JGR VI 1.26
Περὶ νόθων καὶ εὐγενῶν καὶ περὶ ὑπεξουσιότητος καὶ λύσεως αὐτῆς, περὶ αὐτεξουσιότητος καὶ περὶ υἱοθεσιῶν καὶ περὶ εὐνούχων.
Abrir no leitor do IusCommune →1
pr.Τῶν τικτομένων οἱ μὲν ἐξ ἐννόμων γάμων τίκτονται, οἱ δὲ ἐκ πορνείας. καὶ οἱ μὲν ἀπὸ ἐννόμων γάμων τικτόμενοι τῷ πατρὶ ἕπονται, ἤτοι ὑπεξούσιοί εἰσι τοῦ πατρός· οἱ δὲ ἐκ πορνείας τῇ μητρὶ ἀκολουθοῦσι, καὶ παρ᾽ ἐκείνης τρέφονται καὶ ἀνάγονται καὶ πατρὶ οὐχ ὑπόκεινται· καὶ ἀποθανοῦσαν μὲν κληρονομοῦσιν αὐτὴν, ἀποθανόντες δὲ οἱ παῖδες ἄπαιδες καὶ ἀδιάθετοι, ἐὰν ἔχωσι περιουσίαν, κληρονομοῦνται παρ ' αὐτῆς. ἀπὸ δὲ τοῦ σπορέως οὐκ ἔχουσι προνόμιον ζητεῖν κληρονομίαν ἢ λεγάτον, οὔτε ὁ σπορεὺς ἐξ αὐτῶν.
2
pr.Οἱ πορνογενεῖς οὐ μόνον τῆς μητρὸς ἀλλὰ καὶ τῶν κατὰ μητέρα συγγενῶν κληρονομοῦσι, καὶ ὑπ᾿ αὐτῶν κληρονομοῦνται.
3
pr.Ἡ δὲ ἰλλούστρια νομίμους ἔχουσα παῖδας καὶ πορνογενεῖς [οὐδὲν δύναται παρασχεῖν τοῖς πορνογενέσιν] οὔτε ζῶσα οὔτε τελευτῶσα.
4
pr.Οἱ πορνογενεῖς ἀδελφοὶ καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὴν μητέρα τὴν συγγενικὴν βοήθειαν ἔχουσι καὶ ἡ μήτηρ πρὸς αὐτούς.
5
pr.Τὰ αὐτὰ καὶ περὶ τῆς ἐλευθερωθείσης ἐγκύου δούλης.
6
pr.Ἡ τοῦ πορνογενοῦς κληρονομία οὐκ ἀνήκει τοῖς κατὰ πατέρα συγγενέσιν· οὐ γὰρ ἔχει πατέρα· τῇ μητρὶ δὲ αὐτοῦ καὶ τοῖς ὁμομητρίοις ἀδελφοῖς δίδοται ἡ συγγενικὴ βοήθεια.
7
pr.Εἴ τις ἔνδοξος γυνὴ υἱὸν ἀπὸ τῶν νομίμων γάμων ἔτεκε, καὶ ἄλλον πορνογενῆ ἔσχεν, ᾧτινι πατὴρ ἄδηλός ἐστιν, ἐπεὶ κατὰ ποῖον τρόπον τὰ πράγματα τῆς μητρὸς πρὸς αὐτοὺς ἔρχονται, εἴτε μόνον εἰς τοὺς νομίμους παῖδας εἴτε καὶ εἰς τοὺς πορνογενεῖς, ἀμφιβάλλεται, θεσπίζομεν, ἵνα μήτε ἐκ διαθήκης μήτε ἐξ ἀδιαθέτου μήτε ἀπὸ δωρεᾶς ἐν ζωῇ γενομένης νομίμων παίδων ὑπόντων τίποτε παντελῶς ἐκ τῶν ἐνδόξων μητέρων εἰς τοὺς πορνογενεῖς ἔλθῃ· ἐπειδὴ ἐν ταῖς γυναιξὶ ταῖς εὐγενέσι καὶ ταῖς ἐνδόξοις, αἷστισιν ἡ τῆς σωφροσύνης παραφυλακὶ ἐξαίρετόν τι χρέος ἐστὶ, καὶ ὀνομάζεσθαι τοὺς πορνογενεῖς πάνυ ἄδικον, πάνυ σφοδρὸν καὶ τῶν ἡμετέρων καιρῶν ἀνάξιον κρίνομεν, καὶ τοῦτον τὸν νόμον αὐτῇ τῇ σωφροσύνῃ, ἣν διὰ παντὸς ἐπιμελητέαν κρίνομεν, ἀξίως καθιεροῦμεν.
