JGR VI 1.29
Περὶ κωδικέλλου.
Abrir no leitor do IusCommune →1
pr.Κωδίκελλός ἐστιν ἐλλιποῦς ἐν διαθήκῃ γνώμης τοῦ διατιθεμένου ἀναπλήρωσις. μετὰ γὰρ τὸ ποιῆσαί τινα διαθήκην, ἐὰν ἐνθυμηθῇ καὶ ἕτερα, γράφει τὸν λεγόμενον κωδίκελλον, καὶ συγγράφει ἐν αὐτῷ τὰ ἐλλείποντα. διαφορὰ δὲ διαθήκης καὶ κωδικέλλου, ὅτι ἐν μὲν τῇ διαθήκῃ καὶ κληρονόμον καὶ ἀποκληρονόμον ἔξεστι γράφειν καὶ ληγάτα καὶ ἐλευθερίας καὶ ἔνστατον καὶ ὑποκατάστατον, ἐν δὲ τῷ κωδικέλλῳ οὔτε κληρονόμον οὔτε ἀποκληρονόμον, οὔτε ἔνστατον οὔτε ὑποκατάστατον.
2
pr.Ἔνστασίς ἐστιν ἡ πρώτη θέσις τῆς κληρονομίας, τουτἐστιν ὁ φύσει πρῶτος βαθμὸς τῶν κληρονόμων.
3
pr.Ὑποκατάστασις ἐστιν ἡ ἐξ ἀποτυχίας τοῦ πρώτου κληρονόμου ἐπὶ ἕτερον τῆς κληρονομίας μετάθεσις ἐκ διορισμοῦ τοῦ κληροδοτοῦντος. οἷον ὡς εἴ τις λέγει· ἔστω μου ὁ δεῖνα κληρονόμος· εἰ δὲ μὴ, ἔστω ὁ δεῖνα.
4
pr.Καὶ πάλιν· κωδίκελλός ἐστιν ἔγγραφος βούλησις τελευταία ἐπί τισι προσώποις καὶ πράγμασι τοῖς ἐν διαθήκῃ ἢ μνημονευθεῖσιν ἢ μνημονευθῆναι δυναμένοις, πλὴν κληρονόμου ἐνστάτου καὶ ἀποκλήρου καὶ κληρονομίας, οἷς καὶ διαφέρει τῆς διαθήκης ὁ κωδίκελλος. δύναται γάρ τις ἐν κωδικέλλῳ φιδικομισσάριον γράφειν κληρονόμον καὶ λεγάτον [καὶ] λεγατάριον, ἀλλὰ καὶ ὑποκατάστατον δύναται ποιεῖσθαι ἐν κωδικέλλῳ, οὐ μὴν ἔνστατον κληρονόμον, οὐδὲ ἀπόκληρον, οὐδὲ κληρονομίαν '.
5
pr.Ὁ εὔπορος ἐλευθεροῖ δούλους ἐν κωδικέλλῳ, εἰ [καὶ] ἐν τῷ διατίθεσθαι ἄπορος ἦν.
6
pr.Οὐκ ἔχει δύναμιν κωδικέλλου ἡ ἐπιστολὴ, ἣν ἂν γράψαιτό τις ἐπαγγειλάμενος ποιεῖν με κληρονόμον ἢ φανερῶν τὴν διάθεσιν αὐτοῦ.
7
pr.Δύναται γίνεσθαι κωδίκελλος καὶ χωρὶς τοῦ προηγήσασθαι διαθήκην. ἐστὶ δὲ τὸ γνώρισμα τοῦ κωδικέλλου καὶ ἡ διαφορὰ πρὸς τὴν διαθήκην τοιαύτη· ἐν μὲν γὰρ τῷ κωδικέλλῳ οὐ δύναταί τις γράφειν ἐξωτικὸν κληρονόμον οὔτε ὑποκατάστασιν ποιεῖν· ἐν δὲ τῇ διαθήκῃ δύναται.
8
pr.Καὶ ἕνα καὶ πολλοὺς συγχωρούμεθα ποιεῖν κωδικέλλους.
9
pr.Τὸ μὲν ς΄ βι. τοῦ κώδ. οὔτε κληρονόμον οὔτ᾽ ἀπόκληρον οὔτε ἔνσιατον οὔθ᾽ ὑποκατάστατον [ἐν] κωδικέλλῳ φησὶ δύνασθαι ποιεῖν. τὸ γ΄ κεφ. τοῦ αὐτοῦ βι. λέγει καὶ ἐν ἀτελεῖ διαθήκῃ καὶ ἐν κωδικέλλῳ καλῶς γράφεσθαι τοὺς παῖδας κληρονόμους. καί φασιν οἱ ἐξηγηταὶ, ὅτι τὸ ς΄ βι. περὶ ἐξωτικῶν κληρονόμων διαλέγεται. ἡ μέντοι ρνθ ' νεαρὰ κωδίκελλον ὑποκατάστασιν ἔχοντα ὡς ἰσχυρὸν ἀποδέχεται, ἀλλ᾽ ἐπὶ κατιόντων.
10
pr.Ἐάν τις τὸν δοῦλον αὐτοῦ λεγατεύσῃ ἐν διαθήκῃ, καὶ ἐν κωδικέλλῳ αὐτὸν ἐλευθερώσῃ, ἑκάτερον ἰσχύει.
11
pr.Ὁ ἔχων δύναμιν ποιεῖν διαθήκην δύναται ποιεῖν καὶ κωδίκελλον.
12
pr.Αποτυχία διαθήκης, ὅταν ἀτελὴς καταλειφθῇ, ἀσφράγιστος τυχὸν ἢ ἀνυπόγραφος, κωδίκελλον οὐ ποιεῖ· εἰ μὴ τοῦτο εἴπῃ ὁ διατιθέμενος, ὅτι ἐὰν μὴ ἰσχύῃ ὡς διαθήκη, ἵνα ἰσχύῃ ὡς κωδίκελλος.
13
pr.Ἐὰν διαφόρους κωδικέλλους τὶς ποιήσῃ ἐν διαφόροις χρόνοις ἐναντίους ἀλλήλοις, ὁ τελευταῖος ἰσχυρότερός ἐστιν.
14
pr.Συνίσταται κωδίκελλος διὰ ε΄ μαρτύρων, ὑπογραφόντων δηλονότι, κἂν μὴ σφραγίδας αὐτῷ ἐπιθήσουσιν '.
15
pr.᾿Αρκοῦσι δὲ τῷ κωδικέλλῳ πέντε μάρτυρες ἐν τῷ αὐτῷ καιρῷ τοῦ κωδικέλλου εὑρεθέντες, εἰ καὶ κατὰ τύχην ἦλθον, πλὴν ἐν ἑνὶ καιρῷ καὶ τῷ αὐτῷ ὀφείλουσι προσληφθῆναι εἰς τὴν ἀκρόασιν.