IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.30

Περὶ κληρονόμων καὶ περὶ συστάσεως κληρονομίας καὶ ὑποκαταστάσεως καὶ περὶ συνεισφορᾶς προικὸς καὶ διασκέψεως αὐτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Κληρονομία ἐστὶν ἡ εἰς ὁλόκληρον διαδοχὴ τοῦ δικαίου ὅπερ ὁ διαθέμενος εἶχεν.

2

pr.Οὐ δύναταί τις πλέον οὗ ἔχει δικαίου μετάγειν εἰς ἕτερον.

3

pr.Οἱ κληρονόμοι ἢ ἔνστατοι ἢ ὑποκατάστατοι λέγονται. καὶ ἐστὶν ὁ ἔνστατος ὁ φύσει κληρονόμος· ἡ δὲ ὑποκατάστασις ἢ ἁπλῆ ἐστιν, ὡς τὸ εἰπεῖν· ἐὰν μὴ κληρονομήσῃ ὁ δεῖνα, ἔστω ὁ δεῖνα κληρονόμος· ἢ διπλῆ, οἷον· εἴτε κληρονομήσας εἴτε μὴ κληρονομήσας ὁ δεῖνα ἄνηβος ἀποθάνῃ, ἔστω κληρονόμος ὁ δεῖνα.

4

pr.Οἱ κατιόντες, κἂν ἄῤῥενες κἂν θήλειαι ὦσι, προτιμῶνται τῶν ἀνιόντων καὶ τῶν ἐκ πλαγίου.

5

pr.Υἱὸν ἴδιον ποιήσας τὶς κληρονόμον καὶ ἄλλῳ τὴν κληρονομίαν εἰπὼν ἀποκαταστῆσαι μετὰ θάνατον, εὔδηλον ἐποίησεν, ὅτι οὕτως εἶπε τοῦτο, ἤγουν ἵνα παραγένηται πρὸς ἄλλον ἡ τῆς κληρονομίας ἀποκατάστασις, εἴπερ αὐτὸς οὐκ ἔχει υἱὸν ἢ θυγατέρα ἢ παῖδας ἄλλους. ἀδύνατον γὰρ παίδων ὑπόντων αὐτῷ πρὸς ἄλλον ἀποκαταστῆσαι τὴν κληρονομίαν, ἵνα μηδὲ ὁ πατὴρ αὐτοῦ δόξῃ τῶν ἰδίων γονῶν τὰς ἀλλοτρίας εἰς τὴν κληρονομίαν αὐτοῦ προκρίνειν. τὰ αὐτὸ κρατεῖ καὶ ἐπὶ θυγατέρων καὶ ἐγγόνων καὶ προεγγόνων.

6

pr.Ἐὰν εἷς τῶν παίδων κληρονομήσῃ τοῦ ἰδίου γονέως, προσπορίζει τῷ ἑαυτοῦ πάππῳ τὴν χρῆσιν τῶν προσπορισθέντων.

7

pr.Ἐὰν πάππος τελευτήσῃ ἐπὶ υἱῷ καὶ ἐγγόνοις ἀπὸ ἄλλου παιδὸς προτελευτήσαντος, οἱ ἔγγονοι ὑπεισέρχονται τὸ πρόσωπον τοῦ ἰδίου γονέως, καὶ ἅμα τῷ υἱῷ, τουτέστι τῷ ἰδίῳ θείῳ, κληρονομοῦσιν αὐτὸν, λαμβάνοντες ὅ τι ἔμελλε λαμβάνειν ὁ πατὴρ αὐτῶν, κἂν ἄῤῥενες κἂν θήλειαι ὦσιν, εἴτε ὑπεξούσιοί εἰσιν εἴτε αὐτεξούσιοι '.

8

pr.Κατιόντων μὴ ὑπόντων προτιμῶνται οἱ ἀνιόντες τῶν ἐκ πλαγίου πάντων χωρὶς τῶν ἐκ τῶν αὐτῶν γονέων φύντων ἀδελφῶν.

9

pr.Ἰστέον δὲ ὅτι ἐπὶ τῶν ἀνιόντων προτιμᾶται ὁ ἐγγύτερος τῷ βαθμῷ τοῦ μὴ πλησιάζοντος, κἂν θῆλυ πρόσωπον εἴη. εἰ γάρ εἰσι πάντες τοῦ αὐτοῦ βαθμοῦ, ὁμοῦ καλοῦνται εἰς τὴν κληρονομίαν.

10

pr.Εἰ πολλοὶ τῶν ἀνιόντων εἰσὶ, προτιμῶνται οἱ ἐγγύτεροι τῷ βαθμῷ· τὸν αὐτὸν δὲ πάντες ἔχοντες βαθμὸν ἐξίσου κληρονομοῦσιν, ὅτε ἀδελφοὶ καὶ ἀδελφόπαιδες εἰς τὴν κληρονομίαν αὐτοῖς συνεισέρχονται. μόνοι γὰρ ἀνιόντες εὑρισκόμενοι τὸ μὲν ἥμισυ πάντες οἱ πρὸς πατρὸς, τὸ δὲ ἄλλο ἥμισυ πάντες οἱ πρὸς μητρὸς κληρονομοῦσιν, ἴσον ἔχοντες τὸν βαθμὸν δηλονότι.

11

pr.Εἰ τοίνυν ὁ τελευτήσας κατιέντας μὲν μὴ καταλίποι κληρονόμους, πατὴρ δὲ ἢ μήτηρ ἢ ἄλλοι γονεῖς αὐτῷ ἐπιζήσωσι, πάντων τῶν ἐκ πλαγίου συγγενῶν τούτους προτιμᾶσθαι θεσπίζομεν, ἐξῃρημένων ἀδελφῶν καὶ ἀδελφοπαίδων μόνον ἐξ ἑκατέρου γονέως συναπτομένων τῷ τελευτήσαντι.

12

pr.Οἱ ἀμφιθαλεῖς ἀδελφοὶ καὶ ἀδελφαί καὶ ἀνιόντες ὁμοῦ καλοῦνται ἐξίσης. καὶ οὐδὲ προσπορίζουσι τοῖς γονεῦσιν αὐτῶν τὴν χρῆσιν τοῦ ἁρμόσαντος αὐτοῖς μέρους ἐκ τῆς κληρονομίας τοῦ ἰδίου ἀδελφοῦ οἱ ἀδελφοὶ, κἂν αὐτεξούσιος κἂν ὑπεξούσιος ἦν '.

13

pr.᾿Ανιόντων ὑπόντων τῷ τελευτήσαντι καὶ ἀδελφῶν γνησίων καὶ παίδων ἀδελφοῦ ἀμφιθαλοῦς προτελευτήσαντος, πάντες εἰς τὴν αὐτοῦ διαδοχὴν καλοῦνται, κἂν θήλειαι κἂν ἄῤῥενες ὦσιν. οἱ γὰρ ἀδελφόπαιδες ὑπεισέρχονται τὸ τοῦ ἰδίου πατρὸς πρόσωπον καὶ λαμβάνουσιν ὅ τι ἔμελλε λαμβάνειν εἰ περιῆν ὁ πατὴρ αὐτῶν.

14

pr.Οἱ ἐκ τῶν αὐτῶν γονέων φύντες ἀδελφοὶ πρώτην ἔχουσι τάξιν εἰς τὸ κληρονομῆσαι τὸν ἴδιον ἀδελφὸν ἄλλων ἀδελφῶν προκειμένων μὴ ὄντων ἀμφιθαλῶν. πλὴν εἴπερ εἰσὶ παῖδες ἑτέρου ἀδελφοῦ αὐτῶν ὁμομητρίου καὶ ὁμοπατρίου, κἀκεῖνοι ὁμοῦ καλοῦνται, τουτέστιν οἱ ἀδελφοὶ καὶ οἱ παῖδες τοῦ ἀμφιθαλοῦς ἀδελφοῦ, εἰς τὰ τοῦ τελευτῶντος αὐτῶν μὲν ἀδελφοῦ, ἐκείνων δὲ θείου. εἰ δὲ μὴ ὑπεισιν ἀδελφοὶ ἢ παῖδες ἀδελφῶν τοιούτων δηλονότι, τότε οἱ ἐκ διαφόρων φύντες γονέων ἀδελφοὶ κληρονομοῦσι τὸν ἀποθανόντα ἑτεροθαλή ἀδελφόν.

