JGR VI 1.28
Περὶ τῆς ἀνωτάτω τριάδος καὶ περὶ χειροτονίας ἐπισκόπων καὶ περὶ κληρικῶν καὶ μοναχῶν.
Abrir no leitor do IusCommune →1
pr.Πάντας οὕτω πιστεύεσθαι βούλεται ἡ διάταξις, ὡς οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ ἅγιοι πατέρες παρέδωκαν, ἵνα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μίαν οὐσίαν, μίαν δύναμιν εἶναι πιστεύωμεν. καὶ οἱ μὲν οὕτω πιστεύοντες χριστιανοὶ καλούμεθα, οἱ δὲ λοιποὶ ὡς αἱρετικοὶ ἀτιμοῦνται, ὑποκείμενοι καὶ τῇ ἐκ θεοῦ τιμωρίᾳ καὶ βασιλικῇ κινήσει. καὶ τὰ τούτων βιβλία καίεσθαι.
2
pr.Χριστιανός ἐστιν ὁ πιστεύων μίαν εἶναι θεότητα ἐν ἴσῃ ἐξουσίᾳ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὁ γὰρ παρὰ τὰ εἰρημένα δοξάζων αἱρετικός ἐστιν.
3
pr.Οἱ κληρικοὶ καὶ οἱ πρῶτοι τῆς πόλεως προκειμένων τῶν ἁγίων εὐαγγελίων ἐπὶ τρισὶ προσώποις τὸ ψήφισμα ποιείτωσαν τῶν ἐπισκόπων. ὀμνύοντες ὡς οὐ διὰ δόσιν, οὐδὲ δι᾽ ἄλλην τινὰ προσπάθειαν ἐπελέξαντο αὐτοὺς, ἀλλ᾽ ὡς εἰδότες αὐτοὺς τῆς καθολικῆς ἐκκλησίας ὄντας καὶ σεμνοῦ βίου καὶ ὑπὲρ τὰ τριάκοντα ἔτη, καὶ ὡς οὔτε γαμετὴν ἢ παλλακὴν οὔτε φυσικοὺς παῖδας ἔσχον, ἀλλ᾽ ὅτι καὶ εἰ ἔσχε γαμετὴν, μίαν μόνην ἐκ παρθενίας οἴδασι, καὶ οὐ χήραν οὐδὲ διαζευχθεῖσαν ἀνδρὶς, ἀλλὰ καὶ τοῖς κανόσιν ἤτοι τοῖς νόμοις μὴ ἀπηγορευμένην.
4
pr.Οἱ πατριάρχαι καὶ οἱ μητροπολῖται ἅπαξ ἢ δὶς τοῦ ἐνιαυτοῦ κοινὰς ποιείτωσαν τὰς συνόδους, τὰς κατ᾿ ἀλλήλων καὶ τῶν ὑπ᾿ αὐτοὺς ἐπισκόπων καὶ κληρικῶν διακρίνοντες αἰτίας καὶ τὰ ἀνακύπτοντα κατὰ κανόνα διατιθέντες κεφάλαια.
5
pr.Μηδένα τῶν ἐπισκόπων πλέον ἢ ἐνιαυτὸν ἔξω τῆς κατ᾿ αὐτὸν ἐκκλησίας ἀπολιμπάνεσθαι, πλὴν εἰ μὴ τοῦτο εἴη κατὰ βασιλικὴν κέλευσιν. μηδὲ προφασιζέσθω ὡς τῆς ἐκκλησίας αὐτοῦ ἐνδίκως ἑλκόμενος· ταῦτα γὰρ διὰ τῶν κληρικῶν τῶν οἰκονομούντων ἢ τῶν ἀποκρισιαρίων δεῖ γίνεσθαι. καὶ μήτε δίχα συστατικῶν ὁδεύειν, μηδὲ παρὰ γνώμην εἰς τὴν βασιλίδα ὀφθῆναι βασιλεῖ, πρὶν ἂν παραγένηται πρὸς τὸν παναγιώτατον πατριάρχην, ἢ πρὸς τοὺς ἑκάστης διοικήσεως ἐξ ἧς εἰσὶν ἀποκρισιάριοι, καὶ αὐτοῖς κοινοῦσθαι τὰς αἰτίας δι᾽ ἂς ἀνῆλθον, καὶ οὕτως συνεισιέναι πρὸς τὴν βασιλείαν αὐτούς.
6
pr.Ἐπειδὴ δὲ τὸ τοῖς κανόσιν εἰρημένον περὶ τῶν συνόδων τῶν ὁσιωτάτων ἐπισκόπων τῶν ὀφειλουσῶν καθ᾽ ἑκάστην ἐπαρχίαν γίνεσθαι, μέχρι τοῦ νῦν οὐ παρεφυλάχθη, ἀναγκαιότατόν ἐστιν ἐπανορθώσασθαι αὐτό. οἱ μὲν γὰρ ἅγιοι ἀπόστολοι καὶ οἱ ἅγιοι πατέρες ὥρισαν, δεύτερον ἑκάστου ἔτους γίνεσθαι σύνοδον τῶν ὁσιωτάτων ἐπισκόπων ἐν ἑκάστη ἐπαρχίᾳ καὶ τὰ ἀναφυόμενα ἐξετάζεσθαι καὶ τῆς προσηκούσης ἀξιοῦσθαι διορθώσεως· τουτέστι, μίαν μὲν τῇ τετάρτῃ ἑβδομάδι τῆς πεντηκοστῆς, τὴν δ᾽ ἄλλην κατὰ τὸν ὀκτώβριον μῆνα. ἡμεῖς δὲ εὑρόντες, ἐκ τῆς τοιαύτης ἀμελείας ὡς πολλοὶ διαφόροις ἁμαρτήμασι περιεβλήθησαν, κελεύομεν πᾶσι τρόποις, μίαν σύνοδον γίνεσθαι καθ᾽ ἕκαστον ἔτος ἐν ἑκάστη ἐπαρχίᾳ ἢ τῷ ἰουνίῳ ἢ τῷ σεπτεμβρίῳ μηνὶ, καὶ φοιτᾷν παρὰ μὲν τοὺς μακαριωτάτους πατριάρχας ἐκείνους τοὺς παρ᾿ αὐτῶν μὲν χειροτονουμένους, μὴ ἔχοντας δὲ δίκαιον ἄλλους ἐπισκόπους χειροτονεῖν, παρὰ δὲ τοὺς ὁσιωτάτους μητροπολίτας ἑκάστης ἐπαρχίας τοὺς ὑπ᾽ αὐτῶν χειροτονουμένους, ἐφ᾽ ᾧ τὰς κινουμένας αἰτίας ἢ τὰ παρά τινων προσαγγελλόμενα, ἢ προφάσει πίστεως, ἢ κανονικῶν ζητημάτων, ἢ διοικήσεως ἐκκλησιαστικῶν πραγμάτων, ἢ ἐπισκόπων, ἢ πρεσβυτέρων, ἢ διακόνων, ἢ ἄλλων κληρικῶν, ἢ περὶ ἡγουμένων ἢ μοναχῶν, ἢ περὶ κατεγνωσμένου