἀδελφῆς τὴν κατὰ τῆς διαθήκης μέμψιν κινεῖ· ὡς πλαστὴν δὲ καὶ οὗτοι δύνανται διαβάλλειν τὴν διαθήκην. ὅτι καὶ οἱ ἀδελφοὶ κινοῦσι τὴν κατὰ τῆς διαθήκης μέμψιν.

16

pr.Ἐὰν ὁ διαθέμενος υἱοθετήσῃ τὸν γεγραμμένον κληρονόμον, οὐ ῥήγνυται ἡ διαθήκη.