JGR VI 1.27
Περὶ μαρτύρων εὐπροσδέκτων καὶ κεκωλυμένων.
Abrir no leitor do IusCommune →1
pr.Περὶ μαρτύρων ἐντεῦθεν ποιεῖται τὸν λόγον ὁ νομοθέτης. τῶν γὰρ μαρτύρων ἡ χρῆσις συνεχής τε καὶ ἀναγκαία - ἦν, ἐξ ἑλλήνων μάλιστα. χρὴ δὲ προσλαμβάνεσθαι καὶ ἀπαιτεῖν μάρτυρας, ὧν οὐκ ἐστι σκιάζουσαν εὑρεῖν τὴν πίστιν ἤτοι τὴν μαρτυρίαν. προσλαμβάνονται δὲ μάρτυρες οὐ μόνον ἐπὶ τῶν ἐγκληματικῶν, ἀλλὰ καὶ ἐπὶ τῶν χρηματικῶν ὑποθέσεων. πρὸς τούτοις ἀπαιτεῖσθαι χρὴ τὰς μαρτυρίας ἀπὸ τῶν μὴ κεκωλυμένων μαρτυρεῖν, μήτε ἐξκουσατίονα πρὸς ἀποφυγὴν μαρτυρίας ἐχόντων.
2
pr.Αξιοπίστους (καὶ εὐυπολήπτους καὶ ἐντίμους) δεῖ εἶναι τοὺς μάρτυρας. καὶ παράγονται καὶ ἐπὶ χρηματικαῖς καὶ ἐγκληματικαῖς ὑποθέσεσιν οἱ μὴ κεκωλυμένοι ὑπὸ τοῦ νόμου ἢ ἐξκουσατευόμενοι. καὶ γὰρ καὶ τῶν ἀξιοπίστων πολλοὶ μὲν ἐπιτρέπονται μαρτυρεῖν, πολλοὶ δὲ τῷ νόμῳ κωλύονται, ἕτεροι δὲ ἐξκουσατεύονται. καὶ ἐπιτρέπονται μὲν πάντες πλὴν τῶν κεκωλυμένων καὶ ἐξκουσατευομένων. καὶ κωλύονται μὲν οἱ τὸν μοναχικὸν ἐπανῃρημένοι βίον, κἂν μὴ ἱερεῖς ὦσιν. ἐξκουσατεύονται δὲ τῷ ἱερατικῷ ἀξιώματι κεκοσμημένοι. καὶ οἱ μὲν μοναχοὶ οὐδὲ θέλοντες ἐῶνται μαρτυρεῖν· ἀπρεπὲς γὰρ τῷ νόμῳ δοκεῖ τὸν ἅπαξ τοῖς ἐν βίῳ ἀποταξάμενον πάλιν τοῖς ματαίοις προσασχολεῖσθαι καὶ δικαστηρίοις ἐναδολεσχεῖν· διὸ οὐδὲ βουλόμενοι μαρτυροῦσιν, ἀλλ᾽ ἀπέχονται. οἱ δὲ ἱερεῖς οἱ μὴ μοναχικὸν σχῆμα περιφέροντες οὐ κωλύονται θέλοντες μαρτυρεῖν· μὴ θέλοντες δὲ ἄκοντες μαρτυρεῖν οὐκ ἀναγκάζονται, ἀλλ᾽ ἐξκουσατεύονται. μὴ μόνους δὲ τοὺς μοναχοὺς κωλύεσθαι ὑπολάβῃς, ἢ μόνους τοὺς ἱερεῖς ἐξκουσατεύεσθαι. εἰσὶ γὰρ καὶ ἕτερα πρόσωπα κωλυόμενα, καὶ ἕτερα ἐξκουσατευόμενα, ἃ καὶ προϊὼν εὑρήσεις.
3
pr.Οἱ δὲ ἐξκουσατευόμενοι οὗτοι· στρατιῶται, πρωτοσπα θάριοι, καὶ οἱ τούτων ἀνώτεροι, ἱερεῖς οἱ περὶ τὴν θείαν λειτουργίαν ἀσχολούμενοι. οἱ δὲ ἀρχιερεῖς, εἴπερ ὅλως δεηθῇ τις τῆς αὐτῶν μαρτυρίας, οἴκοι ἐρωτῶνται προκειμένων τῶν θείων λογίων. εἰ δ᾽ ἀσθενεῖς ἢ γέροντες, ἄκοντες οὐχ ἕλκονται εἰς μαρτυρίαν.
4
pr.Οἱ κωλυόμενοι μαρτυρεῖν οὔτε κεφαλικὸν κινεῖν ἔγκλημα δύνανται.
5
pr.Οὐ μόνον εἰς τὸ μαρτυρεῖν εἰσίν τινες κεκωλυμένοι, ἀλλὰ καὶ εἰς τὸ κινεῖν τὰ δημόσια ἐγκλήματα· οἱ μὲν διὰ φύσιν ἢ ἡλικίαν, ὡς γυνὴ καὶ ἄνηβος, οἱ δὲ ὡς ἐνόπλως στρατευόμενοι, ἄλλοι ὡς ἄρχοντες, ἄλλοι ὡς ἄτιμοι ἢ αἰσχροκερδεῖς καὶ λαβόντες ἐπὶ τῷ κατηγορῆσαι ἢ μὴ κατηγορῆσαι, καὶ οἱ δύο καθ᾽ ἑτέρων ἐγγραψάμενοι· ἄλλοι διὰ τὴν αἵρεσιν αὐτῶν, ὡς ἀπελεύθεροι κατὰ πατρώνων· ἄλλοι δι᾽ ὑποψίαν συκοφαντίας, ὡς οἱ ψευδομαρτυρήσαντες· ἄλλοι διὰ πενίαν, ὡς οἱ μὴ ἔχοντες ν΄ νομισμάτων οὐσίαν, ὡς τὸ η΄ καὶ θ ' κεφ. τοῦ λδ΄ τί. τοῦ ξ΄ βι. φησίν. οὗτοι δὲ πάντες ἴδια ἐγκλήματα καὶ φόνον συγγενῶν ἰδίων δύνανται ἐκδικεῖν. παῖδες δὲ [καὶ] ἀπελεύθεροι ἐκβληθέντες νομῆς βιαίως παρὰ τοῦ πατρὸς ἢ τοῦ πάτρωνος, τὸ μὲν ἔγκλημα τῆς βίας οὐ δύνανται κινεῖν, τὸ δὲ περὶ νομῆς κινοῦσιν, ὡς τὸ ια΄ κεφ. τοῦ αὐτοῦ τί. καὶ βιβλίου. ὑπέξελε τὸ περὶ καθοσιώσεως, τοῦτο γὰρ καὶ ἀπελεύθεροι κινεῖν δύνανται, ὡς βι. ξ΄ τί. λς΄ κεφαλαίῳ η΄.
6
pr.Κωλύεται μαρτυρεῖν καὶ κατηγορεῖν ὁ πρὸς ἀτιμίαν τινὸς γράψας βιβλίον, ἢ συνθείς, ἢ ἐκδεδωκὼς, ἤ δόλον ποιήσας, ἐφ᾽ ᾧ τι τούτων γενέσθαι· εἰ καὶ ὀνόματι ἑτέρου ἢ ἀνωνύμως ἐξέδωκεν, ἐνάγεται '.
7
pr.Τοῖς μάρτυσι καὶ οὐ τοῖς ἐκμαρτυρίοις. Ὅταν ἕτερου μὲν ἡ παράθεσις τῶν γραμμάτων εἴπῃ, ἕτερον δὲ αἱ μαρτυρίαι, τηνικαῦτα ἡμεῖς μὲν οἰόμεθα τὰ παρὰ ζώσης λεγόμενα φωνῆς, καὶ μεθ᾽ ὅρκων, ταῦτα ἀξιοπιστότερα τῆς γραφῆς αὐτῆς καθ᾽ αὑτὴν τυγχάνειν· πλὴν ἀλλ᾽ ἔστω τοῦτο τῆς τοῦ δικάζοντος ἀγχινοίας τε καὶ θεοφιλίας, τὸ τοῖς ἀληθέσι μᾶλλον ἀντὶ τῶν ὑπόπτων πιστεῦσαι.
8
pr.Καὶ ὁ ποιῶν ἐπίγραμμα, ἢ τι ἕτερον ἄγραφον πρὸς ἀτιμίαν τινὸς προφέρων, καὶ ὁ πραθῆναι ἢ ἀγορασθῆναι τὰ τοιαῦτα παρασκευάζων.
9
pr.Καὶ ὁ καταδικασθεὶς ἐν δημοσίῳ δικαστηρίῳ κατηγορεῖν ἢ μαρτυρεῖν οὐ δύναται, οὔτε ὁ ἐπὶ συκοφαντίᾳ ἀτιμωθείς, οὔτε ὁ κατελθὼν εἰς κυνήγιον ἐπὶ τῷ θηριομαχῆσαι, οὔτε ὁ παιγνικὴν τέχνην ἢ μαστρωπείαν ποιήσας, καὶ ὁ προδότης τῆς οἰκείας καταδικασθεὶς ὑποθέσεως ἢ συκοφαντήσας ἐπὶ δημοσίῳ δικαστηρίῳ, οὔτε ὁ χρήματα λαβὼν ἐπὶ τῷ κατηγορῆσαι ἢ μὴ κατηγορῆσαί τινος ἤ τινι πρᾶγμα ῥάψαι. οὔτε οἱ μίμοι, ὀρχησταὶ, οὔτε οἱ θηριομάχοι, οὔτε οἱ ἐπὶ τῆς θυμέλης ἀναστρεφόμενοι, οὔτε οἱ μοιχοὶ οὔτε οἱ δωρολῆπται, οὔτε οἱ τὰ φάσματα ποιήσαντες οὔτε οἱ φονεῖς οὔτε οἱ κλέπται οὔτε οἱ πορνοβοσκοὶ οὔτε οἱ προσαγγελεῖς, οὔτε ἁπλῶς οἱ ἄλλο τὶ ἀτόπημα πεπραχότες, οὔτε δὲ ἄνηβοι ἢ δοῦλοι ἢ οἱ πάνυ πένητες καὶ πλαστογράφοι καὶ ἐπιδίφριοι καὶ χαμερπεῖς καὶ πάντη ἄσημοι '.
10
pr.Παῖδες κατὰ γονέων μαρτυρεῖν κωλύονται· ὁμοίως καὶ γονεῖς κατὰ παίδων, καὶ γυναῖκες πλὴν βαλανείου καὶ τόκου καὶ λοχείας, ἔνθα ἄνδρες εἰσελθεῖν οὐ δύνανται· ἐκεῖσε γὰρ μόνον αἱ γυναῖκες μαρτυροῦσιν.
11
pr.Εἰ καὶ πλείονος ἀριθμοῦ μαρτύρων ὁ νόμος μνημονεύσει, τοὺς ἀρκοῦντας ὅμως οἱ δικασταὶ προσδεχέσθωσαν, ἵνα μὴ τῇ τῶν πλειόνων παραγωγῇ σκίλλωνται.
12
pr.Ἔνθα πολλοὺς ὁ νόμος μάρτυρας παράγεσθαι ὁρίζεται, μὴ παρακελεύηται δὲ τούτων τὸν ἀριθμὸν, δύναται πάντως ὁ δικαστὴς συντεμεῖν τὸν ἀριθμὸν, καὶ τούτοις μόνοις ἀρκεῖσθαι μάρτυσιν, οὓς ἀρκεῖν συνίδοι ἂν πρὸς τὴν κινουμένην ὑπόθεσιν, κἂν τὰ μάλιστα πολλοὺς ὁ νόμος εἴπῃ παραγενέσθαι μάρτυρας· καὶ ταύτην τὴν ἄδειαν τοῦ δύνασθαι τὸν τῶν μαρτύρων συστέλλειν ἀριθμὸν ἡ διάταξις ἐφιλοτιμήσατο τῷ δικάζοντι. ἄτοπον γὰρ ὡς ἀληθῶς, διὰ τὸ πολλοὺς μὲν εἰπεῖν τὸ νόμιμον παραγενέσθαι μάρτυρας, μὴ προδιορίσασθαι δὲ τούτων τὸν ἀριθμὸν, ἄδειαν δίδοσθαι τοῖς διαδίκοις ἀπέραντον παράγεσθαι μαρτύρων ἀπαιτεῖν ἀριθμόν. τοῦτο δὲ νόησον, ἔνθα, καθ᾽ ἃ τεθεμάτισται, πολλοὺς μὲν ὁ νόμος εἶπε παράγεσθαι εἰς μαρτυρίαν, μὴ προσδιώρισε δὲ τούτων τὸν ἀριθμὸν. πέντε τυχὸν ἢ ἑπτὰ μάρτυρας, ὥσπερ ἐπὶ τῶν διαθηκῶν καὶ τῶν κωδικέλλων ἔστιν ἰδεῖν. καλῶς δὲ ὁ νομικὸς ἐθεμάτισεν εἰπὼν, ἔνθα ὁ νόμος πολλοὺς εἶπε παράγεσθαι μάρτυρας, μὴ προσδιορίσας, ὡς πολλάκις εἴρηται, τούτων τὸν ἀριθμόν· εἰ γὰρ ἀορίστως εἶπε παράγεσθαι μάρτυρας, μὴ προσέθηκε δὲ ἰδικῶς τὸ πολλοὺς τῷ amplissimus χρησάμενος ῥήματι, καὶ δύο τότε μόνοι μαρτυροῦντες ἀρκοῦσιν.
13
pr.Ἔνθα μὴ προστίθεται μαρτύρων ἀριθμὸς, ἀρκοῦσι δύο. ἡ γὰρ πληθυντική σημασία τὸν δυϊκὸν ἀριθμὸν περίστησι.
14
pr.Κωλύεται ἐν διαθήκῃ μαρτυρεῖν ὁ ἐν διαθήκῃ τινὸς ὑπογράψας καὶ μὴ ἀνασχόμενος μαρτυρῆσαι, ὃς οὐδὲ ἀναγκάζεται παρὰ τοῦ νόμου μαρτυρῆσαι, κωλύεται δὲ καὶ ἐν ἑτέρᾳ διαθήκῃ ὁ αὐτὸς μαρτυρεῖν, ἀλλὰ καὶ διαθέσθαι καὶ ἐξ ἑτέρας διαθήκης κερδάναι.
15
pr.Οὐ μαρτυρεῖ ὁ ἥττων τῶν κ΄ ἐτῶν, οὔτε ὁ ἐν δημοσίῳ δικαστηρίῳ καταδικασθεὶς καὶ μὴ ἀποκαταστὰς, ἢ ἐν δεσμοῖς ἢ ἐν δημοσίᾳ φρουρᾷ βληθεὶς, οὔτε ὁ ἐλεγχθεὶς λαβεῖν χρήματα ἐπὶ τῷ μαρτυρῆσαι ἢ μὴ μαρτυρῆσαι.
16
pr.Κωλύονται μαρτυρεῖν ἄνηβος, οἰκέτης, κωφὶς, ἄλαλος, μαινόμενος, ἄσωτος, υἱὸς ὑπεξούσιος, ὅταν ὁ πατὴρ αὐτοῦ παρ᾽ ἄλλου γραφῇ κληρονόμος.
17
pr.Καὶ ὁ συνυπεξούσιος ὑπὲρ τοῦ γραφέντος ἐν διαθήκῃ κληρονόμου.
18
pr.Καὶ ὁ συνυπεξούσιος διατιθεμένου τοῦ ὑπεξουσίου εἰς ἰδιόκτητα αὐτοῦ πράγματα.
19
pr.Ὡς ἐπὶ τῶν διαθηκῶν καὶ κωδικέλλων. φησὶ γὰρ ζ΄ ἢ ε΄. πλὴν εἰ καὶ πλείονος ἀριθμοῦ τῶν ζ ' ἢ ε΄ μνημονεύσει, ἀλλ᾽ οὖν οἱ δικασταὶ καὶ τοὺς ε΄ ὡς ἀρκοῦντας προσδεχέσθωσαν.
20
pr.Εἰ μὲν ὡρισμένως εἴπῃ ὁ νόμος πόσους, ὡς ἐπὶ διαθήκης, ἐκείνους αὐτοὺς εἰ μὴ ἔχει, οὐ βεβαιοῦται. εἰ δ᾽ ἁπλῶς πολλοὺς μάρτυρας, τότε καὶ δύο ἢ τρεῖς ἀρκοῦσιν.
21
pr.Οὐ πάντοτε μὲν τὰ πράγματα τὸ αὐτὸ μέτρον ἔχει τῆς ἀποδείξεως, ἀλλ᾽ ἐπὶ μὲν ἀποδείξεως καὶ ὁμολογίας τριῶν μαρτύρων μέτρον ἀρκεῖ· ἐπὶ δὲ τῆς καταθέσεως ε΄. καὶ ἐπὶ ἑκάστου πράγματος τοὺς νενομοθετημένους ζητητέον, δι᾽ ὧν τὸ πρᾶγμα ἀποδειχθήσεται. ἔστι δὲ ὅτε δέχεται καὶ ἕνα μάρτυρα ὁ νόμος, οἷον ὅτε προσφέρει ὁ ἐμφυτευτὴς τὸν κανόνα, καὶ ὁ δεσπότης ἐναβάλλεται τοῦ λαβεῖν, καὶ ὅτε ἀρνεῖταί τις τὴν ἰδίαν χεῖρα πιστεύεται μόνος ὁ συμβολαιογράφος, καὶ ὅτε τὴν ἔγγραφον δωρεάν ὑπογράφει τὶς κατὰ γνώμην τοῦ δωρησαμένου '.
22
pr.Ἐπὶ τῶν μαρτύρων ζητεῖται ἡ ἀξία (ἤγουν τὸ ἔνδοξον) καὶ ἡ πίστις (ἤγουν εἰ χριστιανός ἐστιν ἢ ἄπιστος) καὶ τὰ ἤθη (ἤγουν ὁ βίος, ὁ τρόπος, ἡ σύνεσις), καὶ ἡ στεῤῥότης (ἤγουν τὸ στεῤῥὸν καὶ ἀμετάθετον). διόπερ οὐκ ἀκούονται οἱ ἐναντιούμενοι τοῖς ἐν ἐκμαρτυρίῳ ὑφ᾽ ἑαυτῶν εἰρημένοις (ἤγουν εἰ γὰρ ἄλλα μὲν ἔγραψαν ἐν τῷ ἐκμαρτυρίῳ, ἄλλα δὲ μαρτυροῦσιν, οὐ πιστεύονται, ἀλλὰ καὶ ὡς πλαστογράφοι εὐθύνονται).
23
pr.Μάρτυς παλίμβολος ὡς μὴ ὢν ἀξιόπιστος οὐκ ἀκουσθήσεται.
24
pr.Εἰ καὶ μὴ πάντοτε, ἀλλ᾽ οὖν ὡς ἐπὶ τὸ πλεῖστον καὶ χωρὶς δημοσίων ὑπομνημάτων ἡ ἀλήθεια δείκνυται, ποτὲ μὲν διὰ τοῦ ἀριθμοῦ τῶν μαρτύρων, (ἤγουν ὅταν ὁ δικαστὴς δρίσῃ πόσους μάρτυρας προσῆκον εἶναι παραγίνεσθαι, καὶ πάλιν ὅταν ἐξετάζῃ ποίας ἀξίας καὶ προλήψεως οὗτοι τυγχάνουσι), ποτὲ δὲ διὰ τῆς ἀξίας καὶ αὐθεντίας (καὶ παρουσίας), ἄλλοτε διὰ τῆς συμφώνου φήμης (ἤγουν ἀξιόπιστος μάρτυς ἡ φήμη καὶ ἰσχύει καὶ δίχα ὑπομνημάτων ψῆφον ποιεῖ)· καὶ ἁπλῶς τῆς τοῦ δικαστοῦ γνώμης ἤρτηται πιστεῦσαι καὶ μὴ.
25
pr.Τοῖς μάρτυσιν, οὐ τοῖς ἐκμαρτυρίοις πιστευτέον· αὐτοπροσώπως γὰρ ἐρωτῶνται παρὰ τῶν δικαστῶν ἐπὶ τῶν ἐγκλημάτων, καὶ ὁ μὴ δεικνὺς τὸ παρ᾽ αὐτοῦ προτεθὲν ἀληθὲς εἶναι ἐξορίζεται. ἀλλ᾽ ὅτε οὐκ ἐνεγράψατο· εἰ γὰρ ἐνεγράψατο, ταὐτοπάθειαν ὑφίσταται.
26
pr.Ἄλλη ἐστιν ἡ αὐθεντία (ἤγουν ἡ παρουσία, ἡ πίστις, ἡ στεῤῥότης) τῶν παρόντων μαρτύρων, καὶ ἄλλη ἡ τῶν ἀναγινωσκομένων ἐκμαρτυρίων. ὁ οὖν θέλων ἐπισχεῖν τοὺς μάρτυρας (ἤγουν ὁ προτιμησάμενος τοὺς μάρτυρας παρὰ τὰ ἐκμαρτύρια) δαπάνας αὐτοῖς διδότω.
27
pr.Περὶ βίας οὐ μαρτυρεῖ ἀπελεύθερος (οὔτε ἑκὼν οὔτε ἄκων) κατὰ πάτρωνος ἢ παιδὸς αὐτοῦ, οὔτε ὁ ἐν δημοσίῳ (ἢ ἐγκληματικῷ) δικαστηρίῳ καταδικασθεὶς καὶ μὴ ἀποκαταστὰς ἀπὸ βασιλέως, ἢ ἐν δεσμοῖς ὢν ἢ δημοσίᾳ βληθείς φρουρᾷ (ἐπὶ αἰτίᾳ ἐγκληματικῇ, ἔτι ὢν ἐν αὐτῇ). οὔτε γυνὴ μαρτυρεῖ· ἀλλ᾽ ἐν οἷς οὐκ ἔξεστιν ἄνδρας παραλαμβάνειν, ἐπὶ τεκούσης καὶ ἐν βαλανείῳ γυναῖκας ἔχοντι.
28
pr.Πλέον τῶν ιε΄ ἡμερῶν οὐκ ἀναγκάζονται παραμεῖναι οἱ μαρτυροῦντες ἐν χρηματικαῖς ὑποθέσεσιν '.
29
pr.Ὁ καταδικασθεὶς τῷ περὶ μοιχείας ἐγκλήματι οὐ μαρτυρεῖ. καὶ ἐὰν ἐν διαθήκῃ μαρτυρήσῃ, ἄκυρός ἐστι καὶ πραιτωρίως καὶ πολιτικῶς. διὸ καὶ οἱ σὺν αὐτῷ ὑπογράψαντες σπιλοῦνται, ὡς ὁμολογούμενον μοιχὸν σὺν αὐτοῖς ὑπογράψαι προσδεξάμενοι.
30
pr.Τὸ πολιτικῶς καὶ πραιτωρίως οὕτως νοητέον ἀντὶ τοῦ, κἂν ἐν μιᾷ ὑφῇ συναπτῶς ἀνεγνώσθη, ὅπερ ὁ πολιτικὸς διωρίσατο νόμος, καὶ πέντε ἢ ἑπτὰ μάρτυρες ὑπέγραψαν, ὅπερ ὁ πραιτώριος προσέθηκε, καὶ ἐῤῥωμένη ἦν ἡ διαθήκη ἐντεῦ– θεν· ἦσαν δέ τινες τῶν ἐν αὐτῇ ὑπογραψάντων μοιχοί· οὐκ ἔῤῥωται ἡ διαθήκη.
31
pr.Τὸ παρόντων τῶν μαρτύρων μιᾷ ὑφῇ τὴν διαθήκην ἀναγινώσκεσθαι τοῦ πολιτικοῦ νόμου ἐστίν· ἐκ δὲ τοῦ πραιτωρίου αἱ σφραγίδες καὶ ὁ ἀριθμὸς τῶν πέντε ἢ ἑπτὰ μαρτύρων· ἀπὸ δὲ τῶν διατάξεων τὸ τὸν διαθέμενον καὶ τοὺς μάρτυρας ὑπογράφειν.
32
pr.Οἱ μάρτυρες ἀπὸ ἀκοῆς μὴ προσμαρτυρείτωσαν λέγοντες ὡς ἠκούσαμεν ἔκ τινος τόνδε χρεωστεῖν ἢ τόδε καταβάλλεσθαι, κἂν ταβουλλάριοι ὦσιν οἱ ταῦτα μαρτυροῦντες.
33
pr.Ὁ ὀμόσας εἶναι ἴδιον πρᾶγμα ἀπαιτεῖ καρποὺς καὶ τοκετὸν θρεμμάτων.
34
pr.Ὁ δωρολήπτης οὔτε ἐν διαθήκῃ οὔτε ἐν δικαστηρίῳ ἢ ἄλλῃ τινὶ ὑποθέσει δύναται μαρτυρεῖν, οὔτε δικάζειν οὔτε συνηγορεῖν.
35
pr.Ἐπὶ ἑκάστου μάρτυρος ὀφείλει ζητεῖσθαι, πότερον εἰ τίμιος καὶ ἄμεμπτός ἐστιν ἤ ἄτιμος καὶ ἐπίψογος, εὔπορος ἢ ἐνδεὴς, ὥστε διὰ κέρδος τὶ πλημμελῆσαι, φίλος τοῦ παράγοντος ἢ ἐχθρὸς τοῦ καθ᾽ οὗ παρέρχεται. ὅταν γὰρ ὑποψίας πάσης ἐστέρηται, μαρτυρεῖ. τὰ δὲ περὶ τούτου διακρίνει ὁ δικαστὴς, εἰ μίαν μεμελετημένην ὁμιλίαν προφέρουσι, καὶ εἰ πρὸς τὰς πεύσεις πιθανῶς ἀποκρίνονται, καὶ ποῖα τεκμήρια ὀφείλει προσδέχεσθαι.