βίου, ἢ ἄλλων τινῶν δεομένων ἐπανορθώσεως, κινεῖσθαί τε καὶ προσηκόντως ἐξετάζεσθαι, καὶ τὴν ἐπ᾿ αὐτοῖς διόρθωσιν προϊέναι τοῖς ἱεροῖς κανόσι καὶ τοῖς ἡμετέροις νόμοις συμβαίνουσαν. μὴ μόνον δὲ ἐν ταῖς καθ ' ἕκαστον [ἔτος] γενησομέναις συνόδοις ταῦτα ζητεῖσθαι, ἀλλὰ καὶ ὁσάκις ἄν τινες κατηγορηθεῖεν τῶν ἱερωμένων προσώπων ἢ ἡγουμένων ἢ μοναχῶν, ἢ περὶ πίστεως, ἢ αἰσχροῦ βίου ἢ ὡς παρὰ τοὺς θείους κανόνας τὶ διαπραττόμενοι, καὶ εἰ μὲν ἐπίσκοπος εἴη ὁ κατηγορούμενος, τὸν τούτου μητροπολίτην ἐξετάζειν τὰ λεγόμενα· εἰ δὲ μητροπολίτης εἴη, τὸν μακαριώτατον ὑφ᾽ ὃν τελεῖ ἐπίσκοπον· εἰ δὲ πρεσβύτερος ἢ διάκονος καὶ οἱ λοιποὶ, κληρικὸς, ἡγούμενός τε καὶ μοναχὸς, τὸν ὁσιώτατον ἐπίσκοπον, ὑφ᾽ ὃν οὗτοι τελοῦσιν, ἐξετάζειν τὰ προσαγγελλόμενα, καὶ τῆς ἀληθείας ἀποδεικνυμένης ἕκαστον πρὸς τὸ πταῖσμα κανονικοῖς ἐπιτιμίοις καθυποβάλλεσθαι τῷ κρίματι τοῦ ἐξετάζοντος. ταῦτα δὲ πάντα κρατεῖν μὴ μόνον ἐπὶ τῶν μετὰ ταῦτα χειροτονουμένων ἐπισκόπων τε καὶ κληρικῶν καὶ ἡγουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν νυνὶ ὄντων καί τινων, ὡς εἰκὸς, ἐπί τισιν αἰτίαις ἀπηγορευμέναις τοῖς θείοις κανόσι καὶ τοῖς ἡμετέροις νόμοις κατηγορουμένων. τούτων γὰρ οὕτω φυλαττομένων καὶ οἱ λαϊκοὶ πολλῆς ἐντεῦθεν περί τε τὴν ὀρθὴν πίστιν καὶ τὸν σεμνὸν βίον προκοπῆς τε καὶ ἐπανορθώσεως ἀξιωθήσονται '.
7
pr.Πρὸς τούτοις κελεύομεν, πάντας ἐπισκόπους τε καὶ πρεσβυτέρους μὴ κατὰ τὸ σεσιωπημένον, ἀλλὰ μετὰ φωνῆς τῷ πιστωτάτῳ λαῷ ἐξακουομένης τὴν θείαν προσκομιδὴν καὶ τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι προσευχὴν ποιεῖσθαι πρὸς τὸ καὶ ἐντεῦθεν τὰς τῶν ἀκουόντων ψυχὰς εἰς πλείονα κατάνυξιν καὶ τὴν πρὸς τὸν δεσπότην θεὸν διανίστασθαι δοξολογίαν· περὶ τούτου γὰρ καὶ ὁ θεῖος ἀπόστολος διδάσκει λέγων ἐν τῇ πρὸς κορινθίους πρώτῃ ἐπιστολῇ οὕτως· ἐπεὶ, ἐὰν εὐλογῆς ἐν πνεύματι ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ ἀμὴν τῷ θεῷ ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ, τί λέγεις, οὐκ οἶδε. σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. καὶ πάλιν ἐν τῇ πρὸς ῥωμαίους οὕτως λέγει· καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. διὰ ταῦτα τοίνυν προσήκει τὴν ἐπὶ τῇ ἁγίᾳ προσκομιδῇ καὶ τὰς ἄλλας προσευχὰς μετὰ φωνῆς συμμέτρου τοῖς ἀκροωμένοις παρὰ τῶν ὁσιωτάτων ἐπισκόπων τε καὶ πρεσβυτέρων προσφέρεσθαι τῷ κυρίῳ ἰησοῦ χριστῷ τῷ θεῷ ἡμῶν σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, γι νωσκόντων τῶν ὁσιωτάτων ἐπισκόπων καὶ πρεσβυτέρων, ὡς, εἴπερ τὶ τούτων παρίδοιεν, καὶ τῇ φοβερᾷ κρίσει τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ ἀπολογήσονται, καὶ οὐδ᾽ ἡμεῖς ταῦτα γινώσκοντες ἐφησυχάσομεν ἢ ἀνεκδίκητα καταλιπεῖν ἀνασχοίμεθ᾽ ἄν.
8
pr.Κελεύομεν δὲ καὶ τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας, εἴπερ ἀμελούμενόν τι τῶν παρ᾽ ἡμῶν νομοθετηθέντων ἴδοιεν, πρῶτον μὲν κατεπείγειν τοὺς μητροπολίτας καὶ τοὺς ἄλλους ἐπισκόπους, τὰς εἰρημένας συνόδους ποιεῖσθαι καὶ πάντα πληροῦν, ὅσα [περὶ] τῶν συνόδων διὰ τοῦ παρόντος ἐκελεύσαμεν νόμου· εἰ δ᾽ ἀναβαλλομένους ἴδοιεν, αὐτίκα τοῦτο μηνύειν ἡμῖν πρὸς τὸ ἐξ ἡμῶν τὴν προσήκουσαν διόρθωσιν προϊέναι κατὰ τῶν ὑπερτιθεμένων τὰς συνόδους ποιεῖν, ἐπισταμένων αὐτῶν τε τῶν ἀρχόντων καὶ τῶν πειθομένων αὐτοῖς τάξεων, ὡς, εἴπερ ταῦτα μὴ παραφυλάξαιεν, ἐσχάταις ὑποβληθήσονται τιμωρίαις '.
9
pr.Βεβαιοῦμεν δὲ καὶ διὰ τοῦ παρόντος νόμου ἅπαντα τὰ παρ᾽ ἡμῶν ἐν διαφόροις τάξεσι νενομοθετημένα περί τε ἐπισκόπων καὶ πρεσβυτέρων καὶ λοιπῶν κληρικῶν, καὶ πρός γε ξενοτρόφων καὶ ξενοδόχων, καὶ ὀρφανοτρόφων, καὶ τῶν λοιπῶν, ὅσοι εὐαγῶν οἴκων προΐστανται. σπουδασάτω τοίνυν ἡ ἐνδοξότης σου καταφανῆ ποιῆσαι τοῖς τῶν ἐπαρχιῶν ἡγουμένοις.
10
pr.Κληρικὸς καὶ μοναχὸς καὶ δι᾽ ἑαυτῶν καὶ δι᾽ ἐντολέων ἀνυβρίστως ἐναγέσθωσαν.
11
pr.Μονάστρια δὲ μὴ ἀφελκέσθω τοῦ μοναστηρίου, ἀλλὰ δι᾽ ἐντολέως ἐναγέσθω, τοῦ παραβαίνοντος δικαστοῦ τῆς ζώνης γυμνουμένου καὶ ιε΄ λιτρῶν χρυσοῦ προστιμωμένου.
12
pr.Τοῦ δὲ ἐκβιβαστοῦ πρὸς τοῖς εἰρημένοις βασανιζομένου καὶ ἐξοριζομένου, ἄδειαν ἔχοντος τοῦ ἐπισκόπου μηνύειν βασιλεῖ περὶ τούτου.
13
pr.Ὁ συκοφαντήσας ἐγκληματικῶς ἐπίσκοπον χρυσίου λίτρας λ΄ προστιμάσθω τῷ δημοσίῳο.
14
pr.Τὰς ἰδιωτικὰς φυλακὰς ἤγουν τὰς τῶν ἰδιωτῶν ἡ διάταξις ἀναιρεῖ, τοὺς ἐπισκόπους ἐπιτρέπουσα τοὺς οὕτως ἐμβληθέντας ἐκβάλλειν.
15
pr.Ὁ χειροτονούμενος ἐπίσκοπος λίβελλον πρῶτον διδότω τῆς ἰδίας πίστεως, καὶ ἀπαγγελλέτω τὰς εὐχὰς, καὶ ὀμνύτω μηδὲν δοῦναι μήτε μὴν ἐπαγγείλασθαι παρασχεῖν τινι ὑπὲρ τῆς χειροτονίας. ἐὰν δέ τι παρὰ τὰ εἰρημένα γένηται, τότε καὶ ὁ γινόμενος ἐπίσκοπος καὶ ὁ χειροτονήσας αὐτὸν τῆς ἐκκλησίας ἐκβάλλονται.
16
pr.Ἐὰν κατηγορηθῇ ὁ μέλλων χειροτονεῖσθαι ὡς ἀνεπιτήδειος, ἀναβαλλέσθω τέως ἡ χειροτονία. καὶ εἰ εὑρεθείη ὁ χειροτονούμενος ὑπαίτιος κατὰ νόμους ἢ κανόνας, κωλυέσθω, εἰ δ᾽ ἀνεύθυνος εὑρεθείη, χειροτονείσθω. ἐὰν δὲ χειροτονηθῇ παρὰ τὰ εἰρημένα, καὶ αὐτὸς καὶ ὁ χειροτονήσας τῆς ἐκκλησίας ἐκβάλλονται.
17
pr.Ἐὰν δὲ ὁ κατήγορος παρὼν μὴ δείξῃ ἃ διεβεβαιώσατο ἢ ἀπολειφθῇ, εἰ μὲν κληρικός ἐστι, τῆς ἐκκλησίας ἐκβάλλεται, εἰ δὲ λαϊκὸς εἴη, δεόντως σωφρονίζεται '.
18
pr.Ὁ βουλόμενος κατηγορείτω τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου, ἵνα ζητήσεως γενομένης ἂν δειχθῇ ἀληθεύων, ἐπισχεθῇ ἡ χειροτονία· εἰ δ᾽ ἀνεύθυνος φανείη ὁ μέλλων χειροτονεῖσθαι, ἡ μὲν χειροτονία γένηται, ὁ δὲ κατηγορῶν, εἰ ἐκκλίνῃ τὴν κατηγορίαν, ἐπιτιμίῳ διηνεκοῦς ἀκοινωνησίας ὑποβληθῇ. παρορωμένης δὲ τῆς ἐπὶ τῇ κατηγορίᾳ ἐξετάσεως, ὁ χειροτονήσας καὶ ὁ χειροτονηθεὶς τῆς ἱερωσύνης ἐκπίπτουσιν.
19
pr.Κατηγορηθέντος τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἢ πρεσβυτέρου ἢ διακόνου ἢ ἡγουμένου ἢ ἄλλου κληρικοῦ, τὴν χειροτονίαν ἢ τὴν προβολὴν ποιεῖσθαι χρὴ παρόντος τοῦ κατηγόρου καὶ ἐπεξιόντος τὴν κατηγορίαν. εἰ δ᾽ ἀπολιμπάνεται, ποιείτω καὶ οὕτω ζήτησιν ἀκριβεστάτην τῆς κατηγορίας εἴσω μηνῶν γ΄, καὶ εὑρίσκων αἴτιον τὸν μέλλοντα χειροτονεῖσθαι εἴτε κατὰ τοὺς κανόνας εἴτε κατὰ τοὺς πολιτικοὺς νόμους, ὑπερτιθέσθω τὴν χειροτονίαν. εἰ δ᾽ ἀνεύθυνον εὕροι εἴτε παρόντος ἢ ἀπόντος τοῦ κατηγόρου, πληρούτω τὴν χειροτονίαν. ὁ δὲ κατήγορος μὴ συνιστὰς ἀλλ᾽ ἀποφεύγων, εἰ μὲν κληρικός ἐστιν, ἐξωθείσθω τοῦ οἰκείου βαθμοῦ· εἰ δὲ λαϊκὸς, τὸν προσήκοντα σωφρονισμὸν ὑπομενέτω. τούτων δὲ μὴ παραφυλαττομένων ὡσαύτως καὶ ὁ χειροτονῶν καὶ ὁ χειροτονούμενος ἐκβαλλέσθω. τὰ δὲ εἰρημένα καὶ ἐπὶ προβολῇ ἡγουμένου κρατείτω.
20
pr.Ὅπου ἡ προκάταρξις γέγονεν, ἐκεῖ καὶ τὸ πέρας τῆς δίκης γυμνάζεται.
21
pr.Οὐ παρίσταται ἐπίσκοπος κριτηρίῳ, κἂν χρηματικὴ κἂν ἐγκληματικὴ ᾖ αἰτία. καὶ ἐὰν ἄρχων τοῦτο ποιήσῃ, ἐκπίπτει τῆς ζώνης αὐτοῦ καὶ κ΄ λίτρας χρυσίου παρέχει.
