IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.31

Περὶ ἀποκαταστάσεως ἔλαττον τῶν κε΄ ἐνιαυτῶν, καὶ περὶ πληθυντικῆς ὑποκαταστάσεως, καὶ περὶ πεκουλίων αὐτῶν, καὶ περὶ τῆς ἀφηλίκων ἀποκαταστάσεως.

Abrir no leitor do IusCommune →

1

pr.Ἡ ἁρμόζουσά τινι ἀποκατάστασις παραπέμπεται καὶ ἐπὶ τοὺς αὐτοῦ κληρονόμους.

2

pr.Πάντες γενικῶς οἱ ἐξ ἀνάγκης ἀπολιμπανόμενοι ἀποκαθίστανται, οὐ μόνον ἐφ᾽ οἷς ζημιοῦνται, ἀλλὰ καὶ ἐφ᾽ οἷς οὐ κερδαίνουσιν.

3

pr.Οὐκ ἐν πᾶσιν οἱ νέοι ἀποκαθίστανται, ἀλλ᾽ ἐν οἷς ὑφ᾽ ἑαυτῶν ἢ ὑφ᾽ ἑτέρων ἀπολέσαντες ἢ μὴ κτησάμενοι ἢ ἐνοχοποιηθέντες.

4

pr.Εἰσὶ ζητήσεις ἐν τῷ περὶ ἀποκαταστάσεως ἀγῶνι καὶ πρώτη ἐστὶν, εἰ ἀφήλιξ ὢν ὁ νέος συνήλλαξε· δευτέρα, εἰ ὁ καιρὸς τῆς ἀποκαταστάσεως παρῆλθε καὶ οὐκ ὀφείλει λοιπὸν βοηθείας τυχεῖν.

5

pr.Ὁ ἀφήλιξ συναλλάξας καὶ τὸν σωματικὸν ὑπερτελέσας ὅρκον τοῦ μὴ ἀνατρέπειν τὸ συνάλλαγμα, τουτέστι κατὰ τῆς πράσεως, οὔτε ἀπὸ θείας ἀντιγραφῆς βοηθεῖται '.

6

pr.Ὁ ἀφήλιξ ἐπιβὰς τῇ τελευταίᾳ ἡλικίᾳ ἤγουν τῇ τῶν κε΄ ἐτῶν καὶ μὴ παραχρῆμα τὴν ἄνευ δεκρέτους πρᾶσιν μεμψάμενος, προλήψει βεβαιοῖ ταύτην.

7

pr.Ὁ ἐξομνύμενος ἐν συμβολαίῳ μείζων εἶναι οὐ βοηθεῖται.

8

pr.Τὴν κατὰ συναίνεσιν γινομένην τῶν κοινῶν πραγμάτων διανέμησιν μόνοι οἱ ἐλλάττονες τῶν κε΄ ἐνιαυτῶν ἀνατρέπουσιν.

9

pr.Ὁ ἀφήλιξ ἐν τοῖς ἁμαρτήμασιν οὐ συγγινώσκεται.

10

pr.Ἐν οἷς οἱ ἐλάττονες βοηθοῦνται, καὶ οἱ κληρονόμοι αὐτῶν βοηθοῦνται, καὶ ἐφ᾽ οἷς ἐζημιώθησαν οἱ ἐλάττονες, ἀλλὰ καὶ ἐφ᾽ οἷς οὐκ ἐκέρδησαν.

11

pr.Ὁ ἔλαττον τῶν κε΄ ἐνιαυτῶν ὑπὸ τῶν ἐπάρχων τῶν πραιτωρίων καταδικασθεὶς οὐ δύναται παρ᾽ ἄλλου ἄρχοντος αἰτεῖν ἀποκατάστασιν κατὰ τῆς ἀποφάνσεως.

12

pr.Κατὰ ἐλευθερίας οὐκ ἐστιν ἀποκατάστασις, ἐπειδη λαμβάνει παρὰ τοῦ ἐλευθερωθέντος ἢ ἐλευθεροῦντος ὁ πούπιλλος τὸ τίμημα.

13

pr.Ἐκεῖνα ἐνοχῇ συνίστανται τὰ δυνάμενα χρήμασι διαλύεσθαι· ἐλευθερία δὲ χρήμασιν οὐδὲ λυτροῦσθαι οὐδὲ ἀγοράζειν δύναται.