15

pr.Ἐάν τις τελευτήσῃ ἐπὶ ἀδελφῷ ἐκ διαφόρων γονέων ὑπάρχοντι καὶ ἐπὶ υἱοῖς ἀδελφοῦ ὁμοπατρίου καὶ ὁμομητρίου, οἱ τεκνάδελφοι προτιμῶνται τοῦ ἀδελφοῦ εἰς τὴν κληρονομίαν αὐτοῦ. καὶ γὰρ οἱ ἀπὸ τῶν αὐτῶν γονέων θεῖοι προτιμῶνται τῶν ἐκ διαφόρων γονέων ἀδελφοπαίδων.

16

pr.Ἰστέον δὲ ὅτι ἀδελφῶν ἀμφιθαλῶν καὶ παίδων τοιούτων ἀδελφῶν μὴ ὑπόντων, τότε οἱ ἀδελφοὶ οἱ ἐκ διαφόρων γονέων κληρονομοῦσι τὸν ἐξ ἑνὸς γονέως ὄντα ἀδελφὸν αὐτῶν.

17

pr.Ἐὰν δὲ μετὰ τῶν ἀνιόντων εὑρεθῶσιν ἀδελφοὶ ἢ ἀδελφοὶ ἢ ἀδελφαὶ, ἢ ἀδελφόπαιδες, ἐξ ἑκατέρων γονέων συναπτόμενοι τῷ τελευτήσαντι, μετὰ τῶν ἐγγυτέρων τῷ βαθμῷ ἀνιόνσων κληθήσονται, εἰ καὶ πατὴρ ἢ μήτηρ εἴησαν, διαιρουμένης εἰς αὐτοὺς δηλονότι τῆς κληρονομίας κατὰ τὸν τῶν προσώπων ἀριθμόν· ἵνα καὶ τῶν ἀνιόντων καὶ τῶν ἀδελφῶν ἕκαστος ἴσην ἔχοιεν μοίραν.

18

pr.Οὔτε γυνὴ οὔτε εὐνοῦχος δύνανται υἱοθετεῖν, οὐδὲ κληρονομοῦσι τοὺς υἱοποιησαμένους τοιούτους ὄντας οἱ υἱοποιηθέντες.

19

pr.᾿Αλλ᾽ οὐδὲ νεώτερος τὸν πρεσβύτερον δύναται υἱοθετεῖν, ἀλλ᾽ οὐδὲ ὁ παῖδας ἔχων τὸν ἴδιον ἀπελεύθερον. γυν μέντοι παίδων αὐτῇ πλειόνων τελευτησάντων ἀτεκνωθεῖσα καὶ περὶ τούτου τοῦ βασιλέως δεηθεῖσα διὰ τῆς αὐτοῦ κατανεύσεως καὶ ἐγγράφου ὁρισμοῦ δύναται υἱοθετεῖν.

20

pr.᾿Αδελφοῦ μὴ ὑπόντος μηδὲ ἀδελφόπαιδος, οἱ λοιποὶ ἐκ πλαγίου συγγενεῖς καλοῦνται, οἱ τῷ βαθμῷ μέντοιγε ὄντες ἐγγύτεροι. καὶ εἰ εὑρεθῶσι πολλοὶ τοῦ αὐτοῦ βαθμοῦ ὑπάρχοντες, ἐξ ἴσου κληρονομοῦσιν.

21

pr.Τὴν προγαμιαίαν δωρεὰν ὥσπερ τὴν προῖκα δεῖ συνει σφέρεσθαι ἀδιαθέτου τελευτῶντος τοῦ ταύτην ἐπιδεδωκότος, εἴτε πατήρ ἐστιν εἴτε μήτηρ, ἤ τις τῶν ἀνιόντων ἢ πρὸς πατρὸς ἢ πρὸς μητρός.

22

pr.Εἰ πατὴρ προικίζων τὴν ἑαυτοῦ θυγατέρα συνεφώνησεν ἀρκεῖσθαι αὐτὴν τῇ δοθείσῃ ὑπὲρ αὐτῆς προικὶ καὶ μηκέτι ἔχειν μέρος ἐκ τῆς αὐτοῦ κληρονομίας, οὐκ ἔῤῥωται τοῦτο τὸ σύμφωνον, οὐδὲ κωλύεται κληρονομεῖν ἀδιάθετον αὐτὸν τελευτῶντα.

23

pr.Ἡ θυγάτηρ τὴν προῖκα τοῖς ὑπεξουσίοις μείνασιν αὐτῆς ἀδελφοῖς συνεισφέρει.

24

pr.Ὁμοίως καὶ τὴν προγάμου δωρεάν ὥσπερ τὴν προῖκα δεῖ συνεισφέρεσθαι ἀδιαθέτου τελευτῶντος τοῦ ταύτην ἐπιδεδωκότος, εἴτε μήτηρ ἐστὶν ἢ πατὴρ ἤ τις τῶν ἀνιόντων ἢ πρὸς πατρὸς ἢ πρὸς μητρός.

25

pr.Ἐὰν οἱ κληροδοτηθέντες παῖδες αὐτεξούσιοι τελευτήσαντος τοῦ πατρὸς ἀδιαθέτου, ἢ διαθεμένου μὲν, μὴ μνημονεύσαντος δὲ τούτων, βουληθεῖεν, δύνανται συνεισφέρειν ἃ προέλαβον, καὶ ἀνακοινοῦνται ταῦτα μετὰ τῆς ἐν τῷ θανάτῳ εὑρισκομένης οὐσίας τοῦ πατρὸς, καὶ ἐπιμερίζειν κατ᾿ ἰσότητα πάντα μετὰ τῶν λοιπῶν ἀδελφῶν τῶν ὑπεξουσίων μεινάντων τῷ πατρὶ καὶ μὴ κληροδοτηθέντων.

26

pr.Οἱ ὑπεξούσιοι παῖδες ἐκεῖνα συνεισφέρουσι τοῖς ἀδελφοῖς ἢ τοῖς θείοις, ὅσα εἶχον ἐν καιρῷ τῆς τελευτῆς τοῦ ἰδίου πατρός. εἴ τι δὲ μετὰ ταῦτα ἐπεκτήσαντο, οὐ συνεισφέρουσιν, ὑπεξαιρουμένων καὶ ἐκ τούτων τῶν πραγμάτων τῶν ὄντων ἐν τῷ καιρῷ τῆς τελευτῆς τοῦ πατρὸς, ὅσα ἐχρεώστουν. τὴν γὰρ καθαρὰν οὐσίαν ἑαυτῶν συνεισφέρουσι.

27

pr.Τὸ ὑπεξουσίοις μάτην ὡς οἶμαι. κατὰ γὰρ τὴν νεαρὰν ὁμοίως τοῖς ὑπεξουσίοις οἱ αὐτεξούσιοι πᾶν ὅ τι προέλαβον συνεισφέροντες ἤτοι ἐν ταῖς μοίραις αὐτῶν λογιζόμενοι τὰς τῶν ἀδιαθέτων γονέων ὑποστάσεις κατὰ πᾶσαν ἰσότητα συμμερίζονται.

