JGR VI 1.25
Περὶ ἀνατροπῆς διαθήκης καὶ περὶ μέμψεως αὐτῆς.
Abrir no leitor do IusCommune →1
pr.Ταῖς διαθήκαις τρία πάθη παρενοχλεῖ, ῥῆξις, ἀκυρωσία καὶ ἀτέλεια. ἀλλ᾽ αἱ μὲν ῥηγνύμεναι ἢ καθόλου ῥήγνυνται ἢ ἐκ μέρους. καὶ καθόλου μὲν κατὰ ἓξ τρόπους. καὶ πρῶτος τρόπος ἐστὶν, ὅταν τὶς μετὰ τὴν ποίησιν τῆς διαθήκης εἰς υἱοθεσίαν τινὰ λάβῃ καθ ' οιονδήποτε τρόπον τῆς υἱοθεσίας.
2
pr.Ὁ δεύτερος, ὅταν μετὰ τὴν ποίησιν τῆς διαθήκης ἢ τὸν θάνατον τοῦ διαθεμένου υἱὸς τεχθῇ ἢ ἐξ ὑπεξουσίου υἱοῦ θανόντος ἔγγονος, κἂν μετὰ τοὺς ὡρισμένους κληρονόμους πρόσκειται ἐν τῇ διαθήκῃ οὕτως· ἔστωσαν ἀπόκληροι· εἰ μὴ ἄρα ληγατευθῇ, ἢ ἐκτρώσῃ ἡ τίκτουσα.
3
pr.Ὁ τρίτος, ὅταν ὁ θετὸς υἱὸς ὑπεξούσιος ὢν οὐ μνημονευθῇ ἐν τῇ διαθήκῃ.
4
pr.Ὁ τέταρτος, ὅταν δευτέρα γένηται διαθήκη κατὰ νόμον, εἴτε γέγονέ τις ἐν αὐτῇ κληρονόμος εἴτε μὴ γέγονε τῶν πεφυκότων κληρονομεῖν.
5
pr.Ὁ πέμπτος, ὅταν δευτέρα διαθήκη κατὰ νόμους γενομένη κληρονόμον ἕτερον εἰς ὡρισμένα πράγματα καταστήσῃ, μὴ βεβαιοῦσα τὰ τῆς πρώτης διαθήκης.
6
pr.Ὁ ἕκτος, ὅταν στρατιώτου υἱὸς ἐγκυμονούμενος παρ᾿ αὐτῷ ἐν τῇ ποιήσει τῆς διαθήκης ἠγνοήθη. εἰ γὰρ γνοὺς αὐτὸν ἐσιώπησεν, οὐ ῥήγνυται ἡ διαθήκη.
7
pr.Ἐκ μέρους δὲ κατὰ τρόπους δύο. καὶ πρῶτος τρόπος ἐστὶν, ὅταν ἡ δευτέρα διαθήκη τὰ μὲν ἐν τῇ πρώτῃ βέβαια μένειν διαγορεύῃ, ἕτερον δὲ κληρονόμον εἰς τὰ ὡρισμένα πράγματα κατέστησεν. ἀρκεῖ γὰρ αὐτῷ τὰ ἐαθέντα, εἰ καὶ μὴ ποιεῖ τὸν φαλκίδιον.
8
pr.Ὁ δεύτερος, ὅταν τὶς θυγατέρα ὑπεξουσίαν ἔχῃ ἢ ἔγγονον ἢ ἐγγόνην, οὐκ ἔγραψε δὲ αὐτοὺς κληρονόμους. τότε ἡ μὲν διαθήκη οὐ ῥήγνυται τέλεον, αὐτοὶ δὲ τῇ κληρονομίᾳ ὑπεισέρχονται. καὶ εἰ μέν ἐστι ἡ κληρονομία γραφεῖσα εἰς ἐξωτικοὺς τουτέστι τοὺς μὴ ὄντας συγγενεῖς, τὸ ἥμισυ οἱ οἰκεῖοι λαμβάνουσιν, εἰ δὲ εἰς οἰκείους, ἐπίσης πάντες.