36
pr.Οἱ πλαστῶς (ἤγουν ψευδῶς) ἢ ἐναντίως ἑαυτοῖς ὑπὲρ τῶν δύο μερῶν μαρτυρήσαντες, ὑπόκεινται τῇ πλαστογραφίᾳ. ἡ δὲ τοῦ πλαστοῦ τιμωρία περιορισμός ἐστι, καὶ τελεία δήμευσις· κατὰ δὲ δούλων ἐσχάτη.
37
pr.Ὁ πλαστῶς μαρτυρήσας ἢ ἑκάτερον μέρος προδοὺς τιμωρεῖται '.
38
pr.Ψευδομένων τῶν μαρτύρων ἢ περὶ τὴν μαρτυρίαν αὐτῶν κακουργούντων, ἢ ὑπὲρ τῶν δύο μερῶν ἐξεπίτηδες μαρτυρούντων, ὁ δικαστὴς αὐτοὺς κολάζει λεγογισμένως.
39
pr.Οἱ ἐναντίως μαρτυρήσαντες ἀλλήλοις, καὶ ὁ ἐναντιούμενος τῇ οἰκείᾳ ὑπογραφῇ, καὶ ὁ δύο τισὶν προσμαρτυρῶν ἐναντία ὑπόκειται τῷ πλαστῷ· καὶ ὁ μὴ στρατιώτης διάγων ὡς στρατιώτης, καὶ ὁ χρώμενος ἐπισήμοις, οἷς οὐκ ἔξεστιν αὐτῷ, καὶ οἱ διὰ πλαστοῦ συνθήματος τῷ δρόμῳ χρησάμενοι.
40
pr.Δύναται καὶ πατὴρ ἅμα καὶ υἱὸς ὑπεξούσιος καὶ δύο συνυπεξούσιοι τοῦτο μὲν ἐν ἀλλοτρίῳ πράγματι, τοῦτο δὲ καὶ ἐν ἀλλοτρίᾳ διαθήκῃ μαρτυρεῖν.
41
pr.Πατὴρ καὶ υἱὸς ὑπεξούσιος, καὶ δύο ἀδελφοὶ συνυπεξούσιοι δύνανται μαρτυρεῖν ἐν πράγματι. οὐδὲν γὰρ βλάπτει ἐξ ἑνὸς οἴκου πολλοὺς ἐν ἀλλοτρίῳ πράγματι μαρτυρεῖν.
42
pr.῎Ακων οὐδεὶς μαρτυρεῖ ἐπὶ ἐγκληματικῷ δικαστηρίῳ κατὰ τοῦ ἰδίου πενθεροῦ, ἢ γαμβροῦ, ἢ προγονοῦ, ἢ πατρωοῦ ἢ ἀνεψιοῦ ἢ ἀνεψιᾶς, ἢ τῶν ἐξ αὐτῶν τεχθέντων, ἢ τῶν ἐγγυτέρων βαθμῶν ὄντων· ἢ κατὰ πάτρωνος ἢ πατρωνίσσης, ἢ παιδῶν αὐτῶν, ἢ γονέων αὐτῶν, ἢ γυναικὸς τοῦ πάτρωνος, ἢ ἀνδρὸς πατρωνίσσης· οὔτε πάτρων ἢ πατρώνισσα κατὰ ἀπελευθέρων.
43
pr.Τῷ περὶ πουβλίκων ἰουλίῳ νόμῳ διηγόρευται ἄκοντα μὴ ἀναγκάζεσθαι μαρτυρεῖν γαμβρὸν κατὰ πενθεροῦ, ἢ πενθερὸν κατὰ γαμβροῦ, ἢ προγονὸν κατὰ πατρωοῦ, ἢ πατρωὸν κατὰ προγονοῦ, ἢ σοβρῖνον κατὰ σοβρίνου ἢ σοβρίνης ἢ κατὰ τοῦ τεχθέντος ἐκ τῶνδε. καὶ ἁπλῶς οὐκ ἀναγκάζεταί τις ἄκων μαρτυρεῖν κατά τινος ἐνδοτέρου ὄντος τοῦ ζ΄ βαθμοῦ. ὅσοι δὲ ἄκοντες μαρτυρεῖν οὐκ ἀναγκάζονται, τούτων οὐδὲ ἀπελεύθεροι μαρτυροῦσι μὴ βουλόμενοι. τί δὲ λέγω, οἱ ἀπελεύθεροι τῶν μὴ ἀναγκαζομένων μαρτυρεῖν, ὁπότε οὐδὲ οἱ ἀπελεύθεροι τῶν ἀνιόντων, ἢ τοῦ ἀνδρὸς, ἢ τῆς γαμετῆς, ἢ τοῦ πάτρωνος, ἢ τῆς πατρωνίσσης τοῦ μὴ ἀναγκαζομένου μαρτυρεῖν ἕλκονται εἰς μαρτυρίαν μὴ βουλόμενοι; οἷον εἴπομεν, ὅτι οὔτε ὁ σοβρί νος, οὔτε ἡ σοβρίνη καταμαρτυρεῖν ἀναγκάζονται τοῦ σοβρίνου ἢ τῆς σοβρίνης. οὐκοῦν οὔτε ὁ ἀπελεύθερος τοῦ σοβρίνου ἢ τῆς σοβρίνης ἀναγκάζεται καταμαρτυρεῖν [τοῦ σοβρίνου ἢ τῆς σοβρίνης,] ἢ τοῦ πάτρωνος· οὔτε [ὁ ἀπελεύθερος] τῶν ἀνιόντων, ἢ τῶν κατιόντων, ἢ τοῦ ἀνδρὸς, ἢ τῆς γαμετῆς, ἢ τοῦ πάτρωνος, ἢ τῆς πατρωνίσσης τοῦ σοβρίνου ἢ τῆς σοβρίνης, ἕλκεται ἄκων εἰς μαρτυρίαν. τὸ αὐτὸ εἰπὲ καὶ περὶ πενθεροῦ καὶ γαμβροῦ, καὶ τῶν ἄλλων, ἵνα συντόμως εἴπω, προσώπων. τῇ δὲ τοῦ γαμβροῦ προσηγορίᾳ καὶ ὁ μνηστὴρ περιέχεται, ὥσπερ καὶ τῇ τοῦ πενθεροῦ προσηγορίᾳ ὁ τῆς μνηστῆς πατὴρ περιέχεται, οἷον εἰς τὸ μήτε τὸν μνηστῆρα καταμαρτυρεῖν τοῦ μνηστευσαμένου τὴν αὐτοῦ θυγατέρα '.
44
pr.Ἐπὶ τούτου γαμβρὸς λέγεται καὶ ὁ τὴν θυγατέρα μνηστευσάμενος καὶ πενθερὸς ὁ τῆς μνηστῆς πατήρ· ἐξ αὐτῆς γὰρ τῆς μνηστείας ἄρχονται τὰ τοιαῦτα ὀνόματα.
45
pr.Εἰ καὶ πολλάκις τῇ προσηγορίᾳ τοῦ ἀνδρὸς καὶ τῆς γαμετῆς δηλοῦνται οἱ μνηστευθέντες, ὅμως κυρίως ἀνὴρ μετὰ τὸν γάμον καὶ γαμετὴ λέγονται.
46
pr.Ἐξ αὐτῆς τῆς μνηστείας ἄρχεται τὸ ὄνομα τοῦ πενθεροῦ καὶ τῆς πενθερᾶς καὶ τοῦ γαμβροῦ καὶ τῆς νύμφης.
47
pr.Ἐπὶ τῷ μαρτυρῆσαι λέγεται γαμβρὸς ὁ μνηστὴρ, ἐπὶ μέντοι τῷ λαβεῖν ἢ δοῦναι ὑπόβολον οὐ γαμβρὸς δοκεῖ.
48
pr.Ὁ κατήγορος οὐ δύναται καλεῖν εἰς μαρτυρίαν τὸν δημοσίως (ἢ ἐγκληματικῶς) κατηγορούμενον, οὔτε τὸν ἥττονα τῶν εἴκοσιν ἐτῶν.
49
pr.Εἰ ἄκων οὐ μαρτυρεῖ ἄνηβος, ἑκὼν δύναται μαρτυρεῖν, ἐπὶ τῶν χρηματικῶν δηλονότι· ἐπὶ γὰρ τῶν ἐγκληματικῶν ὁ ἥττων τῶν κ΄ ἐτῶν οὐ μαρτυρεῖ. ἔνθα δὲ μαρτυρεῖν αὐτὸν λέγει ὁ νόμος, τὸν ἐγγὺς τῆς ἥβης νόησον. φησὶ δὲ καὶ ὁ τῆς ἐν καρθαγένῃ ἁγίας συνόδου κανὼν πή μάρτυρας πρὸς μαρ τυρίαν μὴ δέχεσθαι τοὺς μηδ᾽ εἰς κατηγορίαν δεχομένους· ἢ ἔτι γε μὴν οὓς αὐτὸς ὁ κατήγορος ἐκ τοῦ ἰδίου οἴκου προκομίσει. μαρτυρία δὲ ἐντὸς κείρας ἐνιαυτῶν ιδ΄ μὴ προσδεχθείη. ὅτι δὲ ἐπὶ τῶν ἐγκληματικῶν τοῦτο εἴρηται, δείκνυται ἐκ τοῦ πρὸ αὐτοῦ κανόνος ἐπιγραφὴν ἔχοντος ταύτην, ἵνα ὁ περὶ ἑνὸς ἐγκλήματος ἀποδεῖξαι μὴ δυνηθεὶς πρὸς ἕτερον μὴ προσδεχθείη.
50
pr.Ἐνταῦθα ἄνηβον νόει τὸν ἁψάμενον τοῦ ιδ΄ χρόνου. οὗτος γὰρ μαρτυρεῖ ἐπὶ χρηματικῶν, ἐπὶ δὲ ἐγκληματικῶν οὐδαμῶς '.
51
pr.Ἐν ἐγκλήματι μὴ καλείτω τὶς μάρτυρα τὸν πουβλίκῳ δικαστηρίῳ ἐναγόμενον, ἢ ἀφήλικα.
52
pr.᾿Απόβλητος εἰς μαρτυρίαν γίνεται ὁ καταδικασθεὶς ἐπὶ τῷ ποιῆσαι ταραχώδη φλυαρίαν, ἢ ᾠδὴν ἀθέμιτον ἢ ὑβριστικὸν ἔγγραφον τὸ λεγόμενον φάμουσον· καὶ οὔτε αὐτὸς διατίθεται, οὔτε ἄλλος αὐτῷ μαρτυρεῖς.
53
pr.Ἐὰν πάντες οἱ μάρτυρες τῆς αὐτῆς τιμῆς καὶ ὑπολήψεως ὦσι, καὶ ἐναντιωθῶσιν ἀλλήλοις, οὐ πάντως τὸ πλεῖστον μέρος πιστεύεται, ἀλλὰ τὸ συμβαῖνον τῇ φύσει τοῦ πράγματος καὶ ὑπονοίας ἔχθρας ἢ φιλίας ἐστερημένον, βεβαιούμενον ἀπὸ τῆς ψυχῆς τοῦ δικαστοῦ καὶ τεκμηρίων· οὐ γὰρ τῷ πλήθει δεῖ πιστεύειν, ἀλλὰ τῇ πίστει καὶ ἀκεραιότητι τῶν μαρτύρων.
54
pr.Ὅτε ἰσοφωνοῦνται οἱ μάρτυρες, οὐ οἱ πλείους, ἀλλ᾽ οἱ εἰκότα καὶ ἀνεπίληπτα λέγοντες πιστεύονται.
55
pr.Ἐὰν ἐν τοῖς παρ᾽ ἑκατέρου μέρους μάρτυσι μηδεμία τὶς ἡ διαφορὰ μηδὲ ἀπὸ κοσμιότητος ἢ ἀπὸ προλήψεως, ἐκείνων ὀφείλει δέχεσθαι μαρτυρίαν ὁ δικαστὴς, ὧν ἂν ταῖς καταθέσεσι ἡ τοῦ πράγματος συνάδοι ποιότης. τί γὰρ; ὅτι μοναχοί τινες ἐμαρτύρησαν, ὡς ἐν τῷδε τῷ σεμνῷ τόπῳ τῇδε τῇ νυκτὶ παρῆμεν τοῦδε τοῦ πράγματος γενομένου. ταῦτα μὲν οὖν ἐν ᾧ μηδεμία τῶν παρ᾽ ἑκατέρου μέρους παρενεχθέντων μαρτύρων ἐστὶν ἡ διαφορὰ, μήτε ὡς ἀπὸ πρόλήψεως, ὡς εἶπον, μήτε ἀπὸ ἀριθμοῦ. τί οὖν, ὅτι ὁ μὲν τρεῖς παρήγαγε μάρτυρας, ὁ δὲ ε΄; λέγει ὁ νομικὸς, χρὴ τὸν τῆς ὑποθέσεως ἀκροώμενον μὴ τῷ πλείονι μᾶλλον ἀριθμῷ πείθεσθαι τῶν μαρτύρων, ἀλλὰ σκοπεῖν, τίνων μᾶλλον αἱ καταθέσεις τῇ τῶν πραγμάτων συνάδουσι φύσει, καὶ τίνες οὔτε πρὸς βλάβην οὔτε πρὸς χάριν τινὸς τὴν μαρτυρίαν κατατίθενται, ἀλλὰ πιθανώτερα καὶ ἀληθέστερα τῆς τούτων μαρτυρίας τυγχάνει τὰ τεκμήρια. οὐ γὰρ τὸν πλεῖστον τῶν μαρτύρων ἀριθμὸν ὡς εἴρηται, ἀλλὰ μᾶλλον αὐτὸ τὸ ἀληθὲς ἐξετάζειν χρὴ τὸν δικάζοντα.
56
pr.Ὁ κατά τινος ἤδη μαρτυρήσας ἐγκληματικῶς οὐ μαρτυρεῖ πάλιν κατ᾿ αὐτοῦ (ἢ ὑπὲρ αὐτοῦ).
57
pr.Δὶς οὐδεὶς δύναται καταμαρτυρῆσαι· δοκεῖ γὰρ ὡς ἐχθρὸς τοῦτο ποιεῖν. δύναται γὰρ καὶ ἄλλως εἰπεῖν· οἰ δύναταί τις ὑπὲρ ἐκείνου μαρτυρῆσαι, οὗτινος πρότερον ἐναγομένου κατεμαρτύρησε· δοκεῖ γὰρ ὥσπερ πρὸς θεράπειαν αὐτοῦ τοῦτο ποιεῖν ὑπὲρ ὧν πρῴην αὐτοῦ κατεμαρτύρησεν.
58
pr.Ὁ κατήγορος οἰκειακοὺς αὐτοῦ μάρτυρας (τουτέστιν ὑπεξουσίους συγγενεῖς, οἷον υἱοὺς, ἐγγόνους) οὐ δύναται παραγαγεῖν.
59
pr.Οὔκ ἐστιν ἀξιόπιστος μάρτυς ὁ κελεύεσθαι δυνάμενος παρ᾽ ἐμοῦ ἐπὶ τῷ μαρτυρῆσαι (ἤγουν μίσθιοι, δοῦλοι καὶ ἀπελεύθεροι).
60
pr.Ακοντες οὐ μαρτυροῦσι γέροντες καὶ ἀσθενεῖς καὶ στρατιῶται, καὶ ἱερεῖς καὶ κληρικοί· καὶ οἱ μετὰ τῶν ἀρχόντων ἀπόντες διὰ πρᾶγμα δημόσιον.
61
pr.Υἱὸς πατρὶ (ἱπεξούσιος ὢν) ἢ πατὴρ υἱῷ οὐ μαρτυρεῖ. δοκεῖ γὰρ ἑαυτῷ μαρτυρεῖν μαρτυρῶν τῷ πατρί. ἂν δὲ γένηται αὐτεξούσιος, ἀκωλύτως μαρτυρεῖ, καὶ ὡς ἐν ἀλλοτρίῳ πράγματι πιστεύεται.
62
pr.Οὔτε οἱοσδήποτε ἐν ἰδίῳ πράγματι.
63
pr.Οὐδεὶς ὑπὲρ τοῦ οἰκείου πράγματος δύναται μαρτυρεῖν.
64
pr.Καὶ οἱ μὴ δυνάμενοι ὡς οἱ μοναχοί κωλυόμενοι ἢ ἐξκουσατευόμενοι ὡς ἱερεῖς. οἱ δὲ ἐπίσκοποι ἀναγκάζονται μαρτυρεῖν ὅταν ὑπογράψωσιν ἔν τινι συμβολαίῳ.
65
pr.Ὅτι οὐ δεῖ τὸν ἄρχοντα ἀπὸ πόλεως εἰς πόλιν ἑτέραν μάρτυρας μετακαλεῖσθαι, πλὴν εἰ μὴ τοιοῦτον κατὰ τὴν ἀρχὴν ἐκράτησεν ἔθος.
66
pr.Οὐ δεῖ πρὸς μαρτυρίαν μετακαλεῖσθαι μακρόθεν, εἰ οἱ κυρίως μάρτυρες ἀπόντες εἰσὶν, πλὴν εἰ μὴ συνήθειαν ὁ ἄρχων εὕροι ἀπὸ πόλεως εἰς πόλιν αὐτοὺς (μεταστέλλεσθαι ἢ) μεταπέμπεσθαι. πολλῷ δὲ ἦττον (ἤγουν οὐδόλως) οἱ στρατιῶται ἀπὸ τῶν ἰδίων τάξεων ἢ ἀριθμῶν διὰ μαρτυρίαν μετακαλοῦνται.
67
pr.Οὐ χρὴ μάρτυρας ἐξ ἑτέρων εἰς ἑτέρους διεστηκότας μεταστέλλεσθαι τόπους· πολλῷ δὲ μᾶλλον τοὺς στρατιώτας οὐ χρὴ μαρτυρίας χάριν ἀπὸ τῶν σίγνων ἢ ἐξ ἑτέρων λειτουργιῶν μετακινεῖσθαι '.
68
pr.Οὐ δεῖ προπετῶς πολλὴν ὁδὸν τοὺς μάρτυρας καλεῖν, μάλιστα δὲ τοὺς στρατιώτας· εἰ μὴ τοῦτο ἡ συνήθεια τῆς χώρας ἔχει.
69
pr.Πανταχοῦ τοὺς μάρτυρας προσκεκλημένους εἶναι βούλεται ἡ διάταξις, φάσκουσα τὰς ματαίας καὶ ἐκ τοῦ παρήκοντος γεγονυίας μαρτυρίας μηδενί λόγῳ κρατεῖν. παντάπασι βουλόμεθα καὶ τοιαύτας τινὰς πλάττειν μαρτυρίας ὡς εἰ δι᾽ ἄλλην τινὰ χρείαν παρατυχὼν ἀκούσειε λέγοντος εἰληφέναι παρὰ τοῦδε χρυσίον ἢ ὀφείλειν τόδε· αὗται γὰρ σαφῶς ἡμῖν ὕποπτοι καθεστᾶσι καὶ οὐδενὸς ἄξιαι λόγου.
70
pr.Ὁ μάτην καλῶν τινα εἰς δικαστήριον καὶ τὰ τῆς ὁδοῦ καὶ τὰ τῆς δίκης ἀναλώματα ἀπαιτεῖται.
71
pr.Εἰς ἀπόδειξιν τοῦ γεγονότος καὶ ὁ μὴ προσκεκλημένος μαρτυρεῖ.
72
pr.Οὐκ ἐπὶ τῶν συμφώνων, ἀλλ᾽ ἐπὶ τῶν συμβεβηκότων καὶ περιστατικῶν μαρτυρεῖ· οἷον ὅταν τὶς ἐν τῇ ὁδῷ ὕβρισέ με, ἢ ἔτυψέ με· οὐδὲ γὰρ ἐγίνωσκον τοῦτον, ἵνα προσκαλέσωμαί τινα ἐπ᾿ αὐτὸ τοῦτο. ἐπὶ τῆς διαθήκης δὲ καὶ ἐπὶ τῶν ἄλλων συμφώνων οὐδαμῶς, εἰ μὴ προσκληθεῖεν.
73
pr.Εἰ μὲν δόσις ἐστὶ καὶ πάρεισι τῇ καταβολῇ δύο μάρτυρες, μέχρι μιᾶς λίτρας ἀρκοῦσιν ἀδιάβλητοι μένοντες. εἰ δὲ ὑπὲρ τὴν λίτραν ἐστὶν ἡ ποσότης, τότε τρεῖς μάρτυρες δεχόμεθα, εἴγε μαρτυροῦσι παρεῖναι τῇ δόσει. καὶ ὑπὲρ ν ' λιτρῶν ἀρκοῦσι τρεῖς μάρτυρες, ἐνώπιον αὐτῶν τοῦ χρυσίου καταβαλλομένου. εἰ δ᾽ οὔκ ἐστι δόσις, ἀλλὰ κατάθεσις, ὅση ἂν ᾖ ποσότης, κἂν πολλὴ κἂν ἐλαχίστη, ε΄ μάρτυρες ὀφείλουσι προσλαμβάνεσθαι. καὶ οὐκ ἐκ τοῦ παρήκοντος οὗτοι θέλουσι μαρτυρεῖν καὶ λέγειν, δι᾽ ἄλλην χρείαν παραγενόμενοι ἠκούσαμεν τοῦδε λέγοντος χρεωστεῖν τόσην ποσότητα ἢ ἀπολαβεῖν τὸ κεχρεωστημένον· τοῦτο γὰρ οὐδέν ἐστιν· ἀλλὰ διὰ τοῦτο προσκεκλῆσθαι, ὥστε τὸν ὁμολογοῦντα χρεωστεῖν ἢ ἀπολαβεῖν εἰπεῖν. πρὸς αὐτούς· γινώσκετε τοῦτο καὶ μαρτυρεῖτε, ὅτι χρε ωστῶ τῷ δεῖνι τόδε ἢ τὸ ἱκανὸν ἔλαβον τοῦ χρέους, καὶ ἐθέλω ὑμᾶς εἰδέναι καὶ μαρτυρεῖν περὶ τούτου. τοιαύτην γὰρ ὁ νόμος ἐπὶ τῆς καταθέσεως ἀπαιτεῖ μαρτυρίαν '.
74
pr.Ὁ ἀπολαμβάνων τὶ ἢ κατατιθέμενος, ἐὰν οἶδε γράμματα, ἐγγράφως τὴν οἰκείαν γνῶσιν ποιεῖν ὀφείλει. εἰ δ᾽ οὖν, ε΄ μάρτυρας ὀφείλει προσκεκλῆσθαι.
75
pr.Οἱ εἰδότες γράμματα καὶ συναλλάττοντες ἐγγράφως ὀφείλουσιν αὐτὰ ὑπογράφειν, ἵνα ᾖ τὸ συμβόλαιον αὐτῶν πιστόν.
76
pr.Ἡ ἔγγραφος κατάθεσις ἡ ἐν δικαστηρίῳ συντεθεῖσα ἀναμφισβήτητός ἐστιν.
77
pr.Δύο μάρτυρες ἀρκοῦσιν ἐπὶ δόσει νομισμάτων λίτρας μιᾶς, ὥσπερ ἐπὶ ἀπωλείᾳ δικαιωμάτων ναυαγίῳ καὶ τῶν ὁμοίων.
78
pr.Ὁ συνηγορήσας ἢ ἐκβιβάσας (ἤγουν μεσίτης γενόμενος) ἐν ὑποθέσει οὐ μαρτυρεῖ οὐδὲ δικάζει, εἰ μὴ συναινέσουσι τὰ δύο μέρη τῇ μαρτυρίᾳ αὐτοῦ.
79
pr.Ὁ μεσάσας τισὶν ἐν πράγματι οὐ μαρτυρεῖ αὐτοῖς ἐν τῇ αὐτῇ ὑποθέσει, δηλονότι παρὰ ἄλλῳ δικαστῇ, εἰ μὴ ἄρα συναινέσουσι τὰ δύο μέρη τῇ μαρτυρίᾳ αὐτοῦ.
80
pr.Συνηγορῆσαί ἐστι τὸ προθεῖναι τὴν οἰκείαν ἐν δικαστηρίῳ θέλησιν ἢ τὴν τοῦ φίλου παρὰ τῷ ἔχοντι δικαιοδοσίαν, ἢ τῇ ἑτέρου θελήσει ἀντειπεῖν.
81
pr.Ἐκβιβαστής ἐστιν ὁ μετὰ τὴν ἀπόφασιν παρεχόμενος ἐπὶ τῷ ἐκβιβάσαι τὰ ἀποφανθέντα ἤγουν τὸ ἀπαιτῆσαι τὰ περιεχόμενα τῇ ἀποφάσεις.
82
pr.Ἐὰν δικαστὴς ἐναντιούμενος τῇ προτέρᾳ ἀποφάσει δευτέραν ἀπόφασιν παράσχη, οὐ χρεία ἐκκλήτου εἰς τὸ ἀνατραπῆναι αὐτήν.
83
pr.Εἰς τὸ παντελὲς κωλύεται συνηγορεῖν ὁ μὴ πληρώσας τὸν ιζ΄ ἐνιαυτὸν καὶ ὁ μὴ παντελῶς ἀκούων.
84
pr.Αγραφος μαρτυρία κατὰ ἐγγράφου οὐ φέρεται, εἰ μὴ ὅτε μαρτυρίαι ἔγγραφοι χωρὶς μαρτύρων προσφέρονται· τότε γὰρ ἡ ἄγραφος φωνὴ τῶν νῦν παραγενομένων ἐκμαρτυρίων ἐστὶ πολὺ πιστοτέρα· ἀλλ᾽ ὅτε κατὰ ἑτέρων τινῶν ἐγγράφων δικαιωμάτων ἄγραφοι προσφέρονται μαρτυρίαι.
85
pr.Ἴσθι ὅτι ὁ ἐγγράφως χρεωστῶν, εἰ δείξει ὅτι ἀγράφως κατέβαλεν ἐπὶ ε΄ μαρτύρων, ἐλευθεροῦται τοῦ χρέους.