22
pr.Ὁ καθαιρεθεὶς μὴ ἐπιβαινέτω τῆς πόλεως ἧς ἐξέπεσεν.
23
pr.Μηδεὶς ἀκοινώνητος ἔστω ἐπίσκοπος· ὁ γὰρ γενόμενος ὑποβάλλεται ποινῇ, καὶ ὁ χειροτονῶν αὐτὸν ὡσαύτως.
24
pr.Κοσμικοῖς δὲ δικασταῖς ἱερατικὸν πρόσωπον προσιέναι καὶ ζητεῖν ὑπ᾽ ἐκείνων δικάζεσθαι δίκην ἥντιν᾽ ἂν τύχοι, ὅλως οὐκ ἐφίεμεν, ἀλλὰ τῶν μὲν ἐπισκόπων τῆς ἐπισκοπῆς, τῶν δὲ κληρικῶν τοῦ κλήρου καὶ τῶν μοναχῶν τοῦ μοναστηρίου δικαίαν αὐτόθεν καταψηφιζόμεθα ἔκπτωσιν, καὶ κατὰ τῶν παραδεχομένων τούτους δικαστῶν ἢ βιαίως ἑλκόντων μετὰ τῆς θεοῦ δικαίας ὀργῆς ἔτι καὶ τὴν τῆς βασιλικῆς μεγαλειότητος ἀγανάκτησιν ἐπικαλεσόμεθα καὶ τὰς ἐκ τῶν νόμων εὐ- θύνας. ὁ δὲ ἀφ᾽ ἡμῶν δεσμὸς ἄλυτος αὐτοῖς μέχρις ἐξόδου παρεκταθήσεται, εἴπερ δῆλον μὴ μεταβουλεύσαιντο καὶ τῆς ἀνοσίου ταύτης ἀπόσχοιντο προαιρέσεως. ὅτι καὶ οἱ εὐσεβεῖς νόμοι καὶ ὁ κραταιὸς καὶ ἅγιος ἡμῶν βασιλεὺς ὁ πορφυρογένητος μετὰ τοῦ ἐν μακαρίᾳ τῇ λήξει αὐταδέλφου αὐτοῦ ἐν τοῖς ἐγγράφοις αὐτῶν τυπικοῖς ἀναστέλλουσι τοὺς δικαστὰς τοιαῦτα εἰς τὰ ἐκκλησιαστικὰ νεανιεύεσθαι πρόσωπα· ὑφαρπάζεσθαι γὰρ τὰ ἐκκλησιαστικὰ καὶ ἱερὰ καὶ θεῖα προνόμια παρὰ τῶν θεματικῶν ἢ πολιτικῶν δικαστῶν ὅλως οὐκ ἀνεχόμεθα, ἀλλὰ καὶ πρὸ ἡμῶν ὁ ὑπὸ τούτων καταφρονούμενος καὶ μυκτηριζό μενος θεὸς ἔκδικον αὐτοῖς ἐποίσει τὴν ἀγανάκτησιν καὶ τὴν ῥομφαίαν δικαίαν στιλβώσει τῆς ἐκδικήσεως.
25
pr.Κληρικοὺς δὲ κληρικοῖς διαμφισβητοῦντας ἢ καὶ μοναχοὺς μοναχοῖς παρὰ τῷ οἰκείῳ κρίνεσθαι ἐπισκόπῳ ἀκολούθως τοῖς θείοις κανόσιν ἀποφαινόμεθα, κληρικοὺς δὲ ἐπισκόποις ἢ καὶ ἐπισκόπους ἐπισκόποις παρὰ τῷ τῆς ἐπαρχίας μητροπολίτῃ συνοδικῶς. εἰ δὲ σκάνδαλον ὑποτρέχον ὑποψίαν θἀτέρῳ ἐμποιεῖ τῶν μερῶν, παρὰ τῷ κατὰ τὴν ἡμέραν ἁγιωτάτῳ πατριάρχῃ καὶ τῇ ἱερᾷ καὶ μεγάλῃ συνόδῳ τηρεῖσθαι καὶ τέμνεσθαι τὸ ἀμφισβήτημα. πλὴν μὴ ἄνευ γνώμης καὶ συστατικῆς μητροπολίτου γραφῆς ἐπιβαίνειν τῇ βασιλευούσῃ ἐπίσκοπον ἢ ἀλλαχοῦ που μακρὰν στέλλεσθαι ἀποδημίαν, ὅ τι δ᾽ ἂν καὶ εἴη τὸ καλοῦν ἀναγκαῖον, ἐπεὶ ἔνοχον ἑαυτὸν ἀπεργάσεται τοῖς κανόσιν. ἐπίσκοπον δὲ προπετῶς ἐπιτιμίου ὀλιγωροῦντα μητροπολίτου καθαιρεῖσθαι ἀναπολογήτως προστάσσομεν.
26
pr.Εἴ τις κατά τινος ἢ κληρικοῦ ἢ μοναχοῦ ἢ διακονίσσης ἢ μοναστρίας ἢ ἀσκητρίας ἔχει τινὰ ἐναγωγήν, διδασκέτω πρότερον τὸν ἐπίσκοπον, ᾧτινι τούτων ἕκαστος ὑπόκειται, ὁ δὲ τὸ πρᾶγμα μεταξὺ αὐτῶν διακρινέτω. καὶ εἰ μὲν ἑκάτερον μέρος τοῖς κεκριμένοις ἐφησυχάσει, κελεύομεν διὰ τοῦ κατὰ τὸν τόπον ἄρχοντος ταῦτα ἐκβιβασμῷ τελείῳ παραδίδοσθαι. εἰ δέ τις τῶν δικαζομένων ἐντὸς δέκα ἡμερῶν ἀντείποι τοῖς κεκριμένοις, τηνικαῦτα ὁ τῶν τόπων ἄρχων τὸ πρᾶγμα ἐξεταζέτω, καὶ εἰ εὕροι τὴν κρίσιν ὀρθῶς γινομένην, καὶ διὰ ψήφου ἰδίας ταύτην βεβαιούτω καὶ ἐκβιβασμῷ παραδιδότω τὰ κριθέντα, καὶ μὴ ἐξέστω τῷ δεύτερον ἐν τῷ τοιούτῳ πράγματι ἡττηθέντι ἐκκαλεῖσθαι] εἰ δὲ ἡ τοῦ ἄρχοντος ψῆφος ἐναντία εἴη τοῖς παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου κεκριμένοις, τηνι- - καῦτα χώραν ἔχειν τὴν ἔκκλητον κατὰ τῆς ψήφου τοῦ ἄρχοντος καὶ ταύτην κατὰ τὴν τῶν νόμων τάξιν ἀναφέρεσθαι καὶ γυμνάζεσθαι '.
27
pr.Τοῖς ἐπισκόποις ἀπαγορεύομεν μὴ χωρίζειν τινὰ τῆς ἁγίας κοινωνίας ἄνευ αἰτίας εὐλόγου. ὁ δ᾽ ἀναποδείκτως ἀφορίζων κωλύεται τῆς ἁγίας κοινωνίας ἐπὶ χρόνῳ ἑνί.
28
pr.Οὕτω καὶ γὰρ τὰς ἀφοριστικὰς ἔχουσιν οἱ ἱεράρχαι δυνάμεις, ὡς φησιν ὁ μέγας διονύσιος, ὡς ἐκφαντορικοὶ τῶν θείων δικαιωμάτων, οὐχ ὡς ταῖς αὐτῶν ἀλόγοις ὁρμαῖς τῆς πανσόφου θεαρχίας εὐφήμως εἰπεῖν ὑπηρετικῶς ἑπομένης, ἀλλ᾽ ὡς αὐτῶν ὑποφητικῶς ὑποκινοῦντι τῷ τελεταρχικῷ πνεύματι τοὺς κεκριμένους θεῷ κατ᾿ ἀξίαν ἀφοριζόντων.
29
pr.᾿Αλλ᾽ οὐδὲ οἰκείαις χερσὶν ἔξεστιν ἐπισκόποις τινὰ πλήττειν· τοῦτο γὰρ ἀλλότριον ἱερέως.
30
pr.Οὐ χρὴ ἐπισκόπους ἢ μοναχοὺς ἢ κληρικοὺς ἄνευ γραμμάτων συστατικῶν τοῦ ἔχοντος τὴν κατ᾿ αὐτῶν δικαιοδοσίαν ἀνιέναι εἰς τὴν κωνσταντινούπολιν. τοῦτο γὰρ πράξαντες περὶ τὴν ἱερωσύνην κινδυνεύουσιν.
31
pr.Κληρικοὺς δὲ οὐκ ἄλλως συγχωροῦμεν χειροτονεῖσθαι, εἰ μὴ γράμματα ἴσασι καὶ ὀρθὴν πίστιν καὶ βίον σεμνὸν ἔχουσι καὶ μηδὲ ἀπηγορευμένον τοῖς νόμῳ καὶ τοῖς κανόσι γάμον.
32
pr.Ὁ κληρικὸς μὴ γινέσθω ἐκλήπτωρ μήτε ἀπαιτητὴς δημοσίων μήτε μισθωτής τελῶν μήτε κουράτωρ μήτε ἐντολεὺς δίκης μήτε ἐγγυητὴς, ἀλλὰ μόνον τὰ διαφέροντα πράγματα ταῖς ἐκκλησίαις ἤ ἄλλῳ σεπτῷ οἴκῳ ἐκλαμβανέτω ἢ κατὰ μίσθωσιν ἢ κατὰ ἐμφύτευσιν διακονούμενος ἐπὶ πράσει ὑπομνημάτων.
33
pr.Οἱ ἐπίσκοποι καὶ οἱ μοναχοὶ μὴ γινέσθωσαν ἐπίτροποι ἢ κουράτωρες, κἂν θέλωσιν. οἱ δὲ κληρικοὶ δύνανται εἶναι, ἐὰν βούλωνται, μόνον μέντοι τῶν ἰδίων συγγενῶν, μὴ προκριματιζόμενοι.
34
pr.Πᾶσι τοῖς λαϊκοῖς ἀπαγορεύομεν λιτὰς ποιεῖν δίχα τῶν ὁσιωτάτων ἐπισκόπων καὶ τῶν ὑπ᾿ αὐτοὺς κληρικῶν. ποία γὰρ λιτὴ, ἐν ᾗ ἱερεῖς οὐχ εὑρίσκονται καὶ τὰς συνήθεις ποιοῦσιν εὐχάς;
35
pr.Ὅσα ἔσχεν ὁ ἐπίσκοπος πρὸ τῆς ἐπισκοπῆς, δωρεῖται καὶ ἐκποιεῖται ὡς θέλει, οὐ μὴν ἀλλὰ καὶ διατίθεται εἰς αὐτά. ὅσα δὲ ἐκτήσατο μετὰ τὴν ἐπισκοπὴν, τῇ ἐκκλησίᾳ αὐτοῦ διαφέρει, καὶ οὐδὲ διατίθεται εἰς αὐτὰ, εἰ μὴ ἄρα ἀπὸ γονέων ἢ θείων ἢ ἀδελφῶν αὐτοῦ εἰς αὐτὸν περιἤλθον.
36
pr.Ὁ μέλλων εἰσιέναι ἐν μοναστηρίῳ διατιθέσθω τὰ καθ ' ἑαυτὸν πρὸ τῆς εἰσόδου αὐτοῦ, ἐπεὶ προσκυροῦται τῷ μοναστηρίῳ πάντα τὰ αὐτοῦ, κἂν μὴ ῥητῶς φήσειεν εἰσάγειν αὐτὰ, καὶ οὐκέτι ἔσται κατ᾿ οὐδένα τρόπον κύριος αὐτῶν.
37
pr.Ἐπίσκοπον ἢ οἰκονόμον ἢ ἄλλον κληρικὸν οἱουδήποτε βαθμοῦ ἢ μοναχὸν ἐκλήπτορα ἢ ἀπαιτητὴν δημοσίων συντελειῶν ἢ μισθωτὴν τελῶν ἢ ἀλλοτρίων κτήσεων κουράτορα καὶ οἴκου ἢ ἐντολέα δίκης ἢ ἐγγυητὴν γίνεσθαι οὐ συγχωροῦμεν.
38
pr.Ὁ ἀναβαπτίσας ἐπίσκοπος τῆς ἱερωσύνης ἐκβαλλέσθω.
39
pr.Ἐπὶ ταῖς ἐκκλησιαστικαῖς ὑποθέσεσι μόνος ὁ ἐπίσκοπος κρινέτω.
40
pr.Ὁ ἐπὶ παισὶ μονάσας δύναται καὶ μετὰ τὸ μονάσαι διελεῖν ἐξ ἴσου τὴν οὐσίαν αὐτοῦ τοῖς ἰδίοις παισὶ, φυλάττων ἑαυτῷ μέρος ἓν ὅ καὶ τῷ μοναστηρίῳ ἁρμόζει.
41
pr.Ἐὰν δὲ ἀδιάθετος τελευτήσῃ, τότε οἱ παῖδες αὐτοῦ λήψονται τὸ ἐξ ἀδιαθέτου, τουτέστι τὸν φαλκίδιον, καὶ τὸ λοιπὸν δίδοται τῷ μοναστηρίῳ.
42
pr.Ὁ ἀπὸ μοναστηρίου μετιὼν εἰς ἕτερον, ἐκ μὲν οἰκείας αἰτίας πταίσας, ἐκπίπτει τῶν ἰδίων πραγμάτων τῶν εἰς τὸ πρῶτον μοναστήριον ὧν προσήνεγκε, μηδὲ προσδεχθείς. εἰ δ᾽ ἐξ ἀλλοτρίας αἰτίας ἐξωσθῇ, λαμβάνει ἀκωλύτως ἃ προσέφερεν ἴδια.
43
pr.Οὐδεμίαν ἄδειαν διδόαμεν ἢ τοῖς γονεῦσι τοὺς παῖδας ἢ τοῖς παισὶ τοὺς γονέας τὴν κοσμικὴν διαγωγὴν καταλιμπάνοντας ὡς ἀχαρίστους ἀποκλείειν τῆς ἰδίας κληρονομίας ὑπὲρ αἰτίας πρὸ τοῦ μοναχικοῦ βίου παρακολουθησάσης. ἀπαγορεύομεν δὲ τοῖς γονεῦσι τοὺς ἰδίους παῖδας μοναχικὸν βίον ἐπιλεγομένους τῶν εἰαγῶν μοναστηρίων ἀφέλκειν '.
44
pr.Ὁ εἰς καπηλεῖον εἰσιὼν μοναχὸς τῷ ἐκδίκῳ παραδοθεὶς ἢ τοῖς ἐπάρχοις σωφρονιζέσθω, καὶ ἐκβαλλέσθω τοῦ μοναστηρίου.
45
pr.Οἱ φοιτῶντες μονήρει βίῳ εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, πρότερον τριετίαν προσκαρτερείτωσαν, κουρᾷ τε καὶ ἐσθῆτι χρώμενοι τῶν λαϊκῶν, καὶ τὰς γραφὰς μανθάνοντες, καὶ τὴν τύχην αὐτῶν ὁμολογοῦντες, καὶ τὴν αἰτίαν τοῦ θέλειν μονάσαι μήποτε πονηρία ἐστὶ, καὶ νουθετείσθωσαν.
46
pr.Εἴ τις δὲ εἰς μοναχικὸν βίον μετελθεῖν βουληθείη, κελεύομεν, ἵνα, εἰ μὲν δῆλός ἐστιν ὅτι οὐδεμιᾷ τύχῃ ὑπόκειται, ὁ ἡγούμενος τοῦ μοναστηρίου, ὅτε συνίδοι, τὸ σχῆμα αὐτῷ παράσχοι· εἰ δὲ μὴ ἀγνοεῖται εἰ οἱᾳδήποτε ὑπόκειται τύχῃ, ἐντὸς τριῶν ἐτῶν μὴ λαμβάνειν αὐτὸν τὸ μοναχικόν σχῆμα· καὶ ἐντὸς τῆς τριετίας εἰ μηδεὶς αὐτὸν ἐναγάγοι καὶ ἄξιος κριθείη, τηνικαῦτα τοῦ σχήματος ἀξιούσθω.
47
pr.Οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι οὔτε ἐπιτροπεύουσιν οὔτε δίκας ἑτέρων λέγουσιν, οὐδ᾽ ἂν συγγενεῖς εἶεν οἱ τὰς δίκας ἔχοντες, πλὴν ὑπὲρ τῆς ἰδίας μόνον μονῆς καὶ τότε συναινέσει τοῦ ἡγουμένου.
48
pr.Θεσπίζομεν τοίνυν, τοῖς θείοις ἀκολουθοῦντες κανόσι, τοὺς εἰς μοναστήριον παραγγέλλοντας μὴ προχείρως εὐθὺς παρὰ τῶν εὐλαβεστάτων ἡγουμένων σχῆμα λαμβάνειν μοναχικὸν, ἀλλ᾽ ἐπὶ τριετίαν ὅλην, εἴτε ἐλεύθεροι τυχὸν εἴτε δοῦλοι καθεστήκοιεν, προσκαρτερεῖν, οὔπω τοῦ μοναχικοῦ σχήματος ἀξιουμένους.
49
pr.Εἰ δ᾽ εἴσω τῆς τριετίας ἔλθοι τὶς καί τινα τῶν εἰς ἄσκησιν παραγγελλόντων ἕλκειν ὡς οἰκέτην βουληθείη, λέγοι τε, ὡς ὑφέλοιτό τινα πράγματα, καὶ διὰ τοῦτο εἰσέδραμεν εἰς τὸ μοναστήριον, θεσπίζομεν, αὐτὸν μὴ προχείρως πράττειν τοῦτο, ἀλλὰ πρότερον ἀποδεικνύναι ταῖς ἀληθείαις ὡς καὶ δοῦλός ἐστι, καὶ ἐπὶ κλοπῇ τυχὸν ἢ ἐπὶ βίῳ χαλεπῷ καὶ διε φθαρμένῳ καὶ μοχθηρῷ καὶ πταίσμασιν ἀποδράσειε, καὶ διὰ τὸ ἴδιον πταῖσμα εἰς τὸ μοναστήριον καὶ οὐ ταῖς ἀληθείαις ἀσκήσεως ἐρῶν εἰσελήλυθε, καὶ τοῦτον οὕτως ἀποδίδοσθαι τῷ κεκτημένῳ μεθ᾽ ὧν ὡς εἰκὸς ὑφείλετο, εἰ καὶ ταῦτα κατὰ τὸ μοναστήριον εἶεν, τὸν δὲ δεσπότην διδόναι πίστιν ὡς οὐδὲν αὐτὸν δράσει κακόν. εἰ δ᾽ ὁ ἐγκαλούμενος οὐδὲν τοιοῦτον ἐλέγχοιτο, φαίνεται δὲ σεμνὸς καὶ ἐπιεικὴς, καὶ μαρτυροῦτο ὡς καὶ παρὰ τῷ κεκτημένῳ κόσμιος ἦν, κἂν μήπω τύχῃ πεπερασμένος ὁ τῆς τριετίας χρόνος, ἀλλ᾽ οὖν καὶ οὕτω μενέτω κατὰ τὸ μοναστήριον τῆς τῶν ἑλκόντων ἀπηλλαγμένος θρασύτητος· τοῦ τριετοῦς δὲ πληρωθέντος χρόνου καὶ ἐγκριθέντος ὡς ἄξιος μοναχικῆς καθεστήκοι σεμνότητος, ἄδειαν οὐδενὶ διδόαμεν παντελῶς πολυπραγμονεῖν τι τῶν κατ᾿ αὐτόν· ἀρκεῖ γὰρ πρὸς μετρίαν κάθαρσιν τῶν ἡμαρτημένων ἡ τοῦ τριετοῦς χρόνου μαρτυρία. εἰ μέντοι τὴν δουλείαν φυγὼν φωραθείη καὶ τὸ μοναστήριον καταλιπεῖν διανοεῖται, ἕτερον δὲ σχῆμα βίου μεταδιώκειν, ἄδειαν διδόαμεν τῷ κεκτημένῳ ἕλκειν αὐτὸν ἀποδεικνύντι τὴν τύχην καὶ εἰς οἰκέτας αὐτὸν ἔχειν '.
50
pr.Καὶ τοῦτο ἴσθι· οἱ ἐπίσκοποι καὶ οἱ μοναχοὶ ἐπίτροποι μὴ γινέσθωσαν ἢ κουράτωρες.
51
pr.Ἔτι κἂν ὁ διαθέμενος τοῦτο ἀπηγόρευσεν, ἀλλ᾽ οὖν ἐκ παντὸς τρόπου ὁ ἐπίσκοπος τὰ εἰς εὐσεβεῖς αἰτίας ὑπ᾽ ἐκείνου καταλειφθέντα ἐποπιευέτω πῶς διοικοῦνται, καὶ εἰ κατά τι μὴ καλῶς προβαίνουσιν, αὐτὸς προνοητικῶς ἐνεργείτω.
52
pr.Ὁ ἔχων τὶ κατὰ κληρικοῦ ἢ μοναχοῦ διδασκέτω τὸν ἐπίσκοπον αὐτῶν, καὶ τὸ πρᾶγμα ἐξεταζέιω. καὶ εἰ κρινεί τὰ ἀρέσκοντα τοῖς μέρεσιν ὁ ἐπίσκοπος, ὀφείλει ὁ ἄρχων ἐκβιβάσαι τὰ ἀπὸ τῆς δίκης. ἐὰν δὲ καὶ ἓν τῶν μερῶν ἀντείποι τῇ κρίσει τοῦ ἐπισκόπου, ἐντὸς ι ' ἡμερῶν ἀναψηλαφάτω αὐτὴν ὁ τῆς ἐπαρχίας ἡγούμενος. καὶ εἰ μὲν κυρώσει αὐτὴν, ἰσχυέτω καὶ μὴ ὑποκείσθω ἐκκλήτῳ· εἰ δὲ μέμψεται αὐτὴν, ψηφίσεται αὐτὸς ὁ ἄρχων ὡς ἂν νομίσῃ, εἰδὼς ὅμως, ὅτι ἡ ψῆφος αὐτοῦ ἐκκλήτῳ ὑπόκειται.
53
pr.᾿Ανάγν. καὶ κεφ. ξδ΄ τῆς ρκγ΄ ἰουστινιανείου νεαρᾶς, ὅπερ δὴ κεφάλαιον διορίζεται τοὺς τολμήσοντας μιμήσασθαι σχῆμα μοναχοῦ ἢ ἀσκητρίας καὶ κατὰ σκηνικὴν ἐμπαῖξαι τοῦτο οἱῳδήτινι τρόπῳ σωματικῶς τιμωρεῖσθαι καὶ ἐξορίζεσθαι '.
54
pr.Πολλῷ πλέον κολασθήσεται ὁ ἐπαγγειλάμενος μοναδικὴν πολιτείαν καὶ διαγωγὴν καὶ εἰς μοναστήριον ἀπελθὼν καὶ μοναχικὴν ἐσθῆτα περιβαλλόμενος, ἐὰν ὕστερον ἀνερυθριάστως εἰς λαϊκοὺς μετασχηματισθῇ.
55
pr.῎Αλλοι δὲ εἶπον, ὡς οἱ ῥασοφορήσαντες μετὰ τρισαγίου οὐ παραχωρηθήσονται μετασχηματισθῆναι εἰς λαϊκούς· οἱ δὲ χωρὶς τούτου μετασχηματισθέντες ἀδιστάκτως ἐντὸς τῆς τριετίας τῶν μὲν μοναχικῶν ἀμφίων σχολὴν καταψηφίζονται, ἐνδυθήσονται δὲ λαϊκά· ὅτι καὶ γυναῖκες πενθοῦσαι τοὺς ἀποβεβιωκότας ἄνδρας αὐτῶν μελανειμονοῦσιν ἐπὶ καιρὸν, καὶ ἀκινδύνως αὖθις τὰ κοσμικὰ περιτίθενται.
56
pr.Τοῖς πλείοσι δὲ καὶ εὐλαβεστέροις οὐ δοκεῖ τὸ ἔχειν ἐπ᾿ ἀδείας τοὺς εἰσελθόντας εἰς μοναστήριον, κἂν ὁπωσδήποτε ἔχῃ τὸ πρᾶγμα, μελανειμονήσαντας καὶ κατὰ μοναχοὺς διατρίβοντας μετασχματισθῆναι εἰς λαϊκούς· ἐξῆν γάρ φησιν αὐτῷ μετὰ λαϊκῶν ἐσθήτων δοκιμασθῆναι κατὰ τὸν τῆς τριετίας καιρόν· ἐπεὶ δὲ μοναχικὰ ἐνεδύσατο, ἀναγκασθήσεται περατῶσαι τὴν οἰκείαν πρόθεσιν· εἰ δὲ πρὸς τοῦτο ἀποδυσπετήσει, τιμωρηθήσεται, καθὼς ὁ νόμος φησὶν ἐν τῷ α΄ τί. τοῦ δ΄ βι.
57
pr.Γίνεσθαι δὲ ἐν καιρῷ χρείας ἡγούμενον οὐ πάντως τὸν κατὰ τάξιν, ἀλλὰ τὸν ἄξιον δοκιμασίᾳ καὶ ἐπιλογῇ τοῦ ἐπισκόπου καὶ τῶν λοιπῶν μοναχῶν πρότερον. καὶ ταῦτα μὴ μόνον ἐν τοῖς μοναστηρίοις κρατεῖν βουλόμεθα, ἀλλὰ καὶ ἐν τοῖς ἀσκητηρίοις.
58
pr.Μηδεὶς αἱρετικὸς ἐπίκτησίν τινα ποιείτω πράγματος ἀκινήτου ἐκκλησιαστικοῦ, μηδὲ κατὰ μίσθωσιν ἢ ἐμφύτευσιν. εἰ δὲ τοιοῦτον ἁμαρτηθείη, ἐξωθεῖται ὁ αἱρετικὸς, καὶ τὸ ἀκίνητον ἀποκαθίσταται τῇ ἐκκλησίᾳ.
59
pr.Μηδαμῶς τοῖς αἱρετικοῖς τῶν μυστηρίων τόπος ἀνεᾤχθω. μὴ λαμβανέτω ἰουδαῖος χριστιανὴν, καὶ ἁπλῶς εἰπεῖν αἱρετικοὶ καὶ ἄπιστοι μὴ κατά τινα τρόπον πρὸς γάμον χριστιανοῖς συναπτέσθωσαν.
60
pr.Μηδεὶς ἐν ἐκκλησίᾳ ἁγίᾳ θαπτέτω νεκρόν.
61
pr.Ἐξέστω ἑκάστῳ τελευτῶντι τὰ οἰκεῖα πράγματα καταλιμπάνειν ταῖς ἁγίαις ἐκκλησίαις, προστάττειν δὲ διὰ τούτων καὶ εὐκτήριον οἶκον καὶ ξενῶνα καὶ νοσοκομεῖον καὶ μοναστήριον κτίζεσθαι, καὶ διοικεῖσθαι κατὰ τὸ διατεταγμένον παρ᾽ αὐτοῦ. δικαιοῦμεν γὰρ φυλάττεσθαι ἀκινήτους τὰς ἐπὶ τούτῳ γνώμας αὐτῶν.
62
pr.Ὁ θέλων εὐκτήριον οἶκον ἢ ἐκκλησίαν κτίσαι ὀφείλει διαλέγεσθαι περὶ τούτου τῷ τῆς πόλεως ἐπισκόπῳ, καὶ δωρεῖσθαι τὰ ἀρκοῦντα πρὸς λυχνοκαΐαν καὶ τὴν ἱερὰν λειτουργίαν καὶ τὴν ἀδιάφθορον τοῦ τόπου τήρησιν καὶ τὴν ἀποτροφὴν τῶν προσεδρευόντων. καὶ τότε τὸν ἐπίσκοπον τὸ πρᾶγμα πᾶσι φανεροῦντα δημοσίᾳ ἐκεῖσε προσιέναι, καὶ σὺν εὐχῇ πηγνῦναι σταυρὸν, καὶ τότε τοῦ ἔργου ἄρχεσθαι.
63
pr.Ὁ ἀρξάμενος πάνσεπτον καὶ θειότατον οἶκον καὶ εὐκτήριον οἰκοδομῆσαι θεῷ ἢ παλαιὸν ἀνανεοῦν, ἀναγκαζέσθω μετὰ τῶν κληρονόμων αὐτοῦ παρὰ τῶν οἰκονόμων καὶ τοῦ ἐπισκόπου καὶ τοῦ ἄρχοντος τὸ ἀρχθὲν πληρῶσαι.
64
pr.Μηδεὶς λείψανα ἁγίων πιπρασκέτω ἢ ἀγοραζέτω.
65
pr.Τὰ ἱερὰ οὐ πεφύκασιν ἐκποιεῖσθαι, τὸ δὲ ἐπὶ τούτοις δίκαιον καὶ πωλεῖται καὶ δωρεῖται καὶ λεγατεύεται. τί ἐστι τὸ ἐπὶ τούτοις δίκαιον; οὐ δύναταί τις ἀγοράσας ἱερὸν χρῆσθαι τούτῳ ὡς βούλεται, ἀλλ᾽ ὡς ἱερῷ καὶ πάλιν χρῆται καὶ τῷ τείχει ὡς τείχει, καὶ παραπέμπων τοῦτο πρὸς ἄλλον κἀκεῖνος οὕτως αὐτῷ χρῆται καὶ ἔχει μόνον τὸ ἐπ᾿ αὐτῷ δίκαιον, οὐ μὴν δύναται αὐτῷ χρῆσθαι ὅπου βούλεται ὡς καὶ τοῖς λοιποῖς αὐτοῦ πράγμασιν.
66
pr.Πᾶσα ἀγωγὴ ἁρμόζουσα σεπτῷ. οἴκῳ εἰς τεσσαρακονταετίαν ἐπεκτείνεται. μήπω γὰρ τέλος λαβόντος τοῦ τοσούτου τῶν ἐτῶν ἀριθμοῦ δύναται τὸ μέρος τῆς ἐκκλησίας κινεῖν καὶ ζητεῖν τὸ ἴδιον παρὰ ἀλλοτρίου κατεχόμενον, εἴτε κινητόν ἐστιν εἴτ᾿ ἀκίνητον, εἴτε χρεωστούμενον ἐξ οἱασδηποτοῦν αἰτίας.
67
pr.Ὁ δι᾽ ἄσκησιν λύων τὸν ἴδιον γάμον τῷ ἀπὸ τελευτῆς ὑπόκειται κάσσῳ.
68
pr.Αρχιμανδρίτου τελευτῶντος μὴ πάντως ὁ ἐν τῷ χρόνῳ προλαμβάνων τοὺς ἄλλους εἰς τὸν τούτου τόπον προβαλλέσθω, ἀλλ᾽ ἐκεῖνος ὁ ὢν ἀγαθοῦ βίου καὶ σεμνοῦ τρόπου καὶ ἀσκήσεως.
69
pr.Ἐὰν μοναχὸς κοσμικὸς γένηται, ἐν μοναστηρίῳ ἐμβάλλεται καὶ προσκυροῦται ἐκείνῳ τῷ μοναστηρίῳ ἃ ἐπεκτήσατο. εἰ δὲ καὶ τοῦ δευτέρου μοναστηρίου ἐξέλθῃ καὶ γένηται κοσμικὸς, ταξεώτης γίνεται '.
70
pr.Ἐὰν ἀνὴρ εἴτε γυνὴ καταλίποι τὸν σύζυγον καὶ ἀσκῆσαι βουληθείη, μὴ ζημιούσθω ἐντεῦθεν· ἀλλ᾽ ἕκαστος τὸ οἰκεῖον λαμβανέτω, τοσοῦτον μόνον κερδαίνων τῷ ἰδίῳ προσώπῳ ὅσον ἀπὸ τελευτῆς συμπεφώνηται, ἐπειδὴ ὁ μονάζων δοκεῖ τεθνᾶναι· τοῦτο γὰρ καὶ τῇ νεαρᾷ εἴρηται. μὴ γαμεῖν δὲ τὴν γυναῖκα πρὸ ἐνιαυσιαίου χρόνου διὰ τὸ τοῦ τοκετοῦ ἄδηλον. τὸ δὲ κερδαινόμενον, κἂν μὴ δευτερογαμήσει, τοῖς παισὶ φυλάττεται.
71
pr.Διακόνισσα πορνεύσασα ἢ νομίμως γαμουμένη ἢ ἄλλον βίον ἐπερχομένη καὶ αὐτὴ ἅμα τῷ φθείραντι ἢ τῷ γήμαντι τῷ δημοσίῳ ἔσται, τὰ αὐτῶν δὲ τῇ ἐκκλησίᾳ ἢ τῷ μοναστηρίῳ προσκυρούσθω.