8
pr.Ὁ ἐξ ἐννόμου γάμου τικτόμενος τῷ πατρὶ ἕπεται, ὁ δὲ πορνογέννητος τῇ μητρὶ ἀκολουθεῖς.
9
pr.Ὁ μὴ ἀπὸ νομίμου γάμου τικτόμενος τῇ μητρὶ ἕπεται, εἰ μὴ νόμος ἰδικὸς ἕτερόν τι ὁρίζει.
10
pr.Ἐὰν δὲ παλλακὴ ἐλευθέρας τύχης ὑπάρχουσα υἱὸν ἢ θυγατέρα ἀπὸ συνηθείας πρὸς ἄνθρωπον ἐλεύθερον γενομένης ἐκύησε, τούτους μετὰ τῶν νομίμων παίδων εἰς τὰ μητρῷα ἐλθεῖν πράγματα, ἅτινα δὴ νομίμῳ δικαίῳ καὶ ἐν ἰδίᾳ οὐσίᾳ κέκτηται, οὐδεὶς φθόνος.
11
pr.Οἱ δὲ ἐκ τῶν ἐννόμων γάμων τικτόμενοι καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς κληρονόμοι καὶ ἐκ διαθήκης καὶ ἐξ ἀδιαθέτου γίνονται. καὶ ὑποτάσσονται δὲ τῷ πατρὶ, καὶ ὅσα ἂν ἐξ ἰδιωτικῶν ὑποθέσεων ἐπισυναγάγωσι τῷ πατρὶ προσπορίζουσι, καὶ ὁ πατὴρ ἔχει ἐξουσίαν ἀναλαμβάνεσθαι ταῦτα ἐξ αὐτῶν. καὶ σωφρονίζειν αὐτοὺς δύναται, καὶ διὰ λόγων καὶ διὰ πληγῶν καὶ δι᾽ ὕβρεων. καὶ χωρὶς γνώμης καὶ ὁρισμοῦ καὶ θελήσεως καὶ προτροπῆς αὐτοῦ γάμον συναλλάξαι οὐ δύνανται, οὔτε ἀποδημῆσαι· εἰ μὴ ἐκστρατεία τούτους καλεῖ. τότε γὰρ τοῦ μὲν πατρὸς καὶ πάλιν εἰσὶν ὑπεξούσιοι, ὅσα δὲ ἀπὸ στρατιωτικῶν ἀφορμῶν ἐπικτήσονται, ἴδια πεκούλια ταῦτα ἔχουσι καὶ τῷ πατρὶ οὐ προσπορίζουσι καθὼς προείρηται.