14

pr.Ἐὰν ὁ ἔλαττον τῶν κέ΄ ἐνιαυτῶν δανείσῃ ἄλλῳ ἐλάττονι καὶ δαπανήσῃ, καὶ ποιήσῃ αὐτῷ μετὰ τοῦτο ὁμολογίαν, τῷ ζημιωθέντι δίδοται ἀποκατάστασις. εἰ δὲ ἀμφότεροι περιεγράφησαν, βέλτιον ἐστιν ἡ αἵρεσις τοῦ ἐναγομένου.

15

pr.Οὐκ ἀποκαθίσταταί τις δεύτερον ταῖς αὐταῖς δικαιολογίαις χρώμενος, ἀλλὰ καὶ ἄλλαις ὀφείλει χρήσασθαι.

16

pr.Ὁ ἔλαττον τῶν κε΄ ἐνιαυτῶν τιμηθεὶς λεγάτον ἐπὶ τῷ μὴ ἀπαιτηθῆναι τῷ χρεώστῃ αὐτοῦ ἔξεστιν αὐτῷ καὶ λαβόντι τὸ λεγάτον ἀπαιτῆσαι τὸ ἴδιον χρέος· ἀναδιδοὺς τὸ λεγάτον, ὅπερ ἔλαβε. τοῦτο δὲ τῷ μείζονι ποιεῖν οὐ δύναται.

17

pr.Διατίμησιν προικὸς περιγραφεῖσαν ἀφήλιξ βοηθεῖται.

18

pr.Κατὰ ψήφου δίδοται ἀκοκατάστασις. κινεῖται δὲ ἐντὸς τῆς ἀποκαταστάσεως ἡ ἁρμόζουσα τῷ νέῳ ἀγωγή.

19

pr.Αποκαθίστανται οἱ ἥττονες τῶν κε΄ ἐτῶν κατὰ τῶν πραθέντων αὐτῶν ἐνεχύρων παρὰ τῶν ἰδίων δανειστῶν, εἰ [μὴ] ἄρα ὁ τοίτων πατὴρ τὰ ἐνέχυρα τοῖς δανεισταῖς ἔδωκε, καὶ οὐκ αὐτοί.

20

pr.Τὸ τοὺ ἀφήλικος ἀκίνητον πρᾶγμα καλῶς πωλεῖται δι᾿ ἰδικὸν αὐτοῦ χρέος ἢ διὰ πατρῖον ἢ διὰ δημόσιον, δηλονότι ἐπὶ φανερᾶς κριτοῦ ἀποφάσεως.

21

pr.Τῷ τῆς ἀποκαταστάσεως ῥήματι καὶ καρποὶ περιέχονται, κἂν μὴ τοῦτο ῥητῶς ἐκφωνηθῇς. ὥστε μετὰ τὸ τιμηθῆναι τὴν ἀγωγὴν τοῦ ἀποκατασταθέντος πράγματος ἢ κτή- ματος. ἀφ᾽ οὗ γὰρ καιροῦ ἐνήγαγέ τις περί τινος, μετὰ τὴν ἀποκατάστασιν ζητεῖ καὶ τοὺς καρπούς.

22

pr.Καλῶς ἀνατρέπουσιν οἱ ἥττονες, ἅπερ κατὰ δόλον κακῶς ἐπώλησαν οἱ αὐτῶν κηδεμόνες.

23

pr.Ἡ μὲν τοῦ ἀνηλίκου πρὸς ἄνθρωπον χαριστικὴ ὥρισται τῷ νίμῳ, μεθ᾽ ὅσον χρόνον τὴν βεβαίωσιν ἔχει. ἡ δὲ τούτου πρὸς θεὸν τῶν κτημάτων ἀφιέρωσις, μεθ᾽ ὅσον χρόνον αὐτὸς μονόζειν δύναται καὶ ὅλον ἑαυτὸν μετὰ τῆς περιουσίας ἀνατιθέναι τῷ θεῷ, κατὰ τοῦτον τὸν χρόνον, καὶ εἰ μὴ ἑαυτὸν ὅλον ἀναθήσει τῷ θεῷ, ἀλλά τι τῶν αὐτοῦ κτημάτων, ἀμεταμέλητον ὥσπερ ἑαυτὸν, οὕτω καὶ ὃ προσήνεγκε τῶν αὐτοῦ, μετὰ τὴν ἀφιέρωσιν καὶ μεταμελούμενος ἀπεργάζεται.

24

pr.Εἰ εἴποι ἑαυτὸν μείζονα ὁ ἥττων κατὰ πλάνην, οὐδὲν ἧττον ἀποκαθίσταται.