86
pr.Καὶ εἰς ἀνατροπὴν δὲ τῆς ἐγγράφου διαθήκης ἀρκοῦσι μάρτυρες ζ΄, ὧν ἐνώπιον τὴν ἀνατροπὴν ὁ διαθέμενος εἶπεν '.
87
pr.Ὅταν ἀποδημῶσιν οἱ μάρτυρες οἱ ἐν τῷ ἐγγράφῳ ὑπογράψαντες καὶ προσφέρηται τὸ ἔγγραφον μόνον, τότε ἡ ἄγραφος φωνὴ τῶν μαρτύρων ἐστὶν εὐπιστοτέρα.
88
pr.Ἐὰν τὸ ἓν μέρος ἐκμαρτύριον προκομίσῃ, τὸ δὲ ἕτερον ἔχῃ μάρτυρας, τοὺς μάρτυρας ἡμεῖς προσιέμεθα ἢ τὰ ἐκμαρτύρια. εἰ γὰρ καὶ τῷ νόμῳ εἴρηται, ὅτι κατὰ ἐγγράφου μαρτυρίας ἄγραφος μαρτυρία οὐ προσφέρεται, οὐ περὶ τῶν μαρτύρων εἴρηται, ἀλλὰ περὶ ἑτέρων δικαιωμάτων, γαμικῶν συμφώνων, πράσεων, δωρεῶν, συμβολαίων, ἀνταλλαγῶν καὶ τῶν ὁμοίων. ἐπὶ δὲ τῶν ἐκμαρτυρίων ἡ ἄγραφος μαρτυρία τῶν παραγινομένων μαρτύρων πολὺ εὐπιστοτέρα ἐστὶ τῶν ἐκμαρτυρίων, καθὸ τὰ μὲν ἐκμαρτύριά εἰσι ψιλὰ γράμματα καὶ ἀβέβαια, ἡ δὲ παρισταμένη καὶ ἐρωτωμένη μαρτυρία σταθερά.
89
pr.Συμβόλαιόν ἐστιν ὑπόμνημα ἤτοι καταγραφὴ τῶν συμφωνηθέντων καὶ στερχθέντων μεταξὺ ἑκατέρων τῶν συμφωνησάντων καὶ συμβαλόντων· τὸ γὰρ μίγμα τῶν βουλευμάτων τῶν συμβαλόντων προσώπων συμβολὴ, καὶ τὸ ἀπὸ ταύτης ἔγγραφον σύνταγμα συμβόλαιον καλεῖται.
90
pr.Ἐὰν ἐπί τινι συμβολαίῳ ἡ αὐτὴ φράσις διχῶς νοῇται, ἡ ἁρμόζουσα τῷ κινουμένῳ πράγματι ἐπικρατεῖ.
91
pr.Ἡ τῶν συμβολαίων ἀπώλεια οὐκ ἀναιρεῖ τὰς ἀγωγὰς, ἐὰν δυνατὸν ἢ ἑτέρως ἀποδειχθῆναι τὸ ἀληθές.
92
pr.Ἐν τοῖς συναλλάγμασιν ἡ τῶν πραγμάτων ἀλήθεια σκοπείσθω μᾶλλον ἢ τὸ ἔγγράφον.
93
pr.Ἔγγραφος μαρτυρία ἐστὶ τὸ μετὰ τῶν ἐκμαρτυρίων παρεῖναι καὶ αὐτοὺς τοὺς ὑπογράψαντας ἐν τοῖς τοιούτοις ἐκμαρτυρίοις. ἄγραφος δὲ τὸ χωρὶς ἐμκαρτυρίων παρεστάναι τοὺς μάρτυρας. τότε γὰρ ἡ ἄγραφος φωνὴ κρείττων ἐστὶ τῆς ἐγγράφου, ὅτε σὺ μὲν ἐκμαρτύριον κομίζων μάρτυρας οὐ προσἤγες, ἐγὼ δὲ μάρτυρας κομίζων ἐκμαρτύριον οὐκ ἐκόμισα.
94
pr.Κατὰ ἐγγράφου μαρτυρίας τῆς ἐχούσης τὸ ἀξιόπιστον καὶ ἐξ αὐτῶν τῶν ἀγράφων μαρτύρων ἄγραφος μόνη μαρτυρία οὐ προσφέρεται ἡ χωρὶς οὖσα δικαιωμάτων. τότε δὲ προσ φέρεται κατὰ τῆς ἐγγράφου, ὅτε ἡ ἔγγραφος ἀπορεῖ μαρτύρων '.
95
pr.Οἱ μάρτυρες ἢ κατὰ χάριν ἢ δυναστείαν τινὸς μαρτυροῦντες οὐ πιστεύονται.
96
pr.Οὔτε ὁ κατὰ χάριν οὔτε ὁ κατὰ δυναστείαν μαρτυρῶν δεκτός ἐστιν.
97
pr.Οὐδεὶς ἀναγκάζεται καθ᾽ ἑαυτοῦ μάρτυρας παραγαγεῖν ἢ δικαιώματα, ἀλλὰ χρὴ τὸν ἐνάγοντα ὡς βούλεται συστῆσαι τὰς ἰδίας δικαιολογίας.
98
pr.Οὐδεὶς οὔτε χρηματικὴν δίκην κινεῖν οὔτε ἐγκληματικὴν γυμνάζειν κατά τινος ἀναγκάζεται μὴ βουλόμενος.
99
pr.Εἴ τις διάφορα δικαιώματα ὑπὲρ ἑαυτοῦ προσφέρει, μάχονται δὲ ἀλλήλοις ταῦτα, ἀνίσχυρα αὐτῷ ἔσται καὶ ἀνωφελῆ.
100
pr.Ἕκαστος ἐνάγων ὀφείλει περιποιεῖν ἑαυτῷ τὴν νίκην ἐκ τῶν προσόντων αὐτῷ δικαίων. οἷον, εἰ φαίνεται τόνδε τὸν ἀγρὸν εἶναι τῆς ἐμῆς δεσποτείας. οὐ μὴν ὀφείλει κινῶν λέγειν· εἰ φαίνεται τόνδε τὸν ἀγρὸν μὴ εἶναι τῆς τοῦ ἀντιδίκου δεσποτείας. εἰ γὰρ οὕτως εἰσέλθοι κινῶν, ἐρεῖ αὐτῷ ὁ ἀντίδικος, πρῶτον μὲν ἐμός ἐστιν ὁ ἀγρὸς, εἰ δ᾽ οὐκ ἐστιν ἐμὸς ὡς σὺ λέγεις, οὐ παρὰ τοῦτο σὸς ἀλλὰ ἄλλου ἐστὶν· οὐ γὰρ πάντως τὸ μὴ ἐμὸν ἤδη σόν ἐστι· εἰ δὲ μήτε ἐμὸς μήτε σός ἐστιν ὁ ἀγρὸς, ὀφείλω σε νικᾶν ἐν τῷ παρόντι δικαστηρίῳ διὰ τὸν κανόνα τὸν λέγοντα· ἐν ἴσῃ αἰτίᾳ κρείσσων ἡ αἵρεσις τοῦ νεμομένου.
101
pr.Δύο περὶ κέρδους ἀγωνιζομένων χείρων ἐστὶν ἡ τοῦ ἐνάγοντος αἵρεσις.
102
pr.Ὁ ἐνάγων ὀφείλει δεῖξαι· ἐὰν δὲ μὴ δείξῃ, νικᾷ ὁ ἐναγόμενος, κἂν ἀλλότριον νέμηται.
103
pr.Οὐκ ἀπαιτεῖται ὁ ἐναγόμενος δεῖξαι πόθεν νέμεται.
104
pr.Ὁ ἐνάγων ἀκολουθείτω τῷ φόρῳ τοῦ ἐναγομένου. φόρος δέ ἐστιν, ἔνθα νῦν ἔχει τὴν κατοίκησιν ἢ ὅπου εἶχεν ἐν καιρῷ τοῦ συναλλάγματος.
105
pr.Ὁ ὑπὸ κατηγορίαν ὢν ἀντικατηγορῆσαι οὐ δύναται.
106
pr.Ὁ ἐναγόμενος ἐνάγειν οὐ δύναται, εἰ μήπω ἐγγύτερόν ἐστι τὸ κινούμενον ἔγκλημα κατὰ τοῦ ἐνάγοντος.
107
pr.Δεῖ τοὺς μάρτυρας πρότερον ὀμνύναι πρὶν ἢ μαρτυρήσουσιν, ὅτι οὐκ οἴδασι δι᾽ ἣν αἰτίαν προσεκλήθησαν καὶ ὅτι οὐδὲν περὶ τοῦ ζητουμένου ἐπίστανται. δεῖ δὲ τὸν δικάζοντα τοῖς τιμιωτέροις τῶν μαρτύρων πιστεύειν καὶ οὐ τοῖς πλείοσι. καὶ εἷς μόνος μάρτυς κἂν συγκλητικὸς ἢ οὐ πιστεύεται '.
108
pr.Οὐδεὶς εἰς ἴδιον πρᾶγμα δύναται μαρτυρῆσαι. ἡ γὰρ γ΄ διάτ. βούλεται μὴ δεχθῆναι τὰς οἰκειακὰς μαρτυρίας. πολλῷ μᾶλλόν τις ὑπὲρ ἑαυτοῦ μαρτυρῶν εὐπρόσδεκτος οὐκ ἐστιν.
109
pr.Ὁ δικαστὴς ὀφείλει σκοπεῖν, διὰ ποίων καὶ πόσων τεκμηρίων τὴν τοῦ πράγματος ἐφεύρῃ ἀλήθειαν· αὐτῷ γὰρ ἐπιτέτραπται τὰ τοιαῦτα ζητεῖν.
110
pr.Τοὺς δικαστὰς ποιουμένους ἁμαρτημάτων ἐξέτασιν οὐ μαρτύρων μόνον φωναῖς ὁ νομοθέτης προσέχειν προτρέπεται, καὶ ὑπόντων μὲν τούτων καταψηφίζεσθαι τοὺς ἐναγομένους, ἐπιλειπόντων δὲ ἀθώους ἀφιέναι τούτους καὶ ἀνεπιτιμήτους, ἀλλὰ καὶ ἀλλ᾽ ἄττα ζητεῖν κελεύουσι, καὶ βασάνους θεσπίζουσι τοῖς κρινομένοις ἢ καὶ συνειδόσι τούτοις ἐπάγεσθαι. ᾔδεσαν γάρ οἱ νομικοί, ὅτι οἱ διαπράττεσθαί τι τῶν ἀπειρημένων ἐπιχειροῦντες κρύβδην καὶ ὑπὸ σκότος ἐργάζονται τὸ ἀτόπημα, ἵνα τοὺς τῶν πολλῶν λάθωσιν ὀφθαλμούς. καὶ διὰ τοῦτο νόμους ἔθεντο παραγγέλλοντες τοῖς δικαστηρίων ἐξάρχουσι ζητεῖν τὰ τεκμήρια, καὶ μαρτύρων χωρὶς ἐσθ᾽ ὅτε κατακρίνειν τὸν ἐπί τινι κρινόμενον ἁμαρτήματι, καὶ μὴ διὰ παντὸς τοὺς ἐλέγχους ἐπιζητεῖν, ἀλλὰ καὶ τοῖς τεκμηρίοις ἀρκεῖσθαι μόνοις, καὶ ψῆφον ἐκφέρειν κατὰ τούτου καὶ ἀποφαίνεσθαι. ἐπὶ μὲν τῶν στοχαστικῶν ζητημάτων ἀντ᾽ ἀποδείξεων ἀπολαμβάνονται τὰ τεκμήρια. ταῦτα δὲ εἰσιν ἡ τῶν πολλῶν φήμη, ἡ τοῦ κρινομένου ὑπόληψις καὶ ὁ παρελθὼν αὐτῷ βίος. φησὶ γὰρ τὸ δέκατον κεφάλαιον τοῦ ν ' τί. τοῦ ξ΄ βι. καὶ ἀπὸ τῆς φωνῆς καὶ τῆς ἐνστάσεως καὶ τῆς ἐν τῇ πόλει τοῦ ἐρωτωμένου προλήψεως ἡ ἀλήθεια καταλαμβάνεται. ἅπερ δὲ ὡς ἀποδείξεως ἐπέχονται δύναμιν, καὶ καταδίκην ἐπάγουσιν ἀναφανέντα, καὶ τὸν μὴ συντιθέμενον ἁρμαρτῆσαι ταῖς βασάνοις ὑποβάλλουσιν κατὰ τὴν τῶν προσώπων τε καὶ τῶν ἐγκλημάτων ποιότητα.
111
pr.Εἰσί τινα πρόσωπα ἐν ἄλλοις μὲν βασάνων ἀπηλλαγμένα, ἐν ἄλλοις δὲ οὔ. ὅτε μὲν τὸ ἐξεταζόμενον ἔγκλημα ᾖ, οἷον ἡ βία, ἢ ἀνδροκτασία ἢ τι τοιοῦτο, καὶ τὸ ὑπεύθυνον πρόσωπον μὴ ἀξιωματικὸν, μὴ συγκλητικῆς ἠξιωμένον τιμῆς, μὴ κεκτημένον προνόμιον τοῦ μὴ βασανίζεσθαι, ὡς οἱ τῶν ἐνδόξων καὶ ἐπισήμων παῖδες ἀνδρῶν καὶ ἔκγονοι, καὶ στρατιῶται, καὶ οἱ ἐν ῥώμῃ φυλάσσοντες, οὐκ ἐκφεύγει τὰς βασάνους. ὅτε δὲ καθοσιώσεως ὑπάρχει τὸ ἔγκλημα, αἱ βάσανοι καὶ τοῖς ἀπηριθμημένοις προσώποις ἐπάγονται '.
112
pr.᾿Απελεύθερος κατὰ πάτρωνος μήθ᾽ ἑκὼν μήτ᾽ ἄκων μαρτυρείτω (ἤγουν μήτε ἐγκληματικῶς μήτε χρηματικῶς).
113
pr.Τῶν ἀπελευθέρων κατὰ τῶν πατρώνων τὰς ἀθεμίτους φωνὰς καὶ ἀναισχύντους τῇ τῆς τιμωρίας ἀντιθέσει ἀποκλείομεν, καὶ οὕτως, ἵνα μὴ μόνον ἑκουσίως προσελθεῖν μὴ τολμήσωσιν, ἀλλὰ μηδὲ κληθέντες εἰς δικαστήριον ἀναγκάζωνται παραγενέσθαι.
114
pr.Οὐ δεῖ πιστεύειν ταῖς καταθέσεσι τῶν κρινομένων, εἰ μὴ καὶ ἀπόδειξις διδάσκει τὸν δικαστήν.
115
pr.Ὁ ἀπελεύθερος τάξιν ἐπέχει τῶν κατιόντων καὶ διὰ τοῦτο ἀποκέκλεισται καταμαρτυρεῖν τοῦ πάτρωνος τάξιν πατρὸς ἐπέχοντος.
116
pr.Ὁ τὰ ψευδή μαρτυρήσας πρότερον μὲν ἐπιορκεῖ, δεύτερον δὲ ὡς πλαστογράφος ἐνάγεται, καὶ ἐν αὐτῷ δὲ τῷ καιρῷ τῆς μαρτυρίας ὑπονοηθεὶς ψεύδεσθαι βασάνοις ὑπόκειται. ἐὰν δὲ βουληθῇ ὁ ἐκ τῆς ψευδοῦς μαρτυρίας καταδικασθεὶς πολιτικῶς (ἤγουν χρηματικῶς) κινῆσαι κατὰ τοῦ ψευδομαρτυρήσαντος, λήψεται παρ᾽ αὐτοῦ πᾶσαν ἣν ὑπέστη ζημίαν, πρὸς τῷ καὶ τὴν ἀπὸ τῶν νόμων ὡρισμένην τιμωρίαν ὑφίστασθαι. εἰ δὲ καὶ ἐν αὐτῇ τῇ πρωτοτύπῳ δίκῃ (ἤγουν τῇ προκατάρξει τῆς δίκης) ψευδόμενος ἐλεγχθείη, ἔργον ἐστὶ τοῦ δικάζοντος ἢ εἰς πᾶσαν τὴν ἐπιφερομένην ἐκείνῳ καθ ' οὗ ἐμαρτύρησε δίκην καταδικάζειν αὐτὸν, ἢ εἰς ἔλαττον, ἢ καὶ τιμωρίαις ὑποβάλλειν αὐτόν· φυλαττομένων πάντων τῶν ἤδη νενομοθετημένων περὶ τῶν τὰ ψευδῆ μαρτυρούντων (τουτέστιν ὁ τοιοῦτος μηδὲ ἐν ἄλλῳ καιρῷ ἢ προσώπῳ μαρτυρείτω).
117
pr.Ἐὰν πρεσβύτερος ἢ διάκονος ψευδομαρτυρήσῃ, εἰ μὲν ἐπὶ χρηματικῇ ὑποθέσει, ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς θείας ὑπηρεσίας χωρίζεται· εἰ δὲ ἐπὶ ἐγκληματικῇ, καθαιρεῖται, καὶ τότε ταῖς τῶν ψευδομαρτύρων ποιναῖς ὑποβάλλεται.· εἰ δὲ ὑποδιάκονος ἢ ψάλτης ἐστὶν ἢ ἀναγνώστης, οὐδεμιᾶς οὔσης διαφορᾶς ἐπὶ ποίᾳ δίκῃ εἴτε χρηματικῇ εἴτε ἐγκληματικῇ, καθαιρεῖται καὶ βασάνοις ὑποβάλλεται.
118
pr.Αἱ μάστιγες ἔχουσι χώραν χρηματικῶς ζητουμένης τῆς ὑποθέσεως. ὅταν μέντοι ἐγκληματικῶς ζητῇται τὸ περὶ πλαστογραφίας, ἀρκεῖ γὰρ ὁ περιορισμὸς καὶ ἡ τελεία δήμευσις.
119
pr.Ὁ ψευδομαρτυρῶν ὡς πλαστογράφος εὐθύνεται.
120
pr.Ἐὰν ὑπονοηθῇ ἐν τῇ κινουμένῃ δίκῃ κατὰ τὸν καιρὸν αὐτῆς ὡς ψευδομάρτυς ὁ μαρτυρῶν τὰ ψευδή, τότε βασάνοις ὑπόκειται· ἂν δὲ μετὰ τὴν δίκην, ὁ ζημιωθεὶς τότε καὶ τὴν ζημίαν ἀπαιτεῖ καὶ τὸν ψευδομαρτυρήσαντα μαστίζει.
121
pr.Οἱ ψευδομαρτυροῦντες πλαστογραφίας κρίνονται· δυσσεβοῦσι δὲ καὶ εἰς τὸ θεῖον ἐπιορκοῦντες. ἂν δὲ ὁ ἀδικηθεὶς μὴ ἐπεξέρχηται αὐτῷ, ὁ δικαστὴς εἰ φωράσαι καὶ τὰ τῆς δίκης δαπανήματα τῷ ἀδικηθέντι παρ᾽ αὐτοῦ δοθῆναι κελεύει, καὶ τοῦτο ποιήσει πάντων τῶν πάλαι νομοθετηθέντων βεβαίων μενόντων.
122
pr.Ὁ κληθεὶς εἰς μαρτυρίαν καὶ τὰ ψευδῆ μαρτυρήσας, καὶ μέλλων διὰ τοῦτο κολάζεσθαι παρὰ τοῦ δικαστοῦ, οὐδένα φόρον ἢ ἀξίαν ἢ στρατείαν ἢ ἐπαρχίαν ἐπικαλεῖσθαι δύναται.
123
pr.Ὁ ψευδόμενος οὐκ ἔχει φόρου παραγραφήν.
124
pr.Ἡ τοῦ φόρου παραγραφὴ ἐν προοιμίοις τῆς δίκης ἀντιτίθεται. ἐὰν δ᾽ ἅπαξ εἰσέλθῃ τὶς εἰς τὸ δικαστήριον μὴ χρησάμενος τῇ παραγραφῇ ταύτῃ, οὐκέτι δύναται αὐτὴν ἀντιτίθεσθαι· τυχὸν οὐ δύναται λέγειν, ὅτι στρατεύομαι ἢ ὅτι ἐξ ἄλλης· ἐπαρχίας εἰμὶ καὶ οὐχ ὑπόκειμαι τῇ δικαιοδοσίᾳ ἤτοι τῇ κρίσει σου.
125
pr.Ὅτε οἱ μάρτυρες ἑαυτοῖς ἐναντιοῦνται ἢ ἄλλοις μάρτυσὶν ἢ πλαστῶς μαρτυροῦσι, τότε δεχέσθω ὁ δικαστής τοὺς ἐξ αὐτῶν ἀξιοπιστοτέρους, καὶ κολαζέτω τοὺς ὑπόπτους, εἴπερ ἐξεπίτηδες φανεῖεν κακουργοῦντες 10. -
126
pr.Τὰς ἡμέρας, ἃς διατρίβουσιν οἱ μάρτυρες ἐν τῷ δικαστηρίῳ, λαμβάνουσι τὰ δαπανήματα παρὰ τῶν προσαγόντων αὐτοὺς κρίσει τοῦ ἄρχοντος.
127
pr.Πολλῶν τὸ αὐτὸ ἁμαρτησάντων τῶν τῆς δειλοτέρας καὶ ἁπαλωτέρας ἡλικίας ὄντων δεῖ τῆς συζητήσεως ἄρχεσθαι '.
128
pr.Ἐὰν ἐλεύθεροί τινες εἰς μαρτυρίαν καλῶνται μὴ ὡς κοινωνοὶ τοῦ πταίσματος, ἀλλὰ μόνον δι᾽ εἴδησιν μαρτυρῆσαι, χρὴ αὐτοῖς ἀναλώματα προστάξει τοῦ ἄρχοντος χορηγεῖσθαι. (ἂν δὲ κοινωνοὶ ὦσι τοῦ πταίσματος, οὐ λαμβάνουσι τὰς χορηγίας παρὰ τοῦ τούτους καλέσαντος.) καὶ οὐ μόνον ἐπὶ τῶν ἐγκληματικῶν, ἀλλὰ καὶ χρηματικῶν αἰτιῶν τοῦτο κρατείτω, εἰ καὶ ἐν χρηματικῇ δίκῃ μάρτυρες παρὰ θατέρου μέρους ὀφείλουσι προσενεχθῆναι.
129
pr.Κρίσει τοῦ δικάζοντος λαμβανέτωσαν δαπανήματα οἱ μαρτυροῦντες πάσῃ δίκῃ παρὰ τοῦ παράγοντος αὐτοὺς, εἰ μὴ ἄρα μαρτυροῦσι πταίσματί τινι οὗ καὶ μετέχουσιν.
130
pr.Ἐὰν ἅπαξ τινὲς ὁμολογήσαντες περὶ ἑαυτῶν βουληθῶσι περὶ ἑτέρων εἰπεῖν ὡς συνειδότων, μὴ πιστευέσθωσαν, εἰ μήτοιγε δείκνυνταί τινες κοινῶς ἁμαρτήσαντες. ἐπὶ δὲ τῷ φυγεῖν τὴν καθ᾽ ἑαυτῶν μέλλουσαν ἐξενεχθῆναι ἀπόφασιν προδεδωκότες αὐτοὺς, ὀφείλουσι τιμωρηθῆναι.
131
pr.Δυνατὸν καὶ ἀπὸ πόλεως εἰς πόλιν ἐκ διαλαλιᾶς δικαστικῆς σταλῆναι τὰς μαρτυρίας, πραττομένας μέντοι κατὰ νόμους ἤγουν ἐν μὲν ταῖς ἐπαρχίαις παρὰ τοῦ ἐκδίκου ἢ παρὰ τοῦ ἄρχοντος, ἐν δὲ τῇ κωνσταντινουπόλει παρὰ τῶν θείων δικαστῶν. καὶ σημείωσαι, ὅτι αἱ πραττόμεναι μαρτυρίαι ὀφείλουσιν ἔχειν σημεῖον ἐκείνου παρ᾽ οὗ καὶ ἐπράχθησαν.
132
pr.Ἐπὶ τῶν ἐγκλημάτων ἀνάγκη πάντως παραχθῆναι τοὺς μάρτυρας καὶ μὴ τὰς φωνὰς αὐτῶν.
133
pr.Τοὺς δούλους μήτε ὑπὲρ τοῦ δεσπότου μήτε κατὰ τοῦ δεσπότου δύνασθαι ἐρωτηθῆναι οὐκ ἀμφιβάλλεται. ὑπὲρ μέντοι ἰδίου φάκτου δύνασθαι αὐτοὺς ἐρωτᾶσθαι, πάλιν οὐκ ἀμφιβάλλεται.
134
pr.Δοῦλος κατὰ δεσπότου ἢ ὑπὲρ δεσπότου ἢ ἀπελεύθερος μὴ μαρτυρείτω.
135
pr.Ὁσάκις δοῦλος ἐρωτᾶται περὶ ἰδίας πράξεως, εἴτε συμβάλλεται τῷ δεσπότῃ εἴτε βλάπτει αὐτὸν ἡ ἐπερώτησις, δεχόμεθα αὐτήν.
136
pr.Ὑπὲρ οἰκείου φάκτου ἕκαστος δοῦλος καλῶς ἐπερῶ τᾶται, οὐ μὴν [ἀλλὰ] καὶ βασανίζεται, καὶ ἡ ἐμβάσανος αὐτοῦ ὁμολογία πιστεύεται.
137
pr.Τί ἐστιν ἄρα περὶ φάκτου ἰδίου; νόμισον, ὅτι κελευσθεὶς παρὰ τοῦ δεσπότου ἐφόνευσεν ἢ ἄλλο τὶ ἥμαρτεν· ἐρωτώμενος περὶ τοῦ οἰκείου φάκτου δύναται καὶ τοῦ δεσπότου μνημονεῦσαι. ἢ πάλιν ἐρωτώμενος εἰ ἔφυγε πρὸ τῆς προκατάρξεως λέγει· καίτοιγε βλάπτει τὸν ἀγοραστὴν λέγων πολλάκις, ὅτι οὐκ ἔφυγεν.