12
pr.Δεῖ λοιπὸν καὶ περὶ καταστάσεως ἐναλλαγῆς ὅπως εἰς τὸ χεῖρον ἄνθρωποι εὐγενεῖς καὶ ἐλεύθεροι καταφέρονται εἰπεῖν. τρεῖς εἰσι καταστάσεως ἐναλλαγαὶ, μεγάλη, μέση καὶ ἐλαχίστη· τρία γάρ εἰσιν, ἅπερ ἔχομεν· ἐλευθερία, πολιτεία καὶ συγγένεια. ἡ τοίνυν μεγάλη, ἤτοι περιορισμὸς, τὰ τρία φθείρει. ὁ γὰρ περιοριζόμενος οὔτε ἐλευθερίαν εἶχε τὸ παλαιὸν, ἀλλ᾽ εἰς μέταλλον εἰργάζετο ὀρύττων θεῖον ἢ σίδηρον, οὔτε πολιτείαν. μέχρι γὰρ τοῦ νῦν δημεύεται, καὶ οὐ πολιτεύεται· τῷ δὲ περιορισμῷ καὶ δήμευσις ἕπεται. καὶ οὔτε διατίθεσθαι δύναται, οὔτε παρὰ τῶν συγγενῶν ἐξ ἀδιαθέτου κληρονομεῖται, οὔτε κληρονομεῖ τούτους, οὔτε τοὺς παῖδας αὐτοῦ ἔχει ὑπεξουσίους. ἡ δὲ μέση τὴν πολιτείαν μόνην φθείρει· ὅ ἐστιν ἐξορία. ὁ γὰρ ἐξόριστος ἔξω τῆς πολιτείας γίνεται, ὡς ταύτης, ἀφ᾿ ἧς ἐξεβλήθη, εἰργόμενος. ἡ δὲ ἐλαχίστη, ἥτις ἐστὶν υἱοθεσία, μόνην τὴν συγγένειαν ἐναλλάσσει· ὁ γὰρ υἱοθετούμενος ἢ αὐτεξούσιός ἐστιν, ἢ ὑπεξούσιος· καὶ εἰ μὲν ὑπεξούσιος, ἐναλλάσσει τὴν τοῦ γνησίου πατρὸς ἐξουσίαν, καὶ μετέρχεται εἰς τὴν τοῦ θετοῦ πατρὸς ἐξουσίαν ἀρχοντικῇ δοκιμασίᾳ· οὕτω γὰρ γίνεται ἡ τοῦ ὑπεξουσίου υἱοθεσία. ὁ δὲ αὐτεξούσιος ὑποτίθησιν ἑαυτὸν ἑτέρᾳ ἐξουσίᾳ, καὶ γίνεται ἀπὸ αὐτεξουσίου ὑπεξούσιος, βασιλέως τοῦτο κελεύοντος. καὶ οὐ μόνον ἄῤῥενες, ἀλλὰ καὶ θήλειαι υἱοθετοῦνται, δοκιμάζοντος τοῦ ἄρχοντος, μήπως δι᾽ ἔρωτα σατανικόν ἢ κακοτροπίαν τινὰ ἡ τῆς υἱοθεσίας ἐπίνοια γένηται '.
13
pr.Ἡ γυνὴ δὲ ἴσθι ἢ εὐνοῦχος οὐχ υἱοθετοῦσιν. ἀλλὰ καὶ ὁ υἱοθετῶν ὀφείλει μείζων εἶναι τοῦ υἱοθετουμένου κατὰ τὴν ἡλικίαν χρόνων ιη΄. ἡ γὰρ θέσις τὴν φύσιν μιμεῖται.