25

pr.Μόνος ὁ βασιλεὺς σπανίως, οὐ μὴν ὕπατοι ἢ ἄρχοντες, ἐπιτρέπει τοῖς ἀφήλιξι τὰ ἴδια διοικῆσαι.

26

pr.Ὁ ἥττων συγγνώμην ἡλικίας αἰτήσας δύναται ἀνατρέψαι ὃ κακῶς ἐπώλησεν εἴσω ἐνιαυτοῦ μετὰ κε΄ ἔτη. ὡσαύτως δὲ καὶ ὃ κακῶς ἠγόρασεν ἢ ἐνήλλαξε, δύναται αὐτὸ ἀνατρέψαι· τὸ καταβληθὲν ἐπαναλαμβάνων τίμημα εἴσω τοῦ εἰρημένου χρόνου.

27

pr.Τοῦτο δὲ τὸ προνόμιον καὶ κληρονόμοις αὐτοῦ παραπέμπεται.

28

pr.Ἐὰν δὲ χαρίσηταί τι ἀφήλιξ τινὶ πρᾶγμα αὐτοῦ, δύναται μετὰ τὸ παρελθεῖν τὰ κε΄ ἔτη ἐντὸς τετραετίας ἀγωγὴν ποιεῖσθαι καὶ τὸ οἰκεῖον ἐπαναλαμβάνειν πρᾶγμα΄.

29

pr.Ὁ ἀφήλιξ οὐ δωρεῖταί τινι πώποτε.

30

pr.Οἱ ἀφήλικες ἕσα πράξουσιν ἐν ἀφηλικιότητι εἰς περιγραφὴν ἑαυτῶν, δύνανται ἀνακαλεῖσθαι μετὰ τὸν κε΄ χρόνον τῆς ἡλικίας αὐτῶν δι᾽ ἑτέρων δ΄ ἐνιαυτῶν, εἰ εἰς βλάβην αὐτῶν τὰ πράγματα γεγόνασιν. ἐφ᾽ οἷς δὲ περιγραφῶσιν οἱ ἀφήλικες ἐν ἀτελεῖ τῇ ἡλικίᾳ πράξαντες δι᾽ ἑαυτῶν, ἔχουσι τὴν τετραετίαν μετὰ τὸ γενέσθαι ἐνήλικες, ὥστε δι᾽ αὐτῆς ζητεῖν τὴν ἀποκατάστασιν, ἤγουν ἄχρις οὗ γένωνται χρόνων κθ΄. περαιτέρω δὲ οὐδαμῶς.

31

pr.Ὁ στρατιώτης ἐντὸς ἐνιαυτοῦ ὑποστρέφων ἔχει ἀποκατάστασιν μὴ ἀντικειμένης αὐτῷ παραγραφῆς. ἀλλ᾽ ἴσθι ὅτι οὐκ ἀποκαθίσταται στρατιώτης, εἰ μὴ εἰς ἃ ἐζημιώθη.

32

pr.Ὁ ἥττων στρατιώτης τετραετίαν ἔχει [πρὸς] ἀποκατάστασιν, καὶ ἐὰν τελευτήσῃ ἐπὶ τῆ στρατείᾳ, παραπέμπει τὸ δίκαιον τῆς ἀποκαταστάσεως ἐπὶ τοὺς ἰδίους κληρονόμους.

33

pr.Ἐὰν οἱῳδήποτε πράγματι εἰς υἱὸν ἢ θυγατέρα ἢ ἐγγόνους ἢ προεγγόνους ἑκατέρας φύσεως ὑπεξουσίους ὄντας ἀπὸ α΄ ἢ β ' ἢ γ ' γάμου ἢ πολυαριθμήτου τουτέστι πολλοστοῦ γάμου περιήλθοσαν πράγματα ἀπὸ οἱασδήποτε δωρεᾶς ἢ κληρονομίας ἢ ληγάτου ἢ φιδικομίσου, τῶν τοιούτων πραγμάτων ὁ πατὴρ ἢ ὁ πάππος τὴν χρῆσιν ἐχέτωσαν. ἐν τούτοις δὲ καὶ οἱ ὑπεξούσιοι νομίμως διατιθέσθωσαν.

34

pr.Ἐὰν ὑπεξούσιόν με ὄντα βούληταί τις γράψαι κληρονόμον, ἐγὼ δὲ παρασκευάσω ἄλλον γραφῆναι κληρονόμον, ἵνα ὅταν γένωμαι αὐτεξούσιος ἀποδοθῇ μοι ὁ κλῆρος, οὐ προσπορίζεται τῷ πατρί μου ἡ ἁρμόζουσα κατὰ τοῦ μέσου ἀγωγή. ἐν ᾧ ἀγωγῇ ἀγαθὴ πίστις διαμάχεται, οὐδὲν προσπορίζει τῷ πα τρί μου.