28

pr.Ἠπόρησε τις πῶς ὁ νόμος βουλόμενος τοὺς γονεῖς ἐξανάγκης ἐκ τῶν ἀτέκνων τελευτώντων παίδων λαμβάνειν τὸν φαλκίδιον ἤτοι τὸ τρίτον τῆς καθαρᾶς ὑποστάσεως, ὥσπερ ἐπιλαθόμενος ἑαυτοῦ συνεισήγαγεν αὐτοῖς ἀδιορίστως εἰς τὴν ἐξ ἀδιαθέτου κληρονομίαν ἀδελφοὺς καὶ ἀδελφόπαιδας, ὡς ἂν συμβῇ τρεῖς ἢ καὶ πλείονας εἶναι τοὺς ἀδελφοὺς, οὐ τὸ τρίτον ὁ πατὴρ ἀλλὰ τὸ τέταρτον ἢ καὶ τυχὸν τὸ πέμπτον ἢ καὶ δέκατον λήψεται. ἢ οὖν λέληθε τὸν νομοθέτην εἰ καὶ τολμηρὸν εἰπεῖν καὶ ἐστὶν ἐναντία τὰ νόμιμα καὶ δέονταί τινος διορθώσεως, ἢ δεῖ νοεῖν, εἰ καὶ μὴ τοῦτο τὰ ῥητὰ ὑπεμφαίνουσιν, ὅτι μετὰ τὴν ὑπεξαίρεσιν τοῦ φαλκιδίου ὃς ἁρμόζει τοῖς γονεῦσι συνεισέρχονται αὐτοῖς εἰς τὴν τῆς λοιπῆς ὑποστάσεως τοῦ παιδὸς κληρονομίαν οἵ τε ἀδελφοὶ καὶ ἀδελφόπαιδες '.

29

pr.Σήμερον τοίνυν οὐδὲν ἕτερον συνεισφέρουσι τοῖς ἰδίοις ἀδελφοῖς οἱ παῖδες οἱ αὐτεξούσιοι, εἰ μὴ μόνον τὰ ἀπὸ πραγμάτων γονικῶν καὶ τὴν χρῆσιν. ταῦτα γὰρ ἔμελλον εἰ ἦσαν ὑπεξούσιοι προσπορίζειν.

30

pr.Ἡ προσοῦσα τοῖς παισὶν ὑπόστασις, ἂν ἄδηλος ᾖ πόθεν ἐστὶ, πατρικὴ λογίζεται, οὐχὶ καὶ μητρική.

31

pr.Εἰ καὶ παῖδες τοῦ τελευτῶντος ὑπεξουσίου προτιμῶνται τοῦ ἑαυτῶν πάππου καὶ τὸν ἴδιον πατέρα κληρονομοῦσιν, ἀλλ᾽ οὖν προσπορίζουσι τῷ πάππῳ διὰ πάσης αὐτοῦ τῆς ζωῆς τῶν πραγμάτων ἐκείνων τὴν χρῆσιν, ἃ καὶ ὁ πατὴρ αὐτῶν εἰ ἔζη νομίμως τῷ ἑαυτοῦ πατρὶ προσεπόριζεν.

32

pr.Τῶν οἰκείων πραγμάτων τε καὶ δικαίων ἅπαντας ἀφθόνως ἀπολαύειν θεσπίζομεν καὶ ταῦτα παραπέμπειν ἐπὶ τοὺς σφῶν αὐτῶν κληρονόμους. ἐπιέναι δὲ τῶν πάντων μηδένα καθάπαξ ταῖς ἐκείνων περιουσίαις, ἢ τοὺς τούτων διαδόχους ζημίαις περιβάλλειν, ἢ τίτλους ἢ σφραγίδας ἐπιτιθέναι τοῖς πράγμασι παρὰ τὸ δοκοῦν τοῖς ἡμετέροις νόμοις. καὶ τὰς ἐξ ἀδιαθέτου γὰρ κλήσεις ἐπὶ ταῖς τούτων διαδοχαῖς βεβαιοῦμὲν, καὶ τὰς τελευταίας τούτων βουλήσεις νομίμως προϊούσας οὐκ ἀναιροῦμεν. εἰ γὰρ ἀγρυπνοῦμεν ἀεὶ καὶ μεριμνῶμεν διὰ μὲν τῶν ὑποτελῶν εὐνομίαν, καὶ τῆς αὐτῶν θεραπείας πολλή τις τῷ ἡμετέρῳ κράτει καθέστηκε φροντὶς, πῶς οὐκ ἂν καὶ περὶ τοῦτο τὸ μέρος προνοήσαιμεν αὐτῶν, καὶ τῆς ἡμετέρας προθύμως μεταδοίημεν εὐεργεσίας; ταῦτα γὰρ θεῷ ἀρέσκειν πεπείσμεθα, καὶ ταύτην δικαιοσύνην εἶναί φαμεν, καὶ τὴν βασιλείαν ἡμῶν ἐκ τούτων ἀσφαλῆ τε καὶ ἀτάραχον ἔσεσθαι πεπιστεύκαμεν.

33

pr.᾿Αλληλοκληρονομία οὐκ ἔγνωσται νόμῳ, διὸ οὐκ ἰσχύει, κἂν ἀπεσιωπήθη μέχρι θανάτου, εἰ μὴ ἄρα διὰ διαθήκης ἐπεκυρώθη ἐν τῷ θανάτῳ. ἐπὶ μέντοι στρατιωτῶν καὶ ἁπλῶς αἱ ἀλληλοκληρονομίαι ἰσχύουσιν '.

34

pr.Τὰ μητρῷα πράγματα εἰς τοὺς γνησίους παῖδας περιελθόντα, τοὺς ὄντας ὑπεξουσίους τοῦ ἰδίου πατρὸς, διαφερέτωσαν τῷ πατρὶ, μετὰ τὴν τελευτὴν δηλονότι τῆς μητρὸς, ὥστε αὐτὸν μὲν ἔχειν τὴν χρῆσιν μόνην, τὴν δὲ δεσποτείαν αὐτῶν τοῖς παισὶ διαφέρειν. πᾶσαν δὲ σπουδὴν καὶ ἐπιμέλειαν ποιεῖσθαι περὶ τὸ πρᾶγμα τοὺς πατέρας, καὶ τὰς ἀγωγὰς τῶν παίδων ἐκβιβάζειν ἐν δικαστηρίῳ, καὶ δι᾽ ἑαυτῶν καὶ δι᾽ ἐντολέων, ἐπὶ τὸ δαπανᾷν ἐκ τῶν καρπῶν. ἐὰν δὲ ἐκποιήσηταί τι ὁ πατὴρ, δύνανται οἱ παῖδες μετὰ τὴν αὐτεξουσιότητα ἀναζητεῖν, καὶ ἀναλαμβάνειν αὐτό.

35

pr.Ἐὰν ἐπὶ περιούσης τῆς μητρὸς συμβῇ τοὺς παῖδας αὐτεξουσίους γενέσθαι παρὰ τοῦ πατρὸς, λαμβάνει ὁ πατὴρ μετὰ τελευτὴν τῆς μητρὸς ἐκ τῶν μητρῴων πραγμάτων ἑνὸς παιδὸς μοῖραν εἰς χρῆσιν. τῶν γὰρ ὑπεξουσίων μόνων τὰ μέρη ἔχει ἐξ ὁλοκλήρου εἰς χρῆσιν· ὥστε κἂν δευτερογαμήσῃ, τὴν χρῆσιν τῶν μητρῴων πραγμάτων μὴ ἀφαιρεῖσθαι, μηδὲ τοῖς παισὶν ἐξεῖναι ἤ τισιν ἑτέροις ἐκ προσώπου αὐτῶν κατὰ τῶν πατέρων ἀναίσχυντον φωνὴν ἢ αἰτίασίν τινα προϊέναι.

36

pr.Ἐὰν ὁ πατὴρ ποιήσῃ τὸν υἱὸν αὐτεξούσιον, παρακρατεῖ τὸ ἥμισυ τῶν μητρικῶν πραγμάτων εἰς χρῆσιν, τὸ δὲ ἥμισυ δίδωσι τῷ υἱῷ.