14
pr.Ἔγνωμεν ὅτι τὴν ἐξουσίαν ἔχομεν κατὰ τῶν ἡμετέρων οἰκετῶν καὶ κατὰ τῶν ἡμετέρων παίδων, τοῦτο μὲν φυσικῶν τοῦτο δὲ καὶ θετῶν. νῦν δὲ σκοπήσωμεν, τίνι διαλύεται τρόπῳ ἡ ὑπεξουσιότης. ἀλλὰ περὶ μὲν τῶν οἰκετῶν μαθησόμεθα ἐν τῷ περὶ ἐλευθερίας τίτλῳ· περὶ δὲ τῶν παίδων ἐντεῦθεν. λύεται τῆς ὑπεξουσιότητος ὁ παῖς θανάτῳ τοῦ πατρός. οὐκ ἀεὶ δὲ· εἰ μὲν γὰρ πατήρ ἐστιν ὁ τελευτήσας, ἀμάχως οἱ παῖδες αὐτεξούσιοι γίνονται. τελευτήσαντος δὲ πάππου οὐ πάντως οἱ ἔγγονοι αὐτεξούσιοι γίνονται. δεῖ γὰρ σκοπεῖν τὸν καιρὸν τῆς τελευτῆς τοῦ πάππου, καὶ εἰ μὲν εὑρεθῇ τὸ μέσον πρόσωπον, τουτέστιν ὁ υἱὸς, ὑπεξούσιος, οἱ δὲ ἔγγονοι κατ᾿ ἐκεῖνον τὸν καιρὸν ὑπεξούσιοι τῶ πάππῳ καθ᾽ ὃν τελευτᾷ, ἔσονται ὑπεξούσιοι τῷ πατρὶ τελευτήσαντος τοῦ πάππου οἱ ἔγγονοι· μεταπεσοῦνται γὰρ εἰς τὴν τοῦ οἰκείου πατρὸς ὑπεξουσιότητα. εἰ δὲ ὁ μέσος ἢ προετελεύτησε τοῦ πατρὸς ἢ τῆς ὑπεξουσιότητος αὐτοῦ ἠλευθερώθη, τότε οἱ ἔγγονοι, ἐπειδὴ οὐ μεταπίπτουσιν εἰς τὴν ἑτέρου ὑπεξουσιότητα, αὐτεξούσιοι γίνονται.
15
pr.Ἐὰν δὲ καταδικασθῇ τις θανάτῳ, ἅμα τῇ ἀποφάσει γίνονται αὐτεξούσιοι οἱ παῖδες.
16
pr.Ἐὰν γένηται πατρίκιος ὁ ὑπεξούσιος, ἅμα τῷ δέξασθαι τοὺς κωδικέλλους τῆς πατρικιότητος τῆς τοῦ πατρὸς ὑπεξουσιότητος ἀπαλλάττεται '.
17
pr.Τὸν ἐμὸν πατέρα συνέβη γενέσθαι αἰχμάλωτον. ἐν τῷ μεταξὺ ἀνηρτημένα ἔσται τὰ τῆς ὑπεξουσιότητος, καὶ εἰ μὲν ὑποστρέψει ὁ πατὴρ, ἔσομαι αὐτοῦ ὑπεξούσιος, εἰ δ᾽ ἐκεῖ τελευτήσει, γενήσομαι αὐτεξούσιος.
18
pr.Αίεται ὑπεξουσιότητος εἴτε γνώμῃ τοῦ πατρὸς, ποιοῦντος αὐτὸν αὐτεξούσιον εἰς τὸ φανερὸν, εἴτε θανάτῳ τοῦ. πατρὸς, εἴτε διὰ τῆς πατρικιότητος, εἴτε καὶ διὰ τῆς ἀρχιερωσύνης, εἴτε ἐκ τοῦ καταλειφθῆναι παρὰ τοῦ πατρὸς ἐπιπολὺ τὰ τῶν αὐτεξουσίων πράττειν.