35

pr.Μέχρι τῶν ἐννάτων τὸ ἀνενόχλητον ἔχουσιν οἱ τοῦ τελευτήσαντος κληρονόμοι καὶ οἱ παῖδες καὶ οἱ συγγενεῖς καὶ ἡ γαμετὴ αὐτοῦ· καὶ εἴτε ἐγγυητὰς ἀσφαλείας τινὸς ἐν τῷ ονδή ποτε πρᾶγμα. Epit. περιῆλθεν ἀπὸ πράγματος. Lege περιῆλθεν μεταξυ ἀπήτησαν, ἀντ᾽ οὐδενὸς λογισθήσονται, κάντε ἐπερωτηθῇ κἄντε μή.

36

pr.Μὴ ὑπερβαινέτο τὸν ἐνιαυτὸν ἡ κινουμένη δίκη προφάσει τοῦ μὴ πληρωθῆναι τὰ βεβουλευμένα τῷ τεστάτορι.

37

pr.Οἱ ἐλάττονες καὶ ἐν ταῖς σεσοφισμέναις πράσεσι καὶ ἐν ταῖς τῶν ἐπιτρόπων ἤγουν τῶν κουρατόρων ἐπιβουλαῖς καλῶς αὐτοῦσιν ἀποκατάστασιν.

38

pr.Εἰ ἐλάττων τῶν κε΄ ἐνιαυτῶν ὑπάρχων τῷ ἀγοραστῇ τοῦ κτήματος ἀσφάλειαν ἐξέθου, μηδεμίαν τοῦ λοιποῦ κατ᾿ αὐτοῦ ποιοῦ φιλονεικίαν.

39

pr.Οἱ ἀφήλικες ἕως πεπληρωμένου τοῦ κέ ἔτους εἰσὶ, καὶ μέχρι τότε τελοῦσιν ὑπὸ κουράτορα, καὶ ὅσα παρ᾿ αὐτῶν πραχθῶσιν, εἰτε ἐπὶ πράσει, εἴτε ἐπὶ μισθώσει, εἴτε ἐπ᾿ ἄλλοις συναλλάγμασιν, οἷς προέφημεν, ἢ ἐν δικαστηρίῳ δικασάμενοι ἀπολογίζονται κακῶς, καὶ περιγραφῶσιν ἤτοι βλαβῶσι περὶ τὰ ἴδια δίκαια, δύνανται αἰτεῖν ἀποκατάστασιν, ὥστε πάλιν ἀναλαβεῖν τὰ ἴδια καὶ ἔχειν αὐτὰ, ἀναλαβεῖν δὲ καὶ τὴν καταδίκην, ἵνα ὡς ἐξ ἀρχῆς δικάζωνται. δίδοται δὲ αὐτοῖς ἡ ἀποκατάστασις παρὰ τοῦ δικαστοῦ τῆς αἰτίας διαγινωσκομένης.

40

pr.Τὸ αὐτὸ προνόμιον ἔχει καὶ ὁ κατὰ φόβον τινὸς ἢ βίαν πράξας τὶ, οἷον πωλήσας ἢ ἀγοράσας ἢ ὁμολογήσας χρεωστεῖν, ἢ ἑτέρως χείρονα τὴν ἰδίαν ποιήσας αἵρεσιν. ὁμοίως δὲ καὶ ὁ ἐν ἀποδημίᾳ τοιοῦτόν τι πεπονθὼς καὶ ὁ κατὰ πλάνην δικαίαν. καὶ οὗτοι ἀποκαθίστανται εἰς τὸ λαβεῖν τὰ ἴδια.

41

pr.Οὐ πάντα τὰ παρὰ τῶν νέων γινόμενα ἀνατρέπεται, ἀλλ᾽ ὅτε δόλος ἐστὶ προφανὴς ἢ ῥαθυμία αὐτῶν μεγάλη.