37

pr.Τὰ ἐν τῷ μέσῳ συμβαίνοντα τῷ κληρονόμῳ οὐ βλάπτει. οἷον ἐὰν περιορισθῇ ἢ ἐξορισθῇ μετὰ τὴν διαθήκην καὶ πάλιν ἀποκατασταθῇ.

38

pr.Ἔῤῥωται ἡ ἔνστασις, εἰ καὶ τὸ ὄνομα τοῦ κληρονόμου μὴ λεχθῇ, ἀλλ᾽ ὁμολογούμενον γνώρισμα.

39

pr.Οἱ κληρονόμοι δικαίου εἰσὶ διάδοχοι, καὶ ἐὰν μὴ διέλῃ εἰς αὐτοὺς ὁ διατιθέμενος, ἐξίσου καλοῦνται.

40

pr.Ὁ κωφὸς καὶ ὁ ἄλαλος καλῶς ἐνίστανται κληρονόμοι.

41

pr.Καὶ ὁ αἰχμάλωτος διὰ τὴν ἐλπίδα τῆς ἐπιστροφῆς καλῶς γράφεται κληρονόμος καὶ ὁ δοῦλος αὐτοῦ. καὶ ἐὰν ὑποστρέψῃ, λαμβάνει τὴν κληρονομίαν.

42

pr.῎Αδειαν ἔχει τὶς ἢ γράψαι τοὺς κληρονόμους ἢ ἐκφω νῆσαι αὐτοὺς, ὥστε ζ΄ ἢ ε΄ μάρτυρας ἀκοῦσαι. κἂν ὦσι πλείους, ἀρκεῖ τοὺς ζ΄ ἢ ε΄ ἀκοῦσαι '.

43

pr.Ἔγραψά σε κληρονόμον· εἶτα φήμης γενομένης ὡς ἐτελεύτησας, δευτέραν ἔγραψα διαθήκην οὕτως εἰπών· ἐπειδὴ ὃν ἤθελον οὐκ ἠδυνήθην σχεῖν κληρονόμον, ἔστω ὁ δεῖνα κληρονόμος. διά γουν τὴν γνώμην μου σὺ ὁ πρότερος γίνῃ κληρονόμος καὶ δίδως τὰ ἐν τῇ διαθήκῃ λεγάτα, ὡσανεὶ ἐν αὐτῇ ἐγράφης.

44

pr.Ἡνίκα τελευτήσῃ ἀνὴρ ἢ γαμετὴ ἀδιάθετοι, καὶ μηδένα ἐκ τῶν ἀνιόντων ἢ κατιόντων ἢ τῶν ἐκ πλαγίου ἔννομον ἢ φυσικὸν σχοῖεν διάδοχον, τότε ὁ ἀνὴρ εἰς τὴν τῆς γυναικὸς καλείσθω κληρονομίαν ἐξ ὁλοκλήρου καὶ ἡ γυνὴ τὸν ἄνδρα διαδεχέσθω.

45

pr.Εἰ δὲ μήτε ἀδελφοὺς μήτε παῖδας ἀδελφῶν, ὡς εἰρήκαμεν, ὁ τελευτήσας καταλείψει, πάντας τοὺς ἐφεξῆς ἐκ πλαγίου συγγενεῖς ἐπὶ τὴν κληρονομίαν καλοῦμεν κατὰ τὴν τοῦ ἑνὸς ἑκάστου βαθμοῦ προτίμησιν· ἵνα οἱ ἐγγύτεροι τῷ βαθμῷ αὐτοὶ τῶν λοιπῶν προτιμῶνται. εἰ δὲ πολλοὶ τῷ βαθμῷ εἱρεθῶσι, κατὰ τὸν τῶν προσώπων ἀριθμὸν μεταξὺ αὐτῶν ἡ κληρονομία διαιρεθήσεται, ὅπερ κατὰ κεφαλὴν ἤτοι προσωπικῶς οἱ ἡμέτεροι λέγουσι νόμοι· κἂν τε ἐξ ἀῤῥενογονίας κἄν τε ἐκ θηλυγονίας τῷ τελευτήσαντι κατὰ συγγένειαν προσήκοι.

46

pr.᾿Ανὴρ καὶ γυνὴ ἐξ ἀδιαθέτου ἀμοιβαδὸν ἑαυτοῖς εἰς ὁλόκληρον κατὰ τὸ ἀρχαῖον νόμιμον ὑπεισερχέσθωσαν, καὶ κληρονομείτω τὸν προτελευτήσαντα ὁ περιλιμπανόμενος, ὁσάκις ἀργεῖ πᾶσα ἀνιόντων καὶ κατιόντων ἢ συγγενῶν νόμιμος ἢ φυσικὴ διαδοχὴ, τοῦ δημοσίου ἀποκλειομένου.

47

pr.Τοὺς δούλους τῶν δυναμένων γράφεοθαι κληρονόμων δυνάμεθα γράφειν κληρονόμους. ὁ γὰρ δοῦλος ἐκ προσώπου τοῦ δεσπότου αὐτοῦ ἔχει διαθήκης προνόμιον.

48

pr.Ὁ γραφεὶς κληρονόμος δύναται εἴσω γ΄ μηνῶν παραιτεῖσθαι. καὶ οὐκ ἐνέχεται δανεισταῖς, κἂν προέγνω ὅτι κληρονόμος ἐστίν.

49

pr.Ἐάν τις υἱοθετήσῃ ὀρφανὸν καὶ ὑποκαταστήσῃ αὐτῷ, μόνα τὰ ἐξ αὐτοῦ καὶ τὰ κατὰ πρόφασιν αὐτοῦ τυχὸν ἀπὸ φίλων καὶ συγγενῶν τοῦ υἱοθετήσαντος αὐτὸν περιελθόντα εἰς τὸν ἄνηβον λαμβάνει ὁ ὑποκατάστατος, διὰ τὸν κανόνα τὸν λέγοντα· ὅτι ἡ προσαύξησις τῆς κληρονομίας καὶ εἰς ὑποκαταστάτους· ἐκφέρεται.

50

pr.Ἐὰν κατὰ διαθήκας ἐνστήσωμαι κληρονόμους τὸν δεῖνα εἰς οὐγκίας ς ' καὶ τὸν δεῖνα εἰς οὐγκίας δ΄ καὶ τὸν δεῖνα εἰς οὐγκίας β΄, καὶ ἀμοιβαδὸν αὐτοῖς ἀποκαταστήσω, καὶ οἱ μὲν καταδέξωνται τὴν κληρονομίαν οἱ δὲ οὐ καταδέξωνται, ἀνάγκην ἔχουσιν οἱ καταδεξάμενοι καὶ τῶν συγκληρονόμων μέρος καταδέξασθαι, διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι ἡ προσαύξησις τῆς κληρονομίας καὶ εἰς ὑποκαταστάτους ἐκφέρεται.

51

pr.Ὁ ἔγγονος ἢ ἡ ἐγγόνη εὑρίσκοντες ἑαυτοὺς ἀμνημονεύτους ῥηγνύουσι τὴν διαθήκην τοῦ πάππου, ἐὰν ὅλως ὁ πατὴρ αὐτῶν οὐδὲν ἐκληρονόμησεν.

52

pr.Ὁ γὰρ νόμος τότε βούλεται τοὺς ἐπαναβαίνοντας ἡσυχάζειν, ὅταν κληρονόμοι γραφῶσιν οἱ ἀπόκληροι.

53

pr.Γράφειν δυνάμεθα κληρονόμους τοῦτο μὲν ἐλευθέρους τοῦτο δὲ οἰκέτας, καὶ οἰκέτας ἡμετέρους, ἔτι δὲ καὶ ἀλλοτρίους. ἀλλὰ τοὺς ἡμετέρους οἰκέτας πάλαι κατὰ τὴν τῶν πλειόνων νομικῶν γνώμην οὐχ ἑτέρως εἰ μὴ μετὰ ἐλευθερίας γράφειν ἐξῆν· σήμερον δὲ καὶ δίχα ἐλευθερίας γραφέντας αὐτοὺς ἀκωλύτως ἐπὶ τὴν κληρονομίαν καλεῖ.