19
pr.Ζητοῦμεν δὲ, ἐκ ποίου χρόνου δοκεῖ τῆς ὑπεξουσιότητος ἀπαλλάττεσθαι, πότερον ἐξ οὗ ἐλήφθη, ἢ ἐξ οὗ ἐτελεύτησε παρὰ τοῖς πολεμίοις. ἐστὶ γάρ τις διαφορὰ καὶ πάνυ. ὑπόθου γὰρ ἔχειν τινὰ δύο υἱοὺς καὶ δισχιλίων νομισμάτων περιουσίαν, ληφθῆναί τε ὑπὸ τῶν πολεμίων. τούτων ὁ μὲν ἦν σπουδαῖος, καὶ λαβὼν νομίσματα δύο ἐκ τῆς τοῦ πατρὸς περιουσίας ἐξ οἰκείων κόπων καὶ καμάτων ἠδυνήθη χίλια νομίσματα ἐμπορευσάμενος κερδάναι· ὁ δὲ ἕτερος ῥᾴθυμος ὢν οὐδὲν προσεκτήσατο. μετὰ χρόνον τινὰ ἀπηγγέλθη, ὅτι παρὰ τοῖς πολεμίοις ἐτελεύτησεν ὁ πατὴρ αὐτῶν· ἠβούλοντο μερίσασθαι τὸν πατρῷον κλῆρον. καὶ ὁ μὲν ῥᾴθυμος ἔλεγε, νῦν, ὅτε τῇ ἀληθείᾳ ὁ πατὴρ ἐτελεύτησε, γεγόναμεν αὐτεξούσιοι· οὐκοῦν ὅσα ἐκτήσω σὺ ὁ σπουδαῖος, τοῦ πατρός εἰσι, καὶ δεῖ ἡμᾶς τὰ τρισχίλια μερίσασθαι, τουτέστι λαβεῖν ἀνὰ χιλίων πεντακοσίων. ὁ δὲ σπουδαῖος ἔλεγεν, ἐξ ἐκείνου ἐξ οὗ συνέβη τὸν πατέρα ληφθῆναι γεγενῆσθαι ἡμᾶς αὐτεξουσίους· δοκεῖ γὰρ ὁ μὴ ὑποστρέψας κατ᾿ ἐκεῖνον τεθνάναι τὸν καιρόν· λοιπὸν ὡς αὐτεξούσιος ὅσα ἂν ἐκτησάμην ἐμαυτῷ καὶ οὐχ ἑτέρῳ προσεπόρισα. καὶ μᾶλλον ταύτῃ πειθόμεθα τῇ γνώμῃ.
20
pr.Ὁ μέλλων αὐτεξούσιον τὸν αὐτοῦ παῖδα ποιῆσαι, προσιέτω τῷ ἁρμοδίῳ δικαστῇ καὶ λεγέτω αὐτῷ, ὅτι τόνδε ποιῶ αὐτεξούσιον καὶ τῆς ἐμαυτοῦ ἀφίημι χειρός. ὥστε εἰ συμβῇ τὸν παῖδα ἄτεκνον ὄντα διαθέμενον, ἐῤῥῶσθαι τὴν ἐκείνου διαθήκην, φυλάττοντα δηλονότι τὴν νόμιμον μοῖραν τῷ πατρὶ, ἤγουν τὸ φαλκίδιον.
21
pr.Οὐχ υἱοθετεῖ τις τοὺς νόθους αὐτοῦ παῖδας '.
22
pr.Δύναται εἰς θέσιν λαμβάνειν τινὰ ἐν τάξει ἐγγίνου, κἂν μὴ ἔχῃ υἱόν. καὶ ἐὰν εἰς θέσιν λάβω υἱὸν, οὐκ ἐστιν αὐτῷ ἐν τάξει μητρὸς ἡ ἐμὴ γαμετὴ, ἀλλ᾽ οὐδὲ ἡ μήτηρ ἡ ἐμὴ γίνεται αὐτῷ ἐν τάξει μάμμης. τῇ μὲν θυγατρὶ τῇ ἐμῇ γίνεται ἀδελφὸς ὡς μὴ οὔσῃ ἔξω τῆς ἐμῆς φαμιλίας καὶ ὑπεξουσιότητος.
23
pr.Δύναταί τις τὸν μὲν υἱὸν ποιεῖν αὐτεξούσιον, τὸν δὲ ἔγγονον κρατεῖν ὑπεξούσιον· καὶ ἐκ τοῦ ἐναντίου τὸν ἔγγονον ποιεῖν αὐτεξούσιον, κατέχειν δὲ ὑπεξούσιον τὸν υἱόν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ προεκγόνου.