138
pr.Οὐδὲ βουλομένου τοῦ δεσπότου ἐρωτᾶται κατ᾿ αὐτοῦ ἢ κατὰ δεσποίνης δοῦλος.
139
pr.Τοὺς δούλους οὐ μόνον ὑπὲρ τῶν δεσποτῶν, ὧν ἐν τῇ δεσποτείᾳ ὑπῆρχον, ἀλλ᾽ οὐδὲ ὑπὲρ ἐκείνων, ὧν πρότερον ἦσαν, δύνασθαι ἐρωτᾶσθαι ὡμολόγηται.
140
pr.Δοῦλος κατὰ δεσπότου οὐ βασανίζεται, εἰ μὴ μόνον ἐπὶ τῷ περὶ μοιχείας καὶ ἐπὶ τῆς βλάβης τῶν κίνσων καὶ καθοσιώσεως. ἐὰν δὲ πρὸς οἷς ὁ δοῦλος κατέθετο κατὰ τοῦ δεσπότου ὦσι καὶ ἕτεραι ἀποδείξεις, οὐ δυνάμεθα τὰς ἄλλας διαβάλλειν ἐξ ὧν ὁ δοῦλος κατέθετο. ἐν δὲ ταῖς χρηματικαῖς δίκαις οὐδὲ ἐνώπιον ἀποδείξεων χρὴ τοὺς δούλους κατὰ τῶν δεσποτῶν ἐρωτᾶσθαι.
141
pr.Καὶ ἡ Ϛ΄ νεαρά φησι, μὴ δέχεσθαι τὸν τῇ ἀληθείᾳ ὄντα δοῦλον ἐν μαρτυρίᾳ καθόλου.
142
pr.Ἐὰν ὁ μαρτυρῶν λέγηται εἶναι δοῦλος, ἑαυτὸν δὲ φῇ οὗτος εἶναι ἐλεύθερον, ἂν μὲν ἐκ γενετῆς ᾖ δοῦλος καὶ μαρτυρήσῃ, ἐκβάλλεται διὰ τῆς παραγραφῆς· εἰ δ᾽ ἀπελεύθερος εἴη, δεικνύτω τὴν ἐλευθερίαν αὐτοῦ, ἢ ὀμνύτω ὡς οὐκ ἔχει αὐτὴν ἐν ἑτοίμῳ· καὶ ἂν μαρτυρήσας μὴ δείξῃ μετὰ ταῦτα τὴν οἰκείαν ἐλευθερίαν, οὐκ ἐστι λοιπὸν προσδεκτέος.
143
pr.Ὁ μὴ ἐναχθεὶς περὶ τῆς ἰδίας καταστάσεως καλῶς μαρτυρεῖ ἐν διαθήκῃ.
144
pr.Εἰ ὡς δοῦλος διαβάλλεται ὁ μάρτυς, λέγει δὲ εὐγε νὴς εἶναι, δεχέσθω τούτου ἡ μαρτυρία παραγραφῆς ὑποκειμένης. εἰ δ᾽ ἀπελεύθερος εἶναί φησι, τοῦτο αὐτίκα δεικνύτω ἢ ὀμνύτω μὴ δυνάμενος τοῦτο προχείρως δεῖξαι· καὶ τῆς μαρτυρίας αὐτοῦ ἀναλαμβανομένης τοῖς πραττομένοις μὴ ἄλλως αὐτὴν προσδεχέσθω ὁ δικαστής, ἂν μὴ πρότερον συστῇ ἡ ἐλευθερίας.
145
pr.Ἐάν ' τις τὸν ἴδιον ἀντίδικον περὶ συγγενείας ἀπαιτήσῃ συστάσεις, λέγων αὐτὸν μὴ εἶναι συγγενῆ, καὶ ἐλεγχθείη ψευδόμενος, ταύτην ἀπολαμβανέτω τὴν τιμωρίαν, ἵνα κἂν ταῖς ἀληθείαις ᾖ συγγενής, ἀπολέσῃ τὰ ἐξ ἀδιαθέτου δίκαια τὰ πρὸς ἐκεῖνον ὃν ἀπήτησε τὰς περὶ συγγενείας ἀποδείξεις. μᾶλλον δὲ ἐπειδὴ τοῦτο τὸ προνόμιον εὐκαταφρόνητον ἦν, ἑκάστου λέγοντος ὅτι κἂν μὴ δουλαγωγήσω, οὐ πάντως ἐγὼ μέλλω κληρονομεῖν αὐτὸν· ἴσως γὰρ ἐπὶ διαθήκῃ τελευτᾷ· κελεύει ἡ διάταξις, τὸν ἀπαιτοῦντα γένους σύστασιν τέως πρὸ πάντων ὀμνύναι, ὡς νομίζων μὴ εἶναι συγγενῆ τὸν διάδικον τοῦτο λέγει· καὶ εἰ μὲν ἐπομόσεται, δύναται κληρονομῆσαι. λοιπὸν δὲ μετὰ τὸν τούτου ὅρκον ὀφείλει ὁ τὰς συστάσεις ἀπαιτούμενος ταύτας παρασχεῖν. χρεία δὲ ἐν τῇ ἀποδείξει μαρτύρων ε΄, ἐὰν μὴ ὦσι δικαιώματα πρὸς σύστασιν ἐπιτήδεια· εἰ δ᾽ εἰσὶ δικαιώματα, ἀρκούμεθα γ΄ μάρτυσιν· εἰ δὲ τὸ δικαίωμα τοιοῦτόν ἐστιν, ὥστε ἀντὶ πάντων ἀρκεῖν, ἴσως γὰρ ὑπόμνημα δημόσιον ἦν, τότε οὐδὲ δεόμεθα μαρτύρων.
146
pr.Ἐάν τις ἐν ὑπομνήμασι καὶ ἐν συμβολαίῳ προσμαρτυρήσῃ (ἢ ὑπογράψῃ), ἀνάγκην ἐχέτω πᾶσι τρόποις, καὶ δίκης ἐπὶ τῷ πράγματι κινουμένης μαρτυρῆσαι, κἂν ἕτερον φόρον ἐπιγράφηται. ἂν γὰρ τοῦτο μὴ εἴπωμεν, βλάπτεται ὁ δεηθεὶς τῆς αὐτοῦ μαρτυρίας.
147
pr.Ὁ ἀρνούμενος τὸν ἴδιον συγγενῆ οὐ κληρονομεῖ αὐτὸν ἐξ ἀδιαθέτου.
148
pr.Μὴ ὀφείλειν τινὰ ἀρνεῖσθαι τὴν ἰδίαν γονήν. ἀρκείτωσαν δὲ πρὸς ἀπόδειξιν ε΄ μάρτυρες μὴ ὄντων ἐγγράφων. εἰ δ᾽ ἐστὶν ἔγγραφον ἤτοι συμβόλαιον, γ΄ μόνοι ἀρκοῦσι μάρτυρες. εἰ δὲ εὔπιστον τὸ συμβόλαιόν ἐστι καὶ οὐδὲ χρεία μαρτύρων ἐπ᾿ αὐτῷ, δεκτόν ἐστιν.
149
pr.Οὔτε ὁ ἐπίτροπος πιστεύεται ἀγνοεῖν τοῦ παρ᾿ αὐτοῦ ἐπιτροπευθέντος τὴν ἡλικίαν, οὔτε ὁ ἐγγίζων τινὶ κατὰ συγγένειαν. τοῦτο δὲ συντείνει ἐπὶ τῶν ἀποπροσποιουμένων [μὴ] εἰδέναι ὅπερ ὤφειλον εἰδέναι. ἡ δὲ αἰτία τοῦ ὅρκου αὕτη. κατὰ τοῦτο εἶπεν ἡ διάταξις τὸν ἐναγόμενὸν πρῶτον ὀμνύναι τὸν περὶ εἰδήσεως ὅρκον, ἵνα ὕστερον δύνηταί κληρονομεῖν τὸν ἐνάγοντα ἀδιάθετον τελευτήσαντα. ἐκ τούτου γοῦν ἔξεστιν εἰπεῖν, ὅτι εἰ ὁ ἐνάγων ἔχει παῖδας ἢ ἑτέρους συγγενεῖς πλησιεστέρους δυναμένους. κληρονομεῖν τοῦτον ἐξ ἀδιαθέτου, οὐκ ἀπαιτηθήσεται τὸν ὅρκον ὁ ἐναγόμενος. τούτου δὲ οὕτω μὴ ἔχοντος, ὁμολογουμένως τοῦτον ἀπαιτηθήσεται, κἂν τοιαῦτα πρόσωπα ὦσι, κἂν τῇ κληρονομίᾳ ἀποτάσσηται. ὁ γὰρ νόμος ζητεῖ ἐξ αὐτοῦ τὸν ὅρκον διὰ τὸ συκοφαντικῇ προαιρέσει ὑπονοεῖν αὐτὸν τοῦτο ποιεῖν.
150
pr.Καὶ πάλιν λέγει περί τινος θείου ἐπιτροπεύσαντος ἰδίας ἀνεψιᾶς, μὴ πιστεύεσθαι διά τε τὴν ἐπιτροπὴν καὶ τὴν τῆς συγγενείας ἐγγύτητα ἀγνοεῖν τὴν ἡλικίαν τῆς ἐπιτροπευθείσης. εἰ δὲ προκομίζει δικαίωμα γ΄ μαρτύρων ἔχον ὑπογραφὰς ὁ τὰς συστάσεις τοῦ γένους ἀπαιτούμενος, ἀρκούμεθα τοῖς ἐν τῷ συμβολαίῳ ἀναταττομένοις γ΄ μάρτυσι, [μὴ ἀπαιτοῦντες σὺν τοῖς ἐν τῷ συμβολαίῳ ἀναταττομένοις μάρτυσι] καὶ ἑτέρους γ΄ ἔξωθεν παράγεσθαι.
151
pr.Ὁ κῆνσος καὶ τὰ δημόσια ὑπομνήματα ἐπικρατέστερα τῶν μαρτύρων εἰσὶν, οἷον ἰσοκώδηξ ἢ μάτρηξ ἢ δικαστηρίου πρακτικόν.
152
pr.Εἴ τις ἐν πόλει ἢ προαστείοις αὐτῆς ὢν μαρτυρίας ἐγγράφους ἔνεμέ τινι, εἰ μὲν ἐπὶ καταθέσεως τοῦτο πεποίηκε, μεταστελλέσθω ἀζημίως καὶ τὴν οἰκείαν βεβαιούτω μαρτυρίαν· εἰ δὲ μὴ, πάντων δεινότατα πείσεται ὁ τῇ ἐκείνου πιστεύσας μαρτυρίᾳ.
153
pr.Ὁ ὑπογράψας ἐν οἱῳδήποτε συμβολαίῳ ἀναγκάζεται ἃ οἶδε περὶ τῆς ἰδίας ὑπογραφῆς λέγειν, καὶ εἰ φαίνεται, ὅτι αὐτοῦ ἐστιν ἡ ὑπογραφή, δεχόμεθα αὐτήν· ἂν δὲ εἴπῃ μὴ εἶναι αὐτοῦ, τιμωρούμεθα τὸν αὐτὴν ὑπὲρ αὑτοῦ προφέροντα, ἀπειλοῦντες αὐτῷ ἔκπτωσιν τῆς δίκης.
154
pr.Οἱ ὑπογράψαντες ἔν τινι συμβολαίῳ καὶ μὴ θέλοντες μαρτυροῦσι μετὰ τὸ ὑπογράψαι.
155
pr.Οἱ φρόνιμοι τῶν ἀνθρώπων ἀεὶ τὰς μαρτυρίας τῶν παρόντων τοῖς γινομένοις λαμβάνουσιν ἐγγράφως, ὡσὰν μὴ συμβῇ μετὰ ταῦτα ὑποφθαρῆναι τοὺς μάρτυρας παρὰ τῶν διαδίκων ἢ ἐπιλήσμονας γενέσθαι τῶν γενομένων.
156
pr.Κελεύει ἡ διάταξις, οὐ μόνον ἐν ταῖς ἐγκληματικαῖς δίκαις ἀλλὰ καὶ ἐν ταῖς χρηματικαῖς ἕκαστον ἀναγκάζεσθαι μαρτυρεῖν μεθ᾽ ὅρκου ἅπερ ἐπίσταται, ἢ ὀμνύειν ὡς οὐκ ἐπίσταται, ὑπεξῃρημένων τῶν προσώπων τῶν ἀπὸ νόμου κωλυομένων μαρτυρεῖν. καὶ εἰ μὲν ἐνδημοῦσιν ἐν τῇ βασιλίδι, δι᾽ οἰκείας φωνῆς μαρτυρεῖν· εἰ δὲ ἀπολιμπάνονται, στέλλεσθαι τοὺς τῶν μερῶν ἐντολέας, ἐφ᾽ ᾧ καταθέσθαι ἅπερ ἐπίστανται ἢ ἐπομόσασθαι ἅπερ ἀγνοοῦσι, δηλονότι καὶ ἐπὶ τῆς ἐν ὑπομνήμασι μαρτυρίας τῶν αὐτῶν προσώπων ὑπεξῃρημένων (ἤγουν τῶν ἀπὸ τοῦ νόμου κωλυομένων). πάσας δὲ τὰς ἐπὶ τούτοις διαλαλιὰς καὶ τὰς παραγωγὰς ἀζημίους εἶναι τοῖς μάρτυσιν '.
157
pr.Οὐκ ἀναγκάζεταί τις μαρτυρεῖν ἐν διαθήκῃ, ἀλλὰ προσκαλεῖται ὁ θέλων τοῦτο ποιεῖν.
158
pr.Αναγκάζονται· καὶ ἐπὶ χρηματικῶν καὶ ἐπὶ ἐγκληματικῶν μαρτυρεῖν· οὐ πάντοτε δὲ, ἀλλ᾽ ἐπὶ τῶν περιστατικῶν, ὡς ὅταν ἐκ τῶν μεγίστων ἀρχόντων ἔχῃ τὶς δίκαιον κατὰ ἀνδρὸς πολὺ ὑποβεβηκότος, καὶ τοῦ ἄρχοντος τὴν δυναστείαν δεδιότες οἱ μάρτυρες ἀναποδίζωσι πρὸς τὴν μαρτυρίαν. τότε γὰρ ὁ δικάζων ἀναγκάζει αὐτοὺς μαρτυρῆσαι ἃ ἐπίστανται, ἢ ὀμόσαι ὡς οὐκ ἐπίστανται. ἐπεὶ οὐ δυνατὸν λέγειν καθόλου, καὶ ἐπὶ τῶν ἐγκληματικῶν μαρτυρεῖν ἄκοντας· εὑρίσκεται γὰρ ὁ κατήγορος κατὰ πολὺ πλεονεκτῶν τοῦ φεύγοντος, εἴγε οὗτος μὲν ἄκοντας παράγει μάρτυρας, ὁ δὲ ἐναπόκλειστος ὢν τοῦτο οὐ δύναται ποιεῖν, καὶ οἴχεται ὁ κανὼν ὁ λέγων· θάλπονται οἱ ἐναγόμενοι. ὅπερ ὁ νόμος οὐ βούλεται, ἀλλὰ ῥητῶς οὕτω φησίν· οἱ βουλόμενοι κατηγορεῖν εὐπρεπεῖς ἔχοντες τὰς ἀποδείξεις οὕτω κατηγορείτωσαν. εὐπρεπεῖς δὲ λέγομεν τὰς διὰ μαρτύρων ἢ συμβολαίων. οὐχ ἵνα μετὰ τὴν ἔναρξιν τῆς δίκης ἄκοντας καὶ μὴ βουλομένους τῇ ἰσχύϊ τοῦ δικαστοῦ παράγει μάρτυρας.
159
pr.Ἰστέον, ὅτι ἐπὶ μόνων τῶν χρηματικῶν, ὅτε ἀπολιμπάνονται οἱ μάρτυρες, πέμπονται οἱ τῶν μερῶν ἐντολεῖς πρὸς τοὺς μάρτυρας ἐφ᾽ ᾧ καταθέσθαι ἅπερ οἴδασιν· ἐπὶ δὲ τῶν ἐγκληματικῶν οὔ· αὐτοπροσώπως γὰρ οἱ μάρτυρες ἐρωτῶνται, ὡς προείρηται.
160
pr.Ὁ παράγων μάρτυρας ἔν τινι δίκῃ, ἐὰν ὕστερον ἐν ἑτέρᾳ δίκῃ κατ᾿ αὐτοῦ προφέροιντο, μὴ ἐχέτω ἐξουσίαν παραι τήσασθαι αὐτοὺς, τυχὸν ὡς εὐτελεῖς ἤ τι τοιοῦτον· εἰ μέντοιγε δείκνυσιν ἐν τῷ μεταξὺ ἤ ἔχθραν γενομένην αὐτῷ τοῖς νόμοις δεκτὴν (ἤτοι κεφαλικὴν ἔχθραν, οὐ ψιλὴν ἀμφισβήτησιν) καὶ ποιοῦσαν ὑπόπτους τοὺς μάρτυρας, ἢ πολλάκις ἂν ἐλέγξῃ αὐτοὺς φανερῶς ἐπὶ λήψει χρημάτων ἢ ὑποσχέσει ποιουμένους τὴν μαρτυρίαν, ἐξέστω αὐτῷ παραιτεῖσθαι τοὺς μάρτυρας. εἰ δὲ καὶ δύναται ψευδῆ τὰ παρ᾽ αὐτῶν λεγόμενα δεῖξαι δι᾽ ἀντιπαραστάσεως μαρτύρων, καὶ τοῦτο ποιείτω. τοῦτο γὰρ μόνον εἶπεν ἡ διάταξις, μὴ δύνασθαι αὐτοὺς παραιτήσασθαι, οὐ μὴν ἵνα καὶ πάντως πιστεύσωσι τῇ τούτων φωνῇ '.
161
pr.Οὐ δύνανταί τινες παραγράφεσθαι οὓς ἔφθασαν προσάγοντες ἐν ἄλλῃ δίκῃ ὑπὲρ αὐτῶν μαρτυρήσαντας, εἰ μὴ ἄρα προφανῶς ψευδῆ λέγουσιν ἢ ἐπὶ χρήμασι μαρτυροῦσιν.
162
pr.Καὶ ὁ προκομίσας ὑπὲρ αὑτοῦ ἰδιόγραφον οὐκ ὀφείλει τοῦτο ἐκβάλλειν καὶ παραγράφεσθαι.
163
pr.Διὰ τῆς παρούσης προστάξεως φαίνεται μηδὲν ὑγιῶς λέγων, ὡς ἐν τῇ τοῦ κγ΄ κεφ. ἑρμηνείᾳ λέγει μὴ πιστευόμενος· ὑπὲρ αὐτοῦ γὰρ καὶ κατὰ τοῦ αὐτοῦ οὐ δεχόμεθα λέγειν τὸν αὐτὸν, ὡς νῦν μὲν ἐν τούτῳ τῷ δικαστηρίῳ κατ᾿ αὐτοῦ, νῦν δὲ ἐν ἑτέρῳ ὑπὲρ αὐτοῦ λέγοντα ἤτοι μαρτυρεῖν ἐθέλοντα.
164
pr.Ὁ ἅπαξ ἢ δὶς παραγαγὼν μάρτυρας ἐὰν ἀποτάξηται καὶ διασκέψηται διὰ τῆς ἐκδόσεως τῶν παραγραφῶν τῶν μαρτύρων καὶ μάθῃ τὰς μαρτυρίας, οὐ δύναται οὐδὲ διὰ βασιλικῆς ἀντιγραφῆς ἄλλους παράγειν μάρτυρας.
165
pr.Ἐὰν ἅπαξ τὶς παραγαγὼν μάρτυρας ἢ δὶς ἀποτάξηται, καὶ ἢ ἐκλάβῃ τὰς μαρτυρίας (τὰς ὑπὲρ αὐτοῦ προσαγομένας παρὰ τῶν ἰδίων μαρτύρων) καὶ κατασκέψηται, ἢ τοῦ ἀντιτεταγμένου τοῦτο ποιήσαντος αὐτὸς τὰς παραγραφὰς ἐκλάβοι ἀπὸ τοῦ ἀντιδίκου κἀκεῖθεν μάθοι τὰ μεμαρτυρημένα, οὐχ ἕξει πάντως ἄδειαν οὐδεμιᾷ περαιτέρω χρήσασθαι μαρτύρων παραγωγῇ, οὐδ᾽ ἂν ἡ θεία τούτῳ κέλευσις πορισθείη.
166
pr.Οἱ ἐγγράφως ὁμολογήσαντες χρεωστεῖν οὐκ εὐχερῶς ἀκούονται λέγοντες, ἢ ὅλον τὸ χρέος ἢ μέρος αὐτοῦ καταβεβληκέναι ἀγράφως ἐπὶ μαρτύρων, ἐὰν μὴ ε΄ μάρτυρες ἀξιόπιστοι παρῶσιν ἐν τῇ ἀγράφῳ καταβολῇ (ἐπ᾿ αὐτῷ τούτῳ προσκληθέντες) καὶ ἐνωμότως κατάθωνται, ὡς παρόντων αὐτῶν κατεβλήθη τὸ χρέος ἢ κατάθεσις τῆς καταβολῆς παρὰ τοῦ δανειστοῦ γέγονεν. οὐ γὰρ ἄλλως ἐστὶν εὐπρόσδεκτος ὁ καταβολὴν ἄγραφον λέγων γεγονέναι. εἰδότες οὖν ἅπαντες τοῦ νόμου τὴν δύναμιν μὴ ἄλλως ἢ τὸ πᾶν χρέος καταβαλλέτωσαν ἢ μέρος αὐτοῦ, ἂν μὴ ἔγγραφος αὐτοῖς ἀπόδειξις γένηται ἢ ε΄ μάρτυρες ἀξιόπιστοι μὴ εὐτελεῖς παρῶσι τῇ καταβολῇ ἢ τῇ καταθέσει (καὶ τῇ ὁμολογίᾳ τοῦ δανειστοῦ). εἰ δὲ γέγονε μὲν αὐτοῖς ἀπόδειξις ἔγγραφος, τυχηρᾷ δέ τινι περιστάσει ἢ ἐμπρησμῷ ἢ ναυαγίῳ (ἢ τυχὸν ἐφόδῳ λῃστῶν ἢ καταπτώσει) ή ἄλλως πως ἀπώλετο (ἡ ἔγγραφος ἀπόδειξις), ἐξέστω τότε τοῖς καταβεβληκόσιν ἀποδεικνύειν, ὡς ἀπώλετο ἡ γενομένη αὐτοῖς περὶ τῆς καταβολῆς ἀσφάλεια, καὶ μηδὲν ἀπὸ τῆς τοιαύτης ἀπωλείας ζημιούσθωσαν '.
167
pr.Ἐπειδὴ μὴ πρόσκειται μαρτύρων ἀριθμὸς, ἀρκοῦσι β΄ εἰς ἀπόδειξιν, ὡς εἴρηται.
168
pr.Τὸ κατὰ πόδας διὰ ε΄ μαρτύρων φησὶν ἀποδεικνύειν, καί φησιν ὁ θαλέλαιος, οὐ πάντως ε΄, ἀλλὰ καὶ διὰ β΄. ἔνθα γάρ, φησιν ὁ νόμος, ἀπόδειξις διὰ μαρτύρων, κἂν μὴ εἴπῃ δὲ τὸν ἀριθμὸν, ἀρκοῦσι β΄.
169
pr.Νομίζω, ὅτι ὅτε ἔγγραφόν ἐστι τὸ χρέος καὶ ὁ δανεισάμενος λέγων καταβαλεῖν τοῦτο ἔγγραφον εἰσάγει καταβολὴν ἢ κατάθεσιν, πιστευθήσεται. πρόσχες καὶ γὰρ τῇ διατάξει λεγούσῃ· οἱ ἐγγράφως ὁμολογήσαντες χρεωστεῖν. ὅτε δὲ ἄγραφόν ἐστι τὸ χρέος, οὐ συνορῶ, ὅπως οὐκ ἀκουσθήσεται ὁ χρεώστης δεικνύων δι᾽ ἀγράφων γ΄ μαρτύρων ἢ καταβολὴν ἢ κατάθεσιν τοῦ δανειστοῦ. ὁ γὰρ νόμος ἀεὶ κατὰ σύγκρισιν τὴν πρὸς τὰ ἔγγραφα τὸ ἄγραφον ὑποβιβάζει, καθὼς καὶ ἐκ τῆς παρούσης δείκνυται διατάξεως. ὅτε δὲ ἐπιλείπει τὸ ἔγγραφον, ἡ ἄγραφος ἀπόδειξις πιστευθήσεται.
170
pr.Αρα καὶ ἐπὶ τῆς ἐγγράφου καταθέσεως ε΄ μάρτυρας ὀφείλομεν ζητεῖν, ἢ ἀρκοῦσι οἱ γ΄; πάντως γὰρ ὁ νομοθέτης [ἐπί τε τῆς ἀγράφου] καταβολῆς, ἐπί τε τῆς ἀγράφου καταθέσεως ἐζήτησε καὶ ε΄ μάρτυρας διὰ [τὸ μὴ κατὰ τῶν] ἐγγράφων ἰσχύειν τὰ ἄγραφα. ὅτε δὲ καὶ τὸ χρέος ἔγγραφόν ἐστι καὶ ἡ τῆς καταβολῆς κατάθεσις ἔγγραφος, οὐ συνορῶ δι ὃν λόγον ἀποδοκιμασθήσεται ἡ διὰ γ΄ μαρτύρων ἔγγραφος κατάθεσις, τοῦ αὐτοῦ δικαίου καὶ τῆς αὐτῆς δυνάμεως οὖσα καὶ μὴ κατά τι πλεονεκτουμένη.