54

pr.Οὐκ ἀεί τις τὸν ἴδιον δοῦλον ἔνστατον γράφει κληρονόμον ἰσχυρῶς, ἀλλ᾽ οὐδὲ μετ᾿ ἐλευθερίας, ὡς ἐπὶ τοῦ τοιούτου θέματος· ἀπέθετό τις ἀνὴρ κατηγορίαν κατὰ τῆς ἰδίας γυναικὸς, λέγων αὐτὴν ὑπὸ τοῦ ἰδίου δούλου μοιχεύεσθαι. μήπω τοῦ δικαστηρίου περαιωθέντος ἡ εἰρημένη γυνὴ τελευτῶσα τὸν ῥηθέντα δοῦλον μετ᾿ ἐλευθερίας ἐνεστήσατο κληρονόμον. μετὰ τὴν ἐκείνης τελευτὴν ζήτησις γέγονεν, εἰ ἔῤῥωται τὰ τῆς ἐνστάσεως. καὶ οἱ νομικοὶ ἀντέγραψαν, τὸν οἰκέτην ἔνοχον ὄντα τῇ μοιχείᾳ οὐκ ἰσχυρῶς ἐν τῇ διαθήκῃ ἐλευθεροῦσθαι πρὸ τοῦ πέρατος τοῦ δικαστηρίου ὑπ᾽ ἐκείνης αὐτοῦ τῆς δεσποίνης, ἥτις ὡς ὑποπεσοῦσα τῷ αὐτῷ ἐγκλήματι και τηγορεῖτο. ὥστε οὖν ἡ ἔνστασις ἡ ἐπὶ τῷ τοιούτῳ γενομένη δούλῳ πάσης ἰσχύος ἐστὶν ἐκτός.

55

pr.Μήτηρ ψευδῶς ἀκούσασα τὸν στρατιώτην αὐτῆς υἱὸν τελευτῆσαι κληρονόμον ἄλλον. ἔγραψε. λαμβάνει τοίνυν τὴν κληρονομίαν ὁ υἱὸς καὶ δίδωσι τὰ ληγάτα καὶ τὰς ἐλευθερίας.

56

pr.Ἐὰν τελευτήσῃ ἀδελφὸς ἔχων ἀμφιθαλῆ ἀδελφὸν, τουτέστιν ὁμομήτριον καὶ ὁμοπάτριον, καὶ ἑτεροθαλῆ, ὁ ἀμφιθαλὴς αὐτὸν κληρονομεῖ, ἀλλὰ μόνον τὸ δίμοιρον τῆς οὐσίας. τοῦτο δὲ ἀπὸ νεαρᾶς ', ἵνα κληρονομῇ ὁ ἐκ πλαγίου ἐξ ἀδιαθέτου εἰς τὸ δίμοιρον, τὸ δὲ τρίτον διδῶται εἰς ψυχικὸν τοῦ τελευτήσαντος. ὡσαύτως δὲ καὶ ἐὰν ἀνεψιὸν ἐκ τοῦ ἀμφιθαλοῦς ἀδελφοῦ ἔχῃ, ἔχῃ δὲ καὶ ἀδελφὸν ἑτεροθαλῆ, ὁ ἀνεψιὸς προτιμᾶται.

57

pr.Ἐὰν συμβῇ με τελευτῆσαι ἀδιάθετον, τοῦ αὐτεξουσίου μου υἱοῦ προτελευτήσαντος, ὃν ἔλαβεν εἰς θέσιν οὐ δέχεται τὰ ἐμὰ δίκαια, οὐδὲν εἶδος πρός με συγγενείας ἔχων.

58

pr.Ἐὰν ὁ φυσικὸς πατὴρ τὸν ἴδιον υἱὸν εἰς θέσιν ἑτέρῳ παράσχῃ, ἀκέραια μένειν τὰ δίκαια παρὰ τῷ φυσικῷ πατρὶ, καὶ μὴ ἐξεῖναι᾿ αὐτὸν τῆς αὐτοῦ φαμιλίας.

59

pr.Ἐὰν θετὸν υἱὸν ἐμαγκίπατον τουτέστιν αὐτεξούσιον ποιήσω, οὐ μόνον ἀδιάθετόν με τελευτῶντα οὐ διαδέχεται, ἀλλ᾽ οὐδὲ μνημονευθεὶς ἐν τῇ ἐμῇ διαθήκῃ λήψεται κατ᾿ αὐτῆς τὴν κοντρα ταβούλας. ἐπαύσατο γὰρ τοῖς ἐμοῖς συναριθμεῖσθαι παισίν.

60

pr.Τοῖς μένουσιν ἐν τῇ φαμιλίᾳ, καθόσον ὁ φυσικὸς, οὕτως καὶ ὁ θετὸς εἰς τετραούγγιον.

61

pr.Ἐάν τις μείζων ὢν τῶν κε΄ ἐνιαυτῶν καὶ ἀπόρῳ προσέλθῃ κληρονομίᾳ, εἰς τοσοῦτον κατασχεθήσεται, εἰς ὅσον ἡ τῶν πραγμάτων τῆς κληρονομίας συνάγεται ποσότης, ἵνα μή τις ἐξ ἀπροόπτου ἐπὶ βλάβην καταδέξηται κληρονομίαν, ποιῶν ἴμβεντον πρὸ ἀδιτίωνος φανερὰν ἔχουσαν ποσότητα τῆς κληρονομίας. εἰ δέ τις καταφρονήσας τῇ διατάξει αἰτήσῃ διάσκεψιν καὶ μετὰ ταῦτα προσέλθῃ τῇ κληρονομίᾳ, οὐ τεύξεται τῶν ἀπὸ τῆς διατάξεως βοηθειῶν, ἀλλὰ τὸ πᾶν ἀπαιτηθήσεται χρέος.

62

pr.Ἐὰν ἔχω ἀδελφὸν καὶ θεῖον, ὁ ἀδελφός προτιμᾶται. ὁμοίως ἐὰν ἔχω ἀνεψιὸν ἀδελφοῦ μου παῖδα καὶ θεῖον πρὸς πατρὸς ἢ τῆς μητρὸς ἀδελφὸν, ὁ ἀνεψιὸς προτιμᾶται. ταῦτα δὲ πάντα ἐπὶ τῶν ἐξ ἀδιαθέτου. τὸ δὲ δίμοιρον ἐστὶν οὕτως· ὑπόθου ἔχειν τινὰ οὐσίαν λιτρῶν ς΄. δὶς ς΄, ιβ΄. τῶν ιβ΄ τὸ γ΄, δ΄. τὸ δίμοιρον εἰσὶ τὰ ἡ΄, καὶ τὸ ἕτερόν ἐστιν ἡ γ΄ μερίς.

63

pr.Τὸν ἀπελεύθερον ἀδιάθετον τελευτῶντα καὶ ἄπαιδα κληρονομοῦσιν οἱ τοῦ πάτρωνος συγγενεῖς μέχρι ε΄ βαθμοῦ. ὁ δὲ ε΄ βαθμὸς ψηφίζεται οὕτως· μία ἑκάστη γέννησις βαθμὸν ἀποτελεῖ. α΄ γὰρ βαθμὸς ὁ πατήρ μου, β΄ ὁ ἐμὸς ἀδελφὸς, γ΄ ὁ τοῦ ἀδελφοῦ μου παῖς, δ΄ ὁ ἔγγονος τοῦ ἀδελφοῦ μου, ε΄ ὁ ἀπέγγονος '.