24
pr.Εἶχέ τις υἱὸν ὑπεξούσιον, ὃς εἶχε γαμετὴν ἐγκύμονα· τὸν υἱὸν ἐποίησεν αὐτεξούσιον ἢ εἰς θέσιν αὐτὸν ἄλλῳ δέδωκεν· ἐτέχθη μετὰ ταῦτα ἔγγονος. λέγομεν αὐτὸν ὑπεξούσιον τοῦ πάππου γενέσθαι, ἐπειδὴ σκοποῦμεν ἐπὶ τῶν ἐννόμων γάμων τὸν καιρὸν τῆς συλλήψεως· ὅτε δὲ ἡ σύλληψις ἐγένετο, ὑπεξούσιος ἦν ὁ υἱὸς ὁ τοῦτον σπείρας.
25
pr.Ἡ ἔμπρακτος ἐπαρχότης ἢ ἀρχιερωσύνη καὶ στρατηγία λύει τὴν ὑπεξουσιότητα.
26
pr.Ὁ ὑπεξούσιος ἄρχων δύναται παρ᾽ ἑαυτῷ αὐτεξούσιος· ποιεῖσθαι καὶ εἰς θέσιν δίδοσθαι. καὶ ἀδελφὸς ἀδελφὸν δύναται λαβεῖν εἰς θέσιν ὡς υἱὸν, καὶ ἀπελεύθερος δύναται λα· βεῖν τὸν υἱὸν τοῦ πάτρωνος. ὁ ὑπεξούσιος ὑπεξουσίους ἔχειν οὐ δύναται. τοῦτο νόει ἐπὶ ἰδιώτου ἢ ἀφήλικος.
27
pr.Ἐὰν υἱοθετήσωμαι αὐτεξούσιόν τινα, ἕξω καὶ τοὺς αὐτοῦ παῖδας ὑπεξουσίους ὡς ἐν τάξει ἐκγόνων, καὶ πάντα τὰ αὐτοῦ προσπορίζεταί μοι σιωπηρῶς.
28
pr.Ἐὰν ἔκγονος ὡς ἐξ υἱοῦ υἱοθετεῖται, δέον καὶ τὸν υἱὸν συναινεῖν, κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι ἄκοντί σοι ὁ υἱὸς οὐ γίνεται.
29
pr.Ὁ εὐνοῦχος ὄνομά ἐστι γενικὸν, τέμνεται δὲ εἰς τρία. τῶν γὰρ εὐνούχων οἱ μέν εἰσι σπάδωνες, οἱ δὲ καστράτοι, οἱ δὲ θλιβίαι. καὶ σπάδωνες μέν εἰσιν, οἳ διά τι πάθος ἢ ψῆξιν ἐνοχλήσασαν τοῖς γονίμοις μορίοις παιδοποιεῖν κωλύονται, τούτων δὲ ἀπαλλαγέντες παιδοποιοῦσι. θλιβίαι δέ εἰσιν, οἵτινες ὑπὸ τῆς τροφοῦ ἢ τῆς μητρὸς ἔκθλιψιν τῶν διδύμων ὑπέστη σαν, καὶ διὰ τοῦτο οὐ δύνανται υἱοθετεῖν. καστράτοι δέ εἰσιν, ἐφ᾽ ὧν γέγονεν ἐκτομὴ τῶν γονικῶν μορίων· ἀνέλπιστα γὰρ αὐτοῖς τὰ τῆς παιδοποιΐας. ὁ δὲ σπάδων, ἐπειδὴ τοῦτον ἐλ πὶς εἰκὸς τοῦ πάθους ἀπαλλαγέντα δύνασθαι παιδοποιεῖν. ὁ δὲ καστράτος καὶ ὁ θλιβίας οὐ δύνανται υἱοθετεῖν· οἷς γὰρ ἡ φύσις ἠρνήσατο παιδοποιεῖν, τούτοις καὶ ὁ νόμος. καὶ ταῦτα μὲν τὸ παλαιόν. ἀρτίως δὲ γέγονε διάταξις τοῦ ἀεισεβάστου ἡμῶν βασιλέως λέοντος, οὐ μόνον εὐνοῦχοι υἱοθετεῖν δύνανται, ἀλλὰ καὶ γυναῖκες πρὸς παραμυθίαν τῶν τελευτησάντων αὐτῶν παίδων δύνανται εἰς θέσιν λαμβάνειν, κἂν θήλεια τοὺς φυσικοὺς παῖδας ὑπεξουσίους οὐκ ἔχει, ὁ δὲ νόμος ἀκολουθεῖ τῇ φύσει. ἡ δὲ ἔχουσα παῖδας οὐδὲ δι᾽ ἀντιγραφῆς βασιλικῆς λήψεται εἰς θέσιν τινά.