171
pr.Οἱ μαρτυροῦντες περὶ χεῶν ἐγγράφων εἰπάτωσαν, ὡς κἂν τῇ καταβολῇ παρῆσαν, ἐπὶ τούτῳ καὶ οὐκ ἐπ᾽ ἄλλῳ προσκληθέντες οὐδενὶ, δηλονότι ἐὰν ὦσι πέντε τὸν ἀριθμόν '.
172
pr.Σημείωσαι ὅτι γενικῶς ἡ διάταξις ἐφ᾽ οἱουδήποτε χρέους ἐγγράφου λέγει μὴ δέχεσθαι ἀγράφους μάρτυρας, ἂν μὴ ὦσι ε΄ ἐπ᾿ αὐτῷ τούτῳ προσκληθέντες.
173
pr.Οὐ πιστεύονται οἱ ταβουλλάριοι λέγοντες ἐν ἐκμαρτυρίῳ κατατίθεσθαι καὶ ὁμολογεῖν τινα χρεώστην, ἐὰν ἐκεῖνος οἶδε γράμματα καὶ οὐχ ὑπέγραψε δηλονότι, ἢ ἰδιόχειρον οὐκ ἐξέθετο, εἰ μὴ ἄρα ἐπὶ μαρτύρων ε΄ νομίμως κατέθετο. καὶ σημείωσαι αὐτὸ, ὅτι ἐὰν ὁ λέγων χρεωστεῖν ὑπέγραψεν ἐν τῷ ἐκμαρτυρίῳ ἢ ἰδιόχειρον ἐξέθετο ἢ ὡμολόγησεν ἐπὶ μαρτύρων, κατέχεται, κἂν γράμματα οἶδεν. ἐὰν γὰρ ἀγράμματος ᾖ, ἔρῥωται τηνικαῦτα τὸ παρὰ τοῦ ταβουλλαρίου γενόμενον ἐκμαρτύριον κατὰ τὴν ἐνταῦθα λεχθεῖσαν ἀντιδιαστολὴν, ἐὰν μέντοι ἔχῃ γ΄ μαρτύρων ὑπογραφὰς τὸ ἐκμαρτύριον κατὰ τὰ ἑξῆς λεχθησόμενα· δεκτέα ἐστὶ τὰ ἐκμαρτύρια, ἐὰν ἔχωσι καταθέσεις καὶ ὑπογραφὰς γ΄ μαρτύρων.
174
pr.Σημείωσαι οὖν διὰ τὸ ἀδιστάκτως εἰρημένον ἐν τῷ δ΄ βι. τοῦ κώδ. τί. κ΄ διατ. δ΄, ὅτι οὐκ ἐστι δεκτέα τὰ ἐκμαρτύρια καθ᾽ ἑαυτά, ὅτε οἱ μάρτυρες ἑαυτοῖς ἐναντιοῦνται ἢ ἄλλοις μάρτυσι· τότε γὰρ δεχέσθω ὁ δικάζων τοὺς ἐξ αὐτῶν ἀξιοπιστοτέρους καὶ κολαζέτω τοὺς ὑπόπτους, εἴπερ ἐξεπίτηδες φανεῖεν κακουργοῦντες.
175
pr.Οἱ δωροδοκηθέντες καὶ ἐξεπίτηδες ἑαυτοῖς ἐναντιούμενοι μὴ δεχθήτωσαν εἰς μαρτυρίαν διὰ τὸ αὐτῶν παλίμβολον.
176
pr.Διαπίπτει παντελῶς ἡ μαρτυρία, ὅταν ἑαυτοῖς ἢ ἀλλήλοις ἐναντιῶνται οἱ μάρτυρες· ἀλλὰ τὰ παρὰ τῶν πλειόνων ὅμως καὶ ἀξιοπιστοτέρων ἐπικρατεῖ.
177
pr.Οὐ πάντως δὲ πιστεύονται οἱ πλείονες, ἀλλ᾽ ὅτε λέγουσι συμβαίνοντα τῇ φύσει τοῦ πράγματος.
178
pr.Ὅτι ἐν ἐκμαρτυρίῳ δόντες τὰς ἑαυτῶν φωνὰς καὶ διὰ τούτου ἀναγκαζόμενοι καὶ ἐν δικαστηρίῳ μαρτυρεῖν, ἐξεπίτηδες διὰ τὸ μὴ μαρτυρῆσαι ἐναντία τοῖς ἐν τῷ ἐκμαρτυρίῳ λέγουσιν, οὐκ εἰσιν ἄξιοι πιστεύεσθαι διὰ τοῦτο.
179
pr.Οὔκ εἰσι πιστεύεσθαι δίκαιοι οἱ λέγοντες, ὅτι ἤκου σαν τοῦδε χρεωστεῖν τῷδε, ἢ τοῦδε καταβαλεῖν τῷδε χρυσίον, ἢ τοῦδε λαβεῖν χρυσίον παρὰ τοῦδε, κἂν ταβουλλάριοι ὦσιν οἱ ταῦτα μαρτυροῦντες.
180
pr.Ὁ ἀπολαμβάνων τὶ ἢ κατατιθέμενος, ἐὰν οἶδε γράμματα, ἐγγράφως τὴν οἰκείαν γνώμην ποιεῖν ὀφείλει· εἰ δ᾽ οὖν, ὀφείλει ε΄ μάρτυρας προσκαλεῖσθαι.
181
pr.Σημείωσαι δὲ, ὅτι οἱ εἰδότες γράμματα συναλλάττοντες ἐγγράφως ὀφείλουσιν ὑπογράφειν, ἵνα τὸ συμβόλαιον ᾖ αὐτόπιστον.
182
pr.Εἰ καὶ μὴ κεκώλυται ῥητῶς ὑπὸ νόμου μαρτυρεῖν ἐν δημοσίῳ δικαστηρίῳ τοὺς ἐπὶ συκοφαντίᾳ καταδικασθέντας, ὅμως οὐ τὸ μὴ κεκωλυμένον δεῖ προσδέχεσθαι, καὶ ὁ δικαστὴς ἐκείνης τῆς μαρτυρίας ὀφείλει διακρίνειν τὴν πίστιν (βεβαιοῦν, προκρίνειν), ἥτις παρὰ ἀνθρώπου ἀμέμπτου (ἐντίμου, ἀκεραίου, ἀνυβρίστου, ἀσκώπτου) λέγεται.
183
pr.Ὁ ἑρμαφρόδιτος, εἰ τὰ ἀῤῥένων ἐπικρατεῖ ἐν αὐτῷ, μαρτυρεῖ ἐν διαθήκῃ.
184
pr.Αρα δύναται ὁ ἑρμαφρόδιτος ἐν διαθήκῃ μαρτυρεῖν; λέγει ὁ παπιανὸς, ὅτι ἡ ποιότης τῆς πυρουμένης φύσεως τέμνει τὴν ζήτησιν. εἰ μὲν γὰρ εἰς τὸ δέχεσθαι ἄνδρας ἐκπεπύρωται, οὐ μαρτυρεῖ· εἰ δὲ εἰς τὸ μᾶλλον γυναικὶ χρῆσθαι, μαρτυρεῖ. διὰ τοῦτο δὲ τῆς γυναικείας φύσεως ἐπικρατεστέρας εὑρισκομένης ἐν αὐτῷ μαρτυρεῖν ἐν διαθήκη κεκώλυται, ἐπειδὴ γυνὴ ἐν διαθήκῃ οὐ δύναται μαρτυρεῖν· ἐν ἀποδείξει δὲ μαρτυρεῖ, ἀλλ᾽ οὐδὲ πάλιν εἰ μὴ ἐν βαλανείῳ καὶ τόκῳ.
185
pr.Δύναται ὁ ἑρμαφρόδιτος γράφειν κυοφορούμενον κληρονόμον, εἰ ἐπικρατεῖ ἐν αὐτῷ τὰ ἀνδρῶν.
186
pr.Βι. λε΄ τί. α΄ κεφ. κ΄, ὅτι κληρονόμος οὐ δύναται μαρτυρεῖν ἐν διαθήκῃ· ὁ δὲ ληγατάριος καὶ ὁ γινόμενος ἐπίτροπος δύναται, εἰ μὴ ἑτέρως κωλύεται, τυχὸν ἄνηβος ὢν, ἢ καὶ ὑπεξούσιος τοῦ διαθεμένου. σημείωσαι δὲ ἐκ τούτου, ὅτι εἰ ἔφηβός ἐστιν, ἀπὸ τῆς ἀντιδιαστολῆς μαρτυρεῖ. ὁ γὰρ ὢν ἦττον τῶν κε΄ ἐνιαυτῶν οὐ γίνεται ἐπίτροπος.
187
pr.Οὐ μαρτυρεῖ τελώνης (ἢ ὁ κομμερκιάριος ἤγουν ὁ τὰ δημόσια εἰσπράττων), οὔτε ὁ ἐπίτηδες διὰ τὸ μὴ μαρτυρῆσαι ἀπὼν, οὔτε ὁ τὴν στρατιωτικὴν ἀποτροφὴν ἐκλαβὼν, οὔτε ἄνηβος.
188
pr.Γυναῖκες, κἂν ἐπὶ σεμνότητι καὶ εὐσεβείᾳ γνωρίζωνται, ἐπὶ μὲν ἄλλοις κεφαλαίοις οὐ μαρτυροῦσιν, αἷς ἀπείρηται μηδὲ διδάσκειν ἀλλ᾽ ἐν τῇ τῶν ἀκροωμένων τάξει καθεστάναι· ἐπὶ μέντοιγε τοκετοῦ αἱ τὸν εἰρημένον τῆς σεμνότητος τρόπον φυλάττουσαι δύνανται μαρτυρεῖν.
189
pr.Ἡ γυνὴ ἐν διαθήκῃ οὐ μαρτυρεῖ· ἐν ἄλλοις δὲ μαρτυρίαν νέμει, ἐν οἷς οἱ ἄνδρες οὐ προσκαλοῦνται.
190
pr.Ἡ μὲν νεαρὰ τοῦ βασιλέως κυροῦ λέοντος τοῦ σοφοῦ ἐπίσης τῷ παρόντι διατάγματι κωλύει τὰς γυναῖκας ἐπὶ συμφώνοις καὶ συναλλάγμασι μαρτυρεῖν· ἐπὶ δὲ τοκετῶν καὶ ἑτέρων ἃ μόνη θήλεια ὄψις ὁρᾷ, οὐ μὴ δὲ καὶ ὀφθαλμοὶ ἀῤῥένων, ἐπιτρέπει ταύταις τὴν μαρτυρίαν. πλὴν ἂν μὴ καταδικασθῇ ἐπὶ μοιχείᾳ.
191
pr.Οἱ ἄρχοντες ἑκάστου τόπου μαρτυροῦσιν ἐν διαθήκαις, καὶ παρασκευάζουσι καὶ ἄλλους μαρτυρεῖν ἐν διαθήκαις.
192
pr.Χρὴ τὸν ἄρχοντα φροντίζειν τοῦ εὐπορῆσαι μαρτύρων τοὺς διατιθεμένους, καὶ εἰ δεήσει καὶ αὐτὸν μαρτυρεῖν. καὶ σημείωσαι, ὅτι καὶ ὁ ἄρχων ἐν τῇ διαθήκῃ δύναται μαρτυρεῖν, καὶ ὅτι οὐκ ἀνάγκη τὸν αὐτὸν μαρτυρεῖν καὶ χρηματίζειν ἤγουν δικάζειν.
193
pr.Τοῦ πράγματος ἀπαιτοῦντος καὶ ἄρχοντες μαρτυροῦσιν, εἰ πάρεισι, καὶ πραίτωρ ἐπὶ τοῦ περὶ μοιχείας ἐγκλί – ματος.
194
pr.Ἐὰν ἄκοντες ἐπισχεθῶσιν οἱ μάρτυρες, οὐκ ἔῤῥωται ἡ διαθήκη. ὃ δεῖ νοεῖν ἐπὶ ἰδιωτῶν ἐπισχόντων.
195
pr.Αἱ οἰκειακαὶ μαρτυρίαι οὔκ εἰσι δεκταί.
196
pr.Οἰκειακὰς μαρτυρίας οἱ νόμοι οὐ δέχονται. ὁμοίως ἔγνως ἐπὶ συμβολαίου ἐν [τῇ] ε΄ διατ. ἀνάγνωθι καὶ τὴν ι διάτ. λέγουσαν, μὴ δύνασθαί τινα οἰκείῳ φάκτῳ μαρτυρεῖν. ἐπὶ δὲ ἀλλοτρίῳ φάκτῳ δεκτή ἐστιν ἡ οἰκειακὴ μαρτυρία. οὕτω νόει τὸ εἰρημένον ἐνταῦθα.
197
pr.Ἐάν τις ἑνὸς ἀνθρώπου κατάθεσιν ἐν ἐκσφραγίσματι προσφέρῃ, οὔκ ἐστι δεκτὴ ἡ τοιαύτη μαρτυρία.
198
pr.Τὸ ἐκμαρτύριον καθ᾽ ἑαυτὸ οὐ δεκτόν ἐστι· καλῶς εἶπε καθ᾽ ἑαυτό· διαστίζει γὰρ ἡ ς΄ νεαρὰ, ὡς ἐὰν σχῇ γ΄ μαρτύρων κατάθεσιν καὶ ὑπογραφὴν τὸ ἐκμαρτύριον, ἔῤῥωται.
199
pr.Μόνον ἑνὸς ἀνθρώπου μαρτυρίαν προσφερομένην, καὶ μὴ ἄλλοις νομίμοις βοηθήμασι τῆς αἰτίας ἀποδεικνυμένης, μηδεμιᾶς εἶναι ῥοπῆς ὡμολογημένον ἐστίν.
200
pr.Ὁ ἕνα μόνον ἔχων μάρτυρα οὐ δεόντως ἐπιζητεῖ πρὸς ἀπόδειξιν τῶν παρ᾿ αὐτοῦ προτεθέντων ἐξετασθῆναι δοῦλον, κἂν ἀλλότριος ᾖ· καὶ βασανισθέντος δὲ τούτου οὐδὲν ὠφελεῖται αὐτός.
201
pr.Καὶ σημείωσαι, ἐπ᾽ ἐκείνων μόνων ἀρκεῖν καὶ ἕνα μάρτυρα, ἤγουν ἐπὶ τῶν ἀρνουμένων τὴν ἰδίαν χεῖρα καὶ τὰ ἑαυτῶν γράμματὰ· ἐπ᾿ ἐκείνων γὰρ καὶ εἷς συμβολαιογράφος ἀρκεῖ πρὸς μαρτυρίαν.
202
pr.Ἔτι σημείωσαι, ὅτι ἡ ἐν ἐκσφραγίσματι μαρτυρία ἑνὸς ἀνθρώπου οὐκ εἰς ῥοπὴν ὠφελεῖ· ὑπέξελε τὸν ἀργυροπράτην· οὗτος γὰρ ἐκ. ἀπὸ τῶν οἰκείων βρεβείων πιστεύεται εἷς ὤν.
203
pr.Ὅτι καὶ εἷς μάρτυς δέχεται, ὡς ὅτε προφέρει ὁ ἐμφυτευτὴς τὸν κανόνα καὶ ὁ δεσπότης ἀναβάλλεται τοῦτον λαβεῖν.
204
pr.Ἡ τοῦ ἑνὸς μαρτυρία ἀποδοκιμάζεται. εἰ δέ ἐστι καὶ ἄλλη βοήθεια ἤτοι μαρτυρία ἢ δυνατὸν ἑτέρως δειχθῆναι τὸ ἀληθὲς, δέχεται καὶ ἡ τοιαύτη μαρτυρία κατὰ τὸν κανόνα τὸν λέγοντα· ἑνὸς μαρτυρία οὐκ ἐστι δεκτὴ ἐν οἱᾳδήποτε δίκη, κἂν συγκλητικὸς εἴη.
205
pr.Ἐν τῇ περὶ εὐγενείας δίκῃ οὔκ εἰσι μόνοι δεκτοὶ οἱ προσφερόμενοι μάρτυρες, ἀλλὰ καὶ δικαιωμάτων χρεία πάντως.
206
pr.Ἐὰν ζήτησίς σοι περὶ εὐγενείας γένηται, ἀσφάλισαι τὴν δίκην συμβολαίῳ καὶ ἐλέγχοις ὡς νομίζεις· μόνοι γὰρ μάρτυρες οὐκ ἀρκοῦσιν εἰς τὸν περὶ εὐγενείας λόγον.
207
pr.Ἡ εὐγένεια διὰ συμβολαίου καὶ ἑτέρων ἀποδείξεων ὀφείλει δείκνυσθαι. μόνοι γὰρ μάρτυρες εἰς εὐγενείας ἀπόδειξιν οὐκ ἀρκοῦσιν.
208
pr.Σημείωσαι, ὅτι ἐν τῷ περὶ εὐγενείας δικαστηρίῳ οὐκ ἀρκοῦσι μόνοι μάρτυρες, ἀλλὰ καὶ χρεία δικαιωμάτων.
209
pr.Οἱ ἀνιόντες καὶ οἱ κατιόντες κατ᾿ ἀλλήλων οὐδὲ βουλόμενοι δύνανται μαρτυρῆσαι.
210
pr.Οἱ γονεῖς καὶ τὰ τέκνα κατ᾿ ἀλλήλων λέγοντες μὴ προσδεχέσθωσαν.
211
pr.Λέγουσί τινες, ὅτι οἱ ἀνιόντες καὶ οἱ κατιόντες οὐδὲ βουλόμενοι κατ᾿ ἀλλήλων [δύνανται] μαρτυρεῖν ἐπὶ τῶν ἐγκλημάτων, ἀλλ᾽ ἐπὶ τῶν χρηματικῶν· ὑπὲρ ἐκείνων δὲ μαρτυρεῖν οὐ κεκώλυνται· ὡσαύτως δὲ καὶ οἱ ἀπελεύθεροι. ἄλλοι δὲ λέγουσι, μηδόλως τούτους τοὺς ῥηθέντας ἢ κατ᾿ ἀλλήλων ἢ ὑπὲρ ἀλλήλων μαρτυρεῖν, φάσκοντες, εἰ οἱ κατὰ χάριν ἢ φιλίαν μαρτυροῦντες οὐ δέχονται, πολλῷ μᾶλλον οὗτοι οὐ δεχθήσονται· ἐν ποίοις γὰρ ἄλλοις μάρτυσι πρόληψις φιλίας ἢ χάριτος νοηθήσεται, ἢ ἐν συγγενέσι μαρτυροῦσιν ὑπὲρ ἀλλήλων;
212
pr.Μαρτύρων ἐπὶ αἱρετοῦ δικαστοῦ καταθεμένων, καὶ μετ᾿ ὀλίγον τῆς ὑποθέσεως εἰς ἕτερον δικαστήριον ἐξεταζομένης, ἐγένετο ζήτησις, εἰ δύναται κεχρῆσθαι τῇ τῶν μαρτύρων φωνῇ παρὰ τῷ δευτέρῳ δικαστῇ ἐκεῖνος, ὑπὲρ οὗ γέγονεν ἡ μαρτυρία. ὅθεν ἡ διάταξις αὕτη παρακελεύεται· εἰ μέν τι περὶ τῶν μαρτύρων τοῖς συμφώνοις τοῖς περὶ τοῦ αἱρετοῦ δικαστηρίου ῥητῶς συμπεφώνητο, τοῦτο κρατεῖν· εἰ δὲ μηδὲν περὶ τῶν μαρτύρων συνεφωνήθη, εἰ μὲν ἔτι ζῶσιν οἱ μάρτυρες οἱ παρὰ τῷ αἱρετῷ δικαστῇ καταθέμενοι, καὶ διαβάλλει τὴν τούτων κατάθεσιν ὁ διὰ τῆς φωνῆς αὐτῶν ἀδικούμενος, ἐξέστω τῷ ἑτέρῳ μέρει παράγειν ἐκ δευτέρου τοὺς μάρτυρας, μηδενὸς αὐτοὺς παραγραφομένου ὡς ἤδη πρότερον μαρτυρήσαντας. εἰ δὲ μὴ συγχωρεῖται τοὺς μάρτυρας αὖθις παράγειν, κατάθεσιν αὐτῶν λαμβανέτω, φυλαττομένης πάσης ἐννόμου δικαιολογίας τῷ ἑτέρῳ μέρει κατὰ τῆς [τῶν] μαρτύρων καταθέσεως. εἰ δὲ παρὰ τῷ αἱρετῷ δικαστῇ μαρτυρήσαντες ἐτελεύτησαν, πιστευέσθω ἡ κατάθεσις αὐτῶν ὡς ταῖς ἀληθείαις παρ᾽ αὐτῶν γενομένη. εἰ δέ τινες μὲν ἐξ αὐτῶν εἰσὶν, ἄλλοι δὲ ἐτελεύτησαν, ἐπὶ μὲν τῶν περιόντων ἐχέτω τὴν ἐπιλογὴν καὶ τὴν ἐπίκρισιν ὁ τῇ μαρτυρίᾳ τούτων ἐναντιούμενος, εἴτε αὐτοὺς βούλεται παραχθῆναι εἴτε τὰς αὐτῶν καταθέσεις· ἐπὶ δὲ τῶν τελευτησάντων πιστευέσθωσαν αἱ καταθέσεις αὐτῶν, ἔχοντος αὐτοῦ τοῦ ἀντιδίκου πᾶσαν ἔννομον παραγραφὴν ἀκέραιον κατὰ τῆς αὐτῶν καταθέσεως.
213
pr.Τοῦτο ἦν τὸ ζητούμενον. πολλάκις δύο τινὲς ἠγωνίσαντο παρὰ αἱρετῷ δικαστῇ, καὶ προεφέροντο μάρτυρες, καί τινα ἔλεγον, καὶ ἀνελαμβάνοντο αἱ φωναὶ αὐτῶν ἐν τοῖς ἐγ γράφοις, καὶ ἢ τοῦ αἱρετοῦ δικαστοῦ τελευτήσαντος ἢ τῶν μερῶν κατὰ κοινὴν συναίνεσιν χωρισθέντων ἢ καὶ ἑνὸς αὐτῶν τὸ πρόστιμον καταβαλόντος, συνέβαινε τὴν δίκην κινεῖσθαι ἐν δικαστηρίῳ, καὶ προεφέροντο αἱ ἤδη γενόμεναι τῶν μαρτύρων καταθέσεις, καὶ ὁ ἕτερος οὐκ ἐδέχετο ταύτας λέγων, ὅτι ἅπαξ λυθέντος τοῦ αἱρετοῦ δικαστοῦ πάντα τὰ ἐν αὐτῷ πραχθέντα οὕτως εἰσὶν ὡσανεὶ μηδὲ γενόμενα. περὶ τούτου τοίνυν ἡ διάταξις νομοθετοῦσα λέγει· εἰ μέν εἰσιν ἔτι ζῶντες οἱ μάρτυρες, παραγίνεσθαι αὐτοὺς καὶ μαρτυρεῖν, ἢ ἐὰν μὴ βούληται αὐτοὺς παραγενέσθαι ἐκεῖνος καθ᾽ οὗ ἐμαρτύρησαν, τὰς καταθέσεις αὐτῶν προσενεχθῆναι.
214
pr.Πολλάκις γὰρ συνεφωνήθη, ἵνα τοῦ [προστίμου] προκαταβαλλομένου μηδὲ αἱ μαρτυρίαι προσφέρωνται ἀλλαχοῦ, ἢ τὸ ἐναντίον.
215
pr.Ὅσα ἂν πρὸς φάκτον βλέποντα ἀποδειχθῶσιν ἐπὶ τοῦ αἱρετοῦ δικαστοῦ, ταῦτα ἐν δικαστηρίῳ ἀποδείξεων οὐ χρῄζουσι, διότι τὰ αὐτὰ εἰσι πρόσωπα τὰ δικαζόμενα.
216
pr.Ἐπειδὴ εἴρηται ἐν τῷ κγ ' κεφ., ὅτι ὁ ἅπαξ κατά τινος μαρτυρήσας οὐ δύναται πάλιν κατ᾿ αὐτοῦ μαρτυρεῖν ὡς νομιζόμενος ἐχθρὸς εἶναι, διὰ τοῦτό φησιν ἡ διάτ., ἐὰν δεύτερον οἱ μάρτυρες καλῶνται, οὐκ ὀφείλει ἀντιτιθέναι αὐτοῖς ὅτι ἅπαξ ἐμαρτύρησαν κατ᾿ αὐτοῦ. μὴ δὲ νόμισαι ἐναντίον τοῦτο εἶναι τῇ πρὸ ταύτης διατάξει, ἔνθα φησὶν, ὅτι οὐ χρὴ δεύτερον κληθῆναι τοὺς μάρτυρας. ἐκεῖ γὰρ ἡ πρώτη κλῆσις ἀπὸ κελεύσεως ἐγένετο δικαστικῆς, καὶ ἡ δευτέρα πάλιν παραγωγὴ εἰ ἐπιτέτραπται, ἀπὸ δικαστικῆς ἐγένετο κελεύσεως. ἐνταῦθα δὲ, ἐπειδὴ κομπρομισσάριος ἦν ὁ δικαστὴς, πρώτη κλῆσις νοεῖται αὐτοῦ ἡ ἐν τῷ δικαστηρίῳ γενομένη· παρὰ γὰρ τῷ κομπρομισσαρίῳ ἑκουσίως παραγένοντο καὶ ἐμαρτύρησαν οὐδενὸς αὐτοὺς ἀναγκάσαντος.
217
pr.Οὐ δύναται λέγειν, ὡς οὐκ εἰσι τῶν μαρτύρων αἱ προσφερόμεναι καταθέσεις, ἀλλ᾽ ὡς τῇ ἀληθείᾳ γενομένας αὐτὰς λέγομεν προσφέρεσθαι. ἐκείνου δὲ ἔργον λοιπόν ἐστι τὸ εἴ τινα δίκαιον λόγον νομίζοι ἔχειν, τούτῳ χρήσασθαι κατὰ τῶν μαρτύρων.