64

pr.Πάλιν δὲ εἰ θέλεις εὑρεῖν τὸν ἐξάδελφον, α΄ βαθμὸς ὁ πατήρ μου, β΄ ὁ πάππος, γ΄ ὁ τοῦ πατρός μου ἀδελφὸς, δ΄ ὁ τοῦ ἐξαδέλφου μου παῖς.

65

pr.Τρεῖς ἐνεστησάμην κληρονόμους ἀπὸ γ ' οὐγγιῶν, ὡς ὑπολιμπάνεσθαι ἄλλας γ΄ οὐγγίας. τὸ ὑπολειφθὲν εἰς τίνα περιγενήσεται; καὶ λέγομεν, ὅτι τὸ τριούγγιον σιωπηρῶς ἑκάστῳ τῶν κληρονόμων προσαυξηθήσεται.

66

pr.Ὁ κατὰ δόλον ἑτέρου παραιτούμενος κληρονομίαν ἀπόλλυσιν αὐτήν.

67

pr.Τὰ δωρηθέντα τοῖς παισὶ μετὰ τὴν τελευτὴν τοῦ ἰδίου πατρὸς οὐ συνεισφέρονται. εἰ γὰρ ζῶν ὁ πατὴρ ἐδωρήσατο αὐτοῖς, συνεισφέρονται, εἰ μὴ ἄρα ῥητῶς ἐκέλευσεν αὐτὰ μὴ συνεισφέρεσθαι.

68

pr.Ἡ ἐκ διαθήκης κληρονομοῦσα τοῦ πατρὸς οὐκ ἀναγκάζεται συνεισφέρειν τὴν προῖκα αὐτῆς.

69

pr.Οὐκ ἀναγκάζεταί τις καθ ' οἱονδήποτε τρόπον λαβεῖν ἐπιζήμιον κληρονομίαν.

70

pr.Ἄτοπον ἦν ἀγνοοῦντας ἡμᾶς ἐπιζήμιον ὑπεισιέναι κληρονομίαν. ἐνδέχεται μείζονα εἶναι τῶν ἐν ὄψει φερομένων κερδῶν τὰ λανθάνοντα βάρη.

71

pr.Ἡ δέσποινα τὸν ἐπὶ μοιχείᾳ αὐτῆς κατηγορούμενον δοῦλον ἀχρήστως πρὸ ψήφου γράφει ἐλεύθερον καὶ κληρονόμοντ.

72

pr.Οὐ δεῖ τὸν βασιλέα δίκης χάριν γράφεσθαι κληρονόμον.

73

pr.Ὁ πάππος φύσει καὶ νόμῳ υἱοθετεῖ τὸν ἔγγονον, τοῦτο μὲν τῷ φυσικῷ διὰ τὴν συγγένειαν, τοῦτο δὲ τῷ ἐννόμῳ διὰ τὴν θέσιν. τὰ γὰρ φυσικὰ δίκαια ἀνατρέπειν ὁ πολιτικὸς νόμος οὐ βούλεται. οὐ δύναται νόμῳ μὲν τῇ φύσει, φύσει δὲ τῷ νόμῳ.

74

pr.Ἐὰν πολλοὺς γράψω κληρονόμους, λέγων ὁ δεῖνα καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα ἔστωσάν μοι κληρονόμοι, οὐγγίας μὴ ὀνομάσαντος ', τὸ ἴσον αὐτοῖς προσγενήσεται. εἰ δὲ θέλω ἐξ ἀνίσων αὐτοὺς κληρονομῆσαι, τότε δεῖ αὐτοὺς γράφειν καὶ λέγειν, ὁ δεῖνα εἰς δ΄ καὶ ὁ δεῖνα εἰς ς ' καὶ ὁ δεῖνα χωρὶς μέρους. καὶ λέγομεν, ὅσον ὑπολιμπάνεται τῇ λίτρᾳ τουτέστι β΄ οὐγγίας. εἰ δε ἔφθασα δαπανήσασθαι τὴν λίτραν εἰς τοὺς τρεῖς, τὸν μὲν εἰς ς ' τὸν δὲ εἰς β΄, καὶ ἐπήγαγον ἕνα ἢ καὶ πλείους χωρὶς μέρους, τότε ἐπειδὴ οὐκ ἐστιν ἐπιλιμπανόμενον τῆς λίτρας εἰς ὅσον δύναται ἐλθεῖν, τὸ ἥμισυ δοθῆναι τῷ χωρὶς μέρους γραφέντι, ὡς δοκεῖν τὸν τεστάτορας εἰς κδ΄ οὐγγίας διατίθεσθαι.

75

pr.Ἐὰν τελευτήσῃ αὐτεξούσιος παῖς ἔχων ἀδελφοὺς καὶ πατέρα καὶ μητέρα, πάντες αὐτὸν ἐξίσου μερίζουσι καὶ κληρονομοῦσιν. εἰ δὲ ὑπεξούσιος, εἰς οὐδὲν ἕτερον διατίθεται, εἰ μὴ εἰς μόνον τὸ ἰδιόκτητον πεκούλιον.

76

pr.Ἐὰν ὑπεξούσιος ἔχῃ παγανικὸν πεκούλιον, καὶ τελευτήσῃ ὁ πατὴρ ἀδιάθετος μηδὲν ὁρίσας περὶ αὐτοῦ, πάντες οἱ παῖδες ἐπιμερίζονται τοῦτο. εἰ δὲ ἀπροσπόριστόν ἐστιν ἤγουν περιελθὸν αὐτῷ ἀπὸ λεγάτου ἢ χαριστικῆς ἢ δωρεᾶς ἢ μακρᾶς ὁδοιπορίας, τοῦτο ὡσανεὶ ἰδιόκτητον αὐτοῦ ἀναφαίρετον ἔχει.

77

pr.Ἐάν τις τελευτήσῃ, εἰ μὲν ὑπεξούσιός ἐστιν, οὐ διατίθεται εἰ μὴ εἰς τὰ στρατιωτικὰ, ἅπερ ἀπὸ πολέμου κιήσεται καὶ ἀπὸ συνηγορίας καὶ ἀπὸ δωρεῶν βασιλικῶν ἢ ἀπὸ σουπεριῶν, εἰ δὲ αὐτεξούσιος, εἰ μὲν ἔχει παῖδας, καὶ διάθηται καὶ καταλείψει λεγάτον τῷ πατρὶ, λαμβάνει αὐτό. εἰ δὲ οὐ καταλίποι, οὐκ εὐθύνεται. εἰ δὲ οὐκ ἔχει παῖδας καὶ τελευτήσει ἀδιάθετος, κληρονομεῖ αὐτὸν ὁ πατήρ. καὶ εἰ εἰσὶν ἀνεψιοὶ πολλοὶ λαμβάνουσι πάντες μίαν μοῖραν, εἴ τι ὤφειλε λαβεῖν ὁ πατὴρ αὐτῶν· καὶ εἰ ἔχει καὶ ἀδελφοὺς, ἐπίσης. ὁ δὲ πάππος, εἰ ζῇ τοῦ τελευτήσαντος ὁ πατὴρ, οὐδὲν λαμβάνει. ὅταν δὲ ἐν διαθήκῃ τελευτήσῃ ὁ αὐτεξούσιος καὶ παῖδας οὐκ ἔχῃ, λαμβάνει ὁ πατὴρ τὸ τρίτον. εἰ δὲ παῖδας ἔχει καὶ και ταλείψει τῷ πατρί τι, λαμβάνει αὐτὸ ὁ πατήρ. εἰ δὲ οὐδὲν αὐτῷ καταλίποι, οὐκ ἔχει χώραν ὁ πατὴρ μέμφεσθαι τὴν διαθήκην αὐτοῦ. τότε γὰρ δύναται μέμφεσθαι ὁ πατὴρ καὶ πᾶς ἀνιὼν τὴν διαθήκην, ὅταν παῖδας οὐκ ἔχῃ ὁ αὐτεξούσιος καὶ τὸ καταλειφθὲν τῷ πατρὶ οὐκ ἐξαρκῇ πρὸς τὸ τρίτον. εἰ δὲ ὡς εἴρηται ἢ παῖδας ἔχει ἢ ἐγγόνους, ὁ πατὴρ τοῦ αὐτεξουσίου οὐ δύναται πρὸς τὸ κληρονομῆσαι τοῦ υἱοῦ ἀντιλέγειν, ἀλλὰ ταύτην ἢ οἱ παῖδες αὐτοῦ τοῦ υἱοῦ ἢ οἱ ἔγγονοι λαμβάνουσιν, εἴτε ἐκ διαθήκης εἴτε ἐξ ἀδιαθέτου· καὶ ἐκ διαθήκης μὲν τοὺς καταλελειμμένους λόγους εἴτε ἀρκοῦσι πρὸς φαλκίδιον, ἐξ ἀδιαθέτου δὲ πᾶσαν τὴν περιουσίαν.