42

pr.Δίδοται τοῖς ἀφήλιξιν ἡ συγγνώμη τῆς ἡλικίας, σεμνοῦ βίου καὶ ὑπολήψεως μαρτυρουμένης χρηστῆς, τοῖς μὲν ἄῤῥεσι μετὰ τὸ πληρῶσαι τὸν εἰκοστὸν χρόνον τῆς ἡλικίας, ταῖς δὲ θηλείαις μετὰ τὸν ὀκτωκαιδέκατον, ἐφ᾽ ᾧ δι᾽ ἑαυτῶν πράττειν τῶν ἰδίων τὴν διοίκησιν· ἀκίνητον δὲ μέχρι τελείας ἡλικίας μὴ ἐκποιεῖσθαι.

43

pr.Ἐὰν ἀνηλίκου πρᾶγμα πωλήσῃ μοι ἕτερος, ἀγνοοῦντός μου αὐτὸ εἶναι καὶ ὀρφανοῦ, καὶ μετὰ τὸ γενέσθαι αὐτὸν κε ἐνιαυτῶν ἔσωθεν δέκα ἐτῶν οὐ κινήσῃ, ἀλλ᾽ ὁρῶν τὸ ἴδιον παρ᾽ ἑτέρου κατεχόμενον σιωπήσῃ, ἀποκλείεται.

44

pr.Ἐὰν ἀνήλικος πωλήσῃ μοι πρᾶγμα αὐτοῦ καὶ μετὰ τὸ γενέσθαι αὐτὸν ἐνήλικον ἐντὸς τετραετίας οι κινήσῃ τὸ ἀποκαταστατικὸν δίκαιον ἤγουν ἵνα ἀποκαταστήσῃ· ἑαυτῷ τὸ πρᾶγμα, μετὰ τὸν κθ ' ἐνιαυτὸν οὐ δύναται κινεῖν.

45

pr.Ἐὰν ὑπεξούσιος υἱὸς καθίσταται τῷ πατρὶ, ὁ δὲ πατὴρ πωλήσῃ τὰ μητρῷα αὐτοῦ κτήματα, οὐ δύναται ζῶντος μὲν τοῦ πατρὸς κινεῖν, μετὰ δὲ θάνατον τοῦ πατρὸς ἔχει εἰς βοήθειαν τὸν τριακονταετή χρόνον.

46

pr.Ὅτι μόνος ὁ βασιλεὺς σπανίως, οὐ μὴν οἱ ὕπατοι ἢ οἱ ἄρχοντες, ἐπιτρέπει τοῖς ἀφήλιξι τὰ ἴδια διοικεῖν.

47

pr.Ἐδωρήθη πρᾶγμα τοῦ ἀφήλικος δίχα ἀποφάνσεως τοῦ ἄρχοντος, καὶ ὁ λαβὼν κατὰ δωρεὰν αὐτὸ πέπρακεν ἑτέρῳ τινί. λέγει οὖν ἡ διάταξις, ὅτι ἐπειδὴ εὔλογον τίτλον] νομῆς ἔσχεν ὁ ἀγοραστὴς, ἐὰν μετὰ τὸ γενέσθαι μείζονα τὸν νέον ἢ παρόντος αὐτοῦ δεκαετίαν ἐνεμήθη ὁ ἀγοραστὴς ἢ ἀπόντος αὐτοῦ εἰκοσαετίαν, ἀντιτιθεμένης τῆς τοῦ μακροῦ χρόνου παραγραφῆς τὸν ἐνάγοντα χρὴ ἀποκλείεσθαι.

48

pr.Ἐὰν ἡ πρᾶσις χωρὶς ἀποφάνσεως γέγονε, καὶ μὴ μείζων γενόμενος ἐβεβαίωσε τὴν πρᾶξιν ὁ ἀφήλιξ, μηδὲ διὰ χρονίας κτήσεως κυρίως ἐκτήσατο τὸ πρᾶγμα ὁ ἀγοραστὴς ὁ κακῇ πίστει ἀγοράσας, ἀποδίδωσιν αὐτὸ μετὰ τῶν καρπῶν.

49

pr.Εάν τις κατηγόρησέ μου ἤδη ἢ ἠπείλει κατηγορεῖν μου, καὶ ἵνα μὴ κατηγορηθῶ παρ᾽ αὐτοῦ ἢ ἵνα παύσηται τῆς ἀρχθείσης κατηγορίας ἢ ἐξεποίησα αὐτῷ τίποτε ἢ ἐπερωτήθην αὐτῷ ἤ τι τῶν ἐμῶν εἴασα αὐτῷ, οὐ δύναμαι ταῦτα ἀνατρέπειν ὡς φόβῳ γινόμενα, ἀλλὰ δοκῶ καὶ ἀναίσχυντόν τι ποιεῖν ἐπιχειρῶν ταῦτα ἀνατρέψαι.