218
pr.Παντὸς δικαίου νομίμου, ὅπερ ἁρμόζει τούτῳ καθ ' οὗ προφέρονται, καθάπερ εἰρήκαμεν, ἀκεραίου φυλαττομένου κατὰ τούτων τῶν καταθέσεων, ἐὰν αἱ καταθέσεις προσφέρωνται, [καὶ] κατὰ τῶν μαρτύρων, ἐὰν οἱ μάρτυρες παραγένωνται '.
219
pr.Ἐὰν τοιοῦτόν ἐστι τὸ πρᾶγμα (περιστατικὸν, οἷον ἐν ὄρει), ὥστε δέξασθαι μαρτυροῦντα κυνηγὸν ἢ τοὺς ὁμοίους, χωρὶς βασάνων οὐ πιστεύεται.
220
pr.Κυνηγὸν λέγει τὸν ἐπὶ τῷ θηριομαχῆσαι μισθούμενον. τότε δὲ, ἡνίκα οὐ δυνατὸν εὑρεθῆναί τινα, τουτέστιν ἢ ἐν ὄρεσιν ἢ ἐρήμοις τόποις. οἱ γὰρ κυνηγοὶ καὶ οἱ όμοιοι τούτοις ὡς ἄτιμοι ὄντες (κυνηγοὺς γὰρ τοὺς θηριομάχους νόησον) καὶ δίχα τιμωριῶν οὐκ εἰσι δεκτοὶ εἰς τὸ μαρτυρῆσαι.
221
pr.Ὁ δωρολήπτης οὔτε ἐπὶ τῶν ἐν συστάσει οὔτε ἐπὶ τῶν ἐν ἀποδείξει, τουτέστιν οὔτε ἐν δικαστηρίῳ, δύναται μαρτυρεῖν, ἀλλ᾽ οὐδὲ διαθέσθαι.
222
pr.Αδόκιμος οὐ μαρτυρεῖ ἐν διαθήκῃ· ἀδόκιμος δέ ἐστιν ὁ κληθεὶς ἐπὶ τῷ ὑπογράψαι ἐν διαθήκῃ καὶ μὴ ἐλθὼν, ἢ ὑπογράψας καὶ σφραγίσας καὶ μὴ θελήσας μαρτυρῆσαι· καὶ ὁ καταδικασθεὶς εἰς ᾠδὴν ἀθέμιτον.
223
pr.Ὁ ἐγκληματικῶς κατηγορήσας κατά τινος οὐ δύναται κατ᾿ αὐτοῦ μαρτυρεῖν. ὁ γὰρ χρηματικῶς τινα αἰτιασάμενος οὐ κωλύεται [μὲν] μαρτυρεῖν κατ᾿ αὐτοῦ, πλὴν ὑπούσης εὐλόγου αἰτίας κωλύεται μαρτυρεῖν.
224
pr.Σημείωσαι, ὅτι ἡ ἐν δικαστηρίῳ κατάθεσις ἀναμφισβήτητός ἐστι, καὶ μάλιστα ἐν διαθήκαις. καὶ οἱ προσκαλούμενοι μάρτυρες ἀπαιτοῦνται τὸν διατιθέμενον γνωρίζειν.
225
pr.Σημείωσαι, ὅτι τὸ ἐκμαρτύριον μὴ ἔχον ὑπογραφὰς τῶν μαρτύρων οὔκ ἐστι δεκτόν.
226
pr.Εἰ συκοφαντοῖτο παρά τινός τις ὡς χρέος ὀφείλων αὐτῷ, ἕτερον δὲ ὅμοιον κατὰ τὸ εἶδος εὑρὼν ὁ ἐνάγων τῷ συκοφαντουμένῳ, ἐνώπιόν τινων μαρτύρων ἐρωτήσας ὁ ἀπαιτῶν ὡς παρασχεῖν μοι βούλει νομίσματα· τοῦ δὲ καταθεμένου καὶ τῶν μαρτύρων βεβαιωσάντων τὴν κατάθεσιν πρὸς τὸν ἀληθῶς συκοφαντούμενον, ὥρμησε κινῶν λαβεῖν τὰ χρήματα· ὁ δὲ ἀπηγόρευεν· οἱ δὲ μάρτυρες συνήνουν πλανώμενοι τῇ ὄψει, ὅπερ ὕστερον οὐ διέλαθε τοῦ θεοῦ τὰ τοιαῦτα μέχρι παντὸς οὐ συγχωροῦντος κατακρύπτεσθαι.
227
pr.Τῶν αἱρετικῶν οἱ μὲν μανιχαῖοι καὶ οἱ βορβορῖται ἢ ἕλληνες ἢ σαμαρεῖται ἢ μουντανισταὶ ἢ τοσκοδρουγῖται ἢ ὀφῖται ἢ ἰουδαῖοι ἐν μηδενὶ (δικαστηρίῳ ἢ συναλλάγματι ἢ ἁμαρτήματι ἢ ἐγκλήματι, μήτε κατὰ χριστιανῶν μήτε κατὰ ὁμοδόξων) μαρτυρείτωσαν. οἱ δὲ λοιποὶ πάντες αἱρετικοὶ ἐν δικαστηρίῳ μὲν ὀρθόδοξον ἔχοντες ἀντίδικον μὴ δεχέσθωσαν· ἐν δὲ τοῖς λοιποῖς πᾶσι συναλλάγμασιν ἢ διαθήκαις ἢ δικαστηρίοις αἱρετικοὺς ἔχουσιν ἀντιδίκους ἀδιστάκτως μαρτυρείτωσαν τοῦ πλάτους χάριν τῶν ἀποδείξεων (ἤγουν ἵνα μὴ ἡ τῶν ἀποδείξεων περιουσία στενοχωρηθῇ).
228
pr.Θεσπίζομεν, κατὰ ὀρθοδόξων δικαζομένων μηδένα τῶν αἱρετικῶν ἢ τῶν ἰουδαίων εἰς μαρτυρίαν κοινωνίας· ἔρχεσθαι, ἄντε ἑκάτερον μέρος ὀρθόδοξον ἢ ἄντε τὸ ἕν. ἐν ἑαυτοῖς δὲ οἱ αἱρετικοὶ καὶ οἱ ἰουδαῖοι ἐὰν δικάζωνται, συγχωροῦμεν τὸ αἶσχος ἐπίμικτον καὶ ἀξίας κατὰ τῶν δικαζομένων· μαρτυρίας εἰσάγεσθαι, ἐκτὸς δηλαδὴ τῶν μανιχαίων, ὧν καὶ οἱ βορβορίται μέρος τυγχάνουσιν. ἀλλ᾽ οὐδὲ τοῖς ἕλλησιν ἢ σαμαρείταις συγχωροῦμεν μαρτυρεῖν ἢ μοντανισταῖς ἢ τασκοδρουγίταις ἢ ἐφίταις· τούτοις γὰρ πᾶσι νόμιμον μαρτυρίαν ἀποκλείομεν καὶ ἑτέραν νόμιμον ἀναστροφήν. ἄλλοις δὲ αἱρετικοῖς μόνον τὰς δικαστικὰς μαρτυρίας κατὰ ὀρθοδόξων καθὼς διατέτακται βουλόμεθα κεκωλυμένας εἶναι· ἐν δὲ τοῖς λοιποῖς τουτέστι καὶ τὰς κατὰ διαθήκας μαρτυρίας αὐτῶν καὶ τὰς ἐν τελευταίαις βουλήσεσι καὶ ἐν συναλλάγμασιν ὑπαρχούσας διὰ τὴν λυσιτέλειαν τοῦ ἀναγκαίου πράγματος ἀδιστάκτως παραχωροῦμεν, ἵνα μὴ ἡ τῶν ἀποδείξεων περιουσία στενοχωρηθῇ.
229
pr.Πᾶς αἱρετικὸς ἄτιμος ἔστω, οἵ τε ἄλλοι καὶ οἱ ἐναγεῖς μέλιστα καὶ βέβηλοι μανιχαῖοι. ἐκβαλλέσθωσαν δὲ καὶ κώμης ἁπάσης καὶ πόλεως, καὶ τὴν δίαιταν ἐν ἀβάτοις ἐρημίαις ἐχέτωσαν, ἅμα τῷ σαφέστατα καὶ ὁμολογουμένως πατρὶ αὐτῶν καὶ διδασκάλῳ γενομένῳ τῷ διαβόλῳ καὶ δὴ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
230
pr.Καὶ ἐν οἱῳδήποτε τόπῳ φαινόμενοι φονεύονται.
231
pr.Ὁ ἁρπάσας ἰουδαίου πράγματα μὴ θορυβοῦντος ἢ ἕλληνος ἢ ἀβαπτίστου, εἰς τὸ διπλάσιον ἀντιστρεψάτω ταῦτα.
232
pr.Ἐὰν ἐπὶ χρηματικῇ ὑποθέσει ἀκουσίως τὶς ἕλκηται πρὸς μαρτυρίαν, εἰ μὲν αὐτὸς ἑκουσίως ἐγγυητὴν βούλεται δοῦναι τῆς ἑαυτοῦ· παραστάσεως, διδότω· μὴ βουλόμενος δὲ παρασχεῖν ἐγγυητὴν, μὴ ἐμβαλλέσθω δεσμωτηρίῳ, ἀλλ᾽ ἐπομνύτω μόνον ὅτι παραγίνεται. εἰ γὰρ ἐπὶ πάσῃ τῇ δίκῃ πιστεύομεν τῷ ὅρκῳ τοῦ μάρτυρος, πολλῷ μᾶλλον ὑπὲρ τῆς ἑαυτοῦ παρουσίας ὀμνύων ὀφείλει πιστεύεσθαι. ἵνα δὲ μὴ παρεκτείνωνται οἱ μάρτυρες ἐν τοῖς ὑπὲρ τῶν ἄλλοις συμφερόντων δυσχερείαις, μὴ ἀναγκαζέσθωσαν παραφυλάττειν (προσμένειν καὶ προσεδρεύειν) τῷ δικαστηρίῳ εἰ μὴ ἐπὶ μόνας ιε΄ ἡμέρας μετὰ τὴν προσταχθεῖσαν αὐτοῖς ὑπόμνησιν ψηφιζομένας· ἀλλὰ προνοείτωσαν οἱ δικασταὶ δέχεσθαι τὴν διάγνωσιν (τῶν ιε΄ ἡμερῶν), ἐφ᾽ ᾗ χρεία γέγονε τῆς τῶν μαρτύρων καταθέσεως, ἐξουσίαν ἔχοντες καὶ ἀπουσίᾳ θατέρου μέρους δέχεσθαι τοὺς μάρτυρας, μόνον εἰ τὸ ἕτερον μέρος ὑπομνησθὲν παρὰ τῶν ἐκβιβαστῶν τῆς ὑποθέσεως οὐκ ἠθέλησε παραγίνεσθαι. παρατρεχουσῶν δὲ τῶν ιε΄ ἡμερῶν ἀναχωρείτωσαν οἱ μάρτυρες τοῦ δικαστηρίου, καὶ μηκέτι εἰς δευτέραν ἑλκέσθωσαν μαρτυρίαν. εἰ δὲ αὐτὸς ὁ δικάζων ὑπέρθηται τὴν διάγνωσιν ἢ τοὺς μάρτυρας δέξασθαι, οἴκοθεν ἀναπληρούτω τὴν ἐντεῦθεν συμβᾶσαν θατέρῳ τῶν μερῶν ζημίαν.
233
pr.Οἱ καλούμενοι μαρτυρεῖν ἐπὶ χρηματικῇ δίκῃ διδότωσαν ἐγγύας· εἰ δὲ τούτων ἀποροῦσιν, ὀμνύτωσαν ὅτι παραγίνονται ἐπὶ τῷ λέγειν ἃ ἴσασιν.
234
pr.Ἄρα οὖν ἐπὶ τῶν ἐγκληματικῶν οὐδὲν εἴρηται αὐτῇ τῇ διατάξει, ἀλλὰ περὶ μόνων τῶν χρηματικῶν, ἐν οἷς καὶ γέγονεν ἡ καινοτομία εἰς τὸ ἕλκεσθαι τοὺς μάρτυρας καὶ πρὸς ἀνάγκην παρὰ τὸν παλαιὸν νόμον· τὸ γὰρ παλαιὸν οὐδεὶς ἀναγκαζόμενος εἰς χρηματικὴν δίκην ἐμαρτύρει.
235
pr.Οἱ μαρτυροῦντος ἐπὶ χρηματικῇ αἰτίᾳ οὐκ ἀναγκάζονται προσμεῖναι τῷ δικαστηρίῳ πλέον τῶν ιε΄ ἡμερῶν, λαμβάνειν δὲ καθ᾽ ἂς διατρίβουσιν ἡμέρας δαπανήματα παρὰ τῶν προσαγόντων αὐτοὺς κρίσει τοῦ ἄρχοντος.
236
pr.Ἐπὶ τῶν χρηματικῶν ἀναγκάζονται μαρτυρεῖν οἱ γινώσκοντες τὴν ἀλήθειαν, δηλονότι οἱ τοῖς αὐτῶν διάγοντες τόποις· εἰ γὰρ ἐν ἑτέροις διάγουσιν, οὐδὲ ἕλκονται, ὡς εἴρηται ἐν τῇ ις ' διατ. δεῖ οὖν αὐτοὺς ὑπομνησθέντας μὴ παραγενέσθαι, ἵνα τότε δυνηθῇ ὁ δικαστής μονομερῶς τὴν τῶν μαρτύρων δέξασθαι φωνήν.
237
pr.Μᾶλλον μὲν οὖν, εἰ τὸ ἕτερον μέρος πάρεστι καθ ' οὗ προφέρεται ἡ μαρτυρία, οὐκ ὀφείλει ὁ δικαστὴς ἐκείνου τοῦ μέρους παρόντος μόνου δέξασθαι τὴν μαρτυρίαν. συμβαίνει γὰρ πολλάκις, ὅτι ἐγὼ τυχὸν ὁ καλέσας τοὺς μάρτυρας, μαθὼν ἅ μέλλουσι λέγειν, παραιτοῦμαι τὴν αὐτῶν μαρτυρίαν καὶ ἀπολιμπάνομαι '.
238
pr.Θεσπίζομεν καὶ μάλιστα ἐπὶ τῆς μεγάλης ταύτης καὶ εὐδαίμονος πόλεως, ἔνθα πλείστη καθέστηκε (θεὸς δὲ ἡγείσθω τοῦ λόγου) πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν εὐπορία, εὐϋπολήπτους εἶναι δεῖν τοὺς μάρτυρας, καὶ ἢ κρείττους διαβολῆς διὰ τὸ τῆς στρατείας ἢ ἀξίας ἢ εὐπορίας ἢ ἐπιτηδεύσεως ἀναμφισβήτητον, ἢ εἴπερ οὐ τοιοῦτοι καθεστᾶσιν, ὑφ᾽ ἑτέρων γοῦν ὅτι καθεστᾶσιν ἀξιόπιστοι μαρτυρούμενοι, καὶ μή τινας ἐπιδιφρίους μηδὲ χαμερπεῖς μηδὲ τελέως ἀσήμους ἐπὶ μαρτυρίαν ἰέναι, ἀλλὰ τοιούτους, ὥστε εἴπερ ἀμφισβητηθείη τὰ κατ᾿ αὐτοὺς, δύνασθαι ῥᾳδίως ἀποδεικνύναι τὸν βίον (καὶ τρόπον αὐτῶν), ὡς ἄμεμπτοί τε καὶ ἐπιεικεῖς εἶεν (καὶ ἐντεῦθεν ὡμολογουμένως πιστοί). εἰ δὲ ἄγνωστοί τινες εἶεν καὶ πανταχόθεν ἀφανεῖς, καί τι φανεῖεν ὅλως περὶ τὴν μαρτυρίαν τῶν ἀληθῶν διαφθεῖραι σπεύδοντες, δύνασθαι καὶ βασάνοις αὐτοὺς ὑποκεῖσθαι, καὶ τοὺς δικαστὰς, εἰ μὲν ἄρχοντες εἶεν, αὐτοὺς τοῦτο πράττειν, εἰ δὲ ἕτεροι παρὰ τοὺς τὰς ἀρχὰς ἔχοντας, ἐνταῦθα μὲν παραλαμβάνειν τὸν ὑπουργοῦντα τῷ μεγαλοπρεπεστάτῳ πραίτορι τῶν δήμων, κατὰ χώραν δὲ τὸν τῶν τόπων ἔκδικον, καὶ δι᾽ αὐτῶν προσάγειν αὐτοῖς τὴν ἐκ βασάνων πεῖραν, ὅπως ἂν ταύτῃ γοῦν μηδὲν κατακρύψαιεν τῶν ἀληθῶν, ἢ καὶ ἁλοῖεν διὰ ταύτης τῆς ὁδοῦ χρημάτων τὴν μαρτυρίαν ποιούμενοι, ἢ ἄλλως περὶ αὐτὴν κακουργοῦντες.
239
pr.Εἰ δὲ καὶ ἤδη μηδεμίαν ἐπὶ χρέει ἐγγράφῳ ἀγράφου καταβολῆς ἀπόδειξιν διὰ μαρτύρων δέχεσθαι νενομοθετήκαμεν, πλὴν εἰ μὴ κατὰ τὴν ἐκεῖσε ῥηθεῖσαν παρατήρησιν, ἣν δὴ καὶ κρατεῖν βουλόμεθα, ἀλλ᾽ οὖν καὶ νῦν τοῦτο ἀνανεούμεθα. εἰ γὰρ ἔγγραφον εἴη τὸ χρέος, καὶ ἀγράφου καταβολῆς προτείνοιτο παρὰ τῶν δικαζομένων ἡ διὰ τῶν μαρτύρων ἀπόδειξις, τότε δεκτὴν αὐτὴν παρὰ τοῖς δικασταῖς εἶναι, ἡνίκα ἐπ᾿ αὐτῷ τούτῳ προσλαμβάνονται μάρτυρες, ἐφ᾽ ᾧ τῇ γενησομένῃ καταβολῇ ἢ τῇ μνήμῃ τοῦ γεγενῆσθαί τινα καταβολὴν ἤδη, καὶ τοῦτο ὁμολογεῖσθαι παρὰ τοῦ τὰ χρήματα λαβόντος μαρτυρήσαιεν ἄνδρες ἀξιόπιστοι καθεστῶτες, ἢ καὶ ἐν ἐκμαρτυρίοις ἴσως ποιήσαιεν φανερόν. τὰς δὲ ματαίας αὐτὰς καὶ ἐκ τοῦ παρήκοντος γενομένας μαρτυρίας μηδενὶ παντάπασι λόγῳ κρατεῖν, καὶ τοιαύτας τινὰς ἀναπλάττειν μαρτυρίας, ὡς δι᾽ ἄλλην τινὰ χρείαν παρατυχὼν ἀκούσοι τούτου λέγοντος εἰληφέναι χρυσίον παρὰ τοῦδε, ἢ ὀφείλειν τῷδε. αὗται γὰρ σαφῶς ἡμῖν ὕποπτοι καθεστᾶσι καὶ οὐδὲ λόγου ἄξιαι, ὁπότε καὶ τοιοῦτον ἐν τῷ δικάζειν εὕρομεν, ὡς, καίτοι πολλῶν χρημάτων λεγομένων καταβεβλῆσθαι, ταβουλάριοι δύο μόνοι τοῦτο ἔφησαν ἀκηκοέναι, μάρτυρος παρόντος οὐδενὸς, καίτοι τοῦ χρέους ἐγγράφου τυγχάνοντος, καὶ τοῦ κατατιθεμένου δῆθεν γράφειν ἐπισταμένου, καὶ δυναμένου δι᾽ οἰκείων γραμμάτων ταῦτα φανερὰ καταστῆσαι. ὅπερ ἐξ ἐκείνου μισήσαντες ἀφορμὴν τοῦ παρόντος εἰλήφαμεν νόμου.
240
pr.Καὶ αὖθις παρήχθη τὶς ἕτερος τὸ εἶδος ἐοικὼς τῷ συκοφαντουμένῳ, καὶ ἐπὶ μαρτύρων δῆθεν καὶ ταβουλαρίων κατετίθετο καθ᾽ ἑαυτοῦ χρέα. καὶ ὁ μὲν μισθοῦ τοῦτο πράξας ἀπῆλθεν, ἕτερος δὲ εἰσεπράχθη τὸ χρέος, τὸ παρ᾽ ἑτέρου τινὸς ὡς παρ᾿ αὐτοῦ δῆθεν ὁμολογηθέν. καὶ τοῦτο ὕστερον οὐ διέλαθε, τοῦ θεοῦ τὰ τοιαῦτα μέχρι παντὸς οὐ συγχωροῦντος κατακρύπτεσθαι. οὔτε οὖν ταῖς τοιαύταις πιστεύομεν μαρτυρίαις, ἢ ταῖς τῶν ταβουλαρίων καθάπερ ἔφθημεν εἰπόντες καταθέσεσιν, ἡνίκα γραμμάτων ἐπιστήμονες εἶεν οἱ καταθέσθαι λεγόμενοι, παρὸν καὶ γράψαι ἢ ἐν δικαστηρίῳ καταθέσθαι, καὶ δοῦναι τῷ πράγματι πίστιν ἀναμφισβήτητον, οὔτε μένειν αὐτὰς τοῖς ἀληθέσι λυμαινομένας συγχωροῦμεν, οὔτε εἴ τι τοιοῦτο γέγονε, προσιέμεθα. ἀλλ᾽ ἀπαιτοῦμεν τὸ παρακεκλῆσθαι παρὰ τοῦ ἐνδόντος τοὺς μάρτυρας ἐπ᾿ αὐτῷ τούτῳ, καὶ τοῦτο διὰ μαρτυρίας ἀποδείκνυσθαι. καὶ εἶναι αὐτοὺς (τοῦτο δὴ τὸ τῶν διαθηκῶν) παρακεκλημένους, καὶ εὐϋπολήπτους καθεστάναι, καὶ οὕτω τὸ πρᾶγμα δέχεσθαι τὴν ἐξ αὐτῶν ἀπόδειξιν, καὶ μηδὲ ἐκμαρτυρίαν τοῦ λοιποῦ, μὴ καὶ μαρτύρων ἔχουσαν καὶ παρουσίαν καὶ κατάθεσιν καὶ ὑπογραφὴν κρατεῖν. εἰ δὲ μὴ τοιοῦτοι καθεστᾶσιν οἱ μάρτυρες, ὁποίους ἔμπροσθεν εἰρήκαμεν, καὶ βασάνοις αὐτοὺς ὑποκεῖσθαι κελεύομεν.
241
pr.Εἰ δέ τινες καθαρῶς ἑαυτοῖς σφίσιν ἐναντία ἢ καὶ ἀλλήλοις φθέγξαιντο, τοὺς δικαστὰς μάλιστα τούτοις προσέχειν τὸν νοῦν, καὶ εἰ περὶ τὰ καιριώτατα τῶν μαρτυρουμένων τὰς ἐναντιότητας εὕροιεν, ἐκβάλλειν τὰς τοιαύτας μαρτυρίας, ταῖς παρὰ τῶν ἀξιοπιστοτέρων καὶ πλειόνων προσέχοντας. εἰ δὲ ἐξεπίτηδες φανεῖεν κακουργοῦντες, καὶ ἐντεῦθεν. ἐκπίπτοντες εἰς ἐναντίωσιν, μηδὲ ἀθώους αὐτοὺς καταλιμπάνειν, εἴπερ μὴ κατά τινα πλάνην, ὡς εἰκὸς, ἀλλ᾽ ἐξεπίτηδες τἀναντία δειχθεῖεν λέγοντες '.
242
pr.Ἐπειδὴ δὲ πολλοὶ πολλάκις μάρτυρας παραστησάμενοι καὶ τρισσάκις τοῦτο πράξαντες, εἶτα, ἐπειδὰν ἀποτάξωνται καὶ ἐκλάβωσι τὰς διαμαρτυρίας, πειρῶνται προσελεύσεσιν ἡμᾶς ἐνοχλεῖν, καὶ βούλεσθαι καὶ τετράκις παραγαγεῖν μαρτυρίας, θεσπίζομεν, τὸ τοὺς μάρτυρας παραγαγὸν μάλιστα προσέχειν, καὶ εἰ τρισσάκις ἤδη παρῆλθον οἱ μάρτυρες, καὶ παρὰ τοῦ τοὺς μάρτυρας παραγαγόντος καὶ ἀποταξαμένου καὶ ἐκλαβόντος πάλιν αὐτοῦνται μάρτυρες, τούτους παντελῶς μὴ προσίεσθαι, ὡς ὑποψίας οὔσης, μή ποτε παραλιπόντων τὶ τῶν μαρτύρων τῶν [προτέρων] καὶ ἤδη φανερῶν τούτων διὰ τῆς μαρτυρίας γενομένων, ἐκεῖνος οὐ παραγωγῆς μαρτύρων, ἀλλὰ τῆς τῶν ἔμπροσθεν ἢ οὐ μαρτυρηθέντων προσθήκης ἢ μαρτυρηθέντων ἐπανορθώσεως ἐπιθυμεῖ. εἰ δὲ ὁ παραγαγὼν μὲν οὐκ ἐκλάβοι οὐδὲ ἐντύχοι ταῖς μαρτυρίαις οὐδὲ αὐτὸς οὐδέ - τις τῶν συνηγόρων αὐτοῦ, ὁ δὲ ἀντιτεταγμένος ἐκλάβοι μόνος, καὶ ποιήσεται παραγραφὰς, οὐ μὴν ταύτας ἐκδοίη τῷ τρὶς ἤδη ποιησαμένῳ τὴν τῶν μαρτύρων πάροδον, ὥστε μὴ διὰ τῶν παραγραφῶν μαθόντα τὸν τούτους παραγαγόντα τὰ ἐλλείποντα ταῖς μαρτυρίαις ταῦτα προσθεῖναι, τηνικαῦτα δοτέον καὶ τετάρτην παραγωγὴν μαρτύρων τῷ ταῦτα αὐτοῦντι, πρότερον ὅρκου διδομένου παρ᾽ αὐτοῦ, ὡς οὔτε ἐξείληφεν, οὐδὲ ἐνέτυχε ταῖς μαρτυρίας οὐδὲ αὐτὸς οὐδέ τις ἢ συνήγορος ἢ ὅλως ὑπὲρ αὐτοῦ πράττων, οὔτε κατά τινα δόλον οὐδὲ μηχανὴν οὐδὲ τέχνην τὴν τετάρτην παραγωγὴν αἰτεῖ ποιήσασθαι τῶν μαρτύρων, ἀλλὰ διὰ τὸ μὴ δυνηθῆναι πρότερον ταῖς ἐπαγγελλομέναις χρήσασθαι μαρτυρίαις. καὶ εἰ τοῦτο γένοιτο, μηδὲ κελεύσεως ὑπὲρ τούτων δεῖσθαι βασιλικῆς, καθάπερ ἔμπροσθεν ἦν, ἀλλ᾽ αὐτόθεν τὸν νόμον ἀρκεῖν αὐτοῖς τὰ τοιαῦτα ὡς ἔδοξεν ἀφιέντα. καὶ ἄχρι μὲν τετάρτης μαρτύρων παραγωγῆς ἄδειαν εἶναι μαρτυρίαις χρῆσθαι, μὴ μέντοι διὰ μακροῦ, ὥστε μηδὲ ἐντεῦθεν μηκύνεσθαι τὰς δίκας, ἀλλὰ δεῖν πάντως τάχος αὐταῖς προσεῖναι, καθάπερ ἂν ὁ δικαστὴς οἰηθείη τοῦτο πράττειν δεῖν.