78

pr.Ἄλλου καταδικασθέντος ἢ περιγραφέντος ἄλλος ἄγωγὴν οὐκ ἔχει.

79

pr.Δύο τινῶν ἐχόντων κληρονομικὸν δίκαιον ἐπὶ τρισὶ ' πράγμασι, καὶ τοῦ ἑνὸς καταδικασθέντος ἢ περιγραφέντος ἴσως, ὁ ἕτερος οὔτ᾽ ἐγκλητεύειν οὔτε ἀγωγὰς ἔχειν δύναται.

80

pr.Ἐὰν ἔχω ἔγγονον ἀπὸ υἱοῦ ἢ θυγατρὸς τελευτησάντων, ἔχῃ δὲ ὁ ἔγγονός μου καὶ ἕτερον ἀδελφὸν, καὶ τελευτήσῃ ὁ εἷς τῶν ἐγγόνων ἄτεκνος καὶ ἀδιάθετος, ἐγὼ αὐτὸν κληρονομῶ ὁ πάππος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ.

81

pr.Ἐὰν τελευτήσῃ ἐξ ἀδιαθέτου ἄτεκνος καὶ ἀδιάθετος ἔχων ἑκατέρωθεν πρῶτα ἐξαδέλφια, πάντες ἐπίσης καλοῦνται εἰς τὴν κληρονομίαν οἱ ἐξάδελφοι, καὶ τυχὸν ἐὰν ὦσιν ἐκ τοῦ ἑνὸς μέρους ἀδελφοὶ γ ' καὶ ἐκ τοῦ ἑτέρου ε΄, εἰς η΄ μερίδας γίνεται ἡ περιουσία, καὶ τὸ δὴ λεγόμενον ἐν κάπιτα κληρονομοῦσι, τουτέστι κατὰ κεφαλὴν ἤγουν καθ᾽ ἕκαστον πρόσωπον. ὅπερ οὔκ ἐστιν ἐπὶ τῶν ἀδελφῶν· εἰ γὰρ τελευτήσει τὶς τῶν ἀδελφῶν ἄτεκνος καὶ ἀδιάθετος ἔχων ἀδελφὸν, ἔχων δὲ καὶ ἑκατέρωθεν ἀδελφόπαιδας, τὸ μὲν ἥμισυ τῆς περιουσίας αὐτοῦ, ἤτοι πατρὸς μὲ ὄντος μηδὲ μητρὸς μηδὲ πάππου, λαμβάνει τὸ ἥμισυ ὁ ἀδελφὸς αὐτοῦ, τὸ δὲ ἕτερον ἥμισυ οἱ ἀνεψιοὶ αὐτοῦ οἱ ἐξ ἑτέρου ἀδελφοῦ ὄντες ἢ ἀδελφῆς· ὅπερ λέγεται κατὰ σειρὰν ἤτοι συμπλοκήν.

82

pr.Ὁ ἔγγονος οὐ δύναταί μὲν τοῦ πατρὸς πράγματα παραιτεῖσθαι, τὰ τοῦ πάππου δὲ καταδέξασθαι, ἐὰν ὁ πατὴρ αὐτοῦ ζῶν ἐκληρονόμησε τὸν πάππον, ἐπειδὴ μία οὐσία νοεῖται.

83

pr.Ἐὰν τελευτήσῃ ἀδελφὸς ἄτεκνος καὶ ἀδιάθετος ἔχων ἀμφιθαλῆ ἀδελφὸν καὶ ἑτεροθαλῆ, ὁ ἀμφιθαλὴς ἀδελφὸς αὐτοῦ κληρονομεῖ. ὁ γὰρ ἑτεροθαλὴς οὐκ ἔχει τινὰ μετοχὴν εἰς τὰ πράγματα αὐτοῦ, εἰ μήγε ὁ τελευτήσας διάθηται καὶ καταλίπῃ αὐτῷ τι.

84

pr.Ἐὰν τελευτήσῃ τὶς ἄτεκνος καὶ ἀδιάθετος ἔχων ἀνεψιὸν ἀμφιθαλοῦς ἀδελφοῦ, ἔχων δὲ καὶ ἀδελφὸν ἑτεροθαλῆ, ὁ ἀνεψιὸς αὐτὸν κληρονομεῖ προτιμώμενος τοῦ ἑτεροθαλοῦς θείου.

85

pr.Ἐάν τις τελευτήσῃ ἔχων ἀνεψιὸν, ἔχων δὲ καὶ θεῖον πρὸς πατρὸς ἢ πρὸς μητρὸς, εἰ καὶ τοῦ ἴσου εἰσὶ βαθμοῦ ὅ τε ἀνεψιὸς καὶ ὁ θεῖος τοῦ τελευτήσαντος, ὅμως ὁ ἀνεψιὸς κληρονομεῖ.

86

pr.Ὁ υἱὸς καὶ ἡ θυγάτηρ ὁπωσδήποτε κληρονομοῦντες τὸν ἴδιον πατέρα ἐξ ἀδιαθέτου συνεισφέρουσι τὴν προγάμου δωρεὰν καὶ τὴν προῖκα, κἂν ἀπὸ πάππου ἢ μάμμης ἐπεδόθησαν '.

87

pr.Ὁ ἐμαγκίπατος ἐπιδιδοὺς προῖκα ὑπὲρ θυγατρὸς, καὶ μετὰ ταῦτα θέλων ἅμα τοῖς γνησίοις ἀδελφοῖς αὐτοῦ συγκληρονομῆσαι τοῦ πατρὸς, οὐκ ἀναγκάζεται συνεισφέρειν αὐτοῖς ἣν ἐπιδέδωκε προῖκα, ἕως ὅτε συνίσταται τῆς θυγατρὸς ὁ γάμος.

88

pr.Τῶν ἀξιωμάτων. καὶ ὅσα ὁ πατὴρ χρεωστεῖ ὑπὲρ ἀξιώματος τοῦ παιδὸς, οἱ συγκληρονόμοι ἀποδιδοῦσιν.

89

pr.Τὸ ἀξίωμα βάρος νομίζεται ἔχειν, καὶ διὰ τὴν [ἐπαχθείαν] ταύτην οὐ συνεισφέρουσι τοῖς ἀδελφοῖς οἱ ἀξιωματικοί.

90

pr.Ὁ ὑπεξούσιος υἱὸς οὐ συνεισφέρει τοῖς ἰδίοις ἀδελφοῖς, ὅσα δωρεῖται αὐτῷ ὁ οἰκεῖος πατὴρ μέλλοντι στρατεύεσθαι. ἴσθι γὰρ κανστρέσιόν ἐστι πεκούλιον τὸ τοιοῦτον, κἂν μὴ ὁ πατὴρ ἀλλ᾽ οἱοσδήποτε ἄλλος αὐτῷ ἐχαρίσατο.