30
pr.Ὁ τὸν δοῦλον εἰς θέσιν βουληθεὶς λαβεῖν, πρόδηλον, ὅτι τῆς δουλείας αὐτὸν σιωπηρῶς ἔσπευσεν ἀπαλλάξαι. οὕτω τοίνυν, ὃ μὲν ἐξεφώνησεν, οὐκ ἔπραξε· ὃ δὲ [οὐκ] ἐνεθυμήθη, διεπράξατο. τὸ αὐτὸ καὶ τοῦ ἐν ὑπομνήσει ἀποκαλέσαντος υἱὸν τὸν οἰκέτην αὐτοῦ υἱὸν μὴ γενέσθαι, παύσασθαι δὲ τοῦ εἶναι δοῦλον.
31
pr.Ἡ τῶν πατέρων ἀξία καὶ εἰς θετοὺς υἱοὺς διαβαίνει, ἕως ὅτε συνέστηκεν ἡ θέσις, λυομένης δὲ τῆς θέσεως διαλύεται. ὁμοίως καὶ γυνὴ τὴν τοῦ ἀνδρὸς ἀξίαν ἐπιδιώκει.
32
pr.Ἐπ᾿ ἐκείνων τῶν προσώπων ἔχει χώραν ἡ θέσις, ἐφ᾽ ων καὶ ἡ φύσις. ἡ γὰρ θέσις, ὡς πολλάκις εἴρηται, μίμεῖται τὴν φύσιν. δεῖ δὲ τὸν εἰς θέσιν λαμβάνοντα μείζονα εἶναι τοῦ υἱοθετουμένου ιη΄ ἔτεσιν.
33
pr.Οὔτε ὁ γινόμενος ἐπίτροπος οὔτε ὁ κουράτωρ τόν ποτε νέον δύναται λαμβάνειν εἰς θέσιν, ἐν ᾧ ἔλαττόν ἐστιν ὁ υἱοθετούμενος τῶν κέ ἐνιαυτῶν. ἴσως γὰρ διὰ τοῦτο εἰς θέσιν αὐτὸν βούλοιντο λαβεῖν, ἵνα μὴ ἀποδώσωσι τοὺς τῆς διοικήσεως λόγους.
34
pr.Ὁ υἱοθετήσας ἀναγκάζεται τὸ δ΄ μέρος τῶν οἰκείων πραγμάτων καταλείψαι τὸν υἱοθετουμένον, καὶ ὧν αὐτὸς τὸ κέρδος προσεπόρισε μετὰ τὴν θέσιν, κἄντε ἀπὸ δωρεῶν κἄντε ἀπὸ κληρονομιῶν κἄντε ἀπὸ λεγάτου.
35
pr.Τὰ βάρη τοῦ υἱοθετηθέντος παιδὸς εἰς τὸν πατέρα τον θετὸν ἐκ τοῦ φυσικοῦ πατρὸς μεταφέρονται· καὶ ἀνάγκην ἔχει τρέφειν αὐτὸν ὁ πατὴρ ὁ θετός. καὶ ἀνάγκη πάντα πράττειν, ὅσα τε καὶ ὁ φυσικὸς πατὴρ ἐπὶ τοῖς οἰκείοις ἀναγκάζεται πράττειν παισίν '.