243
pr.Ἐκεῖνο μέντοι τῶν ὡμολογημένων ἐστὶν, ὡς εἰ καὶ ἅπαξ τὶς παραγαγὼν μάρτυρας ἢ δὶς εἶτα ἀποτάξεται, καὶ ἢ ἐκλάβοι τὰς μαρτυρίας καὶ κατασκέψεται, ἢ τοῦ ᾿ἀντιτεταγμένου τοῦτο ποιήσαντος αὐτὸς τὰς παραγραφὰς ἐκλάβοι, κἀκεῖθεν μάθοι τὰ μεμαρτυρημένα, οὐχ ἕξει παντελῶς ἄδειαν οὐδεμιᾷ περαιτέρω χρῆσθαι μαρτύρων παραγωγῇ, οὐδ᾽ ἂν θεία τούτῳ κέλευσις πορισθείη.
244
pr.Ἐπειδὴ δὲ ἴσμεν γενόμενον νόμον, ὥστε εἴ τις ἐνταῦθα λέγει δίκην, δεῖται δὲ ἐπὶ τῆς χώρας μέρει τινὶ συστῆναι τῆς δίκης, ἐξεῖναι, τοῦ δικαστοῦ τοῦτο κρίνοντος καὶ τὴν ἀρκοῦσαν προθεσμίαν ὁρίζοντος, παράγειν ἐπὶ τῆς ἐπαρχίας τοὺς μάρτυρας, ἐνταῦθά τε ἀναπέμπεσθαι τὴν δίκην τῶν πεπραγμένων φερομένων, καὶ ὑπὸ τῷ αὐτῷ κρίνεσθαι δικαστηρίῳ, πολλαὶ δὲ τοιαῦται προσελεύσεις ἡμῖν γίνονται, βουλομένων τινῶν, οἵπερ ἐν ἐπαρχίᾳ μὲν δικάζονται, ἐνταῦθα δὲ τοὺς μάρτυρας ἔχουσιν, ὥστε κρατεῖν καὶ ἐπὶ τῶν τοιούτων τὸν νόμον, καὶ ἄδειαν εἶναι τῷ ἐν ἐπαρχίᾳ δικάζοντι πέμπειν ἐνταῦθα, ὥστε παριέναι τοὺς μάρτυρας, ἢ τὰς ἀποδείξεις ὅλως δέχεσθαι, καὶ πάλιν εἰς αὐτὸν φέρεσθαι τὰς δίκας, ἢ καὶ ἀπὸ ἐπαρχίας εἰς ἐπαρχίαν ταῦτα αἰτεῖν γίνεσθαι, θεσπίζομεν, διὰ τὴν τῶν ἀποδείξεων εὐπορίαν καὶ τοῦτο κρατεῖν, καὶ δύνασθαι καὶ ἀπὸ ἐπαρχίας ἐνταυθοῖ παρὰ τοῦ δικάζοντος ἐν τῇ χώρᾳ στέλλεσθαι, καὶ παρ᾽ ἑνὶ τῶν ἐξ ἡμῶν ὡρισμένων ἐλλογιμωμάτων δικαστῶν, ψήφου περὶ τούτου παρὰ τοῦ δικάζοντος γενομένης, τὰς μαρτυρίας δίδοσθαι καὶ ἀπὸ ἐπαρχίας ἑτέρας εἰς ἑτέραν παρὰ τῷ ἐκδίκῳ ἢ τῷ ἄρχοντι, τῶν μαρτυριῶν ἐκ ψήφου τοῦ δικάζοντος διδομένων, ἐκεῖσε δηλαδὴ τῆς αὐτοτελοῦς ψήφου διδομένης, ἔνθα καὶ προκατήρχθη, ἵνα ὥσπερ ἐντεῦθεν ἐν τῇ χώρᾳ παρὰ τοῖς ἄρχουσιν ἢ τοῖς ἐκδίκοις τὰ περὶ τῆς παραγωγῆς τῶν μαρτύρων πράττεσθαι νενομοθέτηται, οὕτω καὶ ἀπὸ χώρας εἰς χώραν καὶ ἀπὸ ἐπαρχίας ἐνταῦθα κρατοίη, καὶ τελεία διὰ πάντων ἡ τῶν ἀποδείξεων εἴη ἅπασιν εὐκολία. τῶν μέντοι μαρτυριῶν οὐκ ἐκδιδομένων ἐν ταῖς χώραις, ἀλλὰ τῶν πεπραγμένων διδομένων αὐτοῖς τοῖς παραγαγοῦσιν ἢ καὶ αὐτῶν ἀντιδίκοις, ἐπὶ πράξεως ὑπομνημάτων σημεῖα δεχομένων, καὶ οὕτως ἐνταῦθα ἢ ἐπαρχίαις πεμπομένων παρὰ τῶν δικαστῶν, μή ποτε, ὡς εἰκὸς, δεηθείη καὶ ἑτέρων μαρτύρων ἡ τοῦ πράγματος φυσις, καὶ ἀποκλεισθείη διὰ τὴν ἔκδοσιν ἡ τῶν μαρτύρων προσθήκη. τούτων ἁπάντων ἐπὶ τῶν χρηματικῶν ζητήσεων νοουμένων· ἐπὶ γὰρ ἐγκλημάτων, ἔνθα περὶ μεγίστων ἐστὶν ὁ κίνδυνος, ἀνάγκη πᾶσι τρόποις ὑπὸ τοῖς δικασταῖς παριέναι τοὺς μάρτυρας, καὶ τὰ αὐτοῖς ἐγνωσμένα διδάσκειν. ἔνθα καὶ βασάνων ἴσως ἔσται καιρὸς καὶ τῆς ἄλλης ἁπάσης παρατηρήσεως.
245
pr.Εἰ δὲ λέγοιτο δουλικῆς εἶναι τύχης ὁ βουλόμενος μαρτυρεῖν, ὁ δὲ ἐλεύθερος ἰσχυρίζοιτο καθεστάναι, εἰ μὲν ἐκ γενετῆς, πληρούσθω μὲν ἡ μαρτυρία, ταῖς δὲ παραγραφαῖς ὁ περὶ τῆς τύχης φυλαττέσθω λόγος, ὥστε εἰ φανείη τύχης οἰκετικῆς ὤν, τὴν αὐτοῦ μαρτυρίαν ἀντὶ μηδὲ γενομένης εἶναι, εἰ δὲ ἐλευθερωθῆναι φήσοι, ἀναγκάζεσθαι δεικνύναι πρότερον αὐτὸν τὸ συμβόλαιον, ἐν ᾧ τῆς ἐλευθερίας τετύχηκεν, οὕτω τε μαρτυρεῖν. εἰ μέντοιγε ἐν ἑτέρᾳ χώρᾳ τῆς ἐλευθερίας φήσοι τυχεῖν, ἢ οὐκ εἶναι προχείρους αὐτῷ τὰς ἀποδείξεις, καὶ τοῦτο ῥητῶς ἐπομόσεται, ἡ μὲν μαρτυρία γραφέσθω, μὴ δειχθέντος δὲ τοῦ τῆς ἐλευθερίας συμβολαίου ὁ παραγαγὼν οὐ χρήσεται τῇ ἐκείνου μαρτυρίᾳ.
246
pr.Εἰ μέντοι τὶς φήσειεν ἀπεχθῆ τὸν παριόντα πρὸς μαρτυρίαν αὐτῷ καθεστάναι τυχὸν καὶ ὑπὸ αἰτίαν παρ᾽ αὐτοῦ γενέσθαι, εἰ μὲν δείξειεν εὐθὺς, ὡς ἐγκληματική, μεταξὺ αὐτῶν κινεῖται δίκη, μὴ παρίτω πρὸς μαρτυρίαν ὁ μέχρι τοσούτου δυσμενής, ὡς καὶ περὶ ἐγκλημάτων δικάζεσθαι. εἰ δὲ ἄλλως ἀπεχθὴς εἶναι λέγοιτο, ἢ καὶ αἰτιάσασθαι χρηματικῶς, προΐτω μὲν τὰ τῆς μαρτυρίας, τῷ δὲ καιρῷ τῶν παραγραφῶν φυλαττέσθω τὰ τῶν τοιούτων ζητήσεων.
247
pr.Ἐπειδὴ δὲ ἐθήκαμεν νόμον, ὥστε καὶ ἐπὶ χρηματικῶν δικῶν ἄκοντας μαρτυρεῖν, ἐκείνων οὐκ ἀναγκαζομένων τὴν μαρτυρίαν [νέμειν], ὅσοι μεσῖται γεγόνασιν αὐτοῖς, καί τινες ἀποχρῶνται τούτῳ καὶ μαρτυρίαν οὐ βούλονται νέμειν, θεσπίζομεν, εἴπερ ἑκάτερον] μέρος συναινοίη τὸν μεσίτην αὐτῶν γενόμενον μαρτυρῆσαι, [καὶ ἀρκεσθήσεσθαι] τοῖς παρ᾿ αὐτοῦ λεγομένοις, ἀναγκάζεσθαι καὶ ἄκοντα αὐτὸν μαρτυρίαν νέμειν· τοῦ κωλύματος, διόπερ αὐτὸν ἄκοντα μαρτυρεῖν ὁ πρότερος ἡμῶν οὐκ ἠβούλετο νόμος, διὰ τῆς συναινέσεως ἑκατέρων τῶν μερῶν ἀνῃρημένου. καὶ τοῦτο δὲ πολλάκις πραττόμενον ἴσμεν, ὡς τινες ἢ παρὰ τοῖς τῶν τόπων ἐκδίκοις ἢ παρὰ τοῖς λαμπροτάτοις τῶν ἐπαρχιῶν ἄρχουσιν, ἢ ὡς εἰκὸς ἐνταῦθα παρὰ τῷ λαμπροτάτῳ μαγίστρῳ τῶν κήνσων εἰσιόντες, καὶ μεμφό μενοι, ὡς παρὰ τοῦδε πεπονθότες τὶ παράνομον ἢ ἄλλως ἠδικημένοι ἢ ἐζημιωμένοι, μάρτυρας βούλονται παραστήσασθαι, καὶ ἵνα μὴ ὕστερον ἀντιτεθείη αὐτοῖς, ὡς κατὰ μίαν μοῖραν τὰ πεπραγμένα συνέστη, δεῖν κἀκεῖνον ἐν αὐτῇ τῇ πόλει καθεστῶτα, ἔνθα αἱ μαρτυρίαι δίδονται, ὑπομνησθέντα παρὰ τοῦ ἄρχοντος ἢ τοῦ ἐκδίκου παραγενέσθαι καὶ ἀκούσειν τῶν μαρτυριῶν. εἰ δὲ μὴ βουληθείη παραγενέσθαι, ἀλλὰ διαπτύσειεν, ὥστε ἐκ τοῦ κατὰ μίαν μοῖραν δίδοσθαι τὰς μαρτυρίας κατ᾿ αὐτὸ τοῦτο ἀρχήστους εἶναι, θεσπίζομεν τὰς τοιαύτας μαρτυρίας οὕτω κρατεῖν, ὡς ἂν εἰ [μή] μονομερῶς ἐτύγχανον οὖσαι, ἀλλὰ καὶ αὐτοῦ παρόντος ἐγεγόνεισαν. εἰ γὰρ παραιτήσοιτο, καὶ ἐλθεῖν μὴ βουληθείη καὶ ἀκοῦσαι τῶν κατατιθεμένων, καίτοι δημοσιεύων τε καὶ οὐκ ἐξ ἀπαραιτήτου τινὸς ἀνάγκης ἀφικέσθαι μὴ δυνάμενος, ἐν ἴσῳ τοῖς παραγενομένοις ἔσται, καὶ οὐδὲν ὄφελος ἐκ τῆς αὐτοῦ προπετείας ἑαυτῷ γενήσεται, ἀλλὰ δοκείτωσαν μὲν συστάδην γεγονυῖαι, ὅσα δὲ ἂν ἁρμόσειεν αὐτῷ παραγράφεσθαι περὶ αὐτῶν, ἐξεῖναι τούτοις χρῆσθαι, μόνου τοῦ δοκεῖν αὐτὰς εἶναι μονομερεῖς διὰ τὴν αὐτοῦ προπέτειαν, οἷα κατ᾿ αὐθάδειαν μὴ παραγενομένου ταῖς μαρτυρίαις ἀντιτίθεσθαι μὴ δυναμένου. τῶν ἄλλων ἁπάντων, ὁπόσα περὶ μαρτύρων παρὰ τῶν πρὸ ἡμῶν ἢ καὶ παρ᾽ ἡμῶν αὐτῶν εἴρηται καὶ νενομοθέτηται, κυρίων μενόντων καὶ παρὰ τῶν ἡμετέρων δικαστῶν φυλαττομένων, εἴτε μείζους εἴτε ἐλάττους εἶεν, εἴτε ἐπὶ ταύτης τῆς μεγαλοπόλεως εἴτε ἐν ταῖς ἔξω χώραις, ἵνα καὶ τὰ τῶν μαρτύρων ὁπόσον δυνατοὶ καθεστήκαμεν ἐπανορθώσαντες ἔτι καθαρώτερόν τε καὶ ὁσιώτερον τὰς δίκας πράττεσθαι παρασκευάσωμεν, δι᾽ ἂς καὶ τὰς ἀκροάσεις γίνεσθαι παρὰ τοῖς δικασταῖς ἅπασι τῶν θείων προκειμένων λογίων ἐνομοθετήσαμεν, καὶ ὅρκον ὑπέχειν καὶ τοὺς ἐνάγοντας καὶ τοὺς ἐναγομένους καὶ τοὺς συνηγόρους παρεκελευσάμεθα, πανταχοῦ τὸν θεὸν ἐφιστάντες ταῖς τῶν δικαζομένων τε καὶ δικαζόντων καὶ τῶν μαρτυρούντων ψυχαῖς, ἵνα διὰ πάντων τῇ τοῦ θεοῦ μνήμῃ τε καὶ παρουσίᾳ καθαρὰ τὰ τῶν δικῶν καὶ ἀνύποπτα τοῖς δικαζομένοις γίνοιτο. ὃν δὴ νόμον κρατεῖν βουλόμεθα εἰς τὸν ἐφεξῆς ἅπαντα χρόνον.
248
pr.Τὸν δικαστὴν, οὗ ἐξεκαλεσάμην τὴν ἀπόφασιν, οὐ δύναμαι παραιτεῖσθαι ὡς ἐχθρὸν διδόμενόν μοι ἐφ᾽ ἑτέρᾳ μου δίκῃ δικαστήν· δύναμαι γὰρ πάλιν ἐκκαλέσασθαι.
249
pr.Ἐάν τις προτραπῇ ὑπὸ τοῦ συνιστῶντος κατ᾿ αὐτοῦ μαρτυρίαν παραγενέσθαι καὶ ἀκροάσασθαι τῶν παρατιθεμένων, καὶ μὴ παραγένηται, ἔῤῥωνται αἱ πραττόμεναι κατ᾿ αὐτοῦ μαρτυρίαι, κἂν κατὰ μίαν μοῖραν συνέστησαν· καὶ οὐ δύναται αὐτὰς παραγράφεσθαι. ἀλλ᾽ εἴπερ ἑτέρας ἔχει παραγραφὰς χωρὶς τοῦ λέγειν, ὡς κατὰ μίαν μοῖραν ἐγένοντο, οὐ κωλύεται αὐταῖς χρήσασθαι '.
250
pr.Ζήτει βι. ξ΄ τί. γ΄ κεφ. μ΄, καὶ ἀναγνοὺς σκόπησον, μήποτε ἡ παροῦσα διάταξις περὶ μαρτύρων διδάσκει μὴ δυναμένων εἶναι· καὶ μετὰ ταῦτα νομοθετεῖ, ὡς κἂν μήπω ἔφθασα κινῆσαι κατὰ τοῦ ὄντος μοι ἐνόχου, εὕρὼ δὲ τοῦτον ἔν τινι τόπῳ, ἐν ᾧ καὶ οἱ τῆς ὑποθέσεως μάρτυρες διάγουσιν, ἔχειν με ἄδειαν καταναγκάσαι τοῦτον δέξασθαι τὰς φωνάς. ἔχει δὲ τὸ ῥηθὲν κεφάλαιον οὕτως· ἐὰν γραμμάτιον χρέους αἱρετικοῦ ἀπαλείψῃ τὶς, καὶ δειχθῇ τοῦτο διὰ τεκμηρίων ἢ μαρτύρων τῶν μὴ δυναμένων εἶναι, τῆς αἱρέσεως [ἐξιούσης] καταδικάζεται μὲν, οὐκ ἄλλως δὲ ἀπαιτεῖται, εἰ μὴ ἐξέλθῃ τοῦ χρέους ἡ αἵρεσις. 250. Μὴ νόμιζε τὸ προκείμενον νόμιμον τὰ αὐτὰ λέγειν τῷ μζ΄ κεφαλαίῳ. ἀλλ᾽ ἐκεῖνο μὲν νόει ἐπὶ τῶν ἐναγόντων καὶ προκαταρξαμένων καὶ εἰς ἀποδείξεις ἀπολυθέντων· τὸ δὲ παρὸν ἐπὶ τῶν μήτε κινησάντων μήτε προκαταρξαμένων καὶ εἰς ἀποδείξεις ἀπολυθέντων, ἄδικον δέ τι παρά τινος παθόντων, ὕβριν τυχὸν καὶ πληγὰς ἢ ἁρπαγήν· ἔξεστι γὰρ τούτοις καὶ πρὸ τοῦ κινῆσαι ἢ λίβελλον δοῦναι προσέρχεσθαι δικαστῇ καὶ ζητεῖν, εἴγε πάρεστιν ὁ ἀδικήσας, καὶ αὐτοὺς ἐρωτηθῆναι τοὺς εἰδότας τὸ γεγονός. καὶ τοῦτο καὶ ἡ χρῆσις αὐτὴ συμμαρτυρεῖ. καὶ σήμερον γὰρ πολλαὶ γίνονται ἔρευναι περὶ ἀταξιῶν γεγονυιῶν καὶ πρὸ δόσεως λιβέλλου καὶ προκατάρξεως.
252
pr.Ὁ ὅρκος δύναμιν ἀποφάσεως ἔχει. ὁ γὰρ ἐπιφέρων ὅρκον τῷ ἀντιδίκῳ αὐτοῦ δοκεῖ δικαστὴν αὐτὸν ποιεῖν, καὶ οὐ δύναται ἀντειπεῖν.
253
pr.Εἰ μηδενὸς ἐπάγοντος ὀμνύει τὶς, οὐδὲν ὠφελεῖται.
254
pr.Ὅρκος ἐπιφερόμενος ἢ παρὰ τοῦ ἀντιδίκου ἢ παρὰ τοῦ δικαστοῦ τέμνει τὴν ἀμφισβήτησιν. ἔοικε γὰρ διαλύσει, καὶ μείζων ἐστὶ φήφου.
255
pr.Ἐφ᾽ οἱᾳδήποτε ἀγωγῇ ὀμνύς τις ἐλευθεροῦται.
256
pr.Ὡς ἐπιφέρεται ὁ ὅρκος, οὕτως ὀφείλει ὀμνύεσθαι. εἰ γὰρ ἐμοῦ κατὰ τοῦ θεοῦ ἐπάγοντος ὀμόσεις κατὰ τῆς κεφαλῆς σου ἢ κατὰ τῶν τέκνων σου, οὐκ ἔῤῥωται.
257
pr.Ἐπὶ χρήμασι κατὰ βασιλέως ὀμάσας καὶ ἐπιορκήσας, τυχὸν ὅτι χρεωστεῖ ἢ κεχρεώστηται ἢ ὅτι δίδωσιν εἴσω προθεσμίας, ῥοπαλίζεται.
258
pr.Ἐπὶ τῶν δημοτικῶν εἷς ὁρκῶν ἢ ἐνάγων ἀσυμπαίκτως ἀποκλείει πᾶσιν.
259
pr.Καὶ περὶ χρημάτων καὶ πραγμάτων καὶ ἔργων ἔξεστιν ἐπάγειν καὶ ἀντεπάγειν.
260
pr.Ἐκεῖνος δύναται ἀντεπάγειν τῷ ἀντιδίκῳ ὁ ἔχων τὸν τέλειον ὅρκον, οὐ μὴν ὁ ἔχων τὸν τῆς συκοφαντίας· ἀντεπακτὸς γὰρ ἀντεπακτοῦ οὐκ ἔστιν.
261
pr.Οὐδεὶς κατὰ τοῦ θεοῦ ὀμόσας κινδυνεύει. ἱκανὸν γὰρ ὁ ὅρκος τιμωρὸν ἔχει τὸ θεῖον. εἰ δὲ κατὰ βασιλέως κατά τινα θερμότητα ὤμοσέ τις, συγχωρεῖται.
262
pr.Ἐπὶ τῶν καλῇ πίστει καὶ τῶν ἄλλων ἀγωγῶν δύναται ὁ δικαστὴς ἐν ἀπορίᾳ τῶν ἀποδείξεων ὅρκον ἐπιφέρειν.
263
pr.Οὐδεὶς ὑπὲρ ἄλλου δικαζόμενος ἢ συμφωνῶν ἢ ὅρκον ἐπιφέρων παρὰ γνώμην τοῦ δεσπότου τῶν πραγμάτων πρόκριμα αὐτῷ ἤτοι βλάβην ποιεῖ.
264
pr.Λέγων τὶς χρεωστεῖσθαι λεγάτον ἐν διαθήκῃ καταλειφθὲν αὐτῷ καὶ μὴ προσφέρων τὴν διαθήκην, ὅρκον ἀπῃτήθη παρὰ τοῦ κληρονόμου, καὶ ἐπωμόσατο τῇ ἀληθείᾳ καταλελεῖφθαι αὐτῷ τὸ λεγάτον ἢ καὶ ἔλαβεν αὐτό. μετὰ ταῦτα ἀπεδείχθη προφανῶς, μηδὲν αὐτῷ καταλελεῖφθαι. ἡ διάταξις λέγει, τούτου δεικνυμένου ἀντιστρέφειν ὃ ἔλαβε, καὶ μηδὲν ἀπὸ τῆς ἰδίας ἐπιορκίας κερδαίνειν.
265
pr.Ὁ ἐνάγων πρῶτος ὄμνυσι τὸν περὶ συκοφαντίας.
266
pr.Ὁ ἐπαγαγὼν ὅρκον καὶ μὴ ὀμνὺς τὸν τῆς συκοφαντίας ἔοικε τῷ παραχωροῦντι τὸν ὅρκον, καὶ ἐκπίπτει τῆς ἀγωγῆς.
267
pr.Αντὶ ὁμολογοῦντός ἐστιν ὁ μὴ ὀμνὺς μήτε ἀντεπάγων.