91

pr.Τὰ τῶν παραιτησαμένων κληρονόμων μέρη εἰς τοὺς συγκληρονόμους μετὰ τῶν ἰδίων βαρῶν ἔρχονται, οὐ μὴν μετὰ τῶν προνομίων τοῦ παραιτησαμένου. τὸ αὐτὸ καὶ [ἐπὶ] τοῦ λαμβάνοντος τίμημα ἐπὶ παραιτήσει κληρονομίας.

92

pr.Πρώτη κληρονομία ἐστὶν ἡ τῶν κατιόντων, ἤγουν παίδων, ἐγγόνων, προεγγόνων καὶ ἀπεγγόνων· καὶ πάλιν ἐπὶ τῶν ἀνιόντων πατέρων, πάππων, προπάππων καὶ ἐπιπάππων. δευτέρα δὲ ἡ τῶν ἐκ πλαγίου, ἤτοι ἀδελφοπαίδων τουτέστιν ἀνεψιῶν, καὶ τῶν ἐξαδέλφων καὶ τῶν δισεξαδέλφων. τούτων δὲ μὴ ὄντων ἐξ ἀδιαθέτου κληρονομεῖ ἡ γυνὴ τὸν ἄνδρα καὶ ὁ ἀνὴρ τὴν γυναῖκα. εἰ δὲ ὁ ἀνὴρ οὐκ ἔχει γυναῖκα ἢ ἡ γυνὴ ἄνδρα, οὐδὲ μέχρι τοῦ ς΄ βαθμοῦ ἀναφαίνεται ὁ συγγενὴς, καὶ τελευτήσει ἀδιάθετος, κληρονομεῖται παρὰ τοῦ δημοσίου. καὶ γὰρ τὰ τῶν συγγενῶν μέχρι τοῦ ς ' βαθμοῦ ἵστανται, οἷον τῶν δισεξαδέλφων, ὧν ὡς εἴρηται μὴ ὄντων, ἐξ ἀδιαθέτου κληρονομεῖ᾿ ἡ γυνὴ τὸν ἄνδρα καὶ ὁ ἀνὴρ τὴν γυναῖκα· εἰ δὲ ὁ ἀνὴρ οὐκ ἔχει γυναῖκα ἢ ἡ γυνὴ ἄνδρα, οὐδὲ μέχρι τοῦ ς΄ βαθμοῦ ἀναφαίνεται συγγενὴς καὶ τελευτήσει ἀδιάθετος, ὡς εἴρηται, κληρονομεῖται παρὰ τοῦ δημοσίου.

93

pr.Ἐὰν τελευτήσῃ τὶς μήτε παῖδας ἔχων μήτε γονεῖς, ἔχῃ δὲ ἐξάδελφον καὶ δισεξάδελφον, ὁ ἐξάδελφος αὐτὸν κληρονομεῖ. καὶ ἐὰν ἔχῃ ἐξάδελφον καὶ θεῖον πρὸς μητρὸς ἢ καὶ πατρὸς, ὁ θεῖος κληρονομεῖ παρὰ τὸν ἐξάδελφον προτιμώμενος.

94

pr.Ἐὰν ἀπελεύθερος τελευτήσῃ μὴ ἔχων παῖδας καὶ ποιήσῃ διαθήκην, ὀφείλει ὁ πάτρων λαμβάνειν τὸ γ΄· εἰ δὲ ἀδιάθετος, τὸ ὅλον. εἰ δὲ ἔχει παῖδας, κἄντε ἐν διαθήκη κάντε ἀδιάθετος τελευτήσῃ, οὐ κληρονομήσει αὐτὸν ὁ πάτρων, εἰ μήγε οἱ παῖδες ἀχάριστοι ὤφθησαν τῷ ἰδίῳ πατρὶ καὶ ἀπόκληροι ἐγένοντο παρ᾿ αὐτοῦ· τότε γὰρ ὡσανεὶ παίδων μὴ ἔντων τῷ ἀπελευθέρῳ λαμβάνει ὁ πάτρων τὸ γ΄, τὸ δὲ ἕτερον κατὰ τὴν διαθήκην μερίζεται ὅπου ὁ τελευτήσας ὁρίσει.

95

pr.Ἐὰν τελευτήσῃ ἀπελεύθερος ἀδιάθετος πάτρωνα μὴ ἔχων, κληρονομεῖ αὐτὸν ὁ υἱὸς τοῦ πάτρωνος καὶ οἱ λοιποὶ συγγενεῖς τοῦ πάτρωνος μέχρι ε΄ βαθμοῦ. οἷον ἐὰν οὐκ ἐστὶν υἱὸς τῷ πάτρωνι, λαμβάνει αὐτὰ ὁ ἔγγονος τοῦ πάτρωνος ἢ ὁ προέγγονος ἢ ὁ πατὴρ τοῦ πάτρωνος ἢ ὁ πάππος ἢ ὁ πρόπαππος ἢ ὁ ἀδελφὸς τοῦ πάτρωνος ἢ ὁ ἀνεψιὸς αὐτοῦ ἢ ὁ θεῖος τοῦ πάτρωνος ἢ ὁ ἐξάδελφος αὐτοῦ ἢ τοῦ ἐξαδέλφου ὁ υἱός. μέχρι γὰρ τούτων ἐπὶ τῶν ἐκ πλαγίου ἵσταται ὁ ε΄ βαθμός.

96

pr.Τοῦ ἀποστόλου ἐκ τῆς πρὸς γαλάτας. – Ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὢν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.

97

pr.Ἐὰν συμφωνήσωσί τινες ὥστε τὸν προτελευτήσαντα τῷ ἑτέρῳ διδόναι τὴν ἰδίαν οὐσίαν, ἄχρηστον [τὸ] γεγονός '.

98

pr.Δημεύεται ἡ κληρονομία, ὅταν ἀμνημόνευτος παῖς αἰτήσας τὴν ἐναντίωσιν τῆς διαθήκης ὑπεισέλθῃ τὴν τοῦ ἀδελ φοῦ κληρονομίαν ἀπὸ τῆς ὀρφανικῆς ἀνήβου ὑπὸκαταστάσεως, ἢ ὅτε χειρίζων τὶς ὀφφίκιον ἐν ἐπαρχίᾳ παρανόμως ἀγάγηται, ἢ ἐπίτροπος τὴν ἐπιτροπευθεῖσαν, δημεύεται τὸ ἐκ διαθήκης αὐτῇ προσπορισθέν. ἐκ δὲ τοῦ ἐναντίου αὗται τῶν παρ᾿ αὐτῶν καταλειφθέντων αὐταῖς οὐκ ἐκπίπτουσιν. ἐὰν δὲ ἔχθρα κεφαλικὴ μεταξὺ τοῦ λεγαταρίου καὶ τοῦ διαθεμένου γένηται ἢ φανερῶς αὐτὸν ὑβρίσῃ, ὡς δῆλον εἶναι τὸν διαθέμενον μὴ θέλειν λαβεῖν αὐτὸν τὸ λεγάτον, οὐκ ἀπαιτεῖται. καὶ ὁ περὶ καταστάσεως κινῶν ἐκπίπτει τῶν ἐν τῇ διαθήκῃ, ἐφ᾽ οὗ χώρα τῷ δημοσίῳ.

99

pr.Ἐὰν ἐπὶ μοιχείᾳ γυναικὸς καταδικασθεὶς ἀγάγωμαι αὐτὴν, εἰ καὶ μὴ αὐτὴ κατεδικάσθη, οὔτε ὁ γάμος ἔῤῥωται, ἀλλ᾽ εἰ καὶ κληρονόμον αὐτὴν γράψω ἢ αὐτὴ ἐμὲ, δημεύεται ἡ κληρονομία.

100

pr.Ἡ μήτηρ μὴ αἰτήσασα ἐπίτροπον τῷ παιδὶ οὐ κληρονομεῖ αὐτὸν, ἐὰν ἄνηβος τελευτήσῃ· εἰ δὲ ἔφηβος γενόμενος τότε τελευτήσει, καλῶς αὐτὸν κληρονομεῖς.