9
pr.Αἱ δὲ ἀκυρούμεναι διαθῆκαι κατὰ δ΄ τρόπους γίνονται. καὶ πρῶτος τρόπος, ὅταν ὁ διαθέμενος καταδικασθῇ θανάτῳ ἢ ἐξορισθῇ, ἢ αὐτεξούσιος ὢν εἰς υἱοθεσίαν ἑαυτὸν ἑτέρῳ παράσχῃ ἢ ὑπεξούσιος ὢν αὐτεξούσιος γέγονεν.
10
pr.Ὁ δεύτερος, ὅταν δευτέρας ἐννόμου γραφείσης διαθήκης τότε ἡ μὲν πρώτη ῥήγνυται, ἡ δὲ δευτέρα ἀκυροῦται δι᾽ αἰτίαν τῶν πεφυκότων κληρονομεῖν, τουτέστιν ὅταν ἀποτάξωνται τὴν κληρονομίαν ἢ ὅταν προτελευτήσωσι τοῦ διαθεμένου, ἢ ὅταν μετὰ τελευτὴν τοῦ διαθεμένου πρὸ τοῦ λαβεῖν τὴν κληρονομίαν τελευτήσωσιν, ἢ ὅταν ὑπὸ αἵρεσιν ἐγράφησαν καὶ ἡ αἵρεσις ἠτόνησεν.
11
pr.Τρίτος δὲ τρόπος, ὅταν τὶς δίκην ἔχων πρός τινα τὸν βασιλέα κληρονόμον ποιήσῃ ἐγγράφως ἢ ἀγράφως, εἰ μὴ ἄλλως πως κατὰ νόμους κληρονομῇ αὐτὸν ὁ βασιλεύς. εἰ γὰρ καὶ νόμοις οἱ βασιλεῖς οὐχ ὑπόκεινται, ἀλλ᾽ οὖν κατὰ νόμους πολιτεύονται.
12
pr.Τέταρτος τρόπος, ὅταν ἀποσφραγίσας εἴασεν αὐτὴν οὕτως, ἢ εἶπεν ὅτι οὐκ ἰσχύειν αὐτὴν βούλομαι. τὰ γὰρ κατὰ νόμους γινόμενα ἐννόμως ἀνατρέπεσθαι δεῖ.
13
pr.Ἀλλὰ καὶ τῶν ἀκυρουμένων ὁ μὲν πρῶτος τρόπος δοκεῖ ἀμφίβολος. εἰ μὲν γὰρ ὁ καταδικαζόμενος θανάτῳ ἢ περιοριζόμενος δημευθῇ, πάντως ἡ διαθήκη ἄκυρος ἔσται, ὥσπερ εἰ καὶ ἐμπρησθέντος αὐτοῦ ἢ ναυαγήσαντος ἢ ἄλλως πως πτωχεύσαντος ταὐτὸ συνέβη. σωζομένης δὲ καὶ [μή] δημευομένης τῆς ὑποστάσεως, πῶς καὶ ὑπὸ τίνος ἡ διαθήκη ἀνατραπήσεται; ὁ δὲ εἰς υἱοθεσίαν διδοὺς ἑαυτὸν αὐτεξούσιος, εἰ μὲν ἑκὼν καὶ τὴν ἑαυτοῦ οὐσίαν ὑπὸ τὴν τοῦ υἱοθετοῦντος ἐξουσίαν πεποίηκεν, αὐτὸς πάντως καὶ οὐχ ἡ υἱοθεσία τὴν ἑαυτοῦ διαθήκην ἠκύρωσεν. εἰ δὲ καταδουλῶν ἑαυτὸν τὴν αὐτοῦ ὑπόστασιν ἐλευθέραν μένειν βεβούληται, τίς ἐστιν ὁ ἀκυρώσας τὴν διαθήκην; περὶ δὲ τῶν ὑπεξουσίων προείρηται, ότι εἰς μόνα τὰ καστρίσια πεκούλια δύνανται διατίθεσθαι, καὶ ἡ εἰς ταῦτα αὐτῶν διαθήκη καὶ αὐτεξουσίων αὐτῶν γενομένων πολλῷ μᾶλλον ἔῤῥωται. εἰ δὲ τὸ ἐνταῦθα κείμενον περὶ διαθήκης φησὶν ὑπ᾽ αὐτῶν γενομένης ἐφ᾽ οἷς ἐξουσίαν οὐκ ἔχουσι, παντάπασι μάταιον· τοῦτο γὰρ καὶ ἐπὶ πάντων αὐτεξουσίων.
14
pr.Ὁ δὲ δεύτερος τρόπος δοκεῖ πως ὑγιὴς, εἴγε ἀντιπροστεθείη ἐπὶ τῶν προτελευτησάντων καὶ μάλιστα πρὸ τοῦ λαβεῖν τὴν κληρονομίαν τὸ „κληρονόμους οὐκ ἔχοντες· εἰ γὰρ ἔχουσι, παραπέμπουσιν αὐτοῖς τῆς κληρονομίας τὸ δίκαιον κατὰ μὲν τὸν νόμον οἱ κατιόντες μόνον, κατὰ δὲ τὴν πρᾶξιν καὶ οἱ ἐξωτικοί. ὁ δὲ [τρίτος] τρόπος δικαιότατος καὶ ἐννομώτατος καὶ καλῶς κείμενος, εἰ μόνον φυλάττεται '.
15
pr.Ὁ τέταρτος δὲ τρόπος, ὅταν ἀποσφραγίσας εἴασεν αὐτὴν οὕτως, ἢ εἶπεν ὅτι οὐκ ἰσχύειν αὐτὴν βούλομαι· τὰ γὰρ κατὰ νόμους γινόμενα ἐννόμως ἀνατρέπεσθαι δεῖς.
16
pr.Τὸ μὲν ἀποσφραγίσαι τοῦ κώδικος· τὸ δ᾽ εἰπεῖν· ὅτι οὐκ ἰσχύειν αὐτὴν βούλεται, τῶν ἰνστιτούτων μὲν, ἀλλὰ μᾶλλον ἐπὶ τῷ μὴ ἀνατρέπειν ἐκεῖσε κείμενον. οὕτω γὰρ αὐτῷ καὶ ὁ κανὼν ἁρμόζει. δεῖ οὖν, εἰ ἔξεστιν αὐτὰ ἑνωθῆναι, τοῦτο προσθεῖναι· εἰ γὰρ οὐκ ἀπεσφράγισε μὲν, εἶπε δὲ οὕτως ἁπλῶς, ὅτι οὐκ ἰσχύειν αὐτὴν βούλομαι, οὔκ ἐστιν ἀνίσχυρος ἡ διαθήκη· καὶ οὕτως ὑπάγει κατὰ νόμους.
17
pr.Αἱ δὲ ἀτελεῖς διαθῆκαι κατὰ ε΄ τρόπους νοοῦνται. καὶ πρῶτος μὲν τρόπος, ὅταν μὴ παρόντων ε΄ ἢ ζ΄ μαρτύρων κατὰ τὰ παρ᾿ ἡμῶν νομοθετηθέντα γένηται ἡ διαθήκης.
18
pr.Ὁ δεύτερος δὲ, ὅταν παρόντων οὐ πάντες ὑπέγραψαν.
19
pr.Ὁ τρίτος, ὅταν πάντες μὲν ὑπέγραψαν, πάντες δὲ οὐκ ἐσφράγισαν.
20
pr.Τέταρτος, ὅταν ὁ διαθέμενος οἰκείᾳ χειρὶ τὸ τοῦ κληρονόμου ὄνομα μὴ γράψας οὐκ ἐμνημόνευσεν ἐπὶ τῶν μαρτύρων.
21
pr.Ὁ πέμπτος, ὅταν αὐτεξουσίους ἢ ὑπεξουσίους υἱοὺς ἢ ἐγγόνους ἐξ ὑπεξουσίων παίδων τελευτησάντων ἔχων τὶς τούτους οὔτε κληρονόμους οὔτε ἀποκλήρους ἔγραψε, κἂν τύχη αὐτοὺς προτελευτῆσαι, διὰ τὸν κανόνα τὸν λέγοντα· τὰ ἐξ ἀρχῆς ἐν διαθήκαις ἀνυπόστατα ἐκ τῶν μετὰ ταῦτα ἐπιγενομένων ἰσχὺν λαμβάνειν οὐ δύνανται.
22
pr.Τῶν δ᾽ ἀτελῶν ὁ μὲν πρῶτος καὶ ὁ τέταρτος τρόπος πάνυ ἡγιής. ὁ δεύτερος δὲ καὶ ὁ τρίτος καὶ αὐτοὶ μὲν νόμι μοι, πλὴν ἀμφιβολίας τινὰς ἔχοντες. ἀπορεῖται γὰρ, εἰ ἄρα κατὰ τὴν τοῦ γράμματος ψιλὴν τοῦ νόμου διάνοιαν, εἰ μὴ πάντες ὑπογράψουσιν ἢ σφραγίσουσιν, ἀσθενήσει τὰ τῆς διαθήκης παντάπασι, καὶ ταῦτα τῶν μαρτύρων ἔτι περιόντων καὶ τότε πλειόνων, ἀλλὰ καὶ ἀξιοπίστων καὶ δυναμένων ἀγράφως ἀπαγγεῖλαι τῆς διαθήκης τὴν δύναμιν, καὶ τὸ πλέον ἡνίκα ἐν χώραις καὶ πόλεσιν ἡ διαθήκη συνέστη, καθ᾽ ἃς ὁ νόμος ἠγνόηται, ἢ καὶ τῆς αὐτοῦ γνώσεως ἐπικρατεστέρα ἐστί τις ἄλλη συνήθεια. περὶ δὲ τοῦ πέμπτου τρόπου ἤδη προείρηται. ἀλλὰ καὶ τὸ· κἂν τύχῃ αὐτοὺς προτελευτῆσαι, ὑπὸ τῆς νεαρᾶς σιωπηρῶς οἶμαι ἀνήρηται. εἰ γὰρ, ὡς ἐκείνη φησί, καὶ αὐτοὶ ζῶντες ἀμνημόνευτοι ἢ ἀλόγως ἀπόκληροι καὶ περὶ τούτου ἐνάγοντες οὐχ ὅλην τὴν διαθήκην, ἀλλὰ μόνην τὴν ἔνστασιν ἀνατρέπουσι, τίς ἄρα ἕτερος πλὴν τῶν κατιόντων ἢ κατὰ μέρος ἢ ὅλην ἀνατρέψαι τὴν διαθήκην δυνήσεται;
23
pr.Ὁ ἐπιμείνας μέχρις ἀποφάσεως κινῶν τὸ πλαστὸν κατὰ τῆς διαθήκης, ἐὰν ἡττηθῇ, οὐδὲν ἐξ αὐτῆς λαμβάνει, ἀλλ᾽ εἰς τὸν φίσκον ἔρχονται τὰ καταλελειμμένα.
24
pr.Πατὴρ καὶ μήτηρ καὶ ἀδελφοὶ κινοῦσι τὴν κατὰ τῆς διαθήκης μέμψιν, οὐ μὴν καὶ οἱ λοιποὶ συγγενεῖς.
25
pr.Ἰστέον, ὅτι ἐὰν παραλειφθῇ ἡ μήτηρ ὑπὸ τοῦ αὐτῆς παιδὸς διαθεμένου ἢ ἀλόγως ἀπόκληρος γένηται, ἔχει κατὰ τῆς διαθήκης τὸ περὶ μέμψεως. δεῖ γὰρ τὸ νόμιμον αὐτῇ μέρος καταλειφθῆναι.
26
pr.Τῆς διαθήκης εἰς μέρος ἀνατρεπομένης ἐκ τῆς δινοφικιόσο ἤγουν μέμψεως ἰσχύουσιν [αἱ] ἐν αὐτῇ ἐλευθερίαι καὶ τὰ ληγάτα.
27
pr.Ἡ διόρθωσις δὲ τῆς δινοφφικιόσο ἤγουν τῆς μέμψεώς ἐστι τὸ γ΄ τῆς ὑποστάσεως τοῦ τετελευτηκότος.
28
pr.Τὰ μεταξὺ ἀλλήλων κρινόμενα ἄλλους οὐ καταβλάπτει.
29
pr.Ὁ λαβὼν ληγάτον ἐν διαθήκῃ [οὐ δύναται] δινοφφικιόσο κατ᾿ αὐτῆς κινεῖν, ὅτι ἠσπάσατο τὴν τοῦ πατρὸς βού-- λησιν. ὁ δὲ ἀγνοήσας τὸ κληρονόμος εἶναι καὶ λαβὼν δύναται ὡς πλαστῆς αὐτῆς κατηγορῆσαι καὶ τὸ νόμιμον δίκαιον αἰτεῖν.
30
pr.Ὁ ἐναγόμενος τὸ δινοφφικιόσο καὶ ἡττώμενος οὐκ ἐπιτρέπει τοῦ εἶναι κληρονόμος.
31
pr.Ἐὰν ὑπὸ αἵρεσιν γραφῇ κληρονόμος ὁ κυοφορούμενος, καὶ πρὶν ἢ τεχθῇ ἐξέλθῃ ἡ αἵρεσις, οὐ ῥήγνυσι τὴν διαθήκην τὸ ἐπὶ γεννήσει αὐτοῦ '.
32
pr.Καὶ κατὰ διαθήκης θετῶν πατέρων κινεῖται δινοφφικιόσο τουτέστι μέμψις, εἰ μὴ διελύθη ἐμαγκιπατίωνι τοῦ παιδὸς, τουτέστι τῇ αὐτεξουσιότητι. καὶ ὁ διαλυσάμενος πρὸ τῆς δινοφφικιόσο δύναται ὡς πλαστῆς κατηγορῆσαι αὐτῆς.
33
pr.Εἴσω μὲν ἓξ ἐνιαυτῶν κινουμένης τῆς δινοφφικιόσο καὶ κρατούσης οὐκ ἰσχύουσιν αἱ διδόμεναι ἐν τῇ διαθήκῃ ἐλευθερίαι· μετὰ δὲ ε΄ ἐνιαυτοὺς κινουμένης αὐτῆς καὶ ἀνατρεπούσης τὴν διαθήκην ἁρμόζει ἑκάστῳ ἡ ἐλευθερία.
34
pr.Ὁ τικτόμενος ὑπεξούσιος, κἂν ᾿ἀτελὴς ἢ ἀναπνέων μέντοι, καὶ ἐκτομίας ῥήσσει τὴν διαθήκην. ὁμοίως καὶ ὁ τῷ ἑτέρῳ καιρῷ τεχθεὶς.
35
pr.Ἐὰν τὴν γενομένην ὀρθῶς διαθήκην ἕτερός τις διαῤῥήξει παρὰ γνώμην τοῦ διαθεμένου, οὐδὲν τῶν ἐν αὐτῇ ἀνατρέπεται.
36
pr.Ἐάν τις δευτέραν ποιήσας διαθήκην σχίσῃ αὐτὴν, ἵνα ἐκ τούτου ἡ πρώτη κρατῇ, βεβαιοῦται ἡ πρώτη.
37
pr.Ὁ ἐξ υἱοῦ ἔγγονος [ἀπο] κληρονόμος ὑπὸ τοῦ πάππου γενόμενος οὐδὲ ἐπαναβαίνων τοῦ τόπου τοῦ πατρὸς ἀφανίζει τοῦ πάππου τὴν διαθήκην.
38
pr.Πάσα διαθήκη μαχομένη τῷ νόμῳ ἀνατρέπεται.
39
pr.Ανατρέπεται διαθήκη, ὅταν υἱὸς ἢ θυγάτηρ οὐ μνημονεύηται ἐν αὐτῇ.
40
pr.Εἰ δὲ καὶ ἐντελῶς γενομένων τῶν διαθηκῶν ἢ οἱ γονεῖς τῶν γνησίων αὐτῶν τέκνων ἕνα τῶν ἐν διαθήκαις ἀμνημόνευτον ἐάσουσιν, ἢ καὶ ζώντων τῶν γονέων μετὰ τὴν ποίησιν τῆς διαθήκης γεννηθείη αὐτοῖς τέκνον, ἢ καταλειφθῇ ἐγκυμονούμενον καὶ εἰς φῶς προέλθῃ, τὰ μὲν ληγάτα καὶ αἱ ἐλευθερίαι κατὰ τὴν διαθήκην κρατείτωσαν, ἡ δὲ τῆς κληρονομίας ἔνστασις ἀκυρούσθω, καὶ οἱ μνημονευθέντες παῖδες ἢ καὶ ὁ παῖς ὡς ἐξ ἀδιαθέτου εἰς διαδοχὴν τῶν τοιούτων γονέων ὑπεισίτωσαν.
41
pr.Ὁ κατὰ δόλον κωλύσας τοὺς μάρτυρας μὴ εἰσελθεῖν ἐκπίπτει τοῦ κλήρου.
42
pr.Τὰ παραχαραγέντα ἢ παρασφραγισθέντα ἢ ἀπολειφθέντα, εἰ μὲν κατὰ πρόνοιαν ἢ εἴδησιν τοῦ διαθεμένου, ἄκυρά εἰσιν· εἰ δ᾽ ἄλλως, ἔῤῥωται, καὶ ᾧτινι μέρει τῆς διαθήκης εἶπεν αὐτὸς ταῦτα πεποιηκέναι. τότε δὲ ἀπαιτοῦνται, ὅτε θεωρεῖσθαι καὶ ἀναγινώσκεσθαι δύνανται, ἢ ἀποδειχθῆναι κἂν μὴ ἀναγινώσκωνται· ἐπειδὴ καὶ ἡ διαθήκη εἰ μὲν καὶ φαίνεται, ἔρρωται τὰ ἐν αὐτῇ· ἀλλὰ τότε, ὅτε μετὰ τὸ πληρωθῆναι τὴν διαθήκην τὰ λεχθέντα γέγονεν.
43
pr.Ὁ τεχθεὶς νεκρὸς οὔτε γεννᾶσθαι δοκεῖ οὔτε παῖς λέγεται.
44
pr.Τῶν αἰχμαλώτων αἱ διαθῆκαι, εἰ καὶ γίνονται ἄκυροι, ὅμως, ὅτε ὑποστρέψουσι, βεβαιοῦνται διὰ τοῦ δικαίου τῆς ὑπογραφῆς, εἴτε τελευτήσουσιν ἐκεῖ διὰ τοῦ νόμου βεβαιοῦνται.
45
pr.Ὁ κλέψας διαθήκην ἢ κρύψας ἢ ἁρπάσας ἢ ἀπαλείψας ἢ ὑποβαλὼν ἢ ἀποσφραγίσας ἢ κατὰ δόλον ἀναγινώσκων, ἢ δολερῶς παρασκευάσας ταῦτα γίνεσθαι, τῷ τῆς πλαστογραφίας ἐγκλήματι ὑπόκειται.
46
pr.Ὅσα ἔσχεν ὁ ἐπίσκοπος πρὸ τῆς ἐπισκοπῆς, δωρεῖται καὶ ἐκποιεῖται ὡς θέλει, οὐ μὴν ἀλλὰ καὶ διατίθεται εἰς αὐτά. ὅσα δὲ ἐκτήσατο μετὰ τὴν ἐπισκοπὴν, τῇ ἐκκλησίᾳ αὐτοῦ διαφέρει, καὶ οὔτε διατίθεται εἰς αὐτὰ, εἰ μὴ ἄρα ὑπὸ γονέων ἢ θείων ἢ ἀδελφῶν αὐτοῦ εἰς αὐτὸν περιῆλθον.
47
pr.Ὁ μέλλων εἰσιέναι ἐν μοναστηρίῳ διατιθέσθω τὰ κατ᾿ αὐτὸν πρὸ τῆς εἰσόδου αὐτοῦ, ἐπεὶ προσκυροῦται τῷ μοναστηρίῳ πάντα τὰ αὐτοῦ, κἂν μὴ ῥητῶς φήσειεν εἰσαγαγεῖν αὐτὰ, καὶ οὐκέτι ἔσται κατ᾿ οὐδένα τρόπον κύριος αὐτῶν.
48
pr.Ὁ ἐπὶ παισὶ μονάσας δύναται καὶ μετὰ τὸ μονάσαι διελεῖν τὴν οὐσίαν αὐτοῦ τοῖς ἰδίοις παισὶ, φυλάττων ἑαυτῷ ἓν μέρος, ὃ καὶ τῷ μοναστηρίῳ ἁρμόζει. ἐὰν δὲ ἀδιάθετος τελευτήσῃ, τότε οἱ παῖδες αὐτοῦ λήψονται τὴν ἐξ ἀδιαθέτου, τουτέστι τὸ φαλκίδιον, καὶ τὸ λοιπὸν δίδοται τῷ μοναστηρίῳ.