268
pr.Ἐπενεχθέντος τοῦ ὅρκου ὀφείλει ὁ ἐναγόμενος ἢ ὀμόσαι ἢ καταβαλεῖν ἢ ἀντεπαγαγεῖν, εἰ μὴ ἄρα ὁ ἐνάγων ἐμποδίζει μὴ ἀνεχόμενος αὐτὸς παρασχεῖν τὸν περὶ συκοφαντίας ὅρκον. χρὴ γὰρ πρῶτον τὸν ἐπιφέροντα τὸν ὅρκον αὐτὸν ὀμόσαι τὸν περὶ συκοφαντίας ὅρκον, ὅτι οὐχ ὡς συκοφαντῶν σε βούλομαι λαβεῖν παρά σου τὸν ὅρκον, ἀλλ᾽ ὡς νομίζων δικαίως ἐνάγειν. 259. Ἐάν τις ἐπαγαγὼν ὅρκον τινὶ πρὶν ὀμοθῆναι τὸν ὅρκον μεταμεληθεὶς μηκέτι βουληθείη δοθῆναι τὸν ὅρκον ὡς εὐπορήσας ἑτέρων ἀποδείξεων, μηκέτι ἐξέστω αὐτῷ ἐκ δευτέ ρου ἐπιφέρειν τὸν ὅρκον, ἐπειδὴ ἅπαξ ἀπηγόρευσε, καὶ οὔκ ἐστι δίκαιον ἀποτυχίᾳ τῶν ἄλλων ἀποδείξεων πάλιν εἰς τὸν ὅρκον ὑποστρέφειν. μέχρι δὲ τότε ἔξεστι τῷ ἐπάγοντι τὸν ὅρκον καὶ μήπω αὐτὸν λαβόντι μεταμέλεσθαι, ἕως ὅτε ἀπόφασις ἐξέλθῃ ἐπιτρέπουσα δοθῆναι τὸν ὅρκον. ἀποφάσεως γὰρ ἅπαξ ἐξενεχθείσης καὶ ἐκκλήτου μὴ ἐπιδοθείσης, ἢ γενομένης μὲν ἐκκλήτου, βεβαιωθείσης δὲ τῆς πρώτης ἀποφάσεως ἐν τῷ δικαστηρίῳ τῆς ἐκκλήτου, οὐκέτι ἔξεστι μεταμέλεσθαι τῷ ἐπενεγκόντι τὸν ὅρκον καὶ μεταπηδᾷν πρὸς ἑτέρας ἀποδείξεις, ἵνα μὴ ἄνωθεν δικαζόμενος τὸ τέλος τῆς πρώτης ὑποθέσεως ἀρχὴν δευτέρου δικαστηρίου ποιήσηται.
270
pr.Κατὰ τῆς τοῦ ὅρκου παραγραφῆς ἀντιτίθεται δόλου ἀναπλοκὴ ἤτοι ἀνάλυσις· οὐ γὰρ ἀναψηλαφᾶται ὁ ὅρκος. ἀναπλοκὴ δὲ ἤτοι ἀνάλυσίς ἐστι παραγραφὴ παραγραφῆς.
271
pr.Ὁ ὅρκος δύναμιν ἀποφάσεως ἔχει. οὐκ ἀντίκειται δὲ τῷ ἀνήβῳ ὁ παρ᾽ αὐτοῦ ἐπαχθεὶς ὅρκος, εἰ μὴ σὺν αὐθεντίᾳ τοῦ ἐπιτρόπου ἐν δικαστηρίῳ ἐπαγάγῃ.
272
pr.Μόνος ὁ δικαστὴς ἐπάγει τὸν ἔνδικον ὅρκον, καὶ ἐν αὐτῷ ἐστὶν, ἐπαγαγεῖν αὐτὸν, καὶ ὑπερθέσθαι. δύναται δὲ μετὰ τὸν ὅρκον ἐκ μεγάλης αἰτίας, ἢ ἀποδείξεων ὕστερον εὑρεθεισῶν, ἐν μέρει ἢ εἰς τὸ παντελὲς κουφίσαι τὸν ἐναγόμενον.
273
pr.Ἀπὸ ῥαθυμίας οὐκ ἐπάγεται ὁ ἐν δίκῃ ἕρκος, ἀλλ᾽ ὁ δικαστὴς ποιεῖται τὴν ἀποτίμησιν.
274
pr.Καὶ σημείωσαι πότε ὅρκος ἀναψηλαφᾶται '.
275
pr.Οὐδεὶς ἀπὸ τοῦ αὑτοῦ συμβολαίου ἢ τῆς ἑαυτοῦ σημειώσεως, εἰ μὴ καὶ ἄλλαις προσθήκαις βοηθεῖται, ἀξιόπιστον κατασκευάζει τοῦ χρέους τὴν μαρτυρίαν· ὡς κεφ. λθ΄.
276
pr.Οἱ λόγοι τοῦ τελευτήσαντος, ἐν οἷς κατέγραψεν ἑαυτὸν χρεωστεῖσθαι, πρὸς ἀπόδειξιν οὐκ ἀρκοῦσιν, ἀλλ᾽ οὐδὲ τὸ ἐν διαθήκῃ εἰπεῖν αὐτόν τινα περὶ χρεῶν ἰδίων ἱκανόν ἐστι πρὸς ἀπόδειξιν ἀληθείας. ἐὰν δὲ ἐσημειώσατό τινα καθ᾽ ἑαυτοῦ, ἢ ἐν τῇ διαθήκῃ αὐτοῦ ἔγραψεν ἑαυτὸν χρεώστην, πιστεύομεν τῇ τοιαύτῃ γραφῇ τοῦ τελευτήσαντος. ὡς κεφ. μ΄ τοῦ κβ΄ βι. τοῦ α΄ τί.
277
pr.Ἐάν τις προσφέρῃ τινὰ γραφὴν, ὀφείλει αὐτὸς αὐτὴν δεικνύειν ἀληθῆ. ἐπεὶ εἰ μὴ τοῦτο δείξῃ, πλαστογραφίας λόγον ὑφέξει. ὡς κεφ. μα΄ καὶ νη΄.
278
pr.Ἔνθα μὴ συνεφωνήθη, ἵνα τὸ δίκαιον, ὅπερ ὁ πράτης ἔχει, αὐτῷ εἴη πεπραμένον, ἀναγκάζεται δεῖξαι κληρονόμον ἑαυτόν. ὡς κεφ. ιε΄ τί. δ΄.
279
pr.Περὶ ἐνδίκου ὅρκου. Ὁ ἔνδικος ὅρκος τοιοῦτός ἐστιν· ὅταν τὶς ἀπελεγχθῇ βιαίαν ἁρπαγὴν ποιησάμενος πραγμάτων ἢ ἐπέλευσιν κατὰ οἰκίας τινὸς ἢ κλοπὴν ἢ ζημίαν ἄδικον, τότε ὀμνύει ὁ ἀντίδικος, ὅτι τόσα ἐζημιάθη καὶ ἀπώλεσεν ἐν τῇ γενομένῃ κατ᾿ αὐτοῦ ἐπιθέσει ἢ βίᾳ ἢ κλοπῇ ἢ ἀναισχύντῳ ζημίᾳ, καὶ ἀπολαμβάνει ταῦτα εἰς τὸ ἁπλοῦν ἀπὸ τοῦ ἀντιδίκου· πλὴν οὐκ ἀβασανίστως ὅσα ὀμόσει λήψεται, ἀλλὰ μετὰ ταξατίωνος. ὁρίζει γὰρ ὁ δικαστὴς καὶ τυποῖ τὴν εὐπορίαν τοῦ ἐνάγοντος, καὶ τὸν τόπον, ἐν ᾧ ἡ ἀπώλεια γεγονε· καὶ κατ᾿ ἐκεῖνα περιστᾶ τὸ ποσὸν, καὶ τότε προτρέπει αὐτὸν ἐπομόσασθαι, ὅτι οὐχ ἥττονα τῶν τοιούτων ἀπώλεσεν.
280
pr.Ἐπὶ τῆς περὶ κλοπῆς ἀγωγῆς δεῖ ὀμνύειν, ὅτι τοσοῦδε ἦν τὸ πρᾶγμα ὅτε ἐκλάπη, οὐ μὴν ὅτι πλείονος, ὡς κεφ. θ '.
281
pr.Καὶ ὁ περὶ δικαιωμάτων ἐνάγων ὄμνυσι τὸν ἐν δίκῃ ὅρκον, ὃ διαφέρει αὐτῷ προκομισθῆναι αὐτὰ, καὶ εἰς τοσοῦτον ὁ ἐναγόμενος καταδικάζεται. ὡς κεφ. ί'δ.
282
pr.Ὅρκος ὃν ὀμνύουσιν οἱ ἰουδαῖοι. Ἐν πρώτοις, ἵνα ζώσηται τὴν βάτον, καὶ κρατήσῃ ἐν ταῖς χερσὶν αὐ τοῦ τὸ μεγαλεῖον, καὶ εἴπῃ οὕτως· εὐλόγητος κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ διαγαγὼν ἡμᾶς διὰ ξηρᾶς τὴν ἐρυθρὰν θάλασσαν, ὅτι οὐ ψεύδομαι. εἰ δὲ καὶ ψευδόμενος εὑρεθῶ, δώῃ μοι κύριος ὁ θεὸς τὴν λέπραν τοῦ γιεζῆ καὶ τοῦ ἀμμᾶ, ἠλεῖ τοῦ ἱερέως τὴν καταδίκην, καὶ ἀνοιξάτω ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ καταπιέτω με ζῶντα, ὡς δαθὰν καὶ ἀβειρών '.
283
pr.Ἐὰν οὖν ὁ καταδικασθεὶς εὑρηκέναι λέγῃ μετὰ ταῦτα δικαιώματα καὶ μόνοις αὐτοῖς θέλῃ χρήσασθαι, ἄνωθεν κινεῖ· εἰ δὲ ἀντίδικος ἐπαγάγει τὸν ὅρκον, οὐκ ἀναψηλαφᾶται ἡ ὑπόθεσις.
284
pr.Θεσπίζομεν, πᾶσαν δίκην καὶ συμπλοκὴν διὰ μαρτύρων λυομένην ἐγγράφως τε καὶ ἀγράφως περατοῦσθαι ὡς ὑποτέτακται· ἐπὶ μὲν τῆς βασιλίδος ἡμῶν πόλεως μνηστείας, προικῷα, ἐμφυτευτικὰ, ἐμπερίγραφα παντοῖα, ἀναγραφὰς ὀρφανικῶν πραγμάτων, σύμφωνα ἐφ᾽ ἑκάστῳ πράγματι, δωρεὰς, πράσεις, ἀγορασίας, δάνεια, παραθήκας, διαθήκας τε καὶ ἐλευθερίας, καὶ ἄλλο εἴ τι παρατυγχάνει τούτοις ἐοικὸς κεφάλαιον, προσκληθέντων ἑπτὰ ἢ πέντε (ἐπὶ δὲ διαθηκῶν καὶ ἐλευθεριῶν καὶ μόνων ἕως τῶν τριῶν) μαρτύρων ἀξιοπίστων, ἱερέων, ἀρχόντων, στρατευομένων, πολιτευομένων, εὐπορίαν ἢ ἐπιτήδευμα ἐχόντων, εὐσεβῶς δηλονότι καὶ εὐλαβείᾳ βιούντων, ἐπ᾿ αὐτῶν τὰς συναλλαγὰς καὶ σύμφωνα παντοῖα καὶ τὰ ἔγγραφα προέρχεσθαι. καὶ εἰ μὲν δύναται ὁ τὸ ἔγγραφον ποιῶν δι᾽ ἑαυτοῦ γράψαι, γραφέτω τὸ πᾶν, ὑπογραφόντων καὶ τῶν μαρτύρων· ἄνευ μέντοι τῶν προικῴων καὶ ἐμπεριγράφων παντοίων· ἐν ἐκείνοις γὰρ οἵ τε ταβουλάριοι καὶ οἱ νομικοὶ, καὶ οἱ μάρτυρες κατὰ τὸ ἔθος γραφέτωσαν, τοιούτων ὑπογραφόντων μαρτύρων, οἵων προέφημεν. τούτων δὲ οὕτω πραττομένων, ὁσάκις ἂν φιλονεικία γένηται ἐξ οἱουδήποτε μέρους προάγεσθαι τοὺς μάρτυρας καὶ τὰ ἔγγραφα, καὶ ἐρωτᾶσθαι αὐτοὺς περὶ τῶν ἐγγράφων, εἰ ἀληθινά ἐστι. καὶ ἐὰν συμφωνήσωσιν οἱ μάρτυρες τὸν θεὸν ἐπικαλούμενοι, καὶ λέγοντες ἀληθινὰ εἶναι τὰ προκομισθέντα ἔγγραφα, ἀπολύεσθαι τὴν δίκην, καὶ τὸ ἐγκείμενον τῷ προκομισθέντι ἐγγράφῳ πρόστιμον ζημιοῦσθαι τὸν τὴν ἀγωγὴν ποιησάμενον παρὰ τοῦ δικαστοῦ, καὶ παρέχεσθαι τῷ διαδίκῳ αὐτοῦ. εἰ δὲ μετὰ τὴν τελευτὴν τῶν προσκειμένων τῷ χάρτῃ μαρτύρων ἡ ἀγωγὴ τῆς δίκης γένηται, καὶ οὕτως ἀπολύεσθαι τὴν δίκην ἄνευ ζητήσεως. εἰ δὲ ὁ τὸ ἔγγραφον ποιῆσαι ἀπαιτούμενος ἐν τοῖς προονομασθεῖσι κεφαλαίοις ἀγράμματος ὑπάρχει ἢ ἐκ πάθους ἀδυνάτως ἔχει τοῦ γράφειν, προτάσσειν αὐτὸν τὸν τίμιον σταυρὸν, καὶ τὰ λοιπὰ γράφεσθαι διὰ ταβουλαρίων ἢ ἑτέρων χειροχρηστῶν. καὶ εἰ μέν ἐστιν ἀναγκαῖον τὸ ὑπογράψαι τοὺς μάρτυρας, γενέσθω οὕτως· εἰ δὲ μήγε, διὰ τῆς σημειώσεως τῶν ὀνομάτων αὐτῶν φανεροῦσθαι αὐτούς. τὰ δὲ ἀγράφως πραττόμενα γενέσθω οὕτως· προσκληθέντων (ὡς εἴρηται) ζ΄ ἢ ε΄ μαρτύρων ἀξιοπίστων (ἐπὶ δὲ διαθηκῶν καὶ ἐλευθεριῶν καὶ μόνων ἕως τῶν τριῶν) ἐπὶ αὐτῶν τάς τε συναλλαγὰς καὶ σύμφωνα παντοῖα περατοῦσθαι. καὶ όταν συμβῇ φιλονεικίαν γενέσθαι παρ᾽ οἱουδήποτε μέρους, ἐπιζητεῖσθαι τοὺς εὑρεθέντας μάρτυρας· καὶ εἰ μὲν συμφωνήσουσι τῷ ἐνάγοντι, ἀνακρινόμενοι παρὰ τῶν δικαστῶν ποιείτωσαν ἔγγραφα ἐξ ἰδιοχείρου, καὶ τιθέτωσαν αὐτὰ ἐπ᾽ ἐκκλησίας. εἰ δὲ ἀγράμματοί εἰσι, ποιείτωσαν τοὺς τιμίους σταυροὺς, καὶ τὰ λοιπὰ γραφέτωσαν διὰ χειροχρηστῶν, περιέχοντα ἐπὶ λέξεως οὕτως· ὁ δεῖνα καὶ ὁ δεῖνα, καὶ τὰ ἐπιτηδεύματα καὶ ἀξιώματα. μάρτυς κύριος ὁ θεὸς, καὶ ὁ ἱερὸς τόπος οὗτος ἐν ᾧ ἑστήκαμεν καὶ τὰ ἔγ γραφα προάγομεν. ἀλήθειαν ἐμαρτυρήσαμεν καὶ οὐκ ἐψευσάμεθα ἔν τινι· καὶ μετὰ ταύτης· τῆς μαρτυρίας παραστησόμεθα τῷ φοβερῷ βήματι χριστοῦ τοῦ θεοῦ ἡμῶν. ἀποδθείη τε ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ ἐν τῷ νῶν αἰῶνι καὶ ἐν τῷ μέλλοντι ἡ ἀντάμειψις κατὰ τὴν μαρτυρίαν ἡμῶν. ἐὰν δὲ πώποτε καιρῷ ἢ χρόνῳ ἀποδειχθῶμεν ψευδομάρτυρες, τὴν διὰ τῆς μαρτυρίας ἡμῶν γενομένην ζημίαν ἀποκαθιστᾷν ἡμᾶς τῷ ζημιωθέντι, καὶ εἶθ᾽ οὕτως ὑποκεῖσθαι ἡμᾶς τῇ τῶν ψευδομαρτύρων ποινῇ, κατὰ τὸ παροιμιαστικῶς γεγραμμένον· μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται κακῶν. ἐὰν δὲ διφωνήσωσιν οἱ μάρτυρες, ἢ καὶ τὰ ἑκάτερα μέρη προσάγωσι μαρτυρίας, γενέσθω ἐκλογὴ τῶν μαρτύρων παρὰ τῶν δικαζόντων, καὶ εἴ τινές εἰσι πλείονες καὶ ἀξιοπιστότεροι, ποιείτωσαν ἰδιόχειρα, καὶ περατούσθω ἡ δίκη. ταῦτα κρατείτωσαν καὶ ἐν ταῖς ἔξω πόλεσι καὶ ἐπαρχίαις· ἄνευ μέντοι τῶν ὁροθεσίων. ταύτας γὰρ τὰς φιλονεικίας θεσπίζομεν λύεσθαι βασταζομένων τῶν ἁγίων εὐαγγελίων ἢ καὶ τοῦ τιμίου σταυροῦ παρὰ τῶν διοριζόντων μαρτύρων, καθὼς καὶ ἕως τοῦ νῦν ἐκράτησεν ἡ συνήθεια.
285
pr.Περὶ ἐπιόρκων εἴρηται ἐν βι. ιβ΄ τί. β΄ καὶ βι. δ΄ τοῦ κώδ. τί. α΄. καὶ ὁ μὲν γενικὸς λόγος βούλεται μὴ ζητεῖσθαι ἐπιορκίας· εἰσὶ δέ τινες ἐξαιρέσεις. εἴρηται γὰρ βι. ιβ΄ τί. β΄. λα΄, ὅτι ἐν τοῖς ἀμφιβόλοις εἴωθεν ὁ δικαστὴς ἐπιφέρειν ὅρκον καὶ οὐτω ψηφίζεσθαι· ἐὰν ὁ οὕτω καταδικασθεὶς εὑρηκέναι μετὰ ταῦτα δικαιώματα λέγῃ καὶ μόνοις αὐτοῖς θέλῃ χρήσασθαι, ἄνωθεν κινεῖ· εἰ δὲ ὁ ἀντίδικος ἐπάγει τὸν ὅρκον, οὐκ ἀναψηλαφᾶται ἡ ὑπόθεσις '.
286
pr.Ὁ β΄ τί. τοῦ ιβ΄ βι. τῶν διγέστων διδάσκων περὶ ὅρκου ἐμοτέου, εἴτε προαιρετικοῦ τουτέστιν ἐπακτοῦ εἴτε ἀναγκαίου εἴτε δικαστικοῦ, κεῖται ἐν τῇ ἀρχῇ τοῦ ε΄ τί. τοῦ κβ΄ βι. τῶν βασιλικῶν. καὶ φησι τὸ δ΄ θέμα τοῦ γ΄ κεφ. καὶ γυνὴ ὀμνύουσα ἐγκυμονεῖν πέμπεται εἰς νομὴν, καὶ οὐκ ἐνάγεται μετὰ τὸν ὅρκον ὡς κατὰ συκοφαντίαν εἰς νομὴν πεμφθεῖσα, καὶ οὐχ ὑπομένει βίαν ἐπὶ τῇ νομῇ. εἰ δὲ ὁ ἀντίδικος ὀμόσει μὴ ἐγκυμονεῖν αὐτὴν, οὐ πέμπεται.
287
pr.Πρόκριμα δὲ διὰ τῶν τοιούτων ὅρκων οὐ γίνεται τῇ ζητήσει τοῦ τοκετοῦ· ὁ γὰρ ἑτέρου ὅρκος ἄλλον οὐκ ὠφελεῖ οὔτε βλάπτει. καὶ ὁ α΄ τί. τοῦ δ΄ βι. τοῦ [κώδ.] ἐστὶ κεφ. μγ΄ τοῦ αὐτοῦ ε΄ τί. τοῦ κβ΄ βι. τῶν βασιλικῶν καί φησιν· ἡ δίκη ὅρκῳ κατὰ συναίνεσιν ἑκατέρου μέρους ἢ τοῦ διαδίκου ἐπιφέροντος καὶ παρασχεθέντος ἢ συγχωρηθέντος τμηθεῖσα οὐδὲ τῷ προσχήματι τῆς ἐπιορκίας ἀναζητεῖσθαι δύναται, εἰ μὴ ἄρα ἰδικῶς τοῦτο νόμῳ ὑπεξαιρεῖται.
288
pr.Ἔστι δὲ εὑρεῖν βι. δ΄ τοῦ κώδ. τί. α΄ διάτ. ιγ΄ καὶ ὅρκον ὀμνύοντα ἐξ ἐπαγωγῆς τοῦ ἀντιδίκου ἀναψηλαφώμενον. φησὶ γὰρ, ὅτι ἐὰν ὁ ληγάτον ἀπαιτῶν τῆς διαθήκης μὴ φαινομένης ἐξ ἐπαγωγῆς τοῦ κληρονόμου ὀμόσῃ κεχρεωστῆσθαι καὶ λάβῃ, μετὰ ταῦτα δὲ εὑρεθῇ μὴ κεχρεωστημένος, ἢ κεχρεωστημένος μὲν, μὴ ὀφείλων δὲ τὸ πᾶν λαβεῖν διὰ τὸν φαλκίδιον, ἀναδίδωσιν.
289
pr.Ἡ δὲ περὶ τῆς καθαρότητος τῶν ὅρκων τῶν δικῶν διαλαμβάνουσα ρκδ΄ νεαρὰ δίδωσιν ἄδειαν ἀναψηλαφᾶσθαι ἤγουν ἐλέγχεσθαι τὸ ψεῦδος τοῦ ὀμόσαντος. εἴρηται δὲ καὶ βι. β΄ τί. β΄ διγ. ιγ΄, ὅτι ὁ ἐπὶ χρήμασι κατὰ βασιλέως ὀμόσας καὶ ἐπιρρκήσας, τυχὸν ὅτι οὐ χρεωστεῖται ἢ χρεωστεῖ ἢ ὅτι δίδωσιν εἴσω προθεσμίας, ῥοπαλίζεται.
290
pr.Ἐν τῷ β΄ βι. τοῦ κώδ. τί. δ΄ διατ. μα΄ φησὶν, ὅτι ὁ τέλειος τὴν κατὰ τοῦ θεοῦ ἢ τοῦ βασιλέως ἐνωμότως χωρὶς ἀνάγκης γενομένην παρ᾽ αὐτοῦ διάλυσιν παραβαίνων, ἐν τῷ προσιέναι βασιλεῖ ἢ ἄρχουσιν ἢ μὴ ποιεῖν τὰ δόξαντα, ἀτιμοῦται, καὶ τῆς ἀγωγῆς ἐκπίπτει καὶ ὧν ἔμελλεν ἐκ τῆς διαλύσεως κερδαίνειν, καὶ δίδωσι τὴν ὁρισθεῖσαν ποινὴν, καὶ πάντα λαμβάνουσιν οἱ ἐμμένοντες. καὶ διατ. μβ΄, ὅτι ἐὰν ἀπὸ πλαστῶν δικαιωμάτων πάκτον ἢ διάλυσις γένηται καὶ ἔχῃ προκείμενον ὅρκον, ἀνατρέπεται, κἂν χρηματικῶς ἐζητήθη τὸ πλαστὸν, εἰ μὴ καὶ ἐπ᾿ αὐτῶν γέγονε διάλυσις '.
291
pr.Καὶ βι. δ΄ τοῦ κώδ. τί. α΄ διατ. β΄, ὅτι εἰ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως κατὰ θερμότητά τις ἐπιορκήσει ὀμόσας, οὐ βασανίζεται οὔτε καθοσιώσει ὑπόκειται.
292
pr.Καὶ βι. τοῦ κώδ. θ ' τί. η΄ διατ. β΄, ὅτι ὁ διὰ παντὸς ὀργίζεσθαι τῷ οἰκείῳ δούλῳ ὀμόσας οὐχ ὑπόκειται καθοσιώσει παυσάμενος τῆς ὀργῆς.
293
pr.Λέγει δὲ καὶ βι. β΄ τί. ιδ ' διατ. ζ΄, ὅτι παρὰ τὰ κοινὰ νόμιμα πακτεύειν ἢ λεγατεύειν οὐκ ἔξεστι, καὶ ἐάν τις ἐπὶ τούτοις ὀμόσῃ μὴ ἐνάγειν, οὐκ ἔῤῥωται.
294
pr.Ἡ δὲ περὶ τῶν σκηνικῶν νεαρά φησιν, ὅτι αἱ σκηνικαὶ κἂν ὀμόσωσιν ὡς οὐκ ἀποστήσονται τῆς πορνείας, ἀναχωροῦσι μὴ φοβούμεναι τὴν ἐκ τῆς πορνείας ποινήν· καὶ κανονικῶς προστίθησιν, ὅτι ἐπὶ τοῖς αἰσχροῖς οὐ δεῖ τὸν ὅρκον φυλάττειν.
295
pr.Τὸ μδ΄ κεφ. τοῦ ε΄ τί. τοῦ κβ΄ βι. τῶν βασιλικῶν φησιν· οὐδεὶς κατὰ θεοῦ ὀμόσας κινδυνεύει· ἱκανὸς γὰρ ὁ ὅρκος ἔχειν τιμωρὸν τὸ θεῖον, εἰ γέγονε κατὰ τοῦ θεοῦ· εἰ δὲ κατὰ τοῦ βασιλέως κατά τινα θερμότητα ὤμοσέ τις, συγχωρεῖται.
296
pr.Ἡ ἐπὶ σκηνῆς οὖσα γυνὴ, κἂν ὀμόσῃ καὶ ἐγγύας δώσει [μὴ] ἀναχωρεῖν τῆς πορνείας, ἀκινδύνως ἀφίσταται. καὶ εἰ ἀπαιτήσει τὶς τὰς τοιαύτας ἐγγύας, ὑπόκειται τῷ τῆς ἐπιορκίας ἐγκλήματι καὶ προστιμοῦται ι ' λίτρας χρυσοῦ.
297
pr.Σημείωσαι οὖν τὸ κεφάλαιον τὸ διδάσκον, τὴν ἐπιορκήσασαν μὴ τιμωρεῖσθαι, τὸν δὲ τιμωροῦντα αὐτὴν διὰ τὴν ἐπιορκίαν ὡς ἐπίορκον τιμωρεῖσθαι· ὅπερ ἐστὶ